Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 3. ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΒΕΛΙΜΙΡΟΒΙΤΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Γ΄.
ΝΙΚΟΛΑΟΣ ΒΕΛΙΜΙΡΟΒΙΤΣ, ΕΠΙΣΚΟΠΟΣ ΑΧΡΙΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου μοναχοῦ Σιμωνοπετρίτου)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὃν θεονούστατος Σάββας σπόρον κατέσπειρεν, ἐν χώρᾳ τῆς Σερβίας, ἁγιώνυμον πλῆθος, ἐβλάστησε τὸ πάλαι μεθ’ ὧν λαμπρόν, ἱεράρχην Νικόλαον, οὗπερ τὴν μνήμην τελοῦντες τὴν ἱεράν, ἐν ᾠδαῖς πανηγυρίζομεν.

Ὁ Βασιλεὺς τῶν ἁπάντων τὸ μέλλον σοῦ προειδώς, τῷ βέλει τῆς ἀγάπης, τῆς αὐτοῦ ἔτρωσέ σε, καλέσας εἰς στρατείαν πνευματικήν, ᾯ ἐπείσθης Νικόλαε, καὶ στρατηγὸς ἀνεδείχθης πνευματικός, θεῖον Σάββαν μιμησάμενος.

Σὺν φυσικοῖς σου ταλάντοις τὴν χάριν ἥρμοσας, ἣν δέδωκε Χριστός σοι, διὰ πλῆθος ἀγάπης, καὶ ὤφθης Ἐκκλησίας μέγας πατήρ, ἱεράρχα Νικόλαε, σιτοδοτήσας τοῖς λόγοις σου τοῖς σοφοῖς, τοὺς πεινῶντας τὸν Φιλάνθρωπον.

Καθάπερ λύχνος ἐτέθης ἐπὶ λυχνίαν σοφέ, Νικόλαε ποιμάνας, τὸν λαὸν τοῦ Κυρίου, κηρύττων καὶ διδάσκων καὶ ἀνορθῶν, τὰ πλανώμενα πρόβατα· ὅθεν πολλοὺς ἀνεκαίνισας εἰς Χριστόν, πατρικῶς αὐτοῖς φερόμενος.

Τοῦ λόγου γέγονας μάρτυς πάτερ χρυσόστομε, ἀλλὰ καὶ συνειδήσει, ὄντως μάρτυς ἐφάνης! Δεσμῶν τε καὶ βασάνων πεῖραν λαβών, φυλακῆς ἀπανθρώπου τε, δι’ ὃ βαστάζων τὸ καύχημα τοῦ Σταυροῦ, πολλαπλῶς ἐκαρποφόρησας.

Ὥσπερ τὸ πάλαι ἐν λίμνῃ ὡς κύκνος ηὔχου Θεῷ, οὕτω καὶ νῦν τὰς χεῖρας, ὑπὲρ Σέρβων σου αἷρε, Νικόλαε καὶ αἴτει παρὰ Χριστοῦ, φωτισμὸν καὶ ἐνίσχυσιν, ὅπως φανῶσιν ἀντάξιοι μιμηταί, θείου Σάββα παραδόσεως.





Δόξα. Ἦχος β΄.
Τοῦ Παναγίου Πνεύματος τῇ χάριτι καταχρυσωθείς, κατάχρυσος ἐφάνης ἐν ἔργοις τε καὶ λόγοις, πάτερ χρυσόψυχε ἱεράρχα Νικόλαε, ἀναστήσας ἐπ’ ἐσχάτων ἡμέρας ἀρχαίας δόξης· ὅθεν τὰ τέκνα τῆς Ἐκκλησίας, τὴν μνήμην σου γεραίροντα περιχαρῶς, καὶ προσκυνοῦντα τὰ σεπτὰ λείψανά σου, κάθαρον ταῖς πρεσβείαις σου ἀπὸ παντὸς μολυσμοῦ, καὶ οἴκους καταχρύσους Χριστοῦ ἔνδειξον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.











Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ὑπὲρ φύσιν ἀνθρωπίνην πέλουσι τὰ κατορθώματά σου, ὑπὲρ γλῶτταν πηλίνην εἰσὶ τὰ ἐγκώμιά σου, Πάτερ θεοφόρε Νικόλαε. Ὅλος γὰρ ἐκδοθεὶς τῇ ἀναπλαστικῇ χάριτι τοῦ Παρακλήτου, ἐσμὸν χαρίτων συνήγαγες ἐν σεαυτῷ· ὅθεν ποιμὴν θεόσοφος γενόμενος καὶ διδάσκαλος τῆς Ἐκκλησίας, νῦν δὲ οἰκῶν σὺν πᾶσι τοῖς Ἁγίοις ἐν τῇ ἀνω Σιών, μνήσθητι ἡμῶν τῶν εὐλαβῶς τιμώντων σε.

Ἦχος β΄.
Τῶν ἀδελφῶν σου τῆς σωτηρίας κηδόμενος, καὶ ὅλως ταύτῃ διακονήσας φιλοθέως, ὠκεανὸς ζωῆς ἀνεδείχθης, Ὅσιε Πάτερ Νικόλαε. Ἄλλος Σάββας φανεὶς τῇ ἠγαπημένῃ σου Σερβίᾳ, ἣν τοῖς χρυσολόγοις σου φθέγμασιν, ὁδηγεῖς πρὸς τὸν Θεάνθρωπον Σωτῆρα, Ὃν ἀπαύστως καθικέτευεδεόμεθα, ἐνοικῆσαι καὶ ἐν ἡμῖν ἀδιαστάτως πρὸς σωτηρίαν.

Ἦχος γ΄.
Ὡς τὴν πηγὴν δείκνυσιν ὁ ποταμός, καὶ ὁ καρπὸς τὴν ῥίζαν, οὕτω καὶ τὰ ἔργα τῆς χριστοειδοῦς πολιτείας σου, Νικόλαε μακάριε, μαρτυροῦσι τὸ φιλόθεον καὶ φιλάδελφον τῆς ἁγιωτάτης ψυχῆς σου. Πάντα γὰρ ποιῶν πρὸς οἰκοδομὴν τῶν πιστῶν, ἐμιμήθης ἐπακριβῶς τὴν ὁδὸν τῶν ἀρχαίων Πατέρων. Μεθ’ ὧν ἐν οὐρανοῖς εὐφραινόμενος, μνήσθητι ἡμῶν δεομένων τῶν ἀκαταισχύντων πρεσβειῶν σου.

Ἦχος δ΄.
Ἔχων συνέμπορον ἐν παντὸ καὶ συνοδοιπόρον σου τὸν Ἰησοῦν, τὴν καρδία κατεφλέγεσο, θεῖε ποιμενάρχα Νικόλαε. Καὶ τὸν λαὸν τοῦ Θεοῦ βαθέως ἀγαπήσας, ὑπὲρ Αὐτοῦ πάσῃ δυνάμει κατηναλώθης· ὅθεν εὐγνωμόνως οἱ θηλάζοντες τὰς θεοπνεύστους σου γραφάς, τὴν μνήμην σου χαίροντες ἑορτάζομεν, καὶ ἐξαιτούμεθα τὰς πρὸς τὸν Δεσπότην ἱκεσίας σου.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐφευρὼν τὸν θησαυρόν, πᾶσαν κοσμικὴν ἐντρύφησιν ἀπέῤῥιψας ἀπὸ τοῦ ἀσκητικοῦ σου βίου, Ὅσιε Πάτερ Νικόλαε. Καὶ ὡς πνευματικὸς κύκνος καταδυόμενος, ἀπαθῶς ἐν τῷ βυθῷ τῆς λίμνης τῆς θεολογίας, ἐκεῖθεν ἀνεδύεσο μυστικῶς κομίζων τῇ Ἐκκλησίᾳ, τὸν πολυτίμητον μαργαρίτην. Τῆς τῶν Μαρτύρων δὲ δόξης μὴ ὑπολειφθείς, εἴληφας πολύανθον τὸν στέφανον ἐκ τοῦ Δικαίου στεφοδότου. Ὃν καθικέτευε φιλότεκνε ποιμενάρχα, ἐλεημονιτικῶς δοῦναι ἡμῖν τὴν χάριν καὶ σῶσαι τὰς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τοῦ Λέλιτς θεῖος βλαστός, καὶ τῆς Σερβίας περιλάλητον καύχημα, Νικόλαε χριστοφόρε, ποιμὴν προβάτων Θεοῦ, παλαιῶν ποιμένων ἰσοστάσιε· σοφίας ὁ ἔμπλεως, ἐν Θεῷ καὶ τῆς θύραθεν, πλήρης ἀγάπης, παρακλήτωρ ὁ ἔμπειρος, καὶ φιλάδελφος, ὁδηγὸς πρὸς τὴν θέωσιν· Σάββαν ὁ μιμησάμενος, καὶ τούτου γενόμενος, σφραγὶς γνησία ἐν πᾶσι, ποιμαντικοῖς ἀγωνίσμασι, μεθ’ οὗ τὸν Δεσπότην, δυσωπεῖτε ὑπὲρ Σέρβων, μακαριώτατοι.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, Σερβίας νέος Δαβίδ, ὁ κιθαρίσας τῷ κολάβῳ τοῦ Πνεύματος, τὰ μέλη τῆς σωτηρίας, τῷ χριστωνύμῳ λαῷ, Ζίτσης καὶ Ἀχρίδος, οὗ ἐποίμανας· δεσμοῖς δὲ πεδούμενος, καὶ βασάνοις θλιβόμενος, τῷ σώματί σου, ἰσοβίως τὰ στίγματα, μαρτυρίου σου, ὑπομένων ἐβάστασας· ὅθεν τὴν χάριν εἴληφας, πλειόνως Νικόλαε, καὶ αὐτεξόριστος ταύτην, τοῖς σὲ πελάζουσιν ἔδωκας. Νῦν δ’ αὖθις ἐν Λέλιτς, ἐπιστρέψας τῷ Κυρίῳ, θερμῶς ἱκέτευε.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσατε οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Λόγου, προφορικοῦ καὶ γραπτοῦ, μύστης ἐδείχθης ἱεράρχα Νικόλαε, δι’ οὗπερ τῆς Ἐκκλησίας, οἰκοδομεῖς τοὺς πιστούς, καὶ Θεῷ συνάπτεις, τούτους ἄριστα. Τοῖς ὅσοι δὲ λείψανα, προσκυνοῦσί σου τίμια, χάριν παρέχεις, καὶ πληροῖς τὰ αἰτήματα, ὡς φιλότεκνος, καὶ ἀγάπης διάκονος. Ὕψωσον οὖν δεόμεθα, τὰς χεῖράς σου Ἅγιε, καὶ τῷ λαῷ σου πλουσίως, τὴν εὐλογίαν κατάφερε, Χριστοῦ Ὃν τοῖς στένροις, μυστικῶς ἔγγραψον πάντων, θείαις πρεσβείαις σου.



Δόξα. Ἦχος δ΄.
Τῆς μυστικῆς αὐτοῦ νύμφης Ἐκκλησίας προνοούμενος ὁ φιλόψυχος Δεςσπότης, ταύτης σε Νικόλαε ἱεράρχην ἀνέδειξε, κεκοσμημένον ἐν πλείστοις χαρίσμασιν, δι’ ὧν περ ὡς σοφὸς ἀρχιτέκτων, ἀποστολικῶς ᾠκοδόμησας, οὐ μόνον τὴν θεοχάριστόν σου ποίμνην, ἀλλὰ τὴν Ἐκκλησίαν σύνολον· ὅθεν μετὰ τὼν πάλαι Ἁγίων Πατέρων συνεστὼς ἐν Παραδείσῳ, μὴ ἐπιλάθου πρεσβεύειν δεόμεθα, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βάθη τοῦ Πνεύματος, Πάτερ ἠρεύνησας· ὅθεν ἐξέμαθες, ῥήματα ἄῤῥητα, καὶ χρυσοῤῥόας ποταμός, ἐδείχθης τοῖς Ὀρθοδόξοις, Σάββα γὰρ θεόφρονος, τὴν ὁδὸν ἠκολούθησας, τοῦ λαοῦ γενόμενος, ποιμενάρχης χριστόψυχος· διὸ πανευγνωμόνως τὴν μνήμην, Νικόλαε Ἅγιε τιμῶμέν σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Σὸν στόμα τὸ χρυσοῦν, τῆς καρδίας τὸν πλοῦτον, ἐξήγγειλεν ἡμῖν, ὡς χριστόβλυτα ῥεῖθρα, ποτίζοντα ἅπαντας, τοὺς τρυφῶντας τοῖς λόγοις σου, καὶ στηρίζοντα τὴν πρὸς Δεσπότην πορείαν, ἐκκαθαίρουσιν, ἐκ τῶν ψυχῶν ἅπαν πάθος, παμμάκαρ Νικόλαε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Σάββα τοῖς ἴχνεσιν ἀκολουθήσας πιστῶς, λαοῦ σου Νικόλαε, ποιμὴν ἐδείχθης λαμπρός, ἐν λόγοις καὶ πράξεσι· πλήθη γὰρ τῷ Κυρίῳ, ὁδηγήσας πανσόφως, πᾶσαν τὴν Ἐκκλησίαν, συγγραφαῖς σου διδάσκεις· διὸ πιστῶς δοξάζομεν, τὴν θείαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Ὁσίων τὴν ἄσκησιν μετελθών, καὶ μαρτύρων τῆς χάριτος μετασχών, ἐδείχθης Νικόλαε, ποιητὴς ὧνπερ εἴρηκας, καὶ Χριστοῦ πλουσίως τὰ δῶρα δεξάμενος, Ἐκκλησίας τέκνα, πανσόφως διέθρεψας· ὅθεν θεολόγος γεγονὼς χρυσοῤῥοάς, ἀρδεύεις ἀείποτε τοὺς ἐγκύπτοντας ἔργοις σου, ἀπανάπτων ἀγάπησιν, Κυρίου Ὃν δοξάσας τρανῶς, ἀντιμέτρως παρ’ Αὐτοῦ δεδόξασαι, ᾯ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσατε οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον, ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν Ἐκκλησίαν ἀγαπήσας ὡς Σῶμα τοῦ Χριστοῦ, ταύτῃ μαρτυρικῶς διηκόνησας, Ἅγιε Πάτερ Νικόλαε· καὶ τῶν πιστῶν τὰ πλήθη τοῖς χρυσέοις σου λόγοις καὶ θεοσόφοις γράμμασι, θεοφιλῶς καταχρυσώσας ποιμαντικῇ ἐξαναλώσει, ἰσότιμος γέγονας τῶν πάλαι Ἁγίων Πατέρων· ὅθεν, ὡς τούτων συνεχιστὴν καὶ ἀπλανῆ γινώσκοντες, τὴν χαρμόσυνον μνήμην σου γεραίρομεν, Σέρβων νεόφωτον ἀγλάϊσμα.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Στόμα ἔδει σου Ἀγγέλου ἀνυμνήσαι λαμπρῶς, βίον τὸν φωτοφόρον· τὸν γὰρ Ἀγγέλων μιμηθείς, πολιτείαν ἱερὰν ἐφάνης λαμπρός, ἐν πᾶσι Νικόλαε, ἱεράρχα θεσπέσιε.
Ἐκ τοῦ Λέλιτς ὥσπερ θεῖος ἀνεδείχθης ἀνήρ, μέλλων τὴν Ἐκκλησίαν, οἰκοδομῆσαι θαυμαστῶς ὡς ποιμὴν ἀληθινός, καὶ τύπος Χριστοῦ, Ὃν σφόδρα ἠγάπησας, θεοφόρε Νικόλαε.
Ῥωμαλέαν τὴν σκέψιν καὶ καρδίαν ὁμοῦ, ἔσχες σου παιδιόθεν· καὶ γὰρ ἀνδρῶν ἐπιφανῶν, τὰς ἀρχὰς ὁ Ἰησοῦς μακρόθεν ὁρῶν, σοφῶς καταβάλλεται, θεοφόρε Νικόλαε.
Θεοτοκίον.
Βέλει ἔρωτος τοῦ θείου τὴν καρδίαν βληθείς, δοῦλός Σου παιδιόθεν, σεπτὸς Νικόλαος ἁγνή, φιλοθέως τὴν ζωὴν μετῆλθεν ἀεί, καὶ σφόδρα ἐφίλησε, Σὲ ὡς Λόγου γεννήτριαν.

ᾨδὴ γ΄. Δεῦτε πόμα
Ὥσπερ μέλισσά τις ἀπανθῶν, τῆς ποικίλης σοφίας, Πάτερ Νικόλαε, τὰ ἐκλεκτὰ ἐν ψυχῆς, τῷ σίμβλῳ συνήγαγες πολύ, τὸ μέλι τῆς γνώσεως.
Νοῦν σου προσηλώσας τῷ σταυρῷ, τὸ μαρτύριον γνώσει στεῤῥῶς ἠγάπησας, ὡς στάθμην ἔχων ἀεί, Χριστοῦ τὰς ἁγίας ἐντολάς, παμμάκαρ Νικόλαε.
Χάριν εἰληφὼς παρὰ Θεοῦ, τοῖς τῆς φύσεως δώροις ταύτην συνέμιξας· ὅθεν ἐφάνης λαμπρόν, δοχεῖον σοφίας ἀληθοῦς, Νικόλαε Ἅγιε.
Θεοτοκίον.
Ῥητόρων διέῤῥηξας πλοκάς, τῇ σεπτῇ Σου λοχείᾳ, θεομακάριστε· ὅθεν πτωχεύων ἐγώ, ἐν ποίοις τοῖς λόγοις δυνηθῶ, ὑμνῆσαί Σε ἄχραντε.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν Χριστὸν μιμούμενος, ὑπὲρ προβάτων, τὴν ψυχήν σου ἔθηκας, Πάτερ Νικόλαε σοφέ, τῇ συνειδήσει γενόμενος, θείων Μαρτύρων, τῶν πάλαι ἰσότιμος.










ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ῥωσθεὶς ἐκ νόσου χαλεπῆς, ἀφιερώθης τῷ Χριστῷ, ὅλῃ σου ψυχῇ καὶ καρδίᾳ, θεῖος ἀρχιστράτηγος ἀναδειχθεὶς Νικόλαε, πλῆθος τῷ Θεῷ στρατιῶτας, καλῶς παιδεύσας τῶν λόγων σου σάλπιγγι.
Ὑπὲρ πιστῶν ἀναλωθεὶς φιλοψυχίᾳ ἀληθεῖ, ἔργοις τε καὶ λόγοις σου Πάτερ, τῆς Ἀχρίδος πρότερον ἐπισκοπεύσας ἄριστα, καὶ τῆς Ζίτσης εἶτα τὴν ποίμνην, θεοφιλῶς εἰς Χριστὸν καθοδήγησας.
Στύλος ἀκλόνητος φανεὶς ἐν πειρασμοῖς τοῦ πονηροῦ, τοῦτον κατενίκησας πάντη· τοῦ Χριστοῦ μαρτύριον ὡς στέφη προξενῆσάν σοι, σφόδρα κατηγάπησας Πάτερ, καὶ ἑκουσίως αὐτῷ ὑποτέταξαι.
Θεοτοκίον.
Ὅστις ἐλπίζει ἐπὶ Σὲ οὐκ ἀποστρέφεται κενός, κεχαριτωμένη Παρθένε, ἀλλὰ λύσιν τάχιστα λαμβάνει τοῦ αἰτήματος, καὶ περιχαρῶς ἀνυμνεῖ Σου, τὴν παῤῥησίαν ἣν ἔχεις πρὸς τὸν Κύριον.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Σοφίαν κοσμικὴν μελετήσας, καὶ μὴ εὑρὼν τὴν ἐκ ταύτης, ἀνάπαυσιν τῇ ψυχῇ σου, τῷ Χριστῷ προσέδραμες, Σοφίαν ἐνυπόστατον, πηγὴν σοφίας Νικόλαε.
Ταμεῖον κατέστησας Πάτερ, θεοπρεπῶς τὴν ψυχήν σου, ἐν ᾗ Χριστὸν κατακλείσας, ποταμὸς γεγένησαι, τῇ Ἐκκλησίᾳ ζείδωρος, πιστοὺς ποτίζων Νικόλαε.
Οὐράνιον ἔχων τὸν πόθον, στενὴν ἐβάδισας τρίβον, καὶ τὸν σταυρόν σου ἐπάρας, μιμητὴς γεγένησαι, Χριστοῦ ἠγαπημένου σοι, ᾯ νῦν εὐφραίνει Νικόλαε.
Θεοτοκίον.
Μεγίστων ἐδείχθης Παρθένε, καὶ τὸν ἀνθρώπινον λόγον, ὑπερβαινόντων πραγμάτων· ὅθεν μεγαλύνομεν, Σὲ οἱ πιστοὶ χριστώνυμοι, σὺν τοῖς Ἁγίων τοῖς τάγμασιν.














ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ὁ νοῦς σου, οἶκος λαμπρὸς τοῦ Χριστοῦ, ἀνεδείχθη δι’ εὐχῆς ἐπιπόνου, καρδία δὲ φλεγομένη τρανῶς, ὑπὸ ἔρωτος, ἀδιαλείπτου Θεοῦ, ὅλη πῦρ ἐγεγόνει.
Νικήσας, τοῦ πονηροῦ τὰς ὁρμάς, καὶ παγίδας τῶν παθῶν διαλύσας, πιστῶν ἀνεδείχθης ὁδηγός, χρυσοῖς λόγοις σου, καὶ ἁγία ζωῇ, ποιμενάρχα θεόφρον.
Ναμάτων, θεολογίας κρουνούς, ὀρθοδόξως κατεῤῥόφησας Πάτερ, καὶ τούτους διένειμας σοφῶς, πιστοῖς ἅπασι, τοῖς ποθοῦσι Χριστόν, ὡς καλὸς οἰκονόμος.
Θεοτοκίον.
Ἰδού Σοι, ὑμνήτωρ μέγιστος ἁγνή, ὁ Νικόλαος ἐδείχθη ἐσχάτως, τοὺς πάλαι πατέρας μιμηθείς, ἐμεγάλυνε, τὸ μυστήριον τῆς Σῆς, ἀποῤῥήτου λοχείας.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὰ φυσικά σου προτερήματα Πάτερ, καθυποτάξας τῷ Δεσπότῃ προθύμως, ὤφθης λαμπρὸς τοῦ Πνεύματος, Νικόλαε ναός· ὅθεν ᾠκοδόμησας, ὡς ποιμὴν χρυσολόγος, βίῳ καὶ συγγράμμασι, τὸν λαὸν τοῦ Κυρίου, καὶ μαρτυρίου φέρων τὰς οὐλάς, Αὐτῷ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Μαργαρίτην πολύτιμον εὕρηκας, δι’ Ὃν πάντα πωλήσας τὰ τῆς κοσμικῆς ματαιότητος, παρὰ τὸ φρέαρ τῆς αὐτοσοφίας ἐκάθησας, ἔνθεν τὸν θεόληπτον νοῦν σου ἐις ἄγγος μεταποιήσας, πλουσίως ἤντλησας τὸ ζῶν ὕδωρ τοῦ Χριστοῦ, καταρδεύσας τὰς θεοδιψάστους ψυχὰς τοῦ ποιμνίου σου· ὡς ὀξυγράφος δὲ γραμματεὺς τῆς Βασιλείας, χρυσογράφως ἐξέθηκας τὸν πλοῦτον τῆς Χάριτος, τοῖς τε ἐγγὺς καὶ τοῖς μακράν, παμμάκαρ Νικόλαε· ὅθεν σὺν τοῖς Ἁγίοις ἱεράρχαις Σάββᾳ τε τῷ θεοδηγῷ τῶν Σέρβων, ἅμα δὲ καὶ Ἰουστίνῳ τῷ ἠγαπημένῳ φοιτητῇ σου, τῇ Τριάδι παριστάμενος, Αὐτῷ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων σε.












Συναξάριον.
Τῇ Γ’ τοῦ αὐτοῦ Μηνός, μνήμῃ τοῦ Ἁγίου Νικολάου, ἐπισκόπου Ζίτσης καὶ Ἀχρίδου, κοιμηθέντος ἐν Κυρίῳ τῇ 18ῃ Μαρτίου 1956 καὶ οὗ τὰ τίμια λείψανα ἀνεκομίσθησαν καὶ ἀπεθησαυρίσθησαν ἐν τῇ γενετείρᾳ αὐτοῦ Λέλιτς τῆς Σερβίας, κατὰ τὴν σήμερον ἡμέρα τοῦ σωτηρίου ἔτους 1991.
Χρυσοῦς τοῖς λόγοις καὶ πάγχρυσος τοῖς ἔργοις,
Νικόλαε ὤφθης, γόνε πιστῶν Σέρβων.
Τρίτῃ γε Νικολέω ἤχθησαν ὀστᾶ γῇ γενετείρῃ.
Οὗτος, ὁ χριστοκάρδιος καὶ Χρυσόστομος Πατὴρ Νικόλαος, τὸ μὲν φθαρτὸν γένος Σέρβος ὑπάρξας, καὶ γεννηθεὶς ἐξ εὐλαβῶν γονέων τῇ 23ῃ Δεκεμβρίου 1880 ἐν Λέλιτς τῆς ἐπαρχίας Βάλιεβο, ἐκ βρέφους ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἀνατραγείς, πόθῳ δὲ θείῳ καταφλεγείς, ὡς πλήρης ὢν χαρισμάτων φυσικῶν τε καὶ θείων, ὅλον ἑαυτὸν ἀνέθετο θῦμα λογικὸν τῷ Δεσπότῃ Χριστῷ. Ὀξυνοίᾳ δὲ ὑπερβαλλούσῃ κεκοσμημένος, συνέθετο ταύτῃ τὴν κατὰ κόσμον συλλεχθεῖσαν φιλοσόφως λιπαροτάτην μόρφωσιν, καὶ μέγας ἀνεδείχθη φωστὴρ καὶ διδάσκαλος τῆς Ἐκκλησίας. Εἰς δὲ τὸν παλαίφατον ἐπισκοπικὸν θρόνον τῆς Ζίτσης τὸ πρῶτον ἐπαξίως ἀναβιβασθείς, καὶ σοφώτατος ποιμὴν ἀναδειχθεὶς τῶν λογικῶν προβάτων, εἶτα δὲ ἐπὶ τὸν τῆς Ἀχρίδος μετατεθεὶς καὶ αὖθις ἐπαναστραφεὶς εἰς τὸν τῆς Ζίτσης, ποικίλοις ποιμαντικοῖς τρόποις κατηγλάϊσε τὸν ἱεραρχικὸν αὐτοῦ θῶκον, γενόμενος νέος Ἰωσὴφ τοῦ λαοῦ τοῦ Θεοῦ, χρυσέοις λόγοις ἀναμορφώσας πλήθη πιστῶν. Ὑπὸ δὲν τῶν ἀπανθρώπων χιλτερικῶν ἀρχῶν συλληφθεὶς ἐν τοῖς φρικτοῖς γερμανικοῖς στρατοπέδοις μετηνέχθη, μεγάλως δὲ ἐκεῖσε καταπονηθείς, καὶ ἀπτόητος ὁμολογητὴς γενόμενος, μετὰ τὴν ἐπικράτησιν τοῦ ἀθέου κομμουνισμοῦ εἰς τὴν ἑαυτοῦ πατρίδα, κατέφυγεν, προνοίᾳ Θεοῦ μέντοι γε, εἰς Ἀμερικήν, ἔνθα ἐπὶ δεκαετίαν ὅλην ἀναλώσας ἑαυτόν, μεγάλως συνέδραμε εἰς τὴν ὀρθόδοξον κατάρτισιν τῶν ἐκεῖ μεταναστῶν καὶ τὴν λαμπροτάτην προβολὴν τῆς πατρώας ἡμῶν Πίστεως ἐν τοῖς ἑτεροδόξοις, παρ’ ὧν καὶ μεγάλως ἐθαυμάζετο καὶ σπουδαίαις ἐπιστημονικαῖς διακρίσεσι ἐτιμήθη. Πλεῖστα οὖν κεχαριτωμένα συγγράμματα, μέλι τὸ ἐκ θείας Πέτρας ἡδύτατον ἀποστάζοντα συνθέμενος πρὸς οἰκοδομὴν τῶν πιστῶν καὶ σοφῶς ἱεραρχήσας κατὰ πάντα, ὥσπερ τὸ πάλαι Σάββας ὁ βασιλόγονος καὶ μέγας φωτιστὴς τοῦ Σερβικοῦ λαοῦ. Πολλὰ δὲ καταβληθείς, ὑπὸ τῶν συνεχουσῶν αὐτὸν σωματικῶν ἀσθενειῶν καὶ δοκιμασιῶν, ἐκοίμηθῃ τὸ ἔτος 1956, ταφεὶς ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἐν Λίμπερτβιλλ. Ἐκεῖθεν, κατὰ τὸ ἔτος 1991, τὰ τίμια αὐτοῦ λείψανα ἀνακομισθέντα ἐπανῆλθον εἰς τὴν Σερβίαν καὶ ἀπεθησαυρίσθησαν εἰς τὴν γενέτειρα Λέλιτς, ἔνθα χάριν πολλῶν θαυμάτων ἀναβλύζουσι καθ’ ἡμέραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ σχήματι ὤν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης Πεναπέων, ἄρτι πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων εἴκοσιν ἡμερῶν, διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ προστάξαντος ἀγαγεῖν αὐτῷ τὰς βίβλους, ἅς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μὲν οὐκ ἐποίησεν· ἀντέφησε δὲ τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’ ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν· δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ τοῖς ὠσίν, ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ κρεμοῦσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες.
Ὡς δὲ τούτοις οὐκ ἐνεδίδου, τὴν γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε κοσμησαμένην, διὰ κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε, μᾶλλον δὲ ταῖς τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν ἑαυτὴν ὡμολόγησε. Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται, καὶ βαπτίζεται ἐν θερμῷ ὕδατι· ἐν ᾧ μείνασα ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι, ὡς οὐ θερμὸν ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθῆναι αὐτῷ κατὰ τῆς χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροῖ αὐτοὺς ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρήνουν ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ οὕτω τὰ πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν.
Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τὴν δὲ δι’ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμούς (τὸ μέλι δηλαδὴ καὶ τὸ γάλα), καὶ πιεῖν ἐπιτρέπειν· τὴν δὲ εἰπεῖν: Οὐκ ἐξ αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός· καὶ οὕτω τὸν διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὐτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν εἰς τὸν οὐρανὸν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδεῖξαι αὐτῇ θρόνον, καὶ στολὴν λευκὴν ἐπ’ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν: Ὅτι σοὶ ταῦτα ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν: Ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν· ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου Θεοφάνους τοῦ Ἁγιορείτου, ποιμενάρχου της Μητροπόλεως Ξάνθης καὶ Περιθεωρίου.
Φωτὸς πλησθεὶς ἐντεῦθεν ὁ Θεοφάνης,
Φωτὶ συνῆπται Βασιλείας ἀδύτῳ.
Ξάνθης ποιμὴν κεκοίμηται μηνὸς Μαΐου ἐν τρίτῃ.
Οὗτος, ἔζησε κατὰ τὸ πρῶτον ἥμισυ τοῦ ΙΔ΄ αἰῶνος. Φλεγεὶς δὲ ὑπὸ τοῦ θείου ἔρωτος, ἀπηρνήθη τὸν κόσμον καὶ ὑπετάγη εἰς τὴν ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος Ἱερὰν Μονὴν τοῦ Βατοπαιδίου, ἠξιώθη καὶ τῆς διακονίας τῆς ἡγουμενείας. Συναυλιζόμενος δέ, ὡς φιλήσυχος καὶ τὴν εὐκτικὴν νῆψιν διώκων ἐπιμελῶς, τοῖς ἐν ἐρήμοις τοῦ Ὄρους συγχρόνοις αὐτῷ ἡσυχασταῖς, ἐφιλιώθη μετὰ τοῦ τότε φωτεινοῦ ἀστέρος τῆς τελείας ἀσκήσεως Ὁσίου Μαξίμου τοῦ Καυσοκαλύβη. Τοῦτον ἡμέραν τινά, ἐπισκεψάμενος ἐθεάσατο περώμενον ὡς πτηνὸν αἰθεροβάμον ἐν αέρι καὶ ὅστις ἐλθὼν ἡρέμᾳ προεφήτευσεν αὐτῷ τὴν μέλλουσαν πολιτείαν καὶ τοὺς εὑρήσοντας τοῦτον ποικίλους πειρασμούς. Μετὰ ταῦτα, παραιτησάμενος ἤδη τὴν ἡγουμενείαν καὶ ἐκλεγεὶς Ξάνθης καὶ Περιθεωρίου, διηκόνησεν πάση δυνάμει θεοφιλῶς τὴν ἐμπιστευθεῖσαν αὐτῷ ἐπαρχίαν, ἁγιάζων καὶ ἁγιαζόμενος εν κόποις, μόχθοις καὶ ἀσθενείας, καταλιπὼν ὁσιακὴ φήμην, κατὰ τοὺς πάλαι ἁγίους Πατέρας καὶ Ἱεράρχας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οἰκουμενίου, Ἐπισκόπου Τρίκκης τοῦ θαυματουργοῦ.
Οἰκουμένιον καὶ θανόντα τοῖς λόγοις, τιμῶ·
Κατορθῶν ἔργον ἐκ λόγων μέγα.
Οὗτος, πατρίδα ἔσχε τὴν τῶν Καππαδοκῶν μητρόπολιν Καισαρείαν. Ἀνῆλθεν εἰς τὸν τῆς Ἀρχιερωσύνης βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε μέρος εἰς τὴν Α΄ Οἰκουμενικὴν Σύνοδον. Πλήρης ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω μετέστη ζωήν, καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν Ἀρχαγγέλων πρωτεύοντι ναῷ τῷ αὐτόθι ἐν Τρικάλοις, πολλῶν θαυμάτων καὶ πρὸ τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος αὐτουργός.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων συμπολιτῶν ὕβρεις πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν πνεύματα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ σημειοφόρου,Ἐπισκόπου Ἄργους.
Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ·
Ζωστιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ξενίας τῆς θαυματουργοῦ τῆς ἐκ Καλαμῶν.
Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία,
Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ 291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον, κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται.
Βληθεῖσιν εἰς πῦρ ἀνδράσι τρὶς ἐννέα,
ἴαμα, Σῶτερ, σὴ τὸ τῆς Γραφῆς δρόσος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας, τελειωθέντων ἐν ἔτει 1821.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαμάϊ, τοῦ καθολικοῦ, τῆς Γεωργίας
Ὁ Καθολικὸς Μαμάϊ Γεωργίας,
μισθὸν εἴληφεν ἐκ Βασιλέως ὅλων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν Σπηλαίῳ, τοῦ Ῥώσσου.
Ὁ τῶν Σπηλαίων Κιέβου ποιμενάρχης,
εὗρε Θεοδόσιος Παμποιμενάρχην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ἰουλιανῆς καὶ Εὐπραξίας τῆς Μονῆς τῆς Συλλήψεως τῆς Θεοτόκου, ἐν Μόσχᾳ.
Ἰουλιανὴ καὶ Εὐπραξία ἅμα,
χοροῦ μετέχουσι σωφρόνων παρθένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μιχαὴλ καὶ Ἀρσενίου, ἰδρυτῶν τῆς Γεωργιανικῆς Μονῆς ἐν Ὀλύμπῳ τῆς Βιθυνίας.
Ἐκ τοῦ Ὀλύμπου τοῦ κάτω πρὸς τὸν ἄνω,
Μιχαὴλ ἐχώρησε σὺν Ἀρσενίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Παύλου ἐκ Βίλνιους Λιθουανίας.
Ὁ Λιθουανὸς ἐμαρτύρησε Παῦλος,
καὶ ἀεὶ συνήρμοσται Χριστῷ τῷ Λίθῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα·
ὅς οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων.
Ταῖς αὐτῶν Ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Κανὼν ποιμανσίας Νικόλαε, λαμπρὸς ἀναδέδειξαι, ὠς Μύρων ὁ πατήρ, καὶ θεῖος Σάββας φωστὴρ Σέρβων πρώτιστος· ὅθεν ὡδήγησας, πρὸς τὸ ἀνέσπερον φῶς, τὰ πλήθη τῶν εὐσεβῶν, σοὶ ἐφεπόμενα.
Ὁ νοῦς σου Χριστῷ ἠχμαλώτισται, καὶ Τούτῳ ἀνακέκραται· διὸ καὶ πεφώτισται, τῇ Θαβωρίῳ καταλάμψει, μάκαρ Νικόλαε, καὶ λαμπρὰ γεγένηται, πηγὴ ἀναβλύζουσα, ζωήῤῥυτα καὶ χρυσᾶ, ῥήματα Ἅγιε.
Λαόν σου ἐκ βάθους ἠγάπησας, ζωὴν Χριστοῦ ποθήσαντα τὴν θεωτικήν· διὸ ὁδὸν ἁγιασμοῦ, καθυπέδειξας λόγοις καὶ ἔργοις σου, ποθῶν τὸν Χριστὸν Αὐτῷ μορφώσαι, καὶ σωτηρίας τεύξασθαι.
Θεοτοκίον.
Ἁγνείας σεπτὸν οἰκητήριον, Δέσποινα ἀνέδειξας, τὸν ἀπὸ ψυχῆς, σὲ ἀγαπήσαντα σφοδρῶς, καὶ ἐν βίῳ τιμήσαντα ἄριστα, Νικόλαον Ζίτσης ποιμενάρχην, καὶ Σέρβων τὸν Χρυσόστομον.








ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Νοῦν ὡς ἄγγος ἔχων ἐξήντλησας Πάτερ, ἐκ φρέατος Κυρίου, θεολογίας τὰ ῥεῖθρα, καὶ ποτίζων λαούς, τοῖς ἐνθέοις καὶ σοφοῖς σου συγγράμμασιν, Χριστῷ αὐτοὺς συνάπτεις, Νικόλαε τρισμάκαρ.
Ἄπιστα νοεῖται τοῖς μὴ εἰδόσι χάριν, τοῦ Πνεύματος δι’ ἧς περ, ἃ κατειργάσω πανσόφως, παλαιοὺς ἀκριβῶς, Ἱεράρχας μιμηθεὶς ἁγιώτατε, μεθ’ ὧν ὑπὲρ λαοῦ σου, ἱκέτευε Δεσπότην.
Ἱεροπρεπῶς πορευθεὶς ἐν τῷ βίῳ, καὶ χάριτος Μαρτύρων, κατηξιώθης θεόφρον· ἡλωθεὶς δὲ σταυρῷ, τοῦ Χριστοῦ πανεκουσίως, Νικόλαε, ἀπέδειξας γνησίαν, τὴν πρὸς Αὐτὸν ἀγάπην.
Θεοτοκίον.
Νέους ἐξ Ἀδάμ παλαιοῦ Θεοτόκε, ἀνέδειξας ἀνθρώπους, κυοφορήσασα Λόγον, Ὃν μὴ παύσει ἀεί, ἱκετεύειν μητρικῶς ὐπὲρ τέκνων Σου, Σὲ μεγαλυνόντων, σὺν τοῖς χοροῖς Ἀγγέλων.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Εὐφραίνου ἀγάλλου, τὸ γένος τῶν Χριστιανῶν, ὅτι μέγαν μεσίτην πρὸς Θεὸν πεπλούτηκας, τοῦ τῶν Μυρέων ποιμένος σοφοῦ, ἐν ἀρεταῖς, ὅμοιον ποιμένα, Ζίτσης Νικόλαον πρόεδρον.
Σερβίας σκιρτάτω, τῶν Ὀρθοδόξων ὁ χορός, ὅτι ἔχεις σὺν Σάββᾳ, τὸν κλεινὸν Νικόλαον, τύπον ποιμένος Χριστοῦ ἀληθῆ, ἐν τοῖς χρυσοῖς λόγοις ὁδηγοῦντα, σὲ πρὸς σκοπὸν τῆς θεώσεως.
Ὢ πλοῦτος χαρίτων, ὅστις βλυστάνει δαψιλῶς, ἐκ σεπτοῦ Νικολάου τῆς σοροῦ ἑκάστοτε, τοῖς μετὰ πόθου καὶ πίστει αὐτῇ, ὡς θησαυρῷ καὶ πηγῇ θαυμάτων, προσερχομένοις θεόφροσι.
Θεοτοκίον.
Ἀνύμφευτε Μῆτερ, ταῖς πρὸς τὸν Κύριον λιταῖς, συμμεσίτην τὸν θεῖον, προσλαβοῦ Νικόλαον, καὶ ὑπὲρ πάντων ποιεῖτε εὐχάς, ὅπως Χριστοῦ γλυκυτάτης θέας, ἐν Παραδείσῳ μετάσχωμεν.

Ἐξαποστειλάριον, τοῦ Ἁγίου. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Λύρα τῆς θείας χάριτος, Ἱεράρχα Κυρίου, Νικόλαε γεγένησαι, μελωδήσας πανσόφως, τὰς δωρεὰς πρὸς ἀνθρώπους φιλανθρώπου Κυρίου, Οὗ τὸν λαὸν φιλότεκνε, διηκόνησας ὄντως! ἀγγελικῶς, τύπος ποιμενάρχου φανεὶς ἀρχαίου· διό σε μακαρίζομεν, Ὀρθοδόξων τὰ πλήθη.
Καὶ τὸ τῆς Ἑορτῆς.







Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τὴν γονικήν σου εὐσέβειαν, καλλιεργήσας σοφῶς, τοῦ Κυρίου σκηνώματα, ὡς στρουθὸς φιλόθεος, ἐξελέξω Νικόλαε, καὶ σχὼν τὴν γνῶσιν, ἥνπερ χαρίζεται, τὸ θεῖον Πνεῦμα, ταύτην μετέδωκας, ἔργοις καὶ λόγοις σου, πλήθεσι μακάριε, ὥσπερ καλός, οἰκονόμος Χάριτος, τῆς ἐμπλησάσης σε.

Χριστοειδίας διδάσκαλος, Ὀρθοδοξίας κανών, τῶν ποιμένων ὑπόδειγμα, ἔμπνουν Εὐαγγέλιον, τῶν Μαρτύρων ἰσότιμος, φιλαδελφίας ἐργάτης ἄριστος, φιλοθεΐας κάμινος ἄσβεστος, κατοικητήριον, τοῦ Ἁγίου Πνεύματος ὤφθης λαμπρόν· διό σε γεραίρομεν, μάκαρ Νικόλαε.

Ἔχει αἰώνιον ἄμβωνα, σὰς χριστοῤῥείθρους γραφάς, τοῦ Κυρίου τὸ ποίμνιον, ὅπερ τῇ τῶν λόγων σου, καθηδύνεις τῇ σύριγγι, ἀνακαινίζων, αὐτοῦ νοήματα, καὶ Θεανθρώπου δρόμον δεικνύμενος, τὸν πρὸς τὴν θέωσιν, ὁδηγοῦντα ἅπαντας τοὺς τηρητάς, τὰ Αὐτοῦ ἐντάλματα, Πάτερ Νικόλαε.

Τοὺς μετὰ πόθου καὶ πίστεως, τὴν ἱεράν σου σορόν, προσκυνοῦντας Νικόλαε, πλῆσον θείου Πνεύματος, ὃ πλουσίως ἐσκήνωσε, ἀνεκφοιτήτως χάριν δωρούμενον, καὶ τῷ Κυρίῳ ἡμᾶς συνάπτουσα· ὅθεν ἱκέτευε τῶν πταισμάτων ἄφεσιν λαβεῖν ἡμᾶς, παρὰ τοῦ δοξάσαντος, σὲ Πάτερ Ἅγιε.

Δόξα. Ὁ αὐτός.
Θεολογίας εἰσδὺς τὰ μυστήρια, τῷ λόγῳ ᾧ Θεὸς ἐπευφραίνεται, ἱεραρχικῶς ἐχρύσωσας τῶν πιστευόντων τὰς ψυχάς, Νικόλαε νέε Χρυσόστομε. Τὰ δὲ σημεῖα τοῦ μαρτυρίου φανερῶς βαστάσας, τρανῶς ὡμολόγησας πρὸ τῶν ἀπίστων τοῦ Θεανθρώπου Ἰησοῦ τὴν δύναμιν, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· ὅθεν, ἐξαγιασθεὶς ποικιλοτρόπως, νῦν εὐλογεῖς πατρικῶς, τοὺς προσκυνοῦντας τὴν θήκη τῶν χαριτοβρύτων λειψάνων σου, καὶ πρεσβεύεις μετὰ Σάββα καὶ Ἰουστίνου ἀδιαλείπτως, ὑπὲρ τοῦ γένους τῶν Χριστιανῶν τὸν Φιλάνθρωπον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις







Μεγαλυνάρια.
Χαίροις τῆς Σερβίας γόνος λαμπρός, καὶ τῶν Ὀρθοδόξων χαριτόβρυτος πλουτισμός, χαίροις οἰκουμένης, ἀκοίμητος εὐχέτης, Νικόλαε τρισμάκαρ, Ζίτσης ὁ πρόεδρος.
Ἔχων συνευχέτας σου πρὸς Χριστόν, τὸν θεόπνουν Σάββαν, Ἰουστῖνόν τε τὸν κλεινόν, σύντρεις Σέρβων γένος, καὶ πάντας Ὀρθοδόξους, σκέπετε φιλοτέκνως, Πάτερ Νικόλαε.
Τὸ χρυσόπνουν στόμα καὶ τὴν χρυσῆν, καρδίαν σου Πάτερ, ἀφιέρωσας τῷ Χριστῷ· ὅθεν Ἐκκλησίας, φωστὴρ ἐδείχθης μέγας ἐν χρόνοις τοῖς ἐσχάτοις μάκαρ Νικόλαε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου