Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 29. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΑΡΚΟΣ ΑΡΕΘΟΥΣΙΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΥ 29!!
ΜΑΡΚΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΡΕΘΟΥΣΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φωτὶ ἀρετῶν τὴν σὴν ζωήν, Μᾶρκε κατελάμπρυνας, σαρκὸς νεκρώσας τὸ φρόνημα, καὶ θείου Πνεύματος, ἐν καρδίᾳ Πάτερ, χάριν τὴν ζωήῤῥυτον, ἐδέξω καὶ τῆς πίστεως πρόβολος, ἄῤῥηκτος πέφηνας, διὰ τοῦτο, τὴν σὴν ἄθλησιν, εὐφημοῦντες, πόθῳ σε γεραίρομεν.

Ναὸς τῆς Τριάδος γεγονώς, ἐναρέτοις πράξεσι, ναοὺς εἰδώλων κατέστρεψας, Μᾶρκε μακάριε, καὶ στεῤῥῶς ἀθλήσας, τοὺς πρὶν τιμωροῦντάς σε, ὁδηγήσας Χριστῷ τῇ ἐνστάσει σου, διὸ αἰτοῦμέν σε, ὡς κλεινὸν Ἱερομάρτυρα, ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ποιμὴν ἐκκλησίας τοῦ Χριστοῦ, θεοφόρος γέγονας, ψήφῳ τῇ θείᾳ τοῦ Πνεύματος, Μᾶρκε θεόσοφε, καὶ Ἀρεθουσίων, λύχνος φαεινότατος, ἐδείχθης ἐναθλήσας στεῤῥότατα, διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν, τους θειους ἀγῶνάς σου.

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Χρίσμα ἱερώτατον, Πνεύματι θείῳ δεξάμενος, Ἱεράρχης θεόσοφος, Μᾶρκε ἐχρημάτισας, καὶ καλῶς ποιμάνας, λόγοις τε και ἔργοις τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τοῦ μαρτυρίου τὸν δρόμον ἤνυσας, καὶ πᾶσι καθυπέδειξας, τῆς εὐσεβείας τὴν δύναμιν, τῇ ἀτρέπτῳ ἐνστάσει σου, ἐν σοὶ Πάτερ ἐκλάμπουσαν.

Ἅπαν τιτρωσκόμενος, ῥαφίσι Πάτερ τὸ σῶμά σου, καὶ δεινῶς αἰκιζόμενος, ἔστης ἀπερίτρεπτος, πάσαις ταῖς αἰκίαις, καὶ μέλιτι Πάτερ, γυμνὸς χρισθεὶς καὶ ταῖς σφηξίν, ἐν ὥρᾳ θέρους τροφῇ διδόμενος, οὐδόλως παρεξέκλινας, Μᾶρκε τῆς κρείττονος στάσεως, καὶ Χριστῷ καθωδήγησας, τοὺς σὲ πρώην διώκοντας.

Ῥείθροις θείου Πνεύματος, περικλυζόμενος Ὅσιε, τῷ βορβόρῳ ὡς ἔῤῥιψας, τὴν σὴν καθαρότητα, καὶ ψυχῆς τὸν τόνον, ὑπέδειξας πᾶσι, Μᾶρκε Μαρτύρων κοινωνέ, καταπαλαίσας τὸν παναλάστορα, ποικίλως προσβαλόντα σοι, καὶ οὐρανίου λαμπρότητος, ἐπαξίως τετύχηκας, ἐκτελέσας τὸν δρόμον σου.

Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας ἠμφιεσμένος τὸ κράτος, τῆς δυσσεβείας ἀπεγύμνωσας τὴν ἰσχύν, ἀθλητικῇ σου ἐνστάσει, Ἱερομάρτυς Μᾶρκε Ὅσιε, ἱερουργῶν γὰρ ἀμέμπτως Κυρίῳ, ὡς Ἱεράρχης θεοειδής, τοῦ μαρτυρίου ὑπῆλθες τοὺς ἀγῶνας, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήσχυνας, ἐν ἀσθενείᾳ φύσεως, ὁ γὰρ Σταυρῷ προσπαγείς, κραταιόν σε ἀνέδειξε, κατὰ τῶν πολεμίων μακάριε, τούτου γὰρ τὸ πάθος ἐδόξασας, καὶ τῆς ἐγέρσεως ἐδέξω τὴν λαμπρότητα, ἧς καὶ ἡμεῖς μετασχοίημεν, οἱ ἑορτάζοντες τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Φῶς ἱλαρόν· Προκείμενον· καὶ τὰ κάτωθι ἀναγνώσματα

Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.





 Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῶν ἀρετῶν τὴν πρᾶξιν, ὑπὲρ πᾶσαν τρυφὴν προσηκάμενος, δοχεῖον πολύτιμον, τοῦ Πνεύματος ὤφθης Ὅσιε Πάτερ Μᾶρκε, τῷ γὰρ Χριστῷ ἀκολουθῶν, τὴν ἱεραρχίαν ἐλάμπρυνας, ἀμέμπτῳ πολιτείᾳ, καὶ μαρτυρικοῖς καμάτοις, καὶ τῆς εὐσεβείας τὸ μυστήριον, πᾶσιν ἐτράνωσας, ἐν τῇ θνητῇ σαρκί σου, Ἱερομάρτυς ἀξιάγαστε, ἀλλ’ ὡς τῷ θρόνῳ τῆς μεγαλοσύνης παρεστώς, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τοῦ Εὐαγγελίου τῆς χάριτος, ἱερουργῶν τὴν ἀλήθειαν, στήλην καλῶν ἔργων παρέστησας, σεαυτὸν τῇ ποίμνῃ σου, Ἱεράρχα πανόλβιε, καὶ Ἀποστολικῷ πυρούμενος ζήλῳ, εἰδωλικοὺς ναοὺς κατέαξας, καὶ λογικοὺς ναοὺς εἰργάσω, τοῦ τῶν ὅλων Θεοῦ, τοὺς πρὶν τῇ πλάνῃ λατρεύοντας, καὶ ἐπάξιον μισθὸν ἐκομίσω, μαρτυρικοῖς πόνοις κοσμηθῆναι, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ λαμπρῶς σε δοξάσαντος, Μᾶρκε παμμακάριστε.

Ἦχος γ΄.
 Τῆς εὐσεβείας διεζωσμένος τὴν δύναμιν, οὐδόλως ἐπτόησαι, τὴν τῶν δυσσεβούντων ἰσχύν, Μᾶρκε ἱερώτατε, τοῦ γὰρ Σωτῆρος τὴν νέκρωσιν, εν τῇ σαρκί σου περιφέρων ὡς ὁ μέγας Παῦλος, τῆς τῶν διωκτῶν μανίας κατίσχυσας, ἀνώτερος ποινῶν, καὶ βασάνων γενόμενος, καὶ ἐν ἱερεῦσι διαπρέψας, καὶ ἐν ἀθλήσει ἀριστεύσας, ἀξίως δεδόξασαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τῇ τοῦ Σωτῆρος ἡδυνόμενος ἀγάπη, τὸ σῶμα ταῖς αἰκείαις παρέδωκας, ὡς ἄλλου πάσχοντος, ἀνδρειοτάτῃ γνώμῃ Μᾶρκε μακάριε καὶ ταῖς ῥαφίσι τιτρωσκόμενος, τῶν ἀντικειμένων τὰς καρδίας κατέτρωσας, ἀνενδότῳ καρτερία, καὶ νῦν τὸ ἀμαράντινον ἀναδησάμενος στέφανον, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου...








Εἰς τὸν στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔργοις, εὐσεβείας ἱεροῖς, Μᾶρκε διαπρέπων ἐνθέως, οἷα θεράπων Χριστοῦ, πόνοις τῆς ἀθλήσεως, τὴν σὴν στολήν, τὴν σεπτήν, λαμπροτέραν ἐτέλεσας, καὶ χαίρων εἰσῆλθες, πρὸς τὸν ὑπερκόσμιον, ναὸν γηθόμενος, ἔνθα, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, μνήμην σου τὴν θείαν καὶ σεβάσμιον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Ὅτε, κατετρώθης ἀπηνῶς, Πάτερ ταῖς ῥαφίσι τὸ σῶμα, ἐχθρῶν ὠμότητι, τότε ἐν τοῖς βέλεσι, τῆς καρτερίας σου, κατηκόντισας Ὅσιε, βελίαρ τὸ κράτος, καὶ Χριστὸν ἐδόξασας, ἐν τῇ ἀθλήσει σου, ὅθεν, ἐπαξίων βραβείων, παρὰ τοῦ Δεσπότου μετέσχες, καὶ τῶν ὑπὲρ λόγων ἀπολαύσεων.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος, ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μέλιτι τὸ σῶμά σου χρισθείς, ταῖς σφηξὶν εἰς βρῶσιν ἐδόθης, Μᾶρκε μακάριε, ἔνθες στεῤῥῶς ἔφερες, ἅπαν ἐπίπονον, καὶ ὡς ἄσαρκος ἤνεγκας, ἐν ὥρᾳ τοῦ θέρους, τὴν ἡλίου ἔκκαυσιν, δρόσῳ τῆς χάριτος, βόθρῳ δέ, ῥιφθεὶς τῷ δυσώδει, πρὸς Χριστὸν ὡδήγησας πίστει, τοὺς πρὶν Ἱεράρχα σὲ διώκοντος.

Δόξα. Ἦχος πλ. δ΄.
Τοῖς ἀγῶσι τῆς πίστεως, τὴν ἐν Χριστῷ οἰκονομίαν δοξάζων, μυσταγωγεῖς πρὸς τὴν ἀλήθειαν, τοὺς ἐν τῷ ψεύδει τῆς πλάνης, τοῖς σοῖς θαύμασιν Ὅσιε, πάντων γὰρ ὤφθης ἁκμαιότερος, τιμωριῶν καὶ πόνων, ἐν τῇ ἑνώσει του κρείττονος, εν ἀσθενείᾳ φύσεως, τὸν ἰσχυρὸν ἐν κακίᾳ καταισχύνας. Καὶ νῦν Μᾶρκε παναοίδιμε, ὡς Ἱεράρχης καὶ Μάρτυς δοξασθείς, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἱερώτατος Ἀρεθουσίων ὀφθείς, ἐνθέως ἐποίμανας, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, Μᾶρκε Ἱερομάρτυς, τοῦ Σωτῆρος θεράπων, ᾧπερ ἀκαταπαύστως, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσεως φωτί, διαλάμπων ἐν βίῳ, τῆς χάριτος σεπτόν, ἐχρημάτισας σκεῦος, καὶ πίστει ἱεράτευσας, τῷ Χριστῷ Μᾶρκε Ὅσιε, ἐναθλήσας δέ, τοὺς ἀσεβεῖς καταυγάζεις, τοῖς σοῖς θαύμασιν, ὡς θαυμαστὸς Ἱεράρχης, διὸ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, ἀνήγαγες ἡμᾶς, πρὸς ζωὴν τὴν ἀγήρω, ἐξ ἧς πάλαι πεπτώκαμεν, τῇ ἀπάτῃ τοῦ ὄφεως, ὅθεν Δέσποινα, ὡς σωτηρίας αἰτίαν, ἀνυμνοῦμέν Σε, οἱ τῷ ἀφράστῳ Σου τόκῳ, σωθέντες Πανάχραντε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ποιμὴν ἔνθεος, Ἀρεθουσίων, ἐχρημάτισας, Μᾶρκε θεόφρον, καὶ ἀθλήσει τὸν σὸν βίον ἐσφράγισας, ἐν ἀμφοτέροις καλῶς διαπρέψας γάρ, τῆς οὐρανίου χαρᾶς κατηξίωσαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στάμνος ἔμψυχος, Κόρη ἐδείχθης, ἐν νηδύϊ Σου, καθάπερ μάννα, τὸν γλυκασμὸν τῶν ἁπάντων βαστάσασα, Χριστὸν ἡμᾶς τῆς πικρίας ἐξάραντα, ἐκ τῆς ἀρχαίας κατάρας δι’ ἔλεος, Ὃν ἱκέτευε, ὡς Μήτηρ Αὐτοῦ πανάφθορος, διδόναι ἡμῖν πᾶσι θεῖον ἔλεος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ταῖς ὁσίαις χερσί σου Μᾶρκε προσήγαγες, ἀναιμάκτους θυσίας καὶ προσφορᾶς λογικάς, τῷ Δεσπότῃ τοῦ παντὸς ψυχῆς θερμότητι, καὶ Μαρτύρων κοινωνός, δι’ ἀθλήσεως στεῤῥᾶς, ἐδείχθης Ἱερομάρτυς, καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς τεκοῦσα ἀφράστως Παρθένε Ἄχραντε, τὸν Θεὸν τῶν ἁπάντων εἰς σωτηρίαν ἡμῶν, καθικέτευε Αὐτὸν πάσης στενώσεως, καὶ φρονημάτων ἐμπαθῶν, καὶ ποικίλων πειρασμῶν, λυτροῦσθαι Θεοκυῆτορ, τοὺς ἀνυμνοῦντας ἀπαύστως, τὰ μεγαλεῖα τῶν θαυμάτων Σου.









Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος, ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νυν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὴν τῶν ἐχθρῶν μανίαν μὴ πτοηθείς, πρὸς ἀθλητικοὺς ἀγῶνας ἀπεδύσω, Ἱεράρχα Μᾶρκε μακάριε, ἐν ἀπτοήτῳ φρονήματι, καὶ τῇ ἐν σοὶ ἐνεργείᾳ τῆς χάριτος, τοὺς πρὶν διώκτας εἰς ἄρνας μετέβαλες, καὶ τῷ Χριστῷ προσήγαγες, διὸ δυσωποῦμέν σε, ὡς ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῶν Ἀρεθουσίων Μᾶρκον μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταῖς θείας λαμπόμενος ἀστραπαῖς, Μᾶρκε θεοφόρε θεῖον αἴτει μοι φωτισμόν, ὅπως ἀνυμνήσω ἐπαξίως, τοὺς ἱερούς σου κάματους ἐν ᾄσμασι.
Ὡς ζήλῳ πυρούμενος θεϊκῷ, θείος Ἱεράρχης ἀνεδείχθης ψήφῳ Θεοῦ, καὶ Ἀρεθουσίων Πάτερ Μᾶρκε, τὴν Ἐκκλησίαν ὁσίως ἐποίμανας.
Νεκρώσας τὸ φρόνημα τῆς σαρκός, πόνοις ἐγκρατείας καθωδήγησας πρὸς ζωήν, Μᾶρκε διδαχαῖς σου τὴν ἀγήρω, τοὺς πειθομένους τω λόγῳ σου Ὅσιε.
Θεοτοκίον.
Ἁπάσης τῆς κτίσεως ἀληθῶς, Κεχαριτωμένη ἀοράτου καὶ ὁρατῆς, ὤφθης ἀσυγκρίτως ὑπερτέρα, τὸν Ποιητὴν τῶν ἁπάντων κυήσασα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ῥάβδῳ τῆς σοφίας σου, Μᾶρκε Χριστῷ καθωδήγησας, ποίμνην τὴν σήν, ταύτην ἀπαλλάξας, συναφείας τῆς χείρονος.
Ἔλλαμψας μακάριε, ἀθλητικοῖς ἀγωνίσμασι, Μᾶρκε σοφέ, καὶ τὴν τῶν εἰδώλων, θριαμβεύειν ἀσθένειαν.
Θεῖον ἐνδιαίτημα, τοῦ Παρακλήτου γενόμενος, Μᾶρκε σοφέ, εἰς γῆν καταῤῥίπτεις, τῶν εἰδώλων τὸ τέμενος.
Θεοτοκίον.
Ὄμβρισόν μοι Πάναγνε, ὕδωρ ἀφέσεως ἄνωθεν, οἷα Χριστοῦ, πανάφθορος Μήτηρ, καὶ πηγὴ θείας χάριτος.


Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὴν ζωὴν κατευθύνων θεοπρεπῶς, Ἱεράρχης ἐδείχθης θεοειδής, καὶ πόνοις ἀθλήσεως, ἀνενδότως ὡμίλησας, καὶ ἔδειξας τοῖς πᾶσι, τὴν χάριν τῆς πίστεως, ἐκλάμπουσιν ἐν ἄθλοις, και πάντας ἐκπλήττουσαν, ὅθεν διπλοῦν στέφος, ἐκ χειρὸς τοῦ Κυρίου, ἐδέξω λαμπρότατα, ἐπαξίως τῶν πόνων, Πάτερ Μᾶρκε θεόσοφε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθέντα Παρθένε δίχα τροπῆς, τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, ἁγνῶν ἐξ αἱμάτων, ἀπεκύησας Ἄχραντε, δι’ ἄκραν εὐσπλαγχνίαν, ἡμᾶς ἀναπλάττοντα, καὶ πρὸς τὴν πάλαι δόξαν, Ἁγνὴ ἐπανάγοντα, ὅθεν Θεοτόκε, τὸν Σὸν ἄῤῥητον τόκον, δι’ οὗ κόσμος σέσωσται, ἀνυμνοῦμεν δοξάζοντες, καὶ βοῶμεν Σοι Πάναγνε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς καταφεύγουσι πίστει, τῇ Σῇ ἀγαθότητι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑποφήτης θεόληπτος, Μᾶρκε γεγονὼς τῆς θείας χρηστότητος, ἠγωνίσω καρτερώτατα, ὑπὲρ τοῦ τῶν ὅλων βασιλεύοντος.
Σαρκωθέντα δι’ ἔλεος, τὸν Δημιουργὸν τῶν ὅλων ἐκήρυξας, καὶ σαρκός σου τὰ ἐπίπονα, Μᾶρκε ἀνενδότως καθυπέμεινας.
Ἱεράρχης θεόσοφος, Μᾶρκε καὶ Μαρτύρων ὤφθης ὁμότροπος, διὰ τοῦτό σε γεραίρομεν, ὡς Ἱερομάρτυρα περίδοξον.
Θεοτοκίον.
Ὡς τῶν πάντων δεσπόζοντα, Κόρη ὑπὲρ φύσιν κυοφορήσασα, δεσποτείας τοῦ ἀλάστορος, ῥῦσαί με τὸν δοῦλόν Σου, καὶ σῶσόν με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόμῳ τοῦ Θεοῦ, τὴν σὴν ποίμνην νέμων Ὅσιε, καθωδήγησας αὐτὴν Μᾶρκε σοφέ, πρὸς νομὰς σωτηριώδεις θείας πίστεως.
Μέλιτι χρισθείς, καὶ γυμνὸς ἐπὶ τὸν ἥλιον, ὑπ’ ἀνόμων ἀπηνῶς αἰωρηθείς, τὴν πικρίαν τῆς ἀπάτης Μᾶρκε ἔλυσας.
Ἄθλησιν στεῤῥάν, διανύσας Μᾶρκε Ὅσιε, ἐπιγνώσεως ὡδήγησας πρὸς φῶς, τοὺς διώκοντάς σε πρώην τοῖς σοῖς θαύμασι.
Θεοτοκίον.
Ῥῦσαί με Ἁγνή, τῶν παθῶν τῶν ἐνοχλούντων με, καὶ πρὸς φῶς με ἀπαθείας ἀληθοῦς, καθοδήγησον καὶ σῶσόν με τὸν τάλαινα.





ᾨδὴ στ΄. Τὴν δέησιν.
Κυρίῳ, ἱερατεύων ὁσίως, ὑπεισῆλθες μαρτυρίου τὸ σκάμμα, καὶ ταῖς ῥαφίσι τρωθείς σου τὸ σῶμα, τῆς ἀθεΐας τὸ κράτος κατέτρωσας, ἐνστάσει σου τῇ θαυμαστῇ, ἐν Χριστῷ θεῖε Μᾶρκε ῥωννύμενος.
Ὁλόκληρον, τῆς καρδίας τὸν πόθον, ἀνατείνων πρὸς Χριστὸν Πάτερ Μᾶρκε, τὸν πονηρὸν εἰδώλειον καθεῖλες, καὶ πεῖραν πόνων πολλῶν καθυπέμεινας, τῆς ἀληθείας δὲ σαυτόν, καὶ εἰκόνα καὶ στήλην παρέστησας.
Νεκρώσας, ζωῆς τῆς θείας τῷ πόθῳ, σεαυτὸν τοῖς ἐν τῷ κόσμῳ παμμάκαρ, καὶ πληρωθείς, εὐωδίας ἁγίας, τῆς ἐν βορβόρῳ ἠνέσχου στεῤῥότατα, ἐν ᾧ ἐῤῥίφθης παρ’ ἐχθρῶν, δυσωδίας δεινῆς Μᾶρκε Ὅσιε.
Θεοτοκίον.
Μαρία, Θεοχαρίτωτε Κόρη, των Ἀγγέλων βασιλὶς καὶ κυρία, τῆς οὐρανῶν, βασιλείας πολίτην, δεῖξον κἀμὲ τὸν ἀνάξιον δοῦλόν Σου, καθάρασά μου τὴν ψυχήν, τῶν ἀμέτρων παθῶν τῇ Σῇ χάριτι.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῷ θείῳ φωτί, τὸν νοῦν σου λαμπρυνόμενος, φωστὴρ φαεινός, καὶ Ἱεράρχης Ὅσιος, ὦ Μᾶρκε ἐχρημάτισας, τῆς Χριστοῦ Ἐκκλησίας καὶ ἤθλησας, ὑπὲρ αὐτῆς ἀνδρείᾳ ψυχῆς, ἡμῖν τὸν Σωτῆρα ἱλεούμενος.
Οἶκος.
Ἀνατεθεὶς ὁλικῶς τῷ Κυρίῳ, τῶν ἐν κόσμῳ τερπνῶν κατεφρόνησας, καὶ καθάρας σαυτὸν θείαις πράξεσιν, ἐπιπνοίας τῆς θείας κειμήλιον, καὶ ὄργανον χωρητικόν, τῆς ἐνεργείας τοῦ Θεοῦ, ἐγένου Μᾶρκε Ὅσιε, καὶ τὴν θείαν στολὴν κληρωσάμενος, ἀρχιερεὺς θεοφόρος ἐδείχθης, μεσιτεύων Πλάστῃ καὶ πλάσματι, ἐν τῷ προσφέρειν Αὐτῷ, τὰς μυστικὰς προσφοράς, πόνων δὲ μαρτυρικῶν ὑπελθὼν τὸν ἀγῶνα, τὴν τῶν εἰδώλων πλάνην κατήσχυνας, καὶ ὑπὲρ Χριστοῦ ἤθλησας στεῤῥότατα, ἡμῖν τὸν Σωτῆρα ἱλεούμενος.














Συναξάριον
Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων, Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν παρθένων γυναικῶν και ἰερωμένων ἀνδρῶν τῶν ἐν Ἀσκαλώνι και Γάζῃ.
Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις,
Ὕπνωσε Μάρκος, θεῖον εἰρήνης ὕπνον.
Γαστὴρ Κυρίλλου Λευΐτου διὰ ξίφους
Ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐῤῥάγη.
Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι,
Γαστρὸς παθοῦσαι ῥῆξιν ἐκ χοιροφρόνων.
Εἰκάδι ἠδ᾿ ἐνάτῃ Ἀθληταὶ εἰς πόλον ἷκον.
Ὁ Ἅγιος Μᾶρκος ἦν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ μεγάλου ὅς, ζήλῳ τρωθείς, πολλοὺς βωμοὺς τῶν εἰδώλων καθεῖλε, καὶ Ἐκκλησίας ἐδείματο. Ἰουλιανοῦ δὲ μετὰ ταῦτα τῆς Βασιλείας κρατήσαντος, καὶ πολλὴν παῤῥησίαν τοῖς εἰδώλοις ἀπονέμοντος, οὐ μόνον τῷ δὲ τῷ Ἁγίῳ κακὰ ἐνεδείξατο, ἀλλὰ καὶ ἑτέροις πολλοῖς, διὰ τὴν τῶν εἰδωλικῶν ναῶν καθαίρεσιν. Ὁ δὲ Ἅγιος, μικρὸν ὑποχωρήσας, ἐπειδή τινας ἑλκομένους ἐπύθετο δι᾿ αὐτόν, ἐπανῆκε, καὶ τοῖς μιαιφόνοις προὔδωκεν ἑαυτόν. Οἱ δέ, λαβόντες καὶ γυμνώσαντες, καὶ παντὶ τῷ σώματι πληγὰς αὐτῷ ἐπιθέντες, εἰς ὑπονόμους ἐμβάλλουσι δυσώδεις.
Μετὰ ταῦτα ἐκβαλλόντες αὐτὸν ἐκεῖθεν, ἐκδιδόασι τοῖς παισὶ ταῖς ῥαφίσι κεντᾶσθαι. Εἶτα, γάρῳ ἅπαν τὸ σῶμα διάβροχον ποιήσαντες, καὶ τελευταῖον, ἐπιχρίσαντες μέλιτι, ἐν ἀκμῇ θέρους, μετέωρον ἐν καλῳδίοις ἀνήρτησαν, ἵνα ὁμοῦ γυμνῇ τῇ κεφαλῇ καὶ ὅλῳ τῷ σώματι, ἐν σταθηρᾷ μεσημβρίᾳ, τὰς ἡλιακὰς ἀκτῖνας δεχόμενος φλέγοιτο, καὶ σφηξὶ καὶ μελίτταις, οἷς ἐπεκέχριστο, εἴη τροφή. Ταῦτα ἐδρᾶτο, καὶ ὁ θεσπέσιος πρεσβύτης πάσχων ἐνεκαρτέρει, ὑπὲρ τοῦ μὴ προέσθαι τοῖς βασανισταῖς, εἰς ἀνοικοδομὴν αὖθις τῶν καθαιρεθέντων βωμῶν· καὶ μέντοι τῇ ἐνστάσει νικήσας, καὶ τῇ πράξει νικᾷ· ὡς γὰρ εἶδον ῥωμαλέως καὶ νεανικῶς τὴν βάσανον ὑποστάντα, μεταβαλλόμενοι, μετέμαθον τὴν εὐσέβειαν. Δι᾿ αὐτὸ δὲ τοῦτο καὶ κατὰ τὴν Φοινίκην τοιοῦτόν τι ὑποτολμᾶται.
Κύριλλον γὰρ Λευΐτην, διὰ καθαίρεσιν τινῶν εἰδωλικῶν ξοάνων, παῤῥησιασάμενον τὴν ἀλήθειαν, τὴν γαστέρα αὐτοῦ ἀνατεμόντες, καὶ τὰ ἔγκατα ἐξαγαγόντες, θέαμα τοῖς ὁρῶσιν ἐδείκνυον· οὗ καὶ φασὶ τοὺς μιαιφόνους, τῶν ἡπάτων ἐμφορηθέντας, τῆς κατ᾿ ἀξίαν δίκης τυχεῖν, ἐκτιναχθέντων αὐτῶν τῶν ὀδόντων, καὶ τῆς γλώττης διαῤῥυείσης, καὶ τῆς ὀπτικῆς διαλυθείσης δυνάμεως. Τὰ δὲ ἐν Ἀσκαλώνι καὶ Γάζῃ γυναικῶν Παρθένων καὶ ἱερωμένων ἀνδρῶν παθήματα, τῶν γαστέρων αὐτῶν διαῤῥαγέντων, τῶν ἐγκάτων δεξαμένων κριθάς, καὶ χοίροις τεθέντων βοράν, τίς ἂν ἀξίως ἐκτραγῳδήσειε;
Ταῦτα τῆς ἀσεβοῦς Βασιλείας, καὶ τῶν ὑπ᾿ αὐτῇ τεταγμένων τὰ δράματα· ἀλλὰ τοῖς μὲν περιέστη, ἀντὶ τῶν ἐντεῦθεν βασάνων, ἡ μακαριότης ἡ ἄληκτος· τῷ δὲ προασπιστῇ τῆς κακίας, ἡ διὰ φλογὸς τιμωρίᾳ, καὶ τὸ αἰωνίως κολάζεσθαι.











Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνᾶ, Βαραχησίου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων Ζανιθᾶν, Λάζαρον, Μαρουθᾶν, Ναρσῆν, Ἠλίαν, Μάρην, Ἄβιβον, Σηβεήθην καὶ Σάββαν.
Ἔχεις Ἰωνᾶν, καὶ σὺ γῆ, πάντως μέγαν,
Κατ᾿ οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου.
Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους,
Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον.
Χριστοῦ ὑπερτμηθέντες ἄνδρες ἐννέα.
Σύνεισιν ἤδη τάξεσι ταῖς ἐννέα.
Οἱ Ἅγιοι, Ἰωνᾶς καὶ Βαραχήσιος, ὑπῆρχον ἐκ Περσίδος, κατὰ τοὺς χρόνους Σαβωρίου Περσῶν, καὶ Κωνσταντίνου Βασιλέως Ῥωμαίων τοῦ μεγάλου. Μοναχοὶ δὲ ὄντες, καὶ τὸ ἑαυτῶν Μοναστήριον καταλιπόντες, ἦλθον ἐν πόλει, Μαρμιαβὼχ καλουμένῃ· καὶ ἐν αὐτῇ κατακλείστους εὑρόντες τοὺς Ἁγίους Μάρτυρας, Ζανιθᾶν, Λάζαρον, Μαρουθᾶν, Ναρσῆν, Ἠλίαν, Μάρην, Ἄβιβον, Σηβεήθην, καὶ Σάββαν, παρεθάῤῥυνον αὐτούς, καὶ πρὸς τοὺς ἀγῶνας ὑπήλειφον. Κατασχεθέντες δέ, ἤχθησαν πρὸς τοὺς τρεῖς ἄρχοντας Μασδράθ, Σιρῶ, καί Μαρμισῆν· ὑφ’ ὧν παραινέσεις ἅμα καὶ ἀπειλὰς δεξάμενοι, καὶ μὴ πεισθέντες αὐτοῖς, πρῶτον δεσμοῦνται νόμῳ Περσικῷ.
Εἶτα, ὁ μὲν Ἰωνᾶς ῥάβδοις τραχείαις τύπτεται· καὶ σχοινίοις διαληφθείς, ἔξω που ὑπαίθριος τῷ κρυμῷ, πρὸς τὸ ταλαιπωρεῖσθαι βάλλεται. Ὁ δὲ Βαραχήσιος, βώλους χαλκοῦς ἐκπυρωθέντας, κατὰ τῶν μασχαλῶν δέχεται· καὶ ἄφνω ἐπί τε τοῖς βλεφάροις καὶ τοῖς ὠσὶ καὶ τοῖς λάρυγξι τῶν Ἁγίων, μόλυβδον καταχέουσι. Καὶ ὁ μὲν Βαραχήσιος, δεθεὶς τοὺς πόδας, κρεμᾶται ἐν τῇ φυλακῇ· ὁ δὲ Ἅγιος Ἰωνᾶς, τέμνεται τοὺς δακτύλους χειρῶν καὶ ποδῶν, καὶ τῆς κεφαλῆς τὸ δέρμα ἀφαιρεῖται, καὶ τὴν γλῶτταν τέμνεται, καὶ ἐν χαλκῷ, πίσσης μεστῷ, ἐμβάλλεται, ἐξ οὗ ἀβλαβὴς διεξῆλθε· καὶ μετὰ ταῦτα κατασφίγγουσιν αὐτὸν ἐν κοχλίᾳ τεκτονικῷ, καὶ συντρίβουσιν αὐτοῦ τὰ ὀστᾶ· εἶθ’ οὕτω πρίζουσι μέσον, καὶ ἐν λάκκῳ κρύπτουσι βαθυτάτῳ, ἐν ᾧ τὸ τέλος ἐδέξατο.
Ὁ δὲ Ἅγιος Βαραχήσιος, εἰς ἐξέτασιν ἀχθείς, γυμνὸς σύρεται ἐπ᾿ ἀκάνθαις, καὶ περιπείρεται καλάμοις ὀξέσι· καὶ ἐν κοχλίᾳ βληθείς, καὶ ὅλον τὸ σῶμα κατακλασθείς, καὶ κατὰ τοῦ φάρυγγος πίσσαν ἐπιχεθεὶς βράζουσαν, ἀπέδωκε τὴν ψυχήν. Συγκατετέθησαν δὲ αὐτῶν τὰ Λείψανα, καὶ ἐτάφησαν ἅμα τοῖς ἐννέα Μάρτυσιν· ἐκείνων μὲν τελειωθέντων κατὰ τὴν εἰκοστὴν ἑβδόμην τοῦ Μαρτίου Μηνός, τοῦ δὲ Ἁγίου Ἰωνᾶ καὶ Βαραχησίου, κατὰ τὴν εἰκοστὴν ἐνάτην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Εὐσταθίου Βιθυνίας.
Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ,
Χριστῷ παρέστης τῷ δι᾿ ἡμᾶς πηλίνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Διαδόχου ἐπισκόπου Φωτικῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ Σιναΐτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐφραίμ, Ἀρχιεπισκόπου Ῥόστωβ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ἰωνᾶ, Βάσσου καὶ Μάρκου τῶν Ῥώσσων, τῶν ἐν τῇ Λαύρᾳ τοῦ Πσκώφ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν δυσώδει σε λάκκῳ, οἱ υἱοὶ ἀνομίας Πάτερ ἀπέῤῥιψαν, καὶ τούτους ἐλυτρώσω, ὀσμῆς θανατηφόρου, ἐκβοῶν Μᾶρκε ἔνδοξε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λάμπων θείαις ἀκτῖσι, μαρτυρίου ἀγώνων Μᾶρκε μακάριε, τὸν πρέποντα Ἁγίοις, ὕπνωσας θεῖον ὕπνον, καὶ γηθόμενος ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πρὸς μονὰς οὐρανίους, νικηφόρος ἀνῆλθες Μᾶρκε μακάριε, καὶ τῆς ζωῆς τῷ ξύλῳ, ἀποκατέστης χαίρων, θεωθεὶς κατὰ μέθεξιν, ἐκδυσωπῶν ἐκτενῶς, ὑπὲρ τῶν σὲ τιμώντων.
Θεοτοκίον.
Ὡραιώθης Παρθένε, ταῖς τῆς παρθενίας Σου ἀχράντοις κάλλεσι, καὶ τέτοκας ἀφράστως, Χριστὸν τὸν Βασιλέα, Ὃν ὑμνοῦντες κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες.
Γάρῳ τὸ σῶμά σου χρίσαντες παμμάκαρ, μετὰ πικρὰς τιμωρίας, λάκκῳ βορβόρου ἀπέῤῥιψαν, ἀλλ’ ἀπέπνευσας πᾶσιν, εὐωδίαν τὴν κρείττονα.
Ἐν ἱερεῦσιν ὁσίως διαπρέψας, μαρτυρικῶν παλαισμάτων, στεῤῥῶς διήνυσας στάδιον, εὐλογεῖται τὰ ἔργα, κραυγάζων τὸν Κύριον.
Ῥώμῃ τῇ θείᾳ ἐν γήρατι ἐῤῥώσθης, καὶ δυνατὸς ἐν τοῖς ἄθλοις, Μᾶρκε ἐδείχθης καὶ ἔψαλλες· Εὐλογεῖται τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἁγιωτέρα ἁπάντων ὤφθης Κόρη, ὡς τὸν πανάγιον Λόγον, ὑπερφυῶς σωματώσασα, διὸ τὴν ἐναγῆ μου, καρδίαν ἁγίασον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ ἀληθείας, Μᾶρκε διαλάμπων, τοὺς ψεύδους Πάτερ τὴν πλάνην ἠμαύρωσας, καὶ ἐν ἀθλήσει ἐδείχθης ἀκαταγώνιστος.
Μαρτύρων εὐκληρίᾳ, καὶ Ἀρχιερέων, κεκοσμημένος τῇ χάριτι ἔνδοξε, ὑπὲρ τοῦ κόσμου ἀπαύστως Πάτερ ἱκέτευε.
Ὁλόφωτον παστάδα, νῦν κεκληρωμένος, Ἱερομάρτυς παθῶν ἀμαύρωσεως, τὴν σκοτισθεῖσαν ψυχήν μου λύτρωσαι δέομαι.
Θεοτοκίον.
Ὑμνοῦμεν κατὰ χρέος, Κεχαριτωμένη, τὰς δωρεὰς τὰς πολλὰς τῆς εὐνοίας Σου, ὅτι ἡμᾶς περιέπεις καὶ σώζεις πάντοτε.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀρεθουσίων πρόεδρος, καὶ ποιμενάρχης ἔνθεος, Μᾶρκε σαφῶς ἀνεδείχθης, οἷα θεράπων Κυρίου, ἀθλήσας δὲ στεῤῥότατα, πρὸς τὸν Χριστὸν ἀνέδραμες, Ὃν ἐκτενῶς ἱκέτευε, Ἱερομάρτυς παμμάκαρ, ὑπὲρ τῶν σὲ εὐφημούντων.
Θεοτοκίον.
Θεὸν τὸν ὑπερούσιον, δι’ ἄκραν ἀγαθότητα, οὐσιωθέντα ἀτρέπτως, τὸ καθ’ ἡμᾶς Θεοτόκε, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, ὑπερφυῶς ἐκύησας, Ὃν ἐκτενῶς ἱκέτευε, δοῦναι πταισμάτων τὴν λύσιν, ἡμῖν καὶ φῶς σωτηρίας.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου Μᾶρκον τιμήσωμεν, ὡς τοῦ Εὐαγγελίου, θεοφόρον ἐργάτην, ὁσίως γὰρ τὰ θεῖα ἱερουργῶν, δι’ ἀθλήσεως ἔλαμψε, καὶ μεταστὰς πρὸς τὴν δόξαν τῶν οὐρανῶν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Ἀθλητικαῖς ἀριστείαις Μᾶρκε κατήσχυνας, ὡς θεῖος Ἱεράρχης, τῶν εἰδώλων τὴν πλάνην, καὶ ἔδειξας τοῖς πᾶσι περιφανῶς, εὐσεβείας τὴν ἔλλαμψιν, τῇ ἀνενδότῳ σου στάσει καὶ θαυμαστῇ, καρτερίᾳ σου πανθαύμαστε.

Ταῖς πολυτρόποις αἰκίαις κατατεινόμενος, ὡς μιμητὴς Κηρίου, παναοίδιμε Μᾶρκε, κατήσχυνας ἀνόμων πᾶσαν βουλήν, καὶ χρυσίον ὡς δόκιμον, δοκιμασθεὶς ταῖς βασάνοις πρὸς τὸν Χριστόν, νικηφόρος ἀνελήλυθας.

Της ἀφθαρσίας τὸ γέρας καὶ τὸ διάδημα, Ἱερομάρτυς Μᾶρκε, εἰληφὼς ἐκ Κυρίου, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου, ὡς ἄν ῥυώμεθα πάσης ἐπιφορᾶς, καὶ παντοίων περιστάσεων.

Δόξα. Ἦχος πλ. α΄.
Τοῦ Παρακλήτου τῷ φωτί, τὴν σὴν πιστούμενος ἱερουργίαν, τὴν ζωήν σου τέθεικας, ὑπὲρ τῆς δόξης Κυρίου, τῷ γὰρ λόγῳ τῆς χάριτος, ψυχὰς φωτίζων, μαρτυρικοῖς πόνοις ἠρίστευσας, ἐν τῇ ἄνωθεν ῥοπῇ, καὶ καλῶς διήγαγες, τὴν θεοδώρητον ἐξουσίαν, ἀλλ’ ὡς Ἱεραρχῶν σύσκηνος, καὶ Μαρτύρων ἰσοστάσιος, Ἱερομάρτυς Μᾶρκε, σὺν αὐτοῖς πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε...

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Χαίροις Ἱεράρχα Μᾶρκε σοφέ, τῶν Ἀρεθουσίων ποιμενάρχης ὁ ἱερός, χαίροις τῶν Μαρτύρων, ὁμότροπος ἐν ἄθλοις, καὶ πρέσβυς καὶ μεσίτης ἡμῶν πρὸς Κύριον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου