ΦΕΒΡΟΥΑΡΙΟΣ Ι΄!!
ΖΗΝΩΝ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῆς
σφαλλομένης εὐκλείας Ζήνων μακάριε, λιπὼν τὰς ἀπολαύσεις, οὐρανόφρνι γνώμῃ,
τοῖς λόγοις τοῦ Σωτῆρος πίστει θερμῇ, ἠκολούθησας Ὅσιε, ἀγγελικὴν πολιτείαν ἐπὶ
τῆς γῆς, μετὰ σώματος ἑλόμενος.
Τῶν
προσηκόντων τὰς σχέσεις ἀπαρνησάμενος, Κυρίῳ ᾠκειώθης, σταυρωθεὶς τοῖς ἐν
κόσμῳ, Ζήνων θεοφόρε καὶ τοῦ φωτός, ἐπληρώθης τῆς χάριτος· δι’ οὗ παθῶν
ἀπελαύνεις πᾶσαν ἀχλύν, καὶ δαιμόνων τὴν ἐπήρειαν.
Ἐπιστολεὺς
πέλων Ζήνων τοῦ αὐτοκράτορος, τῷ Βασιλεῖ τῆς δόξης, ἠκολούθησας χαίρων, καὶ
ἐπιστολοφόρων ὤφθης θερμός, βοηθὸς θείῳ Πνεύματι, ἀγγελικῶς βιοτεύσας ἐπὶ τῆς
γῆς· διὰ τοῦτο εὐφημοῦμέν σε.
Τοῦ
ἐπὶ γῆς βασιλέως τὴν ὑπουργίαν σοφέ, καταλιπὼν ἐμφρόνως, Βασιλεῖ τῶν αἰώνων,
ἐδούλευσας ὁσίως Χριστῷ τῷ Θεῷ, ὡς θεράπον πιστότατος· ὅθεν τῆς δόξης τῆς θείας
ἐν οὐρανοῖς, Πάτερ Ζήνων κατηξίωσαι.
Δόξα.
Ἦχος α΄.
Τῆς
αἰωνίου ζωῆς τὸν πλοῦτον, ἐταμιεύσω πανσόφως, ἀσκητικοῖς σκάμμασι, Ζήνων
παμμακάριστε. Τῶν γὰρ χαμαὶ κειμένων, ὁλικῶς μακρύνας, δι’ ἄκρας ἀσκήσεως, τὸν
Θεὸν ἐξεζήτησας. Καὶ εὑρὼν ὃν ἐπόθεις, μακαρισμοῦ θείου ἠξίωσαι, τυχὼν τοῦ
θείου τέλους· ἀλλὰ πρέσβευε δεόμεθα Πάτερ, δοῦναι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Καθάρας
τὴν καρδίαν σου, δι’ ἐγκρατείας Ὅσιε, ἐπληρώθης, οὐρανίων δωρεῶν, ἐκλάμπων
Πάτερ Ζήνων, ζωῆς τῆς ἐναρέτου, τῇ σῇ ἀσκήσει τὰς λαμπρότητας.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Τὸν
κόσμον καταλέλοιπας, ζωὴν πρὸς ὑπερκόσμιον, Πάτερ Ζήνων, ἐπειγόμενος στεῤῥῶς,
δι’ ἐγκρατείας πάσης, ἣς ὤφθης κληρονόμος, καλῶς τελέσας τὸν ἀγῶνά σου.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δοχεῖον
ὤφθης εὔχρηστον, καὶ ὄργανον εὐάρμοστον, Πάτερ Ζήνων, ἐπιπνοίας θεϊκῆς,
ὑπεραρθεὶς τῆς ὕλης, ἀΰλῳ πολιτείᾳ, καὶ ταχυδρόμων φύλαξ ἕτοιμος.
Δόξα.
Τριαδικόν.
Τριὰς
ἡ ὁμοούσιος, Μονὰς ἡ τρισυπόστατος, Πάτερ Λόγε, καὶ τὸ Πνεῦμα τὸ εὐθές,
πρεσβείαις εὐπροσδέκτοις, Ζήνωνος τοῦ Ὁσίου, δίδου τῷ κόσμῳ τὰ ἐλέη Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀφράστως
ἀπεκύησας, σαρκὸς ἐν ὁμοιώματι, Θεοτόκε, εἰς ἀνάπλασιν βροτῶν, τὸν πάντων
Βασιλέα· Ὃν μητρικῶς δυσώπει, ὑπὲρ τῶν πίστει ἀνυμνούντων Σε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου
Πνεύματος, λαβὼν τὴν χάριν, δι’ ασκήσεως, ἁγίας Πάτερ, ζωῆς θείας ὑπεμφαίνεις
τὰς χάριτας, καὶ τοῦ Σωτῆρος θεράπων γενόμενος, γραμματοφόροις βραβεύεις τὰ
κρείττονα. Ζήνων Ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ημῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν
ζωὴν τὴν ἐπίκηρον, καὶ στρατείαν τὴν πρόσκαιρον, νουνεχῶς κατέλιπες Ζήνων Ὅσιε,
τρωθεὶς ἀγάπῃ τῇ κρείττονι, Χριστοῦ τοῦ παντάνακτος, καὶ ἰσάγγελον ζωήν, μετὰ
σώματος ἔζησας· ὅθεν ἔτυχες, οὐρανίων χαρίτων ἐπαξίως, καὶ Ἀγγέλων συμπολίτης,
καὶ κοινωνὸς ἐχρημάτισας.
Ἐγκρατείᾳ
ἐνέκρωσας, τῆς σαρκὸς τὴν εὐπάθειαν, καταπλήξας ἅπαντας τῇ ἀσκήσει σου, τὴν δὲ
ψυχὴν ἀπετέλεσας, δοχεῖον ὑπέρτιμον, ἀποῤῥοίας θεϊκῆς, καὶ ἀΰλου ἐλλάμψεως,
Ζήνων Ὅσιε, τῆς Ἁγίας Τριάδος, ᾟ παρέστης, στεφηφόρος θεοφόρε, θείαν
καρπούμενος μέθεξιν.
Ὠς
τὸ ὄρος κατέλαβες, οὐρανίῳ φρονήματι, πρὸς ὄρη αἰώνια καθὰ γέγραπται, τὴν σὴν
διάνοιαν ὕψωσας, ἐν τάφῳ οἰκήσας δέ, καρτερίᾳ ἀληθεῖ, παντὶ κόσμῳ νενέκρωσαι, Ζήνων
Ὅσιε, καὶ παρέχεις βοήθειαν ταχεῖαν, τοῖς πιστοῖς γραμματοφόροις, ἐπιτελοῦσι
τὴν μνήμην σου.
Ἕτερα.
Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἔδωκας
τῷ Κτίστῃ σου, τῆς σῆς καρδίας τὴν ἔφεσιν, καὶ νοὸς τὰ κινήματα, πρὸς τούτου τὸ
θέλημα, κατευθύνας Πάτερ· ὅθεν θελημάτων, τῶν τῆς σαρκὸς ἀπαρνηθείς, τὴν
κοινωνίαν ἐνθέῳ ἔρωτι, ὡς ἄγγελος ἐβίωσας, σωματικῶς Ζήνων Ὅσιε, καὶ Ἀγγέλων
τῆς στάσεως, μετὰ τέλος ἠξίωσαι.
Σώματος
ἀπέῤῥιψας, πᾶσαν τὴν πρόνοιαν Ὅσιε, τῷ Θεῷ ἀναθέμενος, τὴν ζωήν ου ἅπασαν,
ἀδιστάκτῳ πίστει· ἔνθεν ἐν τῷ τάφῳ, Πάτερ συγκλείσας σεαυτόν, πᾶσαν ἀπάτην
ἐχθροῦ ἐνέθραψας, συντόνοις σου δεήσεσι, καὶ ἀγρυπνίαις καὶ δάκρυσι, καὶ τοῦ
Πνεύματος σκήνωμα, φωταυγὲς Ζήνων πέφηνας.
Ἤνυσας
στεῤῤότατα, τὸ τῆς ἀσκήσεως στάδιον, καὶ Θεῷ εὐηρέστησας· ἐντεῦθεν ἀπείληφας, Ζήνων
θεοφόρε, χάριν τοῦ παρέχειν, τοῖς τῶν γραμμάτων κομισταῖς, ἰσχὺν καὶ θείαν
ὄντως ἀντίληψιν· διὸ γραμματοφόροι σε, προστάτην θεῖον ἐκτήσαντο, καὶ φαιδρῶς
ἑορτάζουσι, τὴν σεπτὴν Πάτερ μνήμην σου.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ὁ θεοφόρος Ζήνων, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐμφανεστέρας κόσμῳ
παρίστησιν, ἐν τῇ ἁγίᾳ αὐτοῦ μνήμῃ· ἐν ὁσιότητι γὰρ καὶ ἀληθείας, κοσμήσας τὸν
βίον, πρὸς ἐργασίαν τοῦ κρείττονος, διεγείρει τοὺς βοῶντας· χαίροις, ὁ δι’
ἀσκήσεως στεῤῥᾶς, τῶν προσύλων ἐννοιῶν τὸν νοῦν καθάρας, καὶ τῶν ἀΰλων
ἐμφάσεων, δεξάμενος τὴν χάριν· χαίροις, ὁ τῇ ἄνωθεν ἰσχύϊ, τῶν τοῦ ἐχθροῦ
ἐπινοιῶν κατισχύσας, καὶ οἰκείας ἀσθενείας περιγενόμενος· χαίροις, ὁσίων ἔργων
ὑποτύπωσις, μοναζόντων στάθμη, καὶ τῶν πιστῶν ἐπιστολέων, πρεσβεθτὴν πρὸς
Κύριον· ᾯ πρέσβευε δεόμεθα Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει
ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα
τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Λιτή.
Ἦχος α΄.
Ὅσιε
Πάτερ, ἀγάπῃ θείᾳ πτερωθείς, τὰ ἐν κόσμῳ ἡδέα ἀπώσω, καὶ ὅλῃ ψυχῇ ἠτένισας,
πρὸς μόνα τὰ μένοντα. Καὶ τῷ πόθῳ κατάλληλον ἐπιδειξάμενος τρόπον, ἀσκητικοῖς
ἀγῶσι διέπρεψας, καὶ τῆς μελλούσης ζωῆς τὰς ἀπαρχὰς ἐν δυνάμει θείᾳ ἐκτήσω·
ἀμέμπτῳ γὰρ πολιτείᾳ τοῦ Παρακλήτου ἡ χάρις, θαυμαστῶς ἐν σοὶ ἐνήργοι. Ἀλλ’ ὦ
Ζήνων μακάριε, τῇ παναγίᾳ Τριάδι πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β΄.
Τὸν
ζυγὸν τοῦ Χριστοῦ ἀράμενος τὸν χρηστὸν καὶ ἐλαφρόν, τὰς ἐν κόσμῳ φροντίδας
ἀπέῤῥιψας, ὥσπερ ἄχθος βαρύ, Ζήνων θεόσοφε. Καὶ συντόνῳ χρησάμενος δρόμῳ, τῆς
στενῆς καὶ τεθλιμμένης ἥψω ὁδοῦ, ἐν τῷ ὄρει ἀνελθών. Δι’ ἧς τοῦ ἐχθροῦ τὰς
μεθοδείας ἐστένωσας τῷ πλάτει τῶν πόνων σου, καὶ πρὸς τὸ πέρας ἔφθασας τῆς ἄνω
κλήσεις. Χριστὸς γὰρ τοὺς ἱδρῶτάς σου ὡς προσφορὰν δεξάμενος, αἰωνίως σε
δοξάζει Ὅσιε.
Ἦχος
γ΄.
Ὥσπερ
θάλαμον φωτὸς τὸν τάφον ᾤκησας Ὅσιε, νεκρὸς τῷ κόσμῳ γενόμενος, καὶ ἐν Χριστῷ
ζῶν καὶ κινούμενος. Καὶ ἐγκρατείᾳ πολλῇ ὑποπιάσας τὸ σῶμα, θεωριῶν θείων ἠξίωσαι,
καὶ θεοσδότου χάριτος, ἐν μετοχῇ ἀῤῥήτῳ θεωθείς· ὅθεν αἰδέσιμος ὤφθης πᾶσι καὶ
ἐχθροῖς φοβερός, ἐνεργείᾳ κρείττονι. Καὶ νῦν ἀνακεκαλυμμένως τρυφῶν τῆς
μακαρίας δόξης, ὑπὲρ ἡμῶν Χριστὸν δυσώπει, Ζήνων θεόληπτε.
Δόξα.
Ἦχος δ΄.
Ἀσκητικῆς
πολιτείας καλλιεργήσας τὴν ἄρουραν, ἐναρέτων καμάτων τοὺς καρπούς, τῇ Ἐκκλησίᾳ
ἐξήνεγκας Πάτερ· ὑπὲρ φύσιν γὰρ ἠγνίσω, καταπαλαίσας τοῦ σκότους τὸν ἄρχοντα,
τῷ φωτὶ τῶν ἔργων σου. Καὶ ὑπὲρ φύσιν δοξασθείς, τῇ θείᾳ χορηγίᾳ, παρέχεις πᾶσι
τὰς ἀποδείξεις, τῆς ἐν σοὶ λαμπρότητος. Διὸ τὴν μνήμην σου ἄγοντες, θεοφόρε
Ζήνων βοῶμέν σοι· τῷ Κυρίῳ ἀεὶ πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων,
τῇ ἀγαπήσει Χριστοῦ, τὰ ἐν τῷ κόσμῳ ἀπεμάκρυνας Ὅσιε, καὶ ἄσαρκον πολιτείαν,
μετὰ σαρκὸς ὑπελθών, τοῦ ἐχθροῦ καθεῖλες τὰ φρυάγματα, καὶ δόξης τῆς
κρείττονος, κοινωνὸς καὶ συμμέτοχος, καὶ τῆς ἀλήκτου, εὐφροσύνης συνόμιλος,
Ζήνων Ὅσιε, ἀληθῶς ἀναδέδειξαι. Ταύτην γὰρ προορώμενος, οὐδόλως ἐνάρκησας, τῆς
ἐγκρατείας τοῖς πόνοις, ἀλλὰ προθύμως διήνυσας, ζωῆς τὸν ἀγῶνα, τὸν Σωτῆρα
μεγαλύνων, τὸν σὲ δοξάσαντα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις,
ὁ θεοφόρος ἀνήρ, τῶν ἀσκητῶν περιφανὲς σεμνολόγημα, ἀγάπης θείας ὁ ἄνθραξ, ὁ
καταφλέξας παθῶν, μοχθηρίαν πᾶσαν θείῳ Πνεύματι. Νηστείας ὑπόδειγμα,
ταπεινώσεως σκήνωμα, τῆς καρτερίας, ἀκατάβλητος πρόβολος, τύπος ἄριστος,
θεωρίας καὶ πράξεως, χάριτος θείας ὄργανον, πυρσὸς παμφαέστατος, πρὸς τοὺς
λιμένας ἰθύνων, τῆς ἀληθοῦς καταπαύσεως, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Λόγοις,
καταρδευθεὶς ἱεροῖς, οἷάπερ ῥείθροις Βασιλείου τοῦ μάκαρος, ἐξήνθησας ὥσπερ
κῆπος, ἀνθοτρεφὴς ἀληθῶς, τῆς Χριστοῦ ἀγάπης ἄνθη εὔοσμα, καὶ βίον οὐράνιον,
ἐγεώργησας Κύριε, σαρκὸς νεκρώσας, τὸ φθειρόμενον φρόνημα, ἀγωνίσμασι, τῆς
ὁσίας ἀσκήσεως· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, ζωῆς ὤφθης μέτοχος, καὶ σὺν Ἀγγέλοις χορεύεις,
Ζήνων Ὁσίων ἀγλάϊσμα. Μεθ’ ὧν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς
παλαίσμασι, τὸν παλαιὸν ἀπέθου ἄνθρωπον, καὶ τὴν ἐν καινότητι ζωῆς ἐνέργειαν,
ἐνεδύσω Ζήνων Ὅσιε· ἀκολουθήσας γὰρ Χριστῷ, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου,
ἀγγελικῇ πολιτείᾳ σου. Καὶ νῦν τῶν δεσμῶν λυθέντων, τῶν μακαρίων ἐλπίδων τὸ
πέρας ἐδέξω, καὶ πρεσβεύεις Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου
Πνεύματος, λαβὼν τὴν χάριν, δι’ ασκήσεως, ἁγίας Πάτερ, ζωῆς θείας ὑπεμφαίνεις
τὰς χάριτας, καὶ τοῦ Σωτῆρος θεράπων γενόμενος, γραμματοφόροις βραβεύεις τὰ
κρείττονα. Ζήνων Ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ημῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἔλιπες σοφῶς, τὰς
τοῦ κόσμου φροντίδας, ἀνῆλθες ἐν σπουδῇ, Πάτερ Ζήνων εἰς ὄρος, ἐκεῖθεν δὲ
ἀνέδραμες, ἀρετῶν εἰς ἀκρώρειαν, καὶ ὡμίλησας, τῷ ποθουμένῳ ἀΰλως,
εἰσδεξάμενος, τὰς παρ’ Αὐτοῦ ἐπιλάμψεις, ψυχῆς καθαρότητι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
Σοῦ σωματικῶς, ὁ τῶν ὅλων Δεσπότης, τεχθεὶς ὑπερφυῶς, διὰ σπλάγχνα ἐλέους,
ἀνεῖλε τοῦ Προπάτορος, τὴν ἀρὰν ὡς Φιλάνθρωπος· ὅθεν μέλπομεν, τὴν Σὴν
ἀνέκφραστον δόξαν· ὅτι γέγονας, τοῦ Βασιλέως τῆς δόξης, Παρθένε παλάτιον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν
τάφῳ κατώκησας τῇ ἀγαπήσει Χριστοῦ, καὶ πᾶσαν ἐνέκρωσας, τὴν τῶν δαιμόνων
ἰσχύν, ζωῆς θείας βέλεσιν· ὅθεν τῆς ἀπαθείας, πλουτισθεὶς τῇ ἐλλάμψει, λύχνος
φωτὸς ἐδείχθης, Πάτερ Ζήνων ἐν κόσμῳ, φωτίζων θεοφόρε, τοὺς πίστει προσιόντας
σοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα
ἄχραντε τὸν Ποιητὴν τοῦ παντός, δι’ ἔλεος ἄφατον ἐκ τῶν αἱμάτων τῶν Σῶν,
λαβόντα τὸν ἄνθρωπον, ἔβλυσας τοῖς ἐν κόσμῳ, εὐλογίας τὰ ῥεῖθρα, ἔλυσας τὴν
κατάραν, τῆς ἀρχαίας τὴν ἔχθραν· διὸ Θεογεννῆτορ, ὑμνοῦμεν τὴν δόξαν Σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Προσευχαῖς
ἀενάοις καθοπλισθείς, καὶ δακρύων τοῖς ῥείθροις καταρδευθείς, ὤφθης Πάτερ Ὅσιε,
ὥσπερ φοῖνιξ κατάκαρπος, παρ’ ὕδατα τῆς θείας ἀνθήσας ἀσκήσεως, καὶ φέρων τοὺς
ἡδίστους, καρποὺς τῶν καμάτων σου· ὅθεν καὶ θαυμάτων, δεδεγμένος τὴν χάριν,
παρέχεις τοῖς χρήζουσι, δωρεὰν τὰ αἰτήματα, Ζήνων σκεῦος τοῦ Πνεύματος,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ὑπέρθεον Λόγον σωματικῶς, Θεοτόκε τεκοῦσα ὑπερφυῶς, τὰ πάλαι τυπούμενα, ἐν τῷ
νόμῳ ἐσφράγισας, καὶ μετὰ τόκον πάλιν, παρθένος διέμεινας, μηδόλως λυμανθεῖσα,
πυρὶ τῆς Θεότητος· ὅθεν τῷ Σῶ τόκῳ, τῶν ἀνθρώπων ἡ φύσις, τυχοῦσα ἧς πέπτωκεν,
εὐκληρίας δι’ ἔλεος, εὐγνωμόνως κραυγάζει Σοι· χαῖρε σωτηρίας ἀρχή, καὶ αἰτία
καὶ σεπτὸν κεφάλαιον· χαῖρε σκέπη τοῦ κόσμου, καὶ μέγα προσφύγιον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
Ὁσιακόν.
Ὁ Ν’
ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ
Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος δ΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς ἰσαγγέλου ζωῆς
ἀκηλίδωτον ὤφθης ἔσοπτρον, ἔξω κόσμου καὶ σαρκὸς πολιτευσάμενος, Ζήνων Πάτερ
Ὅσιε. Τοῦ Παρακλήτου γὰρ τὴν αἴγλην, μυστικῶς ὑπεδέξω, χωρισθεὶς τῶν γεηρῶν·
ὅθεν πᾶσιν ἐκφαίνεις, ἐν λόγῳ καὶ ἔργῳ, τῶν ἀρετῶν τὴν ἀντίδοσιν, καὶ
πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ζωῆς, Ζήνων,
τυχὼν θείας, χαῖρε. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ζωῆς
τῆς ἀλήκτου ἐπιτυχών, καὶ αἴγλης ἀΰλου Πάτερ Ζήνων κατατρυφῶν, δίωξον τὸ νέφος
τοῦ νοός μου, ὅπως ἀξίως ὑμνήσω τὴν μνήμην σου.
Ὡς
ὄναρ ἡγήσω τὰ ἐπὶ γῆς, τῆς θείας ἀγάπης ταῖς ἀκτῖσι καταυγασθείς, καὶ χαίρων
τοῖς ἴχνεσι Κυρίου, ἀσκητικῶς ἠκολούθησας Ὅσιε.
Ἡλίου
τῆς δόξης ἐν τῇ ψυχῇ, τὸ φῶς ὡς ἐδέξω, παθημάτων τὸν σκοτασμόν, διέλυσας Ζήνων
θεοφόρε, καὶ ἀρετῶν διαλάμπεις ταῖς πράξεσι.
Θεοτοκίον.
Σαρκὸς
ὁμοιώματι ἐπὶ γῆς, τὸν ἄσαρκον Λόγον,
τετοκυῖα δίχα τροπῆς, βροτῶν τὴν οὐσίαν Θεοτόκε, τῆς τοῦ Ἀδὰμ κατακρίσεως
ἔλυσας.
ᾨδὴ
γ’. Οὐρανίας ἁψῖδος.
Ζωηφόροις
ἀκτῖσι τοῦ παντουργοῦ Πνεύματος, Πάτερ ἀνελθὼν ἐν τῷ ὄρει, σεπτῶς ὡμίλησας,
ζήσας ὡς ἄγγελος, καὶ τὴν ψυχὴν ἐκκαθάρας, Ζήνων παμμακάριστε, πόνοις ἀσκήσεως.
Ἡ
ζωή σου θεόφρον περιφανὴς γέγονε, πόνων ἱερῶν λαμπομένη, ταῖς ἀναβάσεσιν· ὅθεν
ὁ Κύριος, ὡς φαεινότατον λύχνον, κόσμῳ σε ἀνέδειξε, βίου λαμπρότητος.
Νεκρωθεὶς
τοῖς παροῦσι τῷ πρὸς Θεὸν ἔρωτι, ᾤκησας τὸν τάφον προθύμως, φωτὸς ὡς θάλαμον,
Ζήνων μακάριε, καὶ τοῦ ἐχθροῦ τὴν μανίαν, πᾶσαν ἀπενέκρωσας, γνώμης στεῤῥότητι.
Θεοτοκίον.
Ὡς
πυρίμορφος θρόνος καὶ χρυσαυγὲς ὄχημα, φέρεις ἐν ἀγκάλαις Παρθένε, τὸν πάντα
φέροντα, Χριστὸν τὸν Κύριον· ὅθεν με λύτρωσαι Κόρη, τῶν ἀδίκων δέομαι, χειρῶν
τοῦ δράκοντος.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πόνοις
ἀσκήσεως, Πάτερ κατέβαλες, πᾶσαν τὴν δύναμιν, τοῦ πολεμήτορος, καὶ τὰς κινήσεις
τῆς σαρκός, ἐμάρανας θεοφόρε· ὅθεν τὰ χαρίσματα, δεδεγμένος τοῦ Πνεύματος,
ἅπασι περίβλεπτος, καὶ αἰδέσιμος πέφηνας. Καὶ νῦν Χριστὸν ἱκέτευε Ζήνων, δοῦναι
ἡμῖν πταισμάτων λύσιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ὑπερούσιον, Θεὸν κυήσασα, ἐν ὕλῃ σώματος, Ἀδὰμ τὸν ἔκπτωτον, πρὸς τὴν ἀρχαίαν
ἀληθῶς, ἀνήγαγες εὐκλήριαν· ὅθεν τῇ κυήσει Σου, πᾶσαν κτίσις ἀγάλλεται, καὶ
βροτοὶ συγχαίρουσι, τοῖς Ἀγγέλοις τῇ δόξῃ Σου, βοῶντες ὁμοφώνως Παρθένε· χαῖρε
ἡ κεχαριτωμένη.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Νόμῳ
θείῳ ἑπόμενος, κόσμου τὰ ἡδέα ἐμφρόνως ἔλιπες, τὴν τερπνότητα τοῦ Κτίστου σου,
Ζήνων ἐκζητήσας θερμῷ ἔρωτι.
Τῇ
νηστείᾳ τὸ σῶμά σου, ἱερῶς στομώσας ξίφος ἀμφίστομον, τοῦτο ἔδειξας μακάριε,
τοῦ ἐχθροῦ συγκόπτον τὰ συστήματα.
Ὑψηλὴν
τὴν διάνοιαν, ἔχων ταῖς μελέταις ζωῆς τῆς κρείττονος, ταπεινώσει καταβέβληκας,
τοῦ ἐχθροῦ τὸ θράσος τὸ μετέωρον.
Θεοτοκίον.
Χαῖρε
Κόρη πανάμωμε, τῶν ἁμαρτανόντων τὸ ἱλαστήριον· χαῖρε σκέπη καὶ κραταίωμα, τῶν
εἰλικρινῶς μεγαλυνόντων Σε.
ᾨδὴ
ε’. Φώτισον ἡμᾶς.
Ὤφθης
τοῖς ἐχθροῖς, φονερὸς Πάτερ καὶ ἄληπτος, ὡς σκεπόμενος χειρὶ τῇ τοῦ Θεοῦ, τοῦ
δοξάσαντος τὸν βίον σου μακάριε.
Νάματα
ζωῆς, ἐκ χειλέων εἰσδεκάμενος, Βασιλείου τοῦ φωστῆρος τοῦ λαμπροῦ, ἀφθαρσίας
γεωργεῖς Ζήνων τοὺς στάχυας.
Θαύματα
τελῶν, τὴν ὁρμὴν ἐχθρῶν ἀνέστειλας, τὰς ὁράσεις ἀμαυρώσας ἑαυτῶν, ἐπελθόντων
κατὰ σοῦ Ζήνων μακάριε.
Θεοτοκίον.
Ἔτεκες
ἡμῖν, μετὰ σώματος τὸν ἄναρχον, τῆς ἀρχαίας ἐκλυτρούμενον ἀρᾶς, τοὺς
κηρύττοντας ἁγνήν Σε Θεομήτορα.
ᾨδὴ
στ’. Τὴν δέησιν.
Ἱδρῶσιν,
ἀσκητικοῖς κατέσβεσας, τῶν παθῶν τῶν τυραννούντων τὴν φλόγα, δι’ ἐγρηγόρσεως
θείας ἀνῆψας, τὴν τῆς ψυχῆς σου λαμπάδα μακάριε, καὶ εἰς νυμφῶνα τῆς ζωῆς,
Πάτερ Ζήνων λαμπρῶς προσεχώρησας.
Ἀγάπῃ,
καὶ ταπεινώσει τελείᾳ, καὶ παντοίων ἄλλων ἔργων ὁσίων, κεκοσμημένος λαμπρῶς
ταῖς ἰδέαις, τῆς τῶν Ἀγγέλων εὐκλείας ἠξίωσας, σοφῶς τελέσας ἐπὶ γῆς, Πάτερ
Ζήνων ἀγῶνα τὸν κάλλιστον.
Στρατείας,
τῆς ἐπὶ γῆς ἀλογήσας, ἐστρατεύθης Βασιλεῖ τῶν αἰώνων, καὶ τὰ τοῦ Πνεύματος ὅπλα
θεόφρον, ἀναλαβὼν τὸν ἀρχέκακον δράκοντα, κατέβαλες ἀσκητικῶς, καὶ τῆς νίκης
ἐδέξω τὸν στέφανον.
Θεοτοκίον.
Χειμάζει,
τῶν λογισμῶν με ἡ ζάλη, καὶ παθῶν τῶν ἀκαθάρτων ὁ κλύδων· ἀλλὰ τῇ Σῇ,
καταφεύγων γαλήνῃ, μὴ αἰσχυνθείην ὁ δοῦλός Σου ἄχραντε. Σὺ οὖν τὴν τούτων
χαλεπήν, τρικυμίαν εἰς τέλος κατεύνασον.
Κοντάκιον.
Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Τοὺς
ἐπὶ τῆς γῆς ἀγῶνάς σου θεοφόρε, ἡ ἐν οὐρανοῖς ἐδέξατο εὐφροσύνη, καὶ Ἀγγέλων
συνήφθης τοῖς στρατεύμασιν Ὅσιε, θείας δόξης ἀξιούμενος, καὶ πρεσβεύων τῷ
παντάνακτι, ὑπὲρ πάντων τῶν βοώντων σοι· χαίροις ὦ Ζήνων σοφέ, ἐπιστολέων χαρά.
Ὁ
Οἶκος.
Ἀκολουθήσας
τῷ Χριστῷ ὅλῃ ψυχῇ, τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν, καὶ τῶν ἡδέων καὶ τερπνῶν, τὴν
κοινωνίαν καὶ σχέσιν, οἷα σφαλλομένων ἐβδελύξω καὶ ἔλιπες, καὶ ἐστερεώθης τῷ
ἔρωτι τῶν ἀϊδίων καὶ μενόντων καλῶν, τῆς Βασιλείας τῶν οὐρανῶν. Εὐαγγελικῶς γὰρ
σαὐτὸν ἀπαρνησάμενος, ἀσκητικὴν ζωὴν ἔζησας, νεκρώσας τὸ σῶμα δι’ ἐγκρατείας,
καὶ λαμπρύνας τὴν ψυχὴν δι’ ἀπαθείας· ὅθεν θείων ἐλλάμψεων ἠξιώθης, καὶ
θεοσδότων χαρισμάτων ἐπληρώθης, καὶ ἀγγελικῆς στάσεως ἰσότιμος ὤφθης, πρεσβεύων
τῷ παντάνακτι, ὑπὲρ πάντων τῶν βοώντων σοι· χαίροις ὦ Ζήνων σοφέ, ἐπιστολέων
χαρά.
Συναξάριον.
Τῇ
Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ζήνωνος τοῦ Ταχυδρόμου
Ζήνων
τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,
Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.
Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.
Φαίδιμος
Ζήνων δεκάτῃ πολύφορβον ἔλιπε γαῖαν
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους
Κατηξιώθης,
Χαράλαμπες, ἐκ ξίφους,
Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιο Χαραλάμπη, ξίφει
τελειοῦνται.
Πορφύριος
καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,
Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.
Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.
Τῇ
αὐτῆ ἡμέρᾳ, αἵ πιστεύσασαι Ἅγιαι Τρεῖς Γυναῖκες Μάρτυρες, ξίφει
τελειοῦνται.
Τὰς
τρεῖς γυναῖκας ἀῤῥενωποὺς μηνύει,
Ἄῤῥην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.
Ἄῤῥην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἐνναθᾶ, Οὐαλεντίνης
καὶ Παύλου
Εἰς
ἀῤῥαβῶνα παρθένοις κόραις δύο,
Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.
Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,
Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.
Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.
Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,
Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου, Πατριάρχου
Ἱεροσολύμων
Ἀναστάσιος,
τὸν δρόμον τείνων πρόσω,
Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.
Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἄννας τῆς Πριγκίπισσας τῆς Ῥωσίας.
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προχόρου τοῦ Ῥώσου τοῦ Λεμπεντιώτου
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου,
ἀρχιεπισκόπου Νόβγκοροντ.
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Φιλοσόφου ἐκ Γεωργίας
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λογγίνου τοῦ Ἐρημίτου τοῦ Κορυάζχεμσκ
Τῇ
αὐτῆ ἡμέρᾳ, Μνήμη Πάντων τῶν Ἁγίων Ἱεραρχῶν ἐν
Νόβγκοροντ τῆς Ῥωσίας
Τῇ αὐτῆ ἡμέρᾳ, Ανάμνησις τοῦ
Θαύματος τῆς ἀπαλλαγῆς τῆς νήσου Ζακύνθου ἐκ τῆς πανώλης, ἐν ἔτει
1728.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθαίρετος
πύργος ταπεινώσεως ὤφθης Ζήνων μακάριε, ἐχθροῦ καταπατήσας, τὸ ἐπηρμένον ὄμμα,
καὶ βοῶν τῷ Ποιήσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἵνα
δόξης τῆς ἄνω κληρονόμος ὀφθήση Ζήνων πανόλβιε, τιμὰς τὰς ἐν τῷ κόσμῳ, καὶ
δόξαν ἀπανθοῦσαν, ἀπηρνήσω καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥώμῃ
θείᾳ καθεῖλες πολεμίων ἀσάρκων Πάτερ τὰς φάλαγγας, ὡς ἄσαρκος ἐν κόσμῳ,
ὁρώμενος τοῖς πᾶσι, τῇ συντόνῳ ἀσκήσει σου, δι’ ἧς τῆς ἄνω ζωῆς, κατηξιώθης
Ζήνων
Θεοτοκίον.
Ἐσαρκώθη
ἀτρέπτως ἐξ ἁγνῶν Σου αἱμάτων ὁ ὑπερούσιος, καὶ ὤφθη τοῖς ἐν κόσμῳ, διπλοῦς
Παρθενομῆτορ, Θεὸς ἅμα καὶ ἄνθρωπος, πρὸς σωτηρίαν ἁγνή, τῶν Σὲ ὑμνολογούντων.
ᾨδὴ
η’. Τὸν Βασιλέα.
Γνώμῃ
τελείᾳ, καὶ ταπεινώσει καρδίας, ἐθεράπευσας Θὲον ἐν τῇ ἀσκήσει· ὅθεν τῆς
ἀλήκτου, μετέσχες εὐφροσύνης.
Ἐχθρῶν
τὰς κόρας, τῇ χάριτί σου τυφλώσας, πᾶσιν ἔδειξας ἡν εὗρες παῤῥησίαν, πρὸς τὸν
Βασιλέα, τῆς δόξης θεοφόρε.
Ῥείθροις
δακρύων, παθῶν τοὺς ἄνθρακας σβέσας, δρόσον ἄνωθεν παρέχεις ἰαμάτων, Ζήνων τοῖς
αἰτοῦσι, τὴν θείαν σου πρεσβείαν.
Θεοτοκίον.
Ἁγνὴ
Παρθένε, θεοχαρίτωτε Κόρη, τῆς καρδίας μου καταύγασον τὸ ὄμμα, ἵνα τοῦ βελίαρ,
τὰς μεθοδείας βλέπω.
ᾨδὴ
θ’. Κυρίως Θεοτόκον.
Στεφάνῳ
ἀφθαρσίας, παρὰ τοῦ Σωτῆρος, στεφανωθεὶς ὡς τελέσας τὸν δρόμον σου, ἐν μετοχῇ
ἐθεώθης Ζήνων Πατὴρ ἡμῶν.
Ἰδὼν
ἅπερ ἐπόθεις, λυθεὶς τοῦ σαρκίου, χαῖρε καὶ σκίρτα Χριστῷ παριστάμενος, σὺν
τοῖς χοροῖς τῶν Ἀγγέλων Ζήνων μακάριε.
Μονὰς
τὰς οὐρανίους, Ζήνων κατοικήσας, μὴ διαλίπῃς πρεσβεύων πρὸς Κύριον, ὑπὲρ ἡμῶν
τῶν τελούντων τὴν θείαν μνήμην σου.
Ὁρῶν
Χριστοῦ τὴν δόξαν, Ζήνων θεοφόρε, καὶ τῆς χαρᾶς ἀπολαύων τῆς κρείττονος, οἷάπερ
δῶρον τὸν ὕμνον μου τοῦτον πρόσδεξαι.
Θεοτοκίον.
Ὑπέραγνε
Μαρία, κεχαριτωμένη, τῇ χάριτί Σου χαρίτωσον δέομαι, τὴν κακωθεῖσαν ψυχήν μου
ταῖς παραβάσεσι.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὴν
τῶν Ἀγγέλων Ὅσιε, πολιτείαν ζηλώσας, τὴν κοσμικὴν κατέλιπες, περιφάνειαν πᾶσαν,
καὶ ἐγκρατείας τοῖς πόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀποκαθάρας σκήνωμα,
ἐνεργείας Τριάδος, τῆς παντουργοῦ, Ζήνων θεοφόρε σαφῶς ἐγένου, οὐρανίου
μέτοχος, ἐχρημάτισας δόξης.
Θεοτοκίον.
Θεογεννῆτορ
πάναγνε, τῶν Ἀγγέλων ἡ δόξα, καὶ μέγα καταφύγιον, τῶν ἀνθρώπων καὶ σκέπη, μὴ
διαλίπῃς πρεσβεύειν, τῷ Υἱῷ καὶ Θεῷ Σου, δοῦναι πταισμάτων ἄφεσιν, καὶ παθῶν
θεραπείαν παντοδαπῶν, τοῖς Σὲ μεγαλύνουσι Θεοτόκε, καὶ τὸ σεπτόν Σου ὄνομα,
καθ’ ἑκάστην φωνοῦσι.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ζήνων,
θεόφρον Πατὴρ ἡμῶν, καταυγασθεὶς τὴν ψυχήν, ταῖς ἀκτῖσι τῆς χάριτος, κοσμικῆς
τερπνότητος, τὴν ἀχλὺν καταλέλοιπας, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, Χριστῷ
προθύμως κατηκολούθησας· ὢ τῶν ἀγώνων σου! Δι’ ὧν καταβέβληκας τοῦ δυσμενοῦς,
πάντα τὰ φρυάγματα, σθένει τοῦ Πνεύματος.
Ζήνων,
θεόφρον μακάριε, τοῦ θεηγόρου Πατρός, Βασιλείου τοῖς ῥήμασι, καὶ σοφοῖς
διδάγμασι, τὴν ψυχὴν ἀνεπτέρωσας, πρὸς τὴν ἀγάπην, τοῦ Παντοκράτορος, καὶ ἐν τῷ
κόσμῳ ὤφθης ὡς ἄγγελος, βίον ἀσώματον, διανύσας Ὅσιε· ὅθεν Χριστός, λαμπρῶς σὲ
ἐδόξασε, πλουσίαις χάρισι.
Ζήνων,
θεοφόρε Ὅσιε, ἀνατεθεὶς τῷ Θεῷ, ἐν τῷ ὄρει προσέδραμες, ὅλος ἐνθεώτατος, καὶ ἐν
τάφῳ κατώκησας· ἔνθεν ταμεῖον ὤφθης τῆς χάριτος, τοῦ Παρακλήτου πολλῇ ἀσκήσει
σου, νέμων ἑκάστοτε, δαψιλῆ βοήθειαν τοῖς κομισταῖς, τῶν γραμμάτων Ἅγιε, ὡς
συμπαθέστατος.
Ζήνων,
θεοφόρε Ὅσιε, θαυμαστωθεὶς ἐκ Θεοῦ, ἐν παντὶ περιβόητος, ὤφθης καὶ αἰδέσιμος,
τοῖς πολλοῖς σου χαρίσμασι, καὶ ἐπελθόντων ἐχθρῶν κατέλυσας, θείᾳ δυνάμει θράσος
πολέμιον· ὅθεν ἱκέτευε, κομισταῖς μακάριε δοῦναι ἀεί, ἄνωθεν βοήθειαν,
γραμμάτων Ἅγιε.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸ
τῆς ἀσκήσεως στάδιον, θεοπρεπῶς τελέσας, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐδέξω
Πάτερ. Τῷ γὰρ θείῳ πόθῳ, τὸ χεῖρον ὑπέταξας, ἐν τῇ ἀγάπῃ τοῦ Σωτῆρος ζῶν, καὶ
τῶν μελλόντων ἀγαθῶν, ἀνατυπούμενος τὸ κάλλος. Καὶ νῦν αὐτῶν ἀμέσως μετέχων,
καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, πρέσβευε ὑπὲρ ἡμῶν, Ζήνων Ὅσιε, τῶν τελούντων
τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου