Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 24. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΧΙΛΛΕΑΣ, ΦΗΛΙΞ & ΦΟΥΡΤΟΥΝΑΤΟΣ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΔ΄!!
ΦΗΛΙΞ, ΦΟΥΡΤΟΥΝΑΤΟΣ & ΑΧΙΛΛΕΑΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’ καὶ τῶν Ἁγίων γ᾿ Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τρισάριθμοι Μάρτυρες φωτί, νοητῶς λαμπόμενοι, τῆς Τρισηλίου Θεότητος, φωστῆρες ὤφθητε, τοῖς ἐσκοτισμένοις, λόγῳ τῷ τῆς χάριτος, αὐτῶν τὰς διανοίας φωτίσαντες, Φῆλιξ θεόληπτε, Φουρτουνάτε παμμακάριστε, καὶ ὁ θεῖος, Ἀχιλλεὺς καὶ ἔνδοξος.

Χερσὶν Εἰρηναίου τοῦ σοφοῦ, οἷα ἐνθεώτατοι, ἀποσταλέντες μακάριοι, πρὸς τοὺς καθεύδοντας, ἐν νυκτὶ τῆς πλάνης, ἱερῶς ἠθλήσατε, ἐν λόγοις καὶ ἐν ἄθλοις καὶ θαύμασι, Χριστὸν δοξάσαντες, Ἀχιλλεῦ Μάρτυς ἀήττητε, Φουρτουνάτε, καὶ Φῆλιξ θεόσοφε.

Θεόθεν τὸ τέλος μυηθείς, Φῆλιξ ἱερώτατε, τὸ δι’ ἀθλήσεως Ἅγιε, τοῦτο ἐδήλωσας, τοὺς συστρατιώταις, καὶ συνοδοιπόροις σου, τῷ θείῳ Φουρτουνάτῳ γηθόμενος, καὶ Ἀχιλλεῖ ὁμοῦ· μεθ’ ὧν χαίρων ἠνδραγάθησας, καθελόντες, τῆς πλάνης τὸ φρύαγμα.

Δόξα. Ἦχος πλ. β΄.
Ἀποστολικὸν ἀναλαβόντες ἔργον, ἀθλητικοῖς ἀγῶσιν ἐδοξάσθητε, Μάρτυρες θεόσοφοι· ὑπὸ τοῦ θείου γὰρ Εἰρηναίου, εἰς ὑπουργίαν ἐκλελεγμένοι κρείττονα, ὡς πλήρεις πίστεως καὶ σοφίας, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, διαπρύσιοι κήρυκες ὤφθητε. Καὶ τοὺς ὑπὸ τοῦ ἐχθροῦ, φθονερῶς πολεμηθέντας, τῆς παλαιᾶς ἔχθρας ἀποστήσαντες, τῷ τῆς εἰρήνης ἄρχοντι, Χριστῷ τῷ Θεῷ, σεσωσμένους προσηγάγετε. Μαρτυρικοῖς δὲ σκάμμασιν, ὑπὲρ ἥλιον λάμψαντες, τὸ θαυμαστὸν φῶς τῆς εὐσεβείας, τρανώτερον πᾶσιν ἐδείξατε. Ἀλλ’ ὦ Φῆλιξ ἱερέ, καὶ Ἀχιλλεῦ καὶ Φουρτουνάτε ἔνδοξοι, τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


Λιτή. Ἦχος α΄.
Τὴν τριστέλεχον τῶν Μαρτύρων χορείαν, τοὺς ἀποστολικοῖς κεκοσμημένους χαρίσμασι, Φήλικα τὸν θεῖον, Ἀχιλλέα τὸν θεόφρονα, καὶ Φουρτουνάτον τὸν κλεινόν, ᾠδαῖς ᾀσμάτων τιμήσωμεν. Τὴν καλὴν γὰρ στρατευσάμενοι στρατείαν, καὶ ἐν αὐτῇ σοφῶς διαπρέψαντες, τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ σώματι αὐτῶν ἐβάστασαν. Θεοπρεπῶς γὰρ ἀθλήσαντες, ἀξίως ἐμεγαλύνθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῷ σοφῷ μαθητευθέντες Εἰρηναίῳ, τῆς ἄνωθεν σοφίας μυσταγγοὶ ἀπεφάνθητε, Ἀθληταὶ ἱερώτατοι· ὅθεν ὡς ἱερεὺς μὲν θεόληπτος, Φῆλιξ Πάτερ σοφέ, Χριστοῦ τὸ Εὐαγγέλιον, τοῖς ἐν ἀγνωσίᾳ τελοῦσι λαοῖς, λόγῳ καὶ ἔργῳ ἱερούργησας· ὡς δὲ διάκονοι τῆς χάριτος, Φουρτουνάτε καὶ Ἀχιλλεῦ, καλῶς διηκονήσατε, ἐν τῷ κηρύγματι τῆς πίστεως. Καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, μιᾷ φωνῇ ὁμολογήσαντες οἱ τρεῖς, ὑπὲρ Αὐτοῦ προθύμως, τὸ αἷμα ἐκχέατε· διὸ ὑμῶν γεραίρομεν, τὴν ἁγίαν ἄθλησιν.

Ἦχος γ΄.
Τὴν θεοπρεπῆ ὑμῶν ζωήν, τοῖς ὑπὲρ τῆς εὐσεβείας σκάμμασι, λαμπροτέραν ἀπεργάσασθε, θεοφόροι Μάρτυρες. Θείῳ γὰρ ζήλῳ κινούμενοι, ὑπὲρ τῆς τοῦ πλησίον ἀγάπης, πόνοις πλείστοις αὐτοὺς ἐξεδώκατε. Καὶ ἐν ἀθλήσει ἀριστεύσαντες, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ γεγόνατε. Ἀλλ’ ὦ Φῆλιξ ἱερέ, καὶ Φουρτουνάτε καὶ Ἀχιλλεῦ, μὴ διαλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τοὺς ἀποστολικοῖς ἀγῶσιν ἐκλάμψαντας, καὶ μαρτυρικοῖς αἵμασι φοινιχθέντας, Φήλικα καὶ Ἀχιλλέα καὶ Φουρτουνάτον, ᾀσματικοῖς ἐπαίνοις μακαρίσωμεν. Τῷ γὰρ ἀρότρῳ τοῦ λόγου, κεχερσωμένας ψυχὰς ἐγεώργησαν, ὡς γεωργοὶ τῆς χάριτος. Καὶ ὁμοφρόνως ἀθλήσαντες, μαρτυρικὴν καρποφορίαν ἐξήνεγκαν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Χάριν τὴν τοῦ Πνεύματος, ἐν τῇ ψυχῇ περιφέροντες, τῇ τοῦ βίου λαμπρότητι, ὡς φῶς ὑπερκόσμιον, τῆς θεογνωσίας, ὤφθητε φωστῆρες, τῆς ἀγνωσίας τὴν ἀχλύν, λόγοις καὶ θαύμασιν ἐκδιώκοντες, καὶ τῷ φωτὶ προσάγοντες, τῆς τοῦ Χριστοῦ ἐπιγνώσεως, τοὺς τῇ πλάνῃ καθεύδοντας, Ἀθλοφόροι τρισάριθμοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φῆλιξ ὁ μακάριος, καὶ Φουρτουνάτος ὁ ἔνθεος, Ἀχιλλεύς τε ὁ ἔνδοξος, ὡς ἄλλοι ἀπόστολοι, τὸν τῆς εὐσεβείας, ἐκήευξαν λόγον, τοῖς δουλωθεῖσι τῷ ἐχθρῷ, καὶ ἐν ἀθλήσει ἠνδραγαθήσαντες, ἀξίως ἐδοξάσθησαν. Οὓς εὐφημήσωμεν σήμερον, ὡς ἀπαύστως πρεσβεύοντας, ἡμῖν δοῦναι συγχώρησιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εἶδες ἐν ὁράματι, καὶ τοῦτο Πάτερ ἐδήλωσας, τοῖς Ἁγίοις συνάθλοις σου, Ἀχιλλεῖ τῷ μάκαρι, καὶ τῷ Φουρτουνάτῳ, Φῆλιξ θεοφόρε, τὸ τέλος τὸ μαρτυρικόν, ὃ διανύσαντες ἀγαλλόμενοι, τὴν δυσσεβῆ παράνοιαν, τοῦ Κορνηλίου τοῦ ἄφρονος, κατησχύνατε Ἅγιοι, καὶ Χριστὸν ἐδοξάσατε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν λόγον τῆς πίστεως, ἐν ἑαυτοῖς γεηπονοῦντες, πολύχουν τῶν καμάτων ὑμῶν, τὸν καρπὸν ἐδρέψασθε. Τοῖς γὰρ ἴχνεσι τοῦ Χριστοῦ, ἀμέμπτως ἠκολουθήσατε, τὸν ζυγὸν Αὐτοῦ ἀράμενοι, ὁμόφρονι γνώμῃ καὶ σπουδῇ. Καὶ πεπλανημένας ψυχάς, πρὸς ὁδὸν ἀληθείας ἐπσιτρέψαντες, μαρτυρικῶν ἀγώνων, στάδιον ἠνύσατε. Καὶ νῦν τῆς ἄνω δόξης τρυφῶντες, Φῆλιξ ἱερέ, Ἀχιλλεῦ πανεύφημε, καὶ Φουρτουνάτε θεόφρον, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν ζῆλον δεξάμενοι τῶν Ἀποστόλων Χριστοῦ, νομίμως ἠθλήσατε ὑπὲρ τῆς δόξης Αὐτοῦ, τρισάριθμοι Μάρτυρες, Φῆλιξ ὁ θεοφόρος, Ἀχιλλεὺς ὁ θεόφρων, ἅμα καὶ Φουρτουνάτος τὸν ἐχθρον καθελόντες· διὸ ἐν εὐφροσύνῃ ὑμᾶς μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τριὰς ἡ θαυμαστή, τῶν Ἁγίων Μαρτύρων, ὑμνείσθω παρ’ ἡμῶν, μελῳδίαις ᾀσμάτων, ὁ Φῆλιξ ὁ ἔνθεος, Ἀχιλλεὺς ὁ μακάριος, Φουρτουνάτος τε, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, εὑρεῖν ἡμᾶς ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰς πόλιν κατείδωλον ἀποσταλέντες σοφοί, ὡς ἄλλοι ἀπόστολοι τοῦ Εἰρηναίου χερσίν, αὐτὴν ἐφωτίσατε, λόγοις θεογνωσίας, καὶ θαυμάτων δυνάμει, Φῆλιξ καὶ Φουρτουνάτε, Ἀχιλλεῦ τε παμμάκαρ, ἐν ᾗ καὶ ἐναθλήσαντες, λαμπρῶς ἐδοξάσθητε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, ἱεροφάνται, ἀνεδείχθητε, τοῖς ἐν τῇ πλάνῃ, δεδεγμένοι τὴν τοῦ Πνεύματος ἔλλαμψιν, καὶ πλείστους πόνους ἀνδρείως ὑπέστητε, ὑπὲρ Χριστοῦ ἐναθλοῦντες ὡς ἄσαρκοι, Φῆλιξ ἔνδοξε, Φουρτουνάτε θεομακάριστε, καὶ θεῖε Ἀχιλλεῦ Μάρτυς ἀήττητε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ταῖς νοηταῖς ἀκτῖσι, τῆς ὑπερφώτου Τριάδος, καταλαμπόμενος ἀεί, Ἱερομάρτυρες τρισάριθμοι, τῆς τῶν παθῶν ἀχλύος ῥύσασθε ἡμᾶς, ταῖς φωτοφόροις ὑμῶν πρεσβείαις, καὶ πειρασμῶν πολυειδῶν, τὰ σκάνδαλα παύσατε ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν ἡμῶν διέποντες.








Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τριῶν Ἀθλητῶν, τὰ ἆθλα μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Τρίφωτε Θεότης ἀρχική, ταῖς τῶν τριῶν Σου Μαρτύρων δεήσεσιν, Ἀχιλλέως, Φήλικος, καὶ Φουρτουνάτου τὸν νοῦν μου καταύγασον, ὅπως ἀνυμνήσω, τούτων τὰ θεῖα παλαίσματα.
Ῥήσεσι πειθόμενοι σοφοί, τοῦ Εἰρηναίου τοῦ θείου ἐκφάντορος, εἰς πόλιν κατείδωλον, ἀγαλλομένῃ ψυχῇ ἐπορεύθητε, καὶ πεπλανημένας ψυχάς, Χριστῷ ὡδηγήσατε.
Ἴσῃ προθυμίᾳ καὶ σπουδῇ, τῆς εὐσεβείας τὸν λόγον κηρύττοντες, ἴσους διηνύσατε, ἐν τῇ ἀθλήσει ἀγῶνας μακάριοι, καὶ ἴσων στεφάνων, παρὰ Χριστοῦ ἠξιώθητε.
Θεοτοκίον.
Ὤφθης πλατυτέρα οὐρανῶν, ἐν τῇ γαστρί Σου τὸν πᾶσιν ἀχώρητον, ὑπὲρ νοῦν χωρήσασα, θεοχαρίτωτε πάναγνε Δέσποινα, καὶ ἐν ταῖς χερσί Σου, τοῦτον ὡς βρέφος βαστάσασα.
ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
Ναμάτων πλησθέντες τῆς ζωῆς, ὡς ποταμοὶ ἐξήλθετε, ὥσπερ ἐξ ἄλλης Ἐδὲμ ὁρμώμενοι, καὶ τὰς ἐν δίψῃ τῶν παραπτωμάτων, τηκομένας Ἅγιοι, ψυχὰς ἐποτίσατε, ταῖς ῥοαῖς τοῦ ἐνθέου κηρύγματος.
Αἱμάτων οἰκείων ταῖς βαφαῖς, θεοπρεπῶς φοινίξαντες, ἱερωτέραν ἀπετελέσατε, ἱερωσύνης στολὴν τὴν ἔνθεον, Φῆλιξ ἱερώτατε, Ἀχιλλεῦ θεόληπτε, Φουρτουνάτε φωτὸς θείου ἔμπλεε.
Θαυμάτων δυνάμεις ἱερῶν, διὰ χειλέων Ἅγιοι, τελοῦντες χάριτι θείου Πνεύματος, λαὸν ἀγνώμονα, ἐπιγνώμονα, τῆς ἁγίας πίστεως, Χριστοῦ ἀπεδείξατε, Ἀθληταὶ Ἀποστόλων ὁμότροποι.
Θεοτοκίον.
Λυχνία ὡράθης χρυσαυγής, ἐν ταῖς ἀγκάλαις φέρουσα, σαρκὸς ἐν εἴδει δι’ ἀγαθότητα, Θεογεννῆτορ Κόρη πανάχραντε, Πατρὸς τὸ ἀπαύγασμα, Χριστὸν τὸν Θεὸν ἡμῶν, καταυγάζοντα κόσμου τὰ πέρατα.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὡς λύρα τρίχορδος, ἐμελῳδήσατε, μέλος σωτήριον, τῆς θείας γνώσεως, τοῖς ἐν ἀπάτῃ χαλεπῇ, ἀθλίως κεκρατημένοις, Φῆλιξ παμμακάριστε, Φουρτουνάτε πανόβλιε, καὶ Ἀχιλλεῦ ἔνδοξε, διακόνων ἀγλάϊσμα, καὶ ἄθλησιν πολλῶν παθημάτων, ἠθλήσατε ὑπὲρ τῆς Τριάδος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.






ᾨδὴ δ’. Ὄρος Σε τῇ χάριτι.
Ἤθλησαν στεῤῥότατα, ὡς ἄσαρκοι Κύριε, δυναμωθέντες παρὰ Σοῦ, καὶ κατεπάτησαν ἐχθρόν, ὁ Φῆλιξ ὁ ἔνθεος, καὶ Φουρτουνάτος ὁ θεῖος θεράπων Σου, καὶ Ἀχιλλεὺς ὁ θερμῶς ἀγαπήσας Σε.
Τείναντες τὰ ὄμματα, καρδίας πρὸς Κύριον, τὰς μαστιγώσεις τὰς δεινάς, διὰ βουνεύρων καρτερῶς, ὑπέστητε Ἅγιοι, καὶ νοητῶς τοῦ ἐχθροῦ τὴν ἀπόνοιαν, ἐμαστιγώσατε θείαις ἐνστάσεσι.
Ὤφθη ὑμῖν Ἄγγελος, θεόθεν στελλόμενος, καὶ ἠλευθέρωσεν ὑμᾶς, ἐκ τῆς ζοφώδους φυλακῆς· ἐντεῦθεν ἰσάγγελοι, μαρτυρικῶς ἐναθλοῦντες ὡράθητε, εἰς καταισχύνην ἐχθρῶν θεῖοι Μάρτυρες.
Θεοτοκίον.
Νέκρωσον πανάμωμε, σαρκός μου τὸ φρόνημα, καὶ νεκρωθέντα μου τὸν νοῦν, ταῖς τῶν παθῶν ἐπαγωγαῖς, ἀνάστησον δέοαμι, καὶ πρὸς ζωὴν τὴν βελτίστην ὡδήγησον, ἡ τὴν ζωὴν τὴν αἰώνιον τέξασα.

ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Τῆς ἀπάτης τῶν εἰδώλων ἐκτεμόντες τὴν ἄκανθαν, εὐσεβείας φυτοκόμοι καὶ ἠθῶν καθαρότητος, ὤφθητε ὡς μῦσται τοῦ Χριστοῦ, ἐν πόλει Βαλεντίᾳ, Ἱερομάρτυρες πάνσοφοι.
Ἀπειλαῖς καὶ τιμωρίαις καὶ πολλαῖς ὑποσχέσεσι, μὴ ἐνδόντες τοῦ τυράννου ἀητήτῳ φρονήματι, τοῦτο κατεπλήξατε σοφοί, ὑμῶν τῇ καρτερίᾳ, καὶ τοῖς ἀτρέπτοις ἐνστάσεσι.
Ἀποστόλων τὴν πορείαν θεοφρόνως ἀνύοντες, καὶ πολλοὺς πεπλανημένους πρὸς Χριστὸν ἐπιστρέφοντες, πόνοις μαρτυρίου ἱεροῖς, στεῤῥῶς προσομιλεῖτε, Ἱερομάρτυρες Ἅγιοι.
Θεοτοκίον.
Θεὸς Λόγος ὁ τῶν ὅλων Ποιητὴς ἐξ αἱμάτων Σου, ἀποῤῥήτως ἐσαρκώθη ἀναπλάττων τὸν ἄνθρωπον· ὅθεν ὡς Μητέρα τοῦ Θεοῦ, καὶ πύλην σωτηρίας, ὑμνολογοῦμέν Σε ἄχραντε.














ᾨδὴ στ’. Ἐκύκλωσεν ἡμᾶς.
Λαμπτῆρες ἀληθείας φαεινότατοι, ὡράθητε μακάριοι, τοῖς ἐν σκότει ἀγνωσίας καῖ παθῶν, τούτους πρὸς τὸ φῶς της ἐπιγνώσεως, τῆς ἐν Χριστῷ, καθοδηγοῦντες λόγοις καὶ θαύμασι.
Ἀγάπῃ συνημμένοι ὡς θεόφρονες, ὁμοῦ διηγωνίσασθε, τὸ μαρτύριον Χριστοῦ γνώμῃ στεῤῥῇ, Φῆλιξ Φουρτουνάτε παναοίδιμοι, καὶ Ἀχιλλεῦ· ὅθεν ὁμοῦ ἐδοξάσθητε.
Μελῶν τὰς τιμωρίας ὑπεμείνατε, καθάπερ ἄλλου πάσχοντος, καὶ φλεγόμενοι τῷ ἔρωτι Χριστοῦ, σπλάγχνων καὶ ποδῶν καύσεις ὑπέστητε, ἀπ’ οὐρανοῦ, ἀναψυχὴν δεόμενοι Ἅγιοι.
Θεοτοκίον.
Ἐτέχθη ἐν μορφῇ ἀνθρώπου ἄχραντε, ὁ ἐν μορφῇ Θεοῦ Υἱός, ὑπὲρ νοῦν ἐκ τῶν αἱμάτων Σου ἁγνή, καὶ τὴν πεπτωκυῖαν ἐθεούργησε, φύσιν ἡμῶν, δι’ εὐσπλαγχνίαν ἀνεκδιήγητον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς λυχνίας τρίφωτος, τῇ Ἐκκλησίᾳ, Ἀθληταὶ ἐκλάμπετε, Φῆλιξ ὁμοῦ καὶ Ἀχιλλεύς, σὺν Φουρτουνάτῳ ἑκάστοτε, ταῖς τῆς ἀθλήσεως θείαις λαμπρότησι.
Ὁ Οἶκος.
Τελειωθέντες τῇ χειρί, ἐν Πνεύματι Ἁγίῳ, τοῦ Εἰρηναίου τοῦ σοφοῦ, τῶν θείων μυστηρίων, ὤφθητε μῦσται ἱεροί, καὶ ὑπηρέται ἀληθεῖς, θεράποντες Κυρίου, Φῆλιξ θεόφρον ἱερεῖ, καὶ Φουρτουνάτε καὶ Ἀχιλλεῦ, διάκονοι τῆς Ἐκκλησίας. Καὶ ἀποσταλέντες ἐπιστρέφειν τοὺς πλανωμένους, καὶ φωτίζειν τοὺς ἐν σκότει κειμένους, φωτὶ τοῦ Εὐαγγελίου, μαρτυρίου τὴν ὁδὸν διηνύσατε, καὶ Χριστοῦ τὴν ὁμολογίαν ἐδοξάσατε, Ἱερομάρτυς θεῖοι καὶ θεοδόξαστοι. Νῦν δὲ τὰς ψυχὰς ἡμῶν πυρσεύετε, ταῖς τῆς ἀθλήσεως θείαις λαμπρότησι.















Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Φήλικου πρεσβυτέρου, Φουρτουνάτου καὶ Ἀχιλλέος τῶν διακόνων
Φῆλιξ Ἀχιλλεὺς ἀλλα καὶ Φουρτουνάτος,
Τριάδος εὐσθενεῖς ὤφθησαν ὁπλῖται.
Εἰκάδι τριῶν Ἀεθλοφόρων τετάρτη κέρσαν δειρήν.
Οὗτοι οἱ Ἅγιοι Ἱερομάρτυρες τοῦ Χριστοῦ ἤκμαζον ἐν ἔτει 212. Καὶ ὁ μὲν Φῆλιξ ἣν ἱερεὺς τοῦ Θεοῦ, οἱ δὲ Φουρτουνάτος καὶ Ἀχιλλεύς, διάκονοι τῆς Ἐκκλησίας, καὶ διέλαμπον τῇ κατὰ Χριστὸν ζωῇ, κεκοσμημένοι ὄντες ἀποστολικοῖς χαρίσμασι.
Τῷ τότε καιρῷ ἐπισκόπευε τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας ὁ ἐν Ἁγίοις Εἰρηναῖοις, ὅς, εἰδὼς τὰ κατὰ τούτους, θείῳ Πνεύματι κινούμενος, προεχειρίσατο τὸν θεῖον Φήλικα, κήρυκα τοῦ Εὐαγελίου, ἔχοντας ἀκολούθους καὶ συνεργοὺς τοὺς διακόνους Φουρτουνάτον καὶ Ἀχιλλέα, οὓς καὶ ἀπέστειλεν εἰς πόλιν Βαλεντίαν, κεκαλυμμένην τῷ ζόφῳ τῆς ἀσεβείας.
Καταλαβόντες οἱ Ἅγιοι τὴν πόλιν ταύτην, ἤρξαντο τοῦ εὐαγγελικοῦ κηρύγματος· καὶ διὰ τοῦ λόγου τῆς χάριτος, τῆς ἐναρέτου αὐτῶν διαγωγῆς, καὶ τῶν πολλῶν καὶ ἐξαισίων θαυμάτων, πλείστους εἰδωλολάτρας προσήγαγον τῇ πίστει. Καὶ ποτὲ θέλοντες ἐν ἡσυχίᾳ καὶ νηστείᾳ καὶ ἀταραξίᾳ νοὸς τῷ Θεῷ ἀποδοῦναι τὰς εὐχὰς αὐτῶν, ἀνεχώρησαν πόῤῥω τῆς Βαλεντίας, εἰς ἔρημον τόπον, ἔνθα μόνῳ τῷ Θεῷ προσευχόμενοι, εἶδεν ὅραμα ἐκ Θεοῦ ὁ φῆλιξ, δηλοῦν αὐτῷ τὸ μαρτυρικὸν αὐτῶν τέλος, ὅπερ καὶ διηγήσατο τοῖς διακόνοις αὐτοῦ.
Κατ’ ἐκεῖνον τὸν καιρόν, ὁ τῆς Ῥώμης αὐτοκράτωρ Καρακάλλας, ἐμαίνετο καταδιώκων τοὺς Χριστιανούς, πρὸς δὲ τούτου ὁ κρατήσας Σεβῆρος ἐν στόματι μαχαίρας ἀπέκτεινεν ἐν Λουγδούνῳ αὐτούς.
Μαθὼν οὖν ὁ ἀποσταλεὶς εἰς Βαλεντίαν παρὰ τοῦ βασιλέως ἄρχων Κορνήλιος, τὰ περὶ τῶν τριῶν τούτων ἱεραποστόλων, ὡς εἶχον ἑλκύσει τῇ πίστει τὸ τρίτον τῆς πόλεως μέρος, ἀναζητήσας καὶ εὑρὼν αὐτούς, ἔῤῥιψεν εἰς φυλακήν. Διατάσσει ἵνα μαστιγώσωσι ἀπηνῶς διὰ βουνεύρων τοὺς ἁγίους, οἵτινες μαστιγούμενοι ἔψαλλον τῷ Θεῷ. Κατέκλεισε εἶτα αὐτοὺς ὁ τύραννος εἰς ζοφώδη τινὰ ὑπόγαιον τρώγλην, ἵνα ἐκεῖσε στενωθέντες θάνωσι τὸν ἐξ ἀσφυξίας θάνατον. Ἀλλ’ Ἄγγελος Κυρίου, οὐρανόθεν ἐπιστάς, τὸν μὲν σκοτεινὸν ἐκεῖνον χῶρον ἐφώτισε, τὰς δὲ θύρας διέῤῥηξε, οἱ δὲ Ἅγιοι ἐξελθόντες ἐκεῖθεν διέτρεξαν τὴν πόλιν, καὶ εἰσελθόντες εἰς τοὺς ναοὺς τῶν εἰδώλων, κατέκαυσαν τὰ ἐκεῖδε εἴδωλα τῶν ψευδῶν θεῶν.
Συλληφθέντες δὲ καὶ αὖθις καὶ κρατηθέντες ὑπὸ τοῦ Κορνηλίου, ὑπέτησαν σκληρὰς τιμωρίας καὶ βασάνους. Τέλος, ὁ τύραννος προσέταξεν ἵνα δήσωσι τὰς χεῖρας αὐτῶν ὄπισθεν ἐπὶ τῶν ὤμων, καὶ καύσωσι τοὺς πόδας καὶ τὰ σπλάγχνα τῶν μακαρίων, ἔτι δέ, προσδέσωσι τούτους ἐπὶ τῶν τροχῶν, ἔνθα διὰ πνιγηροῦ καπνοῦ ἐπιρᾶτο δυσχεραίνειν τὴν ἀναπνοὴν αὐτῶν λίαν καὶ ἀκολούθως ἔδησε τούτους εἰς τὸ στρεβλωτήριον, ὑβριζομένους σκαιῶς ὑπὸ τῶν δημίων.
Τῇ ἐπαύριον, ὁδηγηθέντες ἐξω τῆς πόλεως ἀπετμήθησαν τὰς κεφαλὰς τῇ 24ῃ Ἀπριλίου 212. Εὐσεγεῖς δὲ Χριστιανοί, λαβόντες τὰ ἅγια αὐτῶν λείψανα ἐνεταφίασαν ἐντίμως, ὁ δὲ Θεὸς ἀνέδειξε τοὺς τάφους αὐτῶν πηγὴν θαυμάτων καὶ ποικίλων ἰάσεων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ τῆς Θαυματουργοῦ
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Ἥτις ἐν ἀπαλῷ τῷ σώματι ἀσκητικοὺς πόνους ὑπελθοῦσα, χάριν ἰαμάτων παρὰ Χριστοῦ ἐκομίσατο, ὅθεν παντοῖα νοσήματα ἰάσατο. Ταύτης ἡ γέννησις διὰ θείας ἀποκαλύψεως ἐδηλώθη, καὶ σκεῦος ἐκλογῆς ἔσεσθαι προηγγέλθη. Μονοχίτων δὲ οὖσα τῷ κρύει καὶ τῷ παγετῷ διεπήγνυτο, ὕδατι τὸ σῶμα διὰ βίου παντὸς οὐκ ἀπέπλυνε. Τεσσαράκοντα ἡμέρας νῆστις διετέλεσεν, ἐπὶ τρισὶν ἔτεσιν ἔσχε μὲν τὴν διάνοιαν πρὸς τὸν Θεόν, τοῖς δὲ σωματικοῖς ὀφθαλμοῖς οὐδόλως εἶδεν Οὐρανοῦ κάλλος ἤ μέγεθος, ὄφιν μέγιστον δεινόν, εὐχῇ ἐθαμάτωσεν, ἐπὶ πλείστους χρόνους οὐ μετέλαβεν ἐλαίου, ὑποδήματα τοῖς ποσὶν οὐκ ἐκτήσατο, ἐν τούτοις οὖν τοῖς κατορθώμασι θεαρέστως διαλάμπουσα, ἀνεπαύσατο ἐκ Κυρίῳ πολλῶν θαυμάτων μέχρι τῆς σήμερον.

Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Οὗτος κατὰ τοὺς χρόνους ἦν Αὐρηλιανοῦ τοῦ βασιλέως ἐν Ῥώμῃ, τὴν τοῦ στρατηλάτου διέπων ἀρχήν, ἦν δὲ τὸ γένος Γότθος. Ἔχων δὲ τὴν εἰς Χριστὸν πίστιν, τῶν ἐν ταῖς εἱρκταῖς Ἁγίων ἐπεμελεῖτο. Διὰ δὲ βίου καθαρότητι, καὶ ἀρετῶν ἄσκησιν, τὰ πονηρὰ ἀπὸ τῶν ἀνθρώπων ἐφυγάδευε πνεύματα. Διαβληθεὶς δὲ ὡς χριστιανός, ἤχθη πρὸς τὸν βασιλέα, καὶ ῥίψας τὴν ζώνην, ὡμολόγησε τὸν Χριστόν. Κρεμασθεὶς οὖν καίεται ταῖς λακᾶσι καὶ ἐν λέβητι πίσσης μεστῷ πυρωθέντι ἐμβάλλεται. Καὶ παραδόξως σωθείς, ἄνδρας ἑβδομήκοντα πρὸς τὴν εις Χριστὸν πίστιν μετεκαλέσατο, οἱ καὶ τὰς κεφαλὰς διὰ Χριστὸν τμηθέντες ἐστεφανώθησαν. Εἰς δὲ ἕτέραν ἐξέτασιν ὁ Ἅγιον εἰσαχθείς, ἐνισχύσαντος αὐτὸν διὰ ἐπιφανείας τοῦ Χριστοῦ πρότερον ἐν τῇ φρουρᾷ, καὶ θαρσοποιήσαντος τῷ ποταμῷ ἀπεῤῥίφη, καὶ τὸν τοῦ μαρτυρίου στέφανο ἐκομίσατο. Ἐπέπρεπε δὲ αὐτῷ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ, λευκότης σώματος, καὶ παρειῶν ἐρύθημα, καὶ τῇ κεφαλῇ καὶ τῷ πώγωνι, οἱονεὶ χρυσίζουσαι τρίχες καὶ διαλάμπουσαι. Αἱ δὲ τῶν ὀφθαλμῶν βολαί, βλοσσυρὸν καὶ ἀκατάπληκτον ἔχουσαι, τὸν ἀνδρεῖον καὶ στρατιώτην ἄκρως ὑπέφαινον.

Τῇ αὐτῇ ἡμέρα, οἱ διὰ τοῦ Ἁγίου Σάββα Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες Στρατιῶται, ξίφει τελειοῦνται.
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
Οὗτοι ὑπῆρχον ἐκ Ῥοδοστόλου τῆς Μυσίας, ἐν λεγεῶνι τινὶ στρατευόμενοι, Αὐλοζάνου ἐπαρχοῦντος. Τὴν δὲ περὶ τὰ εἴδωλα πλάνην τῶν ἀνθρώπων βλέποντες καὶ πάντας ἐπεπτηχότας καὶ ὑποκρύπτοντας τοῖς τῶν κρατούντων θεσπίσμασι παῤῥησίᾳ χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Οὗς περιέχοντες οἱ τοῖς εἰδώλοις προσκείμενοι, ἄγουσι πρὸς τὸν ἡγεμόνα. Παρ’ οὗ θύσαι τοῖς εἰδώλοις καταναγκαζόμενοι τοῦτο μὲν οὐ κατεδέξαντο, ὁ δὲ ἅγιος μᾶλλον Πασικράτης ἀποδειχθέντος αὐτῷ τοῦ Ἀπόλλωνος, προσεγγίσας τοῦτον κατέπτυσε, προσειπών, ταύτην μᾶλλον προσήκειν αὐτῷ τὴν τιμήν. Προσδεθέντες οὖν ἀλύσεσι τίθενται ἐν φρουρᾷ, δῆλος δὲ ἦν ὁ ἅγιος Πασικράτης, ἐπαγαλλόμενος τῷ δεσμῷ, καὶ οἷον ὁρμίσκον χρυσοῦν περιφέρων τὴν ἅλυσιν, ὡς ὄργανον οὖσαν τῶν ὑπὲρ Χριστοῦ παθημάτων, δι’ ὧν σῳθήσεσθαι οἴετο. Αὖθις δὲ παραστάντων αὐτῶν τῷ ἡγεμόνι, προσῆλθε τῷ ἁγίῳ Πασικράτει Παππιανός, ὁ ἀδελφὸς αὐτοῦ κλαίων ἅμα καὶ συμβουλεύων ἐπιβαλεῖν λιβανωτὸν τῷ βωμῷ καὶ τῆς ἐπικειμένης ἀνάγκης ῥυσθῆναι τῷ κατ’ αὐτὸν ὑποδείγματι. Καὶ γὰρ ἔτυχεν αὐτὸς ὑπεροψίᾳ τῶν κρειττόνων, καὶ πόθῳ τῶν παρόντων δέει τῶν ἀλγεινῶν τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάς. Ὁ Ἅγιος Πασικράτης ἀπώσατω αὐτόν, ἀνάξιον τῆς συγγενείας εἰπών, καὶ μηδὲ ἱκανόν, κρῖναι πρὸς συμβουλήν, τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάντα. Ἐγγίσας δὲ τῷ βωμῷ προὔτεινε τὴν ἑαυτοῦ χεῖρα καὶ ἔσθε καὶ πρὸς τὸν ἄρχοντα ἔλεγεν: ὡς ἡ μὲν σάρξ, ἡ δημιουργηθεῖσα θνητή, εἴκει τῷ πυρί, καὶ ὡς ὁρᾷς καταπονεῖται καὶ καταῤῥεῖ, ἡ δὲ ψυχὴ ὡς ἄϋλος καὶ ἀθάνατός τις οὖσα καὶ μὴ πεφυκυῖα τοῖς ὁρωμένοις κάπτεσθαι πάθεσιν, ἀκλινὴς καὶ ἀνένδοτος ἔστηκεν, εἰς ζωὴν αἰώνιον συντηρουμένη. Ἐρωτηθέντος δὲ τοῦ Ἁγίου Οὐαλεντίωνος καὶ συμφρονεῖν τῷ Ἁγίῳ Πασικράτει εἰπόντος, τὴν διὰ ξίφους ἀπόφασιν δέχονται ἀμφότεροι, ἔνθα συμπροπέμψασθαί φασι τὴν μητέρα τὸν ἅγιον Πασικράτην, καταθαῤῥύνουσαν, καὶ ὑποσχεῖν τὸν αὐχένα τῷ ξίφει κελεύουσαν, ὁ μὲν ἅγιος Πασικράτης ἐτῶν δύω καὶ εἴκοσι, ὁ δὲ ἅγιος Οὐαλεντίων τριάκοντα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δανάβου, Δημητρίου, Εὐσεβίου, Λεοντίου, Λογγίνου, Νεστάβου, Νέωνος καὶ Χριστοφόρου, τῶν διὰ τοῦ Ἁγίου Γεωργίου πιστευστάντων
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.
Μετὰ τὴν τελείωσιν τοῦ Ἁγίου Γεωργίου, προσέταξεν ὁ Διοκλητιανός, τοὺς πανταχοῦ εὑρισκομένους χριστιανούς, καὶ μάλιστα τοὺς διὰ τὸν Ἅγιον Γεώργιον ἀποκλεισθέντας εἰς φυλακήν, ἤ θύοντας τοῖς θεοῖς ἀπολύεσθαι καὶ διατρίβειν ἐν ζῶσιν ἤ μὴ τοῦτο ποιοῦντας ἰσχυρῶς βασανίζεσθαι καὶ τελευταῖον τῇ τοῦ θανάτου παραπέμπεσθαι ψήφῳ, ἐπεὶ δὲ καὶ οὗτοι οἱ ἅγιοι παρὰ τοῦ Γεωργίου διδαχθέντες καὶ πιστεύσαντες εἰς φυλακὴν ἐβλήθησαν καὶ παραστάντες τῷ τυράννῳ ἠναγκάζοντο ἀρνήσασθαι τὸν Χριστόν, καὶ θῦσαι τοῖς εἰδώλοις, ὡς οὖν οὐκ ἐπείσθησαν πρῶτον μὲν γυμνωθέντες, ἐτύφθησαν ἐκ τεσσάρων, ἔπειτα κρεμασθέντες ἐξέσθησαν ἕως αἱ σάρκες αὐτῶν ἐπὶ γῆν κατέπεσον, καὶ τὰ σπλάγχνα αὐτῶν ἔνδον ἐφάνησαν. Καὶ τέλος ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.


Κτήτωρ συ Μονῆς τοῦ κλεινοῦ Ἀθλοφόρου
δειχθεὶς αὐλίζῃ ἐν μοναῖς οὐρανίαις
Οὗτος ὁ θαυμάσιος, συνεστήσατο τὴν Μονὴν αὐτοῦ περὶ τὰ τέλη τοῦ Ι’ αἰῶνος. Ἐφάνη δίκαιος καὶ εἰρηνοποιὸς εἰς κρισίμους περιστάσεις, καθὼς καὶ ὅτι ἀπέλαυεν ἀναγνωρίσεως παρὰ τῶν Ἀθωνιτῶν πατέρων· ταπεινὸς δὲ καὶ ἐλεήμων, ἐπὶ τῆς ἡγουμενίας αὐτοῦ, ἅπαντες οἱ ἐν τῷ Ἄθῳ Πατέρες, ἤλεθον ἐν τῷ μυλῶνι τῆς Μονῆς δωρεάν. Ὑπῆρξε δὲ καλλιγράφος, εὐγενὴς καὶ πολλὰ ἐνάρετος. Ὁσίως τε καὶ θεαρέστως πολιτευσάμενος, ἐκοιμήθη ἐν εἰρήνῃ, ἐν σιγῇ καὶ ἀφανείᾳ, ὀλιγὸν μετὰ τὸ ἔτος 1018.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Πολυχρονίας, τῆς μητρὸς τοῦ Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Θήλεος φύσιν Πολυχρονία μῆτερ,
Γεωργίου θείου ἀνδρικῶς παρεῖδες.
Ἡ ἔνδοξος καὶ καλλίνικος ἀθληφόρος Πολυχρονία ἀνέτειλεν ὡς ἀστὴρ πίστεως, εὐτεκνίας καὶ εὐψυχίας ἐν Παλαιστίνῃ καὶ κατηύγασε τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα ἀκτῖσιν ἄμφω τῶν αὐτῆς κατορθωμάτων ὡς καὶ τοῦ υἱοῦ αὐτῆς Μεγαλομάρτυρος Γεωργίου. Ἀκολουθοῦσα τῷ υἱῷ της ἐν τῶ σταδίῳ τῆς αὐτοῦ ἀθλήσεως, καὶ ἐνθαῤῥύνουσα αὐτὸν καλῶς τὸν ἀγῶνα τελέσαι, συνελήφθη καὶ ὡδηγήθη εἰς τὸν μαρτύριον. Εὐθαρσῶς ὁμολογήσασα τὸν Χριστόν, πρὸ βήματος δυσσεβοῦντων καὶ παριδοῦσα τὴν ἀσθένειαν τῆς φύσεως ἀνδρικῶς καθυπέμεινεν αἰκισμοὺς καὶ μάστιγας. Ποικιλοτρόπως ἐβασανίσθη καὶ ἀρνηθεῖσα θῦσαι τοῖς ἀψύχοις εἰδώλοις, ἐξέσθη, ἐπὶ ξύλου ἐκρεμάσθη, καὶ λαμπάδων φλογὶ κατεκαύθη. Πάντα ὑπομένουσα ὡσανεὶ ἄλλου πάσχοντος ἐπὶ τοῦ πυρός, παρέδωκεν τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρα,ὁ Ἅγιος Νεομάρτυς Δούκας ὁ ῥάπτης ὁ Μυτιληναῖος, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1564, ζῶν ἀποδερματισθείς, τελειοῦται.
Δούκας ὁ ῥάπτης ἐκδαρεὶς δορὰν ὅλην,
ἔῤῥαψεν αὐτῷ ἱμάτιον φωσφόρον.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Κωμοπόλεως Γιαγιάκιοϊ καταγομένου, καὶ ἐν Μαγνησίᾳ μαρτυρήσας ἐν ἔτει 1776, σφοδρῶς τυφθεὶς τελειοῦται.
Ζητῶν ὁ Nικόλαος εὑρέσθαι γάμον,
ἄφθαρτον εὗρε διὰ πληγῶν ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Κιέβου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θαυμαστοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ διὰ Χριστὸν σαλοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου τοῦ Ἐγκλείστου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἠλία τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.










ᾨδὴ ζ’. Σὲ νοητήν.
Λόγον ζωῆς, δαψιλῶς προσφέροντες, ἀπὸ χειλέων ἱερῶν, τοὺς ἐν πλάνῃ τῇ τοῦ ἐχθροῦ, νεκρωθέντες Ἅγιοι, πρὸς ζωὴν ἠγείρατε, τὴν ἀληθῆ μεγαλύνοντας, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Πόνοις πολλοῖς, ὁμιλοῦντες Μάρτυρες, διὰ τὴν ἄπονον ζωήν, τιμωρίαν τὴν τοῦ τροχοῦ, χαίροντες ἠνέγκατε, τὸν Χριστὸν δοξάζοντες, τὸν δυνατοὺς ὑμᾶς δέιξαντα, ὐπενεγκεῖν ἀνενδότως, βασάνων τὸ ἐπίπονον.
Ὡς ἱερεύς, Φῆλιξ ἐννομώτατος, τῷ Παντοκράτορι Θεῷ, ἱεράτευσας ἱερῶς, καὶ ὥσπερ διάκονοι, Ἀχιλλεῦ μακάριε, καὶ Φουρτουνάτε τρισόλβιε, διηκονήσατε πίστει, τῇ δωρεᾷ τῆς χάριτος.
Ὡς ἱερεύς, Φῆλιξ ἐννομώτατος, τῷ Παντοκράτορι Θεῷ, ἱεράτευσας ἱερῶς, καὶ ὥσπερ διάκονοι, Ἀχιλλεῦ μακάριε, καὶ Φουρτουνάτε τρισόλβιε, διηκονήσατε πίστε, τῇ δωρεᾷ τῆς χάριτος.
Θεοτοκίον.
Γένος βροτῶν, τῆς φθορᾶς λελύτρωται, τῷ Σῷ ἀφθόρῳ τοκετῷ· Σὺ γὰρ ἔτεκες νοῦν, Κόρη ἀειπάρθενε, τὸν ἡμᾶς ῥυσάμενον, τῆς παλαιᾶς παραβάσεως, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ᾨδὴ η’. Ἐν καμίνῳ Παῖδες.
Ἐν εἱρκτῇ ῥιφθέντες σκοτεινῇ, φωτὸς ὡς κληρονόμοι, Ἀγγέλου ἐπιφανείᾳ, ἐλυτρώθητε αὐτῆς, κραυγάζοντες Μάρτυρες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥαντισμῷ τῆς χάριτος σοφοί, ποδῶν τε καὶ τῶν σπλάγχνων, ὑπέστητε τὰς ἐκκαύσεις, καὶ τῆς ἄνωθεν ζωῆς, τὴν αὔραν δεχόμενοι, ὡς οὐδὲν ἐλογίσασθε Ἀθλοφόροι, τὴν ἐκ καπνοῦ πνιγώδους, δεινὴν στενοχωρίαν, τῇ τοῦ τυράννου κρίσει.
Ἀληθείας στήλας σεαυτούς, Φῆλιξ καὶ Φουρτουνάτε, καὶ Ἀχιλλεῦ θεόφρον, παραστήσαντες σαφῶς, πυρὶ κατεστρέψατε, ψευδωνύμων θεῶν τὰ ἰνδάλματα, τῷ φωτὶ Κυρίου, τοὺς ταῦτα προσκυνοῦντας, πιστῶς φωταγωγοῦντες.
Θεοτοκίον.
Σωτηρίας πρόξενος ἡμῖν, ἐγένου Θεομῆτορ, τεκοῦσα ἀνερμηνεύτως, τὸν Σωτῆρα τοῦ παντός, τοὺς κράζοντας σώζοντας· χαῖρε μόνη προστασία τοῦ κόσμου, ὑπερευλογημένη, καὶ δεδοξασμένη, Παρθένε Θεοτόκε.






ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.
Ἵνα τῷ Χριστῷ προσάξητε, τοὺς τῷ ἀρχαίῳ πλάνῳ πρώην δουλεύοντας, πρὸς πόνους πολλούς, σαυτοὺς σοφοὶ ἐξεδώκατε, καὶ τῆς πίστεως ὤφθητε κήρυκες, πολλοῖς πεπλανημένοις, Ἱερομάρτυρες τρισάριθμοι.
Μῦσται τῆς Χριστοῦ χρηστότητος, τοῖς ἀμυήτοις θείῳ ὀφθέντες Πνεύματι, δρόμον τὸν καλόν, ἀθλητικῶς ἐτελέσατε, καὶ τῷ ξίφει τμηθέντες ἀνήλθετε, ζωὴν πρὸς αἰωνίαν, ἐν μετοχῇ θείᾳ θεούμενοι.
Ὅρμον τῆς ἀγήρω λήξεως, καταλαβόντες Μάετυρες ἀεισέβαστοι, Φῆλιξ ἱερέ, καὶ Ἀχιλλεῦ θεοδόξαστε, Φουρτουνάτε θεόφρον μακάριε, κἀμὲ ἐκ τρικυμίας, τῶν πειρασμῶν ἀπολυτρώσασθε.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς ἁλλόμενον, Θεογεννῆτορ Κόρη κατὰ τὸ λόγιον, οἷάπερ πηγή, ζωαρχικὴ ἀγαθότητος, τῇ διψώσῃ ψυχῇ μου ἐπόμβρησον, ἵνα Σε μεγαλύνω, τῇ Σῇ χρηστότητι σωζόμενος.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Χριστοῦ τὸ Εὐαγγέλιον, κηρύξαντες μακάριοι, μαρτυρικὰς ἀριστείας, ἠνύσατε ὁμοφρόνως, Φῆλιξ θεομακάριστε, καὶ Ἀχιλλεῦ θεόσοφε, καὶ Φουρτουνάτε ἔνδοξε· καὶ νῦν λαμπρῶς δοξασθέντες, ὑπὲρ ἡμῶν δυσωπεῖτε.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων
Τῶν Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενοι, πρὸς γνῶσιν άληθείας, ἐπεστρέψατε πλείστους, ἀνθρώπους πλανωμένους μαρτυρικῶς, ἐναθλοῦντες μακάριοι, Φῆλιξ θεόφρον καὶ ἔνδοξε Ἀχιλλεῦ, σὺν Φουρτουνάτῳ τῷ τρισμάκαρι.

Ὑπὸ τοῦ θείου ποιμένος ἀποσταλέντες σοφοί, πρὸς πόλιν Βαλεντίαν, τῷ μεγάλῳ Ποιμένι, Χριστῷ τῷ ζωοδότῃ λόγῳ ζωῆς, ἀσφαλῶς ὡδηγήσατε, ἀπολωλότα ὡς πρόβατα τούς τε, πλανωμένους ἐν τοῖς πάθεσι.

Ἀποσταλεὶς οὐρανόθεν ὑμᾶς ἐῤῥύσατο, Ἄγγελος φωτοφόρος, ἐξ εἱρκτῆς τῆς ζοφώδους· ἐντεῦθεν ἠγωνίσασθε καρτερῶς, εὐσεβείας τὰ σκάμματα, Φῆλιξ παμμάκαρ καὶ πάνσοφε Ἀχιλλεῦ, σὺν Φουρτουνάτῳ τῷ θεόφρονι.

Τοῦ μαρτυρίου τὸν δρόμον καλῶς τελέσαντες, τῆς οὐρανίου δόξης, ἠξιώθητε ἅμα, Φῆλιξ θεοφόρε καὶ Ἀχιλλεῦ, καὶ Φουρτουνάτε πανεύφημοι· ἀλλὰ Χριστὸν δυσωπεῖτε ὑπὲρ ἡμῶν, τῶν τιμώντων ὑμᾶς Ἅγιοι.
Δόξα. Ἦχος πλ. α΄.
Εὐαγγελικῶς ἀγωνισάμενοι, ἀθλητικοῖς αἵμασι, τὴν στολὴν ὑμῶν ἐφοινίξατε Ἱερομάρτυρες θεῖοι. Τῶν γὰρ παθῶν τοῦ Χριστοῦ, σύμμορφοι γενόμενοι, ὡς ἀρνησάμενοι σαὐτούς, τῆς Ἀναστάσεως Αὐτοῦ τὴν δόξαν, μυστικῶς ἀνεζωγραφήσατε, ὡς ἀριστεύσαντες ἐν ἄθλοις. Ἀλλ’ ὦ Φῆλιξ ἱερὲ καὶ Ἀχιλλεῦ καὶ Φουρτουνάτε ἔνδοξοι, μὴ παύσητε πρεσβεύοντες Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις τῶν Μαρτύρων τριὰς σεπτή, οἱ γενναίοις ἄθλοις, μεγαλύναντες τὸν Χριστόν, Φῆλιξ θεοφόρε, καὶ Ἀχιλλεῦ θεόφρον, καὶ θεῖε Φουρτουνάτε, ἡμῶν οἱ πρόμαχοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου