Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 4. ΑΓΙΕΣ ΜΑΡΘΑ & ΜΑΡΙΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ Δ΄.
ΜΑΡΘΑΣ & ΜΑΡΙΑΣ, ΑΔΕΛΦΩΝ ΛΑΖΑΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β´. Αἱ Ἀγγελικαί.
Σύγγονοι σεμναί, τοῦ θεόφρονος Λαζάρου, Μάρθα ἡ κλεινή, καὶ θεόληπτε Μαρία, δυὰς ἡ μακαρία, ξυνωρὶς θεοτίμητε, τὸν Σωτῆρα πάντων καὶ Δεσπότην, οἷα θεράπαιναι καὶ σκεύη, αὐτοῦ πάνσεμναι, ἐκδυσωπεῖτε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πίστει ἀκλινεῖ, τῷ Χριστῷ διακονοῦσα, Μάρθα ἡ θαυμαστή, θείας χάριτος ἐπλήσθης· Αὐτοῦ δὲ τοὺς Ἀχράντους, πόδας μύρῳ ἀλείψασα, θείας εὐωδίας ἐπληρώθης, σεμνὴ Μαρία θεοφόρε· διὸ ἅπαντες, ὡς αὐταδέλφους θαυμαστάς, ὑμᾶς μακαρίζομεν.

Μύρα τῷ Χριστῷ, ἑκουσίως νεκρωθέντι, καὶ ὑπὲρ ἡμῶν, ἐν τῷ μνήματι τεθέντι, Μαρία σὺν τῇ Μάρθᾳ, εὐλαβῶς προσκομίζουσαι, σὺν λοιπαῖς Ἁγίαις Μυροφόροις, χαρᾶς ἠξίωσθε ἀῤῥήτου, Αὐτῷ κράζουσαι· Τὴν Σὴν Ἀνάστασιν Σωτήρ, ὑμνοῦμεν δοξάζουσαι

Θείαις ἀρεταῖς, ἀληθῶς κεκοσμημέναι, πρὸς τὴν ὑπὲρ νοῦν, εὐφροσύνην τῶν Ἀγγέλων μετέστητε ἐν δόξῃ, θεοφόροι αὐτάδελφοι, Μάρθα καὶ Μαρία δυσωποῦσαι, σὺν τῷ Λαζάρῳ τὸν Σωτῆρα, εὑρεῖν ἔλεος, τοὺς ἑορτάζοντας ὑμῶν, τὴν μνήμην ἑκάστοτε.

Δόξα. Ἦχος α´.
Τὴν ἐν νόμῳ δικαιοσύνην πληροῦσαι, τὸν τοῦ νόμου δοτῆρα ἰδεῖν ἠξιώθητε, τοῦ βροτείου ἐπειλημμένου εἴδους, Μάρθα καὶ Μαρία· καὶ Αὐτῷ διακονήσασαι, καὶ πολλῶν χαρίτων ἀξιωθεῖσαι, τῆς οὐρανίου παστάδος ἠξιώθητε, σεμνῶς τελέσασαι τὸν βίον· καὶ σὺν τῷ θείῳ ὁμαίμονι χορεύουσαι, μὴ παύσησθε πρεσβεύουσαι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῶν ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίον θεοπρεπῆ, βιώσασαι ἀμέμπτως, Μάρθα σὺν τῇ Μαρίᾳ, τῆς οὐρανίου δόξης, ἀξίως ἠξιώθητε.

Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ὤ τῆς ὑπερφυοῦς, χάριτος καὶ ἀξίας, ὑμῶν σεμναὶ Γυναῖκες! Χριστῷ γὰρ τῷ Σωτῆρι, πιστῶς διηκονήσατε.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δήμοις Ἀγγελικοῖς, συνοῦσαι ἐν ὑψίστοις, ὦ Μάρθα καὶ Μαρία, αἰτεῖσθε ἡμῖν πᾶσι, πταισμάτων τὴν συγχώρεσιν.

Δόξα. Τριαδικόν.
Αἴγλῃ τρισσολαμπεῖ, λαμπόμεναι ἀΰλως, σκότους παθῶν λυτροῦσθε, ἡμῶν τὰς διανοίας, αὐτάδελφοι θεόληπτοι.

Καὶ νῦν. Θεοτοκίον.
Ἔδραμον μετὰ σοῦ, αἱ ἀδελφαὶ Λαζάρου, τῷ τοῦ Υἱοῦ σου τάφῳ, Παρθένε καὶ κατεῖδον, τὴν τούτον θείαν ἔγερσιν.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Τῷ Σωτῆρι ἀμέμπτως διακονήσασαι, αἱ τοῦ Ἁγίου Λαζάρου θεῖαι αὐτάδελφοι, σὺν τῇ Μάρθᾳ τῇ κλεινῇ, Μαρία πάνσεμνε, καὶ τὴν Ἀνάστασιν Αὐτοῦ, σὺν Μυροφόροις Γυναιξί, μαθοῦσαι ἐκ τοῦ Ἀγγέλου, φωτὸς ἐμπλήσθητε θείου, ἡμῖν αἰτοῦσαι τὰ σωτήρια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Καὶ Ἀπόλυσις.







ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὰς ἀδελφὰς τοῦ Λαζάρου ὕμνοις τιμήσωμεν, Μάρθαν καὶ τὴν Μαρίαν, τὴν λαμπρὰν ξυνωρίδα· Χριστῷ γὰρ τῷ Σωτῆρι πίστει θερμῇ, εὐσεβῶς διηκόνησαν, καὶ τῆς Αὐτοῦ φωταυγείας ἐν οὐρανοῖς, μετὰ τέλος ἠξιώθησαν.

Τὰ γεγραμμένα ἐν νόμῳ πληροῦσαι πάνσεμναι, ἐδέξασθε πλουσίως, τὸ τῆς χάριτος φέγγος, ἰδοῦσαι καὶ πιστεύσασαι ἐκ ψυχῆς, σαρκωθέντι δι᾿ ἔλεος, τῷ Ποιητῇ τῶν αἰώνων ὑπὲρ ἡμῶν, ὡς θεόληπτοι αὐτάδελφοι

Διακονοῦσα ὦ Μάρθα ψυχῆς θερμότητι, τῷ σαρκωθέντι Λόγῳ, καὶ Αὐτοῦ ἡ Μαρία, τοὺς λόγους δεχομένη ὁμοῦ τοῦ φωτός, τῆς Αὐτοῦ ἐπιγνώσεως, κατηξιώθητε ἄμφω ὡς καθαραί, τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῖς τοῦ νόμου προστάγμασι, τὴν ζωὴν κατευθύνουσαι, τὸν τοῦ νόμου πάροχον ὑποδέξασθαι, βροτὸν δι᾿ οἶκτον γενόμενον, ᾧ καὶ συγγινόμεναι, διανοίᾳ καθαρᾷ, τῆς Αὐτοῦ ἐπιλάμψεως, ἐπληρώθητε, σὺν τῇ Μάρθᾳ Μαρία θεοφόρε, καὶ Αὐτοῦ τῆς Βασιλείας, συγκληρονόμοι γεγόνατε.

Τῷ Χριστῷ ὡς ἀφίκετο, πρὸς ὑμᾶς ἐβοήσατε· Εἰ ἧς ὧδε Κύριε οὐκ ἂν τέθνηκεν, ὁ προσφιλὴς ἀδελφὸς ἡμῶν, αὐτάδελφαι πάνσεμναι, ὃν ἐγείρας ὁ Χριστός, τὴν πολλὴν ἐπεδείξατο, ὁ Φιλάνθρωπος, πρὸς ὑμᾶς εὐσπλαγχνίαν καὶ ἀγάπην, σεπταὶ Μάρθα καὶ Μαρία, αἱ τῶν Ἀγγέλων συνόμιλοι.

Τῇ ἀγάπῃ πυρούμεναι τοῦ τῶν ὅλων Δεσπόζοντος, μύρα προσκομίζουσαι παραγίνεσθε, σὺν Μυροφόρων συστήματι, Αὐτοῦ ἐν τῷ μνήματι, καὶ τὴν ἔγερσιν Αὐτοῦ, παρ᾿ Ἀγγέλου ἀστράπτοντος, ὡς ἐμάθετε, εὐφροσύνης ἐπλήσθητε ἀφράστου, ὦ Μαρία τε καὶ Μάρθα, Αὐτοῦ τὸ κράτος δοξάζουσαι.

Δόξα. Ἦχος δ´.
Τῆς ἐν νόμῳ λατρείας, κατιδοῦσαι τὸ πέρας, ὁλοσχερῶς Χριστῷ ἐκολλήθητε, τῷ τὰς προφητείας πληρώσαντι, τῇ ἀφράστῳ Αὐτοῦ κενώσει· τῇ γὰρ προθέσει ὑμῶν, προσχὼν ὁ Σωτήρ, τῆς Αὐτοῦ οἰκονομίας κοινωνοὺς ἀνέδειξε, προσλαβόμενος ὑμᾶς, πλούτῳ ἀγάπης ὡραϊσμένας· διακονοῦσαι γὰρ Αὐτῷ προθύμῳ καρδίᾳ, τῆς Αὐτοῦ συγκαταβάσεως τὸ μέγαν μυστήριον ἐμυήθητε· καὶ ἀξίως πολιτευθεῖσαι, Μάρθα καὶ Μαρία, αἱ τοῦ Λαζάρου σύγγονοι, Ἀγγελικῆς χαρᾶς ὁμοῦ ἠξιώθητε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσαι.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Θείῳ πόθῳ τοῦ Σωτῆρος, πτερωθεῖσαι τὴν ψυχήν, τοῖς ἴχνεσιν Αὐτοῦ ἠκολουθήσατε, Μάρθα καὶ Μαρία· καὶ τοῦ Εὐαγγελίου τῆς χάριτος, σημειωθεῖσαι τῷ φωτί, ἐναρέτων ἔργων τοὺς καρπούς, Χριστῷ προσηγάγετε, ὁλοτρόπῳ ἐφέσει· τῶν γὰρ φθαρτῶν ἀποστᾶσαι, τῆς εὐσεβείας τὴν ὁδόν, καλῶς διηνύσατε, καὶ ἀφθαρσίας τὸ γέρας εἰλήφατε, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος β´.
Ἐν ἀσθενείᾳ φύσεως, γνώμην ἀνδρείαν ἀνελάβετε, ὦ Μάρθα καὶ Μαρία, ἀδελφαὶ παμμακάριστοι· καὶ λίαν πρωΐ, τῆς μιᾶς τῶν Σαββάτων, τῷ τοῦ Σωτῆρος μνήματι προσήλθετε, σὺν Μυροφόροις Γυναιξί· καὶ Ἀγγέλου ὀπτασίᾳ, τὴν τοῦ Κυρίου μαθοῦσαι Ἀνάστασιν, οὐρανίου φωτὸς ἐπλήσθητε, ὡς θεωροὶ τῶν ὑπὲρ φύσιν· καὶ ἀξίως τῆς κλήσεως πολιτευθεῖσαι, θεολήπτῳ φρονήματι, τῷ τῆς αἰωνίου ζωῆς νυμφῶνι ἐσκηνώσατε. Ἀλλ᾿ ὡς ἔχουσα παῤῥησίαν, πρεσβεύσατε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ´.
Τῷ ἀρχηγῷ τῆς ζωῆς, βροτείας φύσεως ἐπειλημμένῳ, Μάρθα καὶ Μαρία αἱ τοῦ Λαζάρου ἀδελφαί, σὺν δάκρυσι ἐκράζετε: Εἰ ἧς ὧδε Κύριε, οὐκ ἂν ἐτεθνήκει ἡμῶν ὁ ἀδελφός· καὶ τοῦτον ζῶντα ἀπολαβοῦσαι, ζωοποιῷ τοῦ Σωτῆρος προστάγματι, δεῖπνον ἐποιήσατε, τῷ ἄρτῳ τῆς ζωῆς, τῆς τούτου ζωηφόροις λόγοις τρεφόμεναι· καὶ σὺν μὲν Μάρθα θεόφρον, προθύμως διηκόνεις· σὺ δὲ Μαρία θεόληπτε, πολυτίμῳ μύρῳ τοὺς πόδας Αὐτοῦ ἤλειψας, καὶ ταῖς θριξὶν ἐξέμαξας· καὶ σὺν τῷ Λαζάρῳ ἐβοᾶτε: Κύριε δόξα Σοι.

Ἦχος δ´.
Τῶν ἀρετῶν ταῖς ἰδέαις, τὴν ψυχὴν λαμπρύνασαι, λαμπάδες φαειναὶ ὤφθητε, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, θεοφόροι αὐτάδελφοι· τοῦ γὰρ Σωτῆρος τοὺς λόγους ἔργα ποιοῦσαι, πᾶσιν ὑπεμφαίνετε, τὴν ἐν Χριστῷ γενομένην, τοῦ βροτείου γένους ἀνάπλασιν. Ἀλλ᾿ ὦ Μάρθα καὶ Μαρία, σὺν τῷ Λαζάρῳ πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος β´.
Τὴν τρίπλοκον χορεία, τῶν ἱερῶν αὐταδέλφων, Λάζαρον τὸν θεῖον, καὶ Μάρθαν καὶ Μαρίαν ὑμνήσωμεν, ὡς οἰκειωτάτους τῷ Σωτῆρι· Αὐτῷ γὰρ δι᾿ εὐσπλαγχνίαν, ἀναστρεφόμενοι καὶ ὁμιλοῦντες, φίλοι Αὐτοῦ γεγόνασι, καὶ τῆς ἀῤῥήτου δόξης μύσται· παρ᾿ Αὐτοῦ γὰρ ἐδέξαντο τὸ φῶς τῆς χάριτος, καὶ ἐν Αὐτῷ ἀνακαινισθέντες, τῆς αἰωνίου ζωῆς ἠξιώθησαν, ὡς Αὐτοῦ διάκονοι· διὸ καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, ταῖς ἱεραῖς θεραπαίναις Σου, ταῖς θερμῶς ποθησάσαις Σε, Μάρθα τῇ θεόφρονι, ἅμα καὶ Μαρίᾳ, γνῶσιν τὴν Ἁγίαν, δι᾿ ἧς Θεόν Σε ἀληθῆ, σεσαρκωμένον δι᾿ ἀγαθότητα, ἐγνώρισαν καὶ χαίρουσαι, τῇ ὑπὲρ λόγον σαρκώσει Σου, διηκόνησαν Κύριε, καὶ πιστῶς ὑπηρέτησαν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Πράξεσι τῆς πίστεως, ὡς τῷ Σωτῆρι ἑπόμεναι, θεοφόροι αὐτάδελφοι, λαμπρῶς διαπρέπουσαι, Μάρθα καὶ Μαρία, τῆς ἀκαταλήπτου, καὶ ὑπὲρ λόγον χαρμονῆς, καὶ εὐφροσύνης μέτοχοι ὤφθητε, ὁσίως διανύσασαι, τὴν πολιτείαν δοξάζουσαι, τὸν ὑμᾶς μετοικίσαντα, πρὸς τὰ ἄνω βασίλεια.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Λάζαρε μακάριε, φίλε Χριστοῦ γνησιώτατε, καὶ Μαρία θεόληπτε, Μάρθα θεοτίμητε, τριὰς μακαρία, θείων αὐταδέλφων, ὑπὲρ ὑμῶν διὰ παντός, ἐκδυσωπεῖτε καθικετεύομεν, Τριάδα τὴν ὑπέρθεον, δοῦναι ἡμῖν θεῖον ἔλεος, καὶ πταισμάτων συγχώρησιν, καὶ ζωὴν τὴν αἰώνιον.
Δόξα. Ἦχος πλ. β´.
Θεοπρεπῶς πολιτευσάμεναι, ἐν πάσῃ εὐσεβείᾳ καὶ ἀκριβείᾳ, καὶ τηρήσει θείων ἐντολῶν, τοῦ Παντοκράτορος Χριστοῦ, ἐπαξίων ἀμοιβῶν ἠξιώθητε, ἐν ἐπουρανίοις θαλάμοις, Μάρθα καὶ Μαρία ἀξιάγαστοι· τῷ γὰρ ξύλῳ τῆς ζωῆς ἀποκατέστητε, καὶ τὸν τρισάγιον ὕμνον Θεῷ ᾄδετε, σὺν Ἀγγέλων χοροῖς· διὸ δεόμεθα: Σὺν αὐτοῖς πρεσβεύσατε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Τῷ Σωτῆρι ἀμέμπτως διακονήσασαι, αἱ τοῦ Ἁγίου Λαζάρου θεῖαι αὐτάδελφοι, σὺν τῇ Μάρθᾳ τῇ κλεινῇ, Μαρία πάνσεμνε, καὶ τὴν Ἀνάστασιν Αὐτοῦ, σὺν Μυροφόροις Γυναιξί, μαθοῦσαι ἐκ τοῦ Ἀγγέλου, φωτὸς ἐμπλήσθητε θείου, ἡμῖν αἰτοῦσαι τὰ σωτήρια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Καὶ Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Δυὰς ἡ θαυμαστή, τῶν σεπτῶν αὐταδέλφων, ὑμνείσθω παρ᾿ ἡμῶν, ὑμνωδίαις ᾀσμάτων, Μαρία ἡ θεόσοφος, καὶ ἡ Μάρθα ἡ ἔνθεος, τὰ κειμήλια, τῆς τοῦ Χριστοῦ Βασιλείας· ᾧ πρεσβεύουσιν, ἡμῖν διδόναι πταισμάτων, συγχώρησιν πάντοτε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῷ μνήματι Ἁγνή, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ὡς ἔδραμες πρωΐ, τῆς μιᾶς τῶν Σαββάτων, δυάδα τὴν ὁμαίμονα, συνακόλουθον ἔσχηκας, μεγαλύνουσαν, τοῦ Σοῦ Υἱοῦ καὶ Δεσπότου, τὴν Ἀνάστασιν, μεθ᾿ ὧν ὑμνοῦμέν σε Κόρη, ὡς κόσμου ἀντίλυτρον.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁμαίμονες σύμψυχοι ὁμονοοῦσαι καλῶς, τῷ λόγῳ τῆς χάριτος καὶ ἐντολαῖς τοῦ Χριστοῦ, σαφῶς ἀνεδείχθητε, Μάρθα καὶ ἡ Μαρία, ἀδελφαὶ τοῦ Λαζάρου· ὅθεν τῆς οὐρανίου, εὐκληρίας τυχοῦσαι, ἀπαύστως δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ὃν ἐκύησας εἰς σωτηρίαν ἡμῶν, θερμῶς ἀγαπήσασαι τελειοτάτῃ ψυχῇ, Παρθένε Πανάμωμε, Μάρθα καὶ ἡ Μαρία, διηκόνησαν τούτῳ· ὅθεν καὶ φωταυγείας, ἐπληρώθησαν θείας, ὑμνοῦσαι Θεοτόκε, τὸ μέγα σου μυστήριον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Αἱ τοῦ Λαζάρου ἀδελφαὶ θερμῇ πίστει, συνομιλοῦσαι τῷ Θεῷ καὶ Σωτῆρι, σὺν τῇ Μαρίᾳ Μάρθα ἡ θεόληπτος, τούτῳ προσεκόμισαν, καὶ ἐν τάφῳ κειμένῳ, μύρα καὶ τὴν ἔγερσιν, τὴν λαμπρὰν τοῦ Σωτήρος, καταμαθοῦσαι ἔσπευσαν αὐτὴν, τοῖς Ἀποστόλοις ἀγγεῖλαι γηθόμεναι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ πρὸ αἰώνων γεννηθεὶς Θεὸς Λόγος, ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὑπὲρ Λόγον, Αὐτὸς ἐτέχθη Κόρη ἐκ λαγόνων σου, ἄνθρωπος γενόμενος, μὴ τροπὴν ὑπομείνας, καὶ ἡμᾶς ἀνήγαγεν, ἐκ φθορᾶς καὶ θανάτου, πρὸς αἰώνια δόξαν καὶ ζωήν· ὅθεν ὑμνοῦμεν, Παρθένε τὸν τόκον σου.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι´ 38-42, ια´ 27-28): Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´.Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Τῷ ἐλθόντι σῶσαι γένος ἀνθρώπων, πιστεύσασαι θερμῶς, τὰ δικαιώματα Αὐτοῦ, ἐπληρώσατε, Γυναῖκες σεμναί, ἀνενδότῳ καρδίᾳ· καὶ θεαρέστως βιώσασαι, τῆς οὐρανίου λήξεως ἐπέβητε, Μάρθα καὶ Μαρία, αἰωνίου χαρᾶς ἀξιούμεναι· ἧς καὶ ἡμεῖς μετασχοίημεν, ταῖς πρὸς Θεὸν ὑμῶν δεήσεσι.

Οἱ Κανόνες· πρῶτον τῆς Θεοτόκου, ἢ τῆς τυχούσης ἑορτῆς· καὶ τῶν Ἁγίων, οὖ ἡ ἀκροστιχίς· Μάρθαν ὑμνέω καὶ τὴν Μαρίαν. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς κατοικήσασαι, τὰς ουρανίους γηθόμεναι, καὶ αἴγλης πληρούμεναι, τῆς ὑπὲρ ἔννοιαν, Μάρθα πάνσεμνε, ὁμοῦ σὺν τῇ Μαρίᾳ, ἡμῖν ἐξαιτήσασθε, πταισμάτων ἄφεσιν.
Ἀΰλῳ λαμπρότητι, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, τὸν νοῦν ἐλλαμπόμεναι, σεμναὶ αὐτάδελφοι, ἐκκολλήθητε, Αὐτῷ θερμῇ καρδίᾳ, καὶ τούτου τοῖς ἴχνεσιν, ἠκολουθήσατε.
Ῥημάτων αὐτήκοοι, τῶν ζωηφόρων γενόμεναι, Θεοῦ τοῦ δι᾿ ἔλεος, ἐνανθρωπήσαντος, Μάρθα ἔνδοξε, Μαρία θεοφόρε, Αὐτῷ μετὰ πίστεως, διηκονήσατε.
Θεοτοκίον.
Θεὸν σωματώσασα, τὸν Ὑπερούσιον Ἄχραντε, ἀρὰν ἐξηφάνισας, τὴν τοῦ Προπάτορος· ὅθεν δέομαι, παθῶν τῆς ἁμαρτίας, τὸν νοῦν μου ἐκκάθαρον, ἵνα γεραίρω σε.









ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
μέσως Χριστῷ προσομιλοῦσαι, νοῒ καθαρῷ ὡς ἀληθῶς, Λαζάρου αἱ αὐτάδελφοι, Αὐτὸν ὡμολογήσατε, Θεὸν βροτὸν γενόμενον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.
Νόμον τὴν σκιὰν καταλιποῦσαι, φωτὶ τῷ τῆς χάριτος Χριστοῦ, προσήλθετε γηθόμεναι, Μαρία παναοίδιμε, καὶ Μάρθα παμμακάριστε, ὡς καθαραὶ τὴν διάνοιαν.
μνεῖτε Χριστοῦ τὴν ἐξουσίαν, ἰδοῦσαι αὐτάδελφοι σεμναί, Λαζάρου τὴν Ἀνάστασιν, καὶ τούτῳ δεῖπνον ἅγιον, ἐν πίστει ἐποιήσατε, τὸ μέγα θαῦμα κηρύττουσαι.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου ὁ Λόγος, σκηνώσας ἐν σοὶ ὑπερφυῶς, τὴν ἁμαρτίαν ἔφλεξεν, Ἁγνῆς τῆς ἀνθρωπότητος, φανεὶς ἡμῖν ὡς ἄνθρωπος, δίχα τροπῆς καὶ συγχύσεως.

Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Χριστοῦ διάκονοι, ὄντως ἐδείχθησαν, ὡς πλήρεις πίστεως, καὶ σκεύη τίμια, αἱ τοῦ Λαζάρου ἀδελφαί, ἡ Μάρθα καὶ ἡ Μαρία· ἡ μὲν γὰρ ἐδέσματα, τούτῳ πίστει ἡτοίμασεν, ἡ δὲ μύρῳ ἤλειψε, καὶ θριξὶ κεφαλῆς αὐτῆς, ἐξέμαξε Κυρίου τοὺς πόδας· ὅθεν αὐτὰς ἄμφω τιμῶμεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν κυήσασα, τὸν ἀπερίγραπτον, περιγραφόμενον, ἐν ὕλῃ σώματος, καὶ ἀναπλάττοντα ἡμᾶς, Παρθένε ἐκ τῆς κατάρας, Αὐτὸν καθικέτευε, ὡς Υἱόν σου καὶ Κύριον, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, τυραννίδος τοῦ ὄφεως, καὶ σῶσαι τοὺς πιστῶς σοι βοῶντας: Χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον.
Νόμοις πορευόμεναι τοῖς τοῦ Χριστοῦ, Μάρθα καὶ Μαρία αὐτάδελφοι, ζωὴν ἁγίαν, ἐβιώσατε ἐν γῇ, καὶ τῶν Ἁγίων σύσκηνοι, ἐν τοῖς οὐρανοῖς ἀνεδείχθητε.
Εἰ ἧς ὧδε Κύριε τῷ Ἰησοῦ, πίστει ἀκλινεῖ ἐβοήσατε, οὖν ἂν θανάτου, ὁ αὐτάδελφος ἡμῶν, καὶ φίλος σου ἐγεύσατο, Λάζαρος ὃν τάφος ἐκάλυψεν.
Ὡς ἀπολαβοῦσαι τὸν ἀδελφόν, ζῶντα μεθ᾿ ἡμέρας τὰς τέσσαρας, φωνῇ Κυρίου, ἀνυμνήσατε Αὐτοῦ, Θεότητος τὴν δύναμιν, Μάρθα καὶ Μαρία γηθόμεναι.
Θεοτοκίον.
Κόσμου ἀνακαίνισις ἐκ τῆς φθορᾶς, τέξασα Χριστὸν Κόρη πέφηνας, τὸν ἐκ θανάτου, πρὸς ζωὴν τὴν ἀληθῆ, ἡμᾶς ἐξαναστήσαντα· ὅθεν σου τὴν δόξαν κηρύττομεν.



ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
μέμπτως βιώσασαι, ὡς τοῦ Χριστοῦ μαθήτριαι, Μάρθα καὶ Μαρία θεοφόροι, σὺν τῷ Λαζάρῳ τῷ ἱερῷ ἀδελφῷ, δόξης τῆς Αὐτοῦ ἐν οὐρανοῖς, μέτοχοι γεγόνατε, σὺν Ἀγγέλοις χορεύοντες.
Ἰδοῦσαι τὸν Ἄγγελον, τῷ τάφῳ ἐξαστράπτοντα, τοῦ Χριστοῦ σὺν ἄλλαις Μυροφόροις, τὴν ὑπὲρ λόγον τούτου Ἀνάστασιν, Μάρθα καὶ Μαρία ἱερῷ, στόματι ᾐνέσατε, καὶ σαφῶς ἐκηρύξατε.
Τὰ μύρα κομίζουσαι, σὺν δάκρυσι τῷ μνήματι, τοῦ σαρκὶ παθόντος καὶ ταφέντος, φωτὶ τῷ θείῳ περιηυγάσθητε, Μάρθα καὶ Μαρία μυστικῶς, τῆς Αὐτοῦ ἐγέρσεως, ὡς δοχεῖα τῆς χάριτος.
Θεοτοκίον.
λίου λαμπρότατον, δικαιοσύνης ὄχημα, τούτον σωματώσασα ἀτρέπτως, ὤφθης Παρθένε Μῆτερ Ἀνύμφευτε· ὅθεν καταλάμπρυνον κἀμέ, σκότει συνεχόμενον, τῶν πολλῶν παραβάσεων.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Νεκρὸν δι᾿ οἶκτρον γενόμενον, τὸν πᾶσι τὴν ζωὴν παρεχόμενον, οὐ κατελείψατε, ἀλλ᾿ ἐν τῷ μνήματι σπεύσασαι, κατείδετε τὴν τούτου, θείαν Ἀνάστασιν.
Μεγίστης δόξης ἐτύχετε, ὦ Μάρθα καὶ Μαρία πανεύφημοι, διακονήσασαι, τῷ βροτωθέντι δι᾿ ἔλεος, καὶ τῶν βροτῶν τὴν φύσιν, ἀθανατίσαντι.
Ἁγιωσύνῃ κοσμούμεναι, ὡς θεῖαι τοῦ Σωτῆρος μαθήτριαι, θεῖον διάδημα, ἀθανασίας ἐδέξασθε, ὦ Μάρθα καὶ Μαρία, Λαζάρου σύγγονοι.
Θεοτοκίον.
ῦσαι ἡμᾶς πάσης θλίψεως, καὶ πάσης προσβολῆς τοῦ ἀλάστορος, Παρθένε Ἄχραντε, τοὺς ἀκλινῶς πεποιθότας σου, καὶ πρὸς ὁδὸν εὐθεῖαν, ἡμᾶς ὁδήγησον.

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἀδελφῶν τὴν δυάδα τὴν πάντιμον, τὰς τοῦ Λαζάρου συγγόνους τιμήσωμεν, Μαρίαν καὶ Μάρθαν ἐν ᾄσμασιν, ὡς ἂν αὐτῶν ἱκεσίαις πρὸς Κύριον, πταισμάτων συγχώρησιν λάβωμεν.
Ὁ Οἶκος.
Τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, καὶ σώσαντι τὸν κόσμον, Χριστῷ τῷ πάντων Βασιλεῖ, πιστεύσασαι προθύμως, τούτου μαθήτριαι ἀληθεῖς, καὶ μυροφόροι ὤφθητε, ὦ Μάρθα καὶ Μαρία, δυὰς ἡγιασμένη· καὶ τὸν ὁμαίμονα ὑμῶν, ἤδη τετραήμερον καὶ ὀδωδότα ἐν τάφῳ κείμενον, τῇ ζωοποιῷ αὐτοῦ φωνῇ ζῶντα ἀπολαβοῦσαι, τὰ τῆς θεότητος Αὐτοῦ μεγαλεῖα, καὶ τὴν μεγίστην ἐξουσίαν ᾐνέσατε φωνῇ μεγάλῃ· καὶ ἑκουσίως θανόντι καὶ ταφέντι, καὶ τάφῳ τεθειμένῳ, μύρα προσκομίσασαι σὺν ταῖς λοιπαῖς Ἁγίαις Μυροφόροις, καὶ τῆς ἐγέρσεως Αὐτοῦ κήρυκες πᾶσιν ὤφθητε· ὅν δυσωπεῖτε δεόμεθα, ὡς ἄν πταισμάτων συγχώρησιν λάβωμεν.

Συναξάριον.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων καὶ Δικαίων Γυναικῶν καὶ Μυροφόρων Μάρθας καὶ Μαρίας, ἀδελφῶν τοῦ τετραημέρου φίλου τοῦ Χριστοῦ Ἁγίου Λαζάρου.
Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,
σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.
Τετάρτῃ Μάρθα ἠδὲ Μαρίη ἔβησαν πόλῳ λαμπρῷ.
Αὗται ἦσαν ἐκ Βηθανίας, ἀδελφαὶ Λαζάρου τοῦ τετραημέρου φίλου τοῦ Χριστοῦ.
Τούτῳ πιστεύσασαι, ᾧ καὶ ἐγγὺς γενόμεναι καὶ ἀναστραφεῖσαι, ἡ μὲν Μάρθα ὑπεδέξατο εἰς τὸν οἶκον αὐτῆς, ἡ δὲ ὁμαίμων Μαρία, μύρῳ ἤλειψε τοὺς πόδας Αὐτοῦ, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ἐν τῷ γενομένῳ ὑπ᾿ αὐτῶν δείπνῳ, μετὰ τὴν παράδοξον ἔγερσιν τοῦ ἀδελφοῦ αὐτῶν Λαζάρου· καὶ ἀμφότεραι λίαν πρωῒ τῆς μιᾶς τῶν Σαββάτων, παρεγένοντο μετὰ μύρων σὺν ταῖς λοιπαῖς μυροφόροις πρὸς τὸ μυρίσαι τὸ σῶμα Αὐτοῦ ἐν τῷ μνήματι, καὶ ἔμαθον παρὰ τοῦ Ἀγγέλου τὴν Ἀνάστασιν τοῦ Κυρίου. Καὶ θεαρέστως καὶ εὐαγγελικῶς διανύσασαι τὴν ζωήν, ὡς μαθήτριαι Χριστοῦ, καὶ εὐαρεστήσασαι Αὐτῷ, ἀνῆλθον καὶ κατῴκησαν ἐν ταῖς τῶν οὐρανῶν μοναῖς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ,
ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας.
Οὗτος ἦν ἐν τοῖς χρόνοις τοῦ Μεγάλου Κωνσταντίνου, καὶ πρώτου ἐν βασιλεῦσι Χριστιανῶν, υἱὸς ὑπάρχων Δομετίου. Ὁ δὲ Δομέτιος ἀδελφὸς ἦν Πρόβου τοῦ βασιλέως· ἐγέννησε δὲ δύο υἱούς, Πρόβον καὶ Μητροφάνην. Οὗτος, λογισμῷ σώφρονι τὴν τῶν εἰδώλων θρησκείαν κατανοήσας πεπλανημένην καὶ ψευδῆ, προσῆλθε τῇ πίστει τοῦ Χριστοῦ, καὶ εἰς αὐτὸν ἐβαπτίσθη. Καί ἐλθὼν εἰς τὸ Βυζάντιον, συνῆν Τίτῳ Ἐπισκόπῳ τοῦ Βυζαντίου, ἀνδρὶ ἁγίῳ καὶ θεοφόρῳ· ὃς αὐτὸν εἰς τὸν τῆς Ἐκκλησίας ἐνέταξε κλῆρον. Μετὰ δὲ τὴν τοῦ Ἐπισκόπου τελευτήν, ὁ Δομέτιος καθίσταται πρόεδρος· ὃν διαδέχεται Πρόβος ὁ υἱὸς αὐτοῦ. Κατασχὼν δὲ τὴν Ἐκκλησίαν ἔτη ιβ´, πρὸς Κύριον ἐκδημεῖ καὶ εὐθὺς Μητροφάνης ὁ τοῦ Πρόβου μὲν ἀδελφός, τοῦ δὲ Δομετίου υἱός, εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον.
Τοῦτον εὑρὼν ὁ Μέγας Κωνσταντῖνος ἐν τῷ Βυζαντίῳ Ἐπίσκοπον, καὶ τὴν ἀρετήν, καὶ τὸ τῶν τρόπων εὐθές, τήν τε περικειμένην αὐτῷ ἁγιωσύνην κατανοήσας, οὐχ ἦττον λέγεται δι᾿ αὐτόν, ἢ διὰ τὴν τῆς πόλεως θέσιν εὐφυῶς πρός τε κράσιν ὡρῶν ἔχουσαν, καὶ καρπῶν ἀφθονίαν, καὶ θαλάσσῃ ἀρδευομένην, καὶ ἅμα προσκαθημένην τῶν δύο τῆς οἰκουμένης τμημάτων, τῆς τε Εὐρώπης καὶ τῆς Ἀσίας, ἐρασθῆναί τε τοῦ χωρίου, καὶ φιλοτίμως διατεθῆναι περὶ αὐτό, καὶ φείσασθαι μὲν οὐδενὸς ἀναλώματος, ἀνεγεῖραι δὲ πόλιν, πάσας τὰς παρὰ ἀνθρώπων γεγενημένας νικῶσαν, καὶ τούτων ὑπερκειμένην, εἰς ἣν τὸ κράτος καὶ τὴν βασιλείαν ἔταξεν, ἀπὸ τῆς Πρεσβυτέρας Ῥώμης ταύτην μεταγαγών.
Τῆς δὲ κατὰ Νίκαιαν πρώτης Συνόδου συναθροισθείσης, ὁ μὲν μακάριος Μητροφάνης, διὰ γῆρας καὶ νόσον, ἀπηλείφθη· καὶ γὰρ ἤδη κλινοπετὴς ἦν, τῷ χρόνῳ τῆς φυσικῆς μαρανθείσης δυνάμεως. Τὸν δὲ πρῶτον ἐν πρεσβυτέροις Ἀλέξανδρον, ἄνδρα τίμιον ἐξαπέστειλεν, ὃν καὶ διάδοχον ἀπεφήνατο. Ἐπανελθόντος γὰρ τοῦ βασιλέως μετὰ τῶν θεοφόρων Πατέρων, καὶ τῆς Συνόδου λυθείσης ἐκ Θεοῦ λέγεται ἀποκαλυφθῆναι αὐτῷ τόν τε Ἀλέξανδρον, καὶ τὸν μετ᾿ αὐτὸν Παῦλον ἐπιτηδείους ὄντας, καὶ Θεῷ ἀρέσκοντας, πρὸς τὴν τοιαύτην διακονίαν. Κοιμηθεὶς δέ καὶ ἀναπαυσάμενος ὁ μακάριος, πρὸς τὸν Θεὸν μετατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σοφίας τῆς ἀσκητικῶς βιωσάσης.
Οὐκ ἐμποδών σοι κόσμος ᾔσθη, Σοφία,
ρὸς τὴν τελειότητα ἀρετῆς φθάσαι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθείς, τελειοῦται.
Κἂν σάκκος ἕξῃ, κἂν βυθοῦ κρύψῃ τόπος,
τὸν Ἰωάννην οὐρανοῦ λάβῃ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη, ὁ ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται.
Ψυχῶν γεωργὸς Ἁλώνιος ἡδύνει,
ψυχῆς ἅλωνι θεὶς καλῶν θημωνίαν.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
θυνόμεναι, τῷ φόβῳ τοῦ Παντάνακτος, βίον ἐνάρετον, καὶ πλήρη ἔργων καλῶν, σοφῶς διηνύσατε, θεῖαι αὐτάδελφοι, ἀναμέλπουσαι: Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
γαλλόμεναι, τῷ οἶκῳ ἐπανήλθετε, Λαζάρου σύγγονοι, ἀπὸ τοῦ τάφου Χριστοῦ, ὡς τούτου ἐμάθατε, τὴν θείαν ἔγερσιν, πίστει ψάλλουσαι: Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νεκρωθέντα, ἐν τῷ Σταυρῷ θεώμεναι, ζωῆς τὸν Κύριον, δάκρυσι τοῦτον θερμοῖς, τὸ πρὶν ἐθρηνήσατε, ἀλλ᾿ ὡς κατείδετε, τὴν Ἀνάστασιν, Αὐτοῦ χαρᾶς ἐπλήσθητε, ὦ Μαρία σὺν τῇ Μάρθᾳ.
Θεοτοκίον.
Γεωργῆσαί με, τὸν φόβον τὸν σωτήριον, δίδου μοι δύναμιν, ὡς ἂν ἐχθροῦ τὴν ἰσχύν, εἰς τέλος ἐκκρούσωμαι, τοῦ παναλάστορος, Κόρη Πάναγνε, ἁμαρτωλῶν βοήθεια, καὶ βιώσω θεαρέστως.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ἔργοις εὐσεβείας, κοσμηθεῖσαι, μαθήτριαι τοῦ Σωτῆρος ἐνθεώτατοι, Μάρθα παμμακάριστε, καὶ Μαρία ἔνδοξε, πρὸς οὐρανὸν ἐδράμετε πόθῳ κραυγάζουσαι: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ήσεων ἀκούσασαι Κυρίου, καὶ ζῶντα ἀπὸ τοῦ τάφου κομισάμεναι, Λάζαρον τὸν σύγγονον, Ἅγιαι αὐτάδελφοι, μετὰ τὴν τετραήμερον ταφὴν ὑμνήσατε, τὸ ἔργον τοῦ Σωτῆρος τὸ μέγα, δι᾿ οὗ Θεὸς πάντων, καὶ Κύριος ἐδείχθη.
μωμοι ἐν τρίβοις τοῦ Κυρίου, καὶ ἄμεμπτοι εὑρεθεῖσαι ἐσκηνώσατε, εἰς τὰ ὑπὲρ ἔννοιαν, ἱερὰ σκηνώματα, τοῦ Παραδείσου πάνσεμνοι πίστει κραυγάζουσαι: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σκηνὴ χαριτόπλοκος τῆς δόξης, καὶ οἶκος φωτοειδὴς τοῦ Παντοκράτορος, ὤφθης Παντευλόγητε, Κόρη Παναμώμητε· διὸ κἀμὲ ἀνάδειξον σκεῦος ἐπάξιον, τῆς θείας μυστικῶς ἐνεργείας, ἵνα σὲ δοξάζω Ὑπερδεδοξασμένη.

ᾨδὴ θ´. Ἅπας γηγενής.
Ἵνα τοῦ Χριστοῦ, τὸ σῶμα μυρίσητε τὸ ζωοπάροχον, μυροφόροι πάνσεμνοι, τούτου τῷ τάφῳ σπουδῇ προσήλθετε, καὶ τὴν Αὐτοῦ Ἀνάστασιν, πᾶσιν ἠγγείλατε· διὰ τοῦτο, ὑμᾶς μακαρίζομεν, σὺν τῇ Μάρθᾳ Μαρία μακάριαι.
Μάρθαν τὴν σεμνήν ἐν ὕμνοις, τιμήσωμεν πάντες φιλέορτοι, καὶ τὸν θείον Λάζαρον, καὶ τὴν Μαρίαν τὴν θεοτίμητον, καὶ πρὸς αὐτοὺς βοήσωμεν: τριὰς ὑπέρτιμε, αὐταδέλφων, ἱερῶν πρεσβεύσατε, τῷ Σωτῆρι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ τῆς τοῦ Χριστοῦ, αὐτόπται καὶ μάρτυρες θείας σαρκώσεως, καὶ σεπτοὶ διάκονοι, Λάζαρε μάκαρ, Μαρία ἔνδοξε, καὶ Μάρθα παναοίδιμε, ἡμῶν τὴν αἴνεσιν, ὥσπερ δῶρον, εὐτελὲς προσδέξασθε, καὶ αἰτεῖσθε ἡμῖν χάριν ἄνωθεν.
Θεοτοκίον.
δωρ τῆς ζωῆς, Χριστὸν ὡς κυήσασα κόσμῳ ἐπήγασας, κρήνη ἀνεξάντλητε, θείας χρηστότητος Κόρη Πάναγνε· ὅθεν κἀμοὶ ἐπόμβρησον, σταγόνα χάριτος, φλεγομένῳ, τῶν πταισμάτων ἄνθραξι, Θεοτόκε καὶ σῶσόν με δέομαι.

Ἐξαποστειλάριον. Ἦχος γ´. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ὅλῃ ψυχῇ Κυρίῳ, τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, Μάρθα ὁμοῦ καὶ Μαρία, ἀκολουθοῦσαι εὐσεβῶς, τῆς οὐρανῶν βασιλείας, γεγόνατε κληρονόμοι.
Θεοτοκίον.
Τὸν σαρκωθέντα Λόγον, ἐκ τῆς Ἀχράντου σου σαρκός, ἱκέτευε Θεοτόκε, ὑπὲρ ἡμῶν διὰ παντός, ὅπως ῥυόμεθα πάσης, ὀργῆς, φθορᾶς καὶ ἀνάγκης.











Αἶνοι. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Λαζάρου αὐτάδελφοι σεμναί, σκεύη καθαρώτατα, τῆς ἐπιπνοίας τῆς κρείττονος, τοῦ Παντοκράτορος, Μάρθα καὶ Μαρία, τοῦ Χριστοῦ Μαθήτριαι, καὶ θείων Μυροφόρων ὁμόσκηνοι, Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Χριστῷ ὁμιλοῦσαι νουνεχῶς, καὶ Αὐτοῦ δεχόμεναι, διδασκαλίαν τὴν ἔνθεον, Αὐτὸν ἐγνώκατε, Θεὸν καὶ Δεσπότην, σάρκα περιθέμενον, τοῦ σῶσαι τὸν Ἀδάμ τὸν πρωτόπλαστον, Μάρθα πανεύφημε, καὶ Μαρία ἀξιάγαστε, καὶ τῆς θείας, δόξης ἠξιώθητε.

Νεκρὸν τετραήμερον Χριστός, Λάζαρος ὡς ἤγειρεν, ὑμῶν τὸν θεῖον ὁμαίμονα, θάμβους ἐπλήσθητε, καὶ τὸ μεγαλεῖο, τῆς Αὐτοῦ θεότητος, ὑμνήσατε Γυναῖκες θεόφρονες, Μάρθα θεόληπτε, καὶ Μαρία θεοτίμητε· διὰ τοῦτο, ὑμᾶς μακαρίζομεν.

Τῷ τάφῳ Χριστοῦ μετὰ σπουδῆς, προσελθοῦσαι πάνσεμνοι, ἐκ τοῦ Ἀγγέλου ἐμάθατε, Αὐτοῦ τὴν ἔγερσιν, καὶ ζωὴν ἁγίαν, θεοφρόνως ζήσασαι, ζωῆς τῆς αἰωνίου ἐτύχετε, ἐν ᾗ πρεσβεύσατε, σὺν Λαζάρῳ, Μάρθα πάντιμε, καὶ Μαρία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α´.
Τοῦ Σωτῆρος Χριστοῦ, τῷ ἀκηράττῳ κάλλει ἀτενίζουσαι, ἐπαξίως ἐπολιτεύσασθε, Ἅγιαι αὐτάδελφοι, Μάρθα καὶ Μαρία· τὰς γὰρ ῥήσεις Αὐτοῦ, ἐν τῷ ταμείῳ τῆς ψυχῆς κατέχουσαι, τῶν ῥεόντων καὶ φθαρτῶν τοὺς ὅρους ὑπερέβητε, ἐν τῇ χορηγίᾳ τῆς ἄνωθεν ῥοπῆς· καὶ τῷ ὁμαίμονι Λαζάρῳ νῦν συγχορεύουσαι, σὺν Ἀγγέλων χοροῖς, σὺν αὐτοῖς πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρετε αὐτάδελφοι ἱεραί, Μάρθα καὶ Μαρία, σεμναὶ ἤθεσι καὶ ζωῆς χαίρετε Λαζάρου, αἱ σύγγονοι αἱ θεῖαι, μεθ᾿ οὗ ἡμῖν αἰτεῖσθε, τὸ θεῖον ἔλεος.



ΠΑΡΑΚΛΗΣΙΣ
(Χ. Μπούσια)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς μυροφόροις γυναιξὶ νῦν προσπέσωμεν, οἱ καχεκτοῦντες καὶ δεινῶς χειμαζόμενοι, κραυγάζοντες· λυτρώσασθε ἡμᾶς πειρασμῶν, τοῦ Χριστοῦ μαθήτριαι, θεοτίμητε Μάρθα, καὶ Μαρία πάγκαλε, τοὺς ὑμᾶς εὐφημοῦντας, ὡς δαψιλεῖς τῆς χάριτος κρουνούς, καὶ τῶν μερόπων, ταχεῖαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μαρία καὶ Μάρθα, χαρᾶς Ἐδὲμ ἀξιώσατέ με. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μαρία καὶ Μάρθα πανευλαβεῖς, ὑπέρτερον τύρβης, καὶ μερίμνης βιοτικῆς, ὑμῶν ἀναδείξατε πρεσβείαις, τὸν ἐκζητοῦντα ὑμῶν τὴν ἀντίληψιν.
Ἀμέμπτως βιώσασαι ὡς Χριστοῦ, μαθήτριαι Μάρθα, καὶ Μαρία θερμῶς Αὐτῷ, πρεσβεύσατε ἅπαντας βιῶσαι, ἡμᾶς ἀσπίλως ἐν γῇ θεοδόξαστοι.
Ῥημάτων αὐτήκοοι τοῦ Χριστοῦ, γενόμεναι Μάρθα, καὶ Μαρία τῶν ζωτικῶν, αὐτῶν ἐραστὰς καὶ τοὺς τιμῶντας, ὑμῶν τὴν μνήμην τὴν θείαν ποιήσατε.
Ἰθύνατε φόβῳ τῷ τοῦ Θεοῦ, Μαρία καὶ Μάρθα, μυροφόροι θεοειδεῖς, τοὺς πίστει δοξάζοντας καὶ πόθῳ, Χριστὸν ὐμῶν τὸν παμμέγαν διδάσκαλον.
Θεοτοκίον.
Ἀνύμφευτε Μῆτερ τοῦ Λυτρωτοῦ, Ἡλίου καθέδρα, Ἐκκλησίας τοῦ νοητοῦ, κἀμὲ καταλάμπρυνον αὐγαῖς Σου, τὸν συνεχόμενον σκότει τῶν θλίψεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κάλλος τὸ ὑπὲρ λόγον τοῦ Ἰησοῦ βλέπουσαι, καὶ ἐν τῆς ψυχῆς τῷ ταμείῳ, ῥήσεις φυλάττουσαι, Αὐτοῦ ἀχλὺν μεριμνῶν, διασκεδάσατε βίου, ὁδηγοὶ γενόμεναι, πάντων πρὸς θεώσιν.
Αὐταδέλφων Λαζάρου δυὰς κλητὴ πάντιμοι, Μάρθα καὶ Μαρία Κυρίῳ, διακονήσασθαι, ἀπολαβεῖν τῆς Αὐτοῦ, κατηξιώθητε δόξης, ἧς ὑμῶν δεήσεσι, καὶ μετασχοίημεν.
Ἰησοῦ ὁλοθύμως τοὺς ἱεροὺς ἤλειψας, πόδας πολυτίμῳ σου μύρῳ, Μαρία πάντιμε, καὶ κεφαλῆς σου θριξίν, Αὐτοὺς ἐκμάσσουσα χάριν, δαψιλῆ ἰάσεων, ἄνωθεν εἴληφας.



Θεοτοκίον.
Μὴ τὴν μήτραν Σου φλέξας ὁ τοῦ Θεοῦ σύνθρονος, Λόγος ἐν Σοὶ Μῆτερ σκηνώσας, ὕλην κατέφλεξε, τῆς ἁμαρτίας ἡμῶν, φανεὶς ὡς ἄνθρωπος πᾶσιν, ὑπὲρ φύσιν τέλειος, θεομακάριστε.
Κοσμήσατε, ἔργοις καὶ πράξεσι θείαις ἡμῶν τὸν βίον, αἱ μερίδα τὴν ἀγαθὴν λαβεῖν ἐκλεξάμεναι, Μαρία καὶ Μάρθα ὦ μυροφόροι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμαὶ ὑπάρχετε αὐτάδελφοι, Μαρία κλεινὴ καὶ Μάρθα παναοίδιμε, τῶν σπευδόντων τῇ χάριτι, τῇ ὑμῶν καὶ βοώντων ἑκάστοτε· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, Χριστοῦ μυροφόροι καὶ διάκονοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγλαὴ διακόνισσα, τοῦ Κυρίου Μάρθα ἀειμακάριστε, σωτηρίας θρέψον ῥήμασι, τοὺς ταῖς σαῖς πρεσβείαις ακταφεύγοντας.
Ῥῦσαι πάσης στενώσεως, τοὺς σὲ μυροφόρε Μαρία μέλποντας, καὶ ὁδήγει τοὺς τιμῶντάς σε, πρὸς τοὺς μυροβόλους κήπους χάριτος.
Θεοφόροι μαθήτριαι, Μάρθα καὶ Μαρία Χριστοῦ μὴ παύσητε, ὑπὲρ πάντων ἱκετεύουσαι, τὸν ὑμῶν Διδάσκαλον καὶ Κύριον.
Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, τὸν ἐκ τοῦ θανάτου ἐξαναστήσαντα, πρὸς ζωὴν βροτῶν τὸ σύστημα, Ιησοῦν ἀφράστως κόσμῳ ἔτεκες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χαῖρε ξυνωρίς, θεοδόξαστε κραυγάζοντες, μυροφόρων τοῦ Λαζάρου ἀδελφῶν, τὰς λιτάς σου πρὸς Θεὸν ἀπεκδεχόμεθα.
Αἴνεσιν ἡμῶν, εὐτελὲς ὡς δῶρον δέξασθε, καὶ σεήσεις προσαγάγετε ἡμῶν, πρὸς Θεὸν Αὐτοῦ εὐήκοοι μαθήτριαι.
Ῥείθροις πρεσβειῶν, τῶν ὑμῶν πιστοὺς ἀρδεύσατε, Μάρθα θεία καὶ Μαρία ἱερά, ἵνα πάντες πρὸς τελείωσιν ὁδεύσωμεν.
Θεοτοκίον.
Ἄνθραξιν ἁγνή, τῶν πταισμάτων μου φλεγόμενον, ἐπομβρίαις καταδρόσισον εὐχῶν, τῶν ἀόκνων σου πρὸς Κύριον Μητράνανδρε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σοφώταται, τοῦ Χριστοῦ μαθήτριαι, καὶ Λαζάρου ἀδελφαὶ τοῦ γνησίου, Κυρίου φίλου Μαρία καὶ Μάρθα, δοῦναι ἡμῖν τῶν πταισμάτων συγχώρησιν, καθικετεύσατε Χριστόν, καὶ ζωὴν τὴν ἐν πόλῳ αἰώνιον.
Ἐδράμετε, μύροις ἐπαλείψασθαι, τοῦ Κυρίου τὸ πανάχραντον σῶμα, σὺν ταῖς λοιπαῖς μυροφόροις Μαρία, καὶ Μάρθα λίαν πρωΐ καὶ τὴν ἔγερσιν, Αὐτοῦ ἠγγείλατε χοροῖς, Ἀποστόλων γυναῖκες θεόφρονες.
Δακρύουσαι, τοῦ Λαζάρου κοίμησιν, ἀπηγγείλατε Μαρία καὶ Μάρθα, τῷ Ἰησοῦ, τῇ ζωῇ τῶν ἁπάντων, τῷ τὴν Αὐτοῦ πᾶσι δείξαντι δύναμιν, καὶ ᾯ βοῶμεν· Λυτρωτά, ὁδωδότας ἡμᾶς ἐξανάστησον.
Θεοτοκίον.
Ἐπάξιον, ὕμνον τῆς Σῆς χάριτος, τίς δυνήσητε προσφέρειν Σοι Μῆτερ, σκηνὴ Κυρίου χρυσότευκτε δόξης, καὶ κλίνη ὄντως Αὐτοῦ χρυσοΰφαντε, ἀναβοῶμεν οἱ πιστοί, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Κοσμήσατε, ἔργοις καὶ πράξεσι θείαις ἡμῶν τὸν βίον, αἱ μερίδα τὴν ἀγαθὴν λαβεῖν ἐκλεξάμεναι, Μαρία καὶ Μάρθα ὦ μυροφόροι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ταχινοὺς ἐν δεινοῖς ἀντιλήπτορας, εὐσεβοφρόνων ὑμᾶς ἱκετεύομεν, μαρία καὶ Μάρθα ὁμαίμονες, Λαζάρου τοῦ θείου πραΰνατε, ἡμῶν τῶν παθῶν τὰ σκιρτήματα.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Κατὰ Λουκᾶν (ι΄, 38-42)
Τῷ καιρῷ ἐκείνῶ, ἐγένετο Ἰησοῦς ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
Δόξα: Ταῖς τῶν Μυροφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἀναπλέαι ίστεως, δυὰς συγγόνων Λαζάρου, Μάρθα παμμακάριστε, καὶ Μαρία πάγκαλε διηνύσατε, βίον ἐνάρετον, πλήρη θείων ἔργων, καὶ Χριστῷ διηκονήσατε, καταξιούμεναι, μύροις ἐπαλεῖψαι τὸ ἄχραντον, Αὐτοῦ καὶ πανακήρατον, σῶμα μυροφόροι πανένδοξοι· ὅθεν ἱκεσίαις, ἐνθέρμοις καταφεύγομεν ὑμῶν, ἵνα τῆς κρείττονος τύχωμεν, δόξης οἱ ταλαίπωροι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυροφόροι γυναῖκες ξυνωρὶς αὐταδέλφων Μαρία εὔφημε, καὶ Μάρθα μακαρία, ὑμῶν ταῖς ἱκεσίαις, τὸν δυσώδη μου βόρβορον, τῆς ἁμαρτίας ταχύ, ἐλάσατε κραυγάζω.
Ἀγαθὴν μυροφόροι ἐξελέξασθε ὄντως μερίδα Κτίσαντι, Χριστῷ προσκολληθεῖσαι, καὶ Τούτου τὰς ἁγίας, παρωτρύνσεις τηρήσασαι· διὸ καὶ πέλετε νῦν, μεσίτριαι μερόπων.
Ξυνωρὶς ὁμαιμόνων μυροφόρων Μαρία καὶ Μάρθα πάνσεμναι, εὐχαῖς ὑμῶν ἀόκνοις, ἀτόπων λογισμῶν μου, τὴν πληθὺν ἐξαλείψατε, ἵνα ὑμᾶς ἀνυμνῶ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου Μητροπάρθενε Κόρη Θεογεννήτρια, ὁδήγησον πρὸς τρίβον, εὐθεῖαν τοὺς Σοὺς δούλους, καὶ δεινῆς τοῦ ἀλάστορος, ῥῦσαι ἡμᾶς προσβολῆς, τοὺς καταφεύγοντάς Σοι.





                           
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς τῷ Σωτῆρι, διακονήσασαι πόθῳ, καὶ μυρίσασαι σῶμα τὸ θεῖον, μύροις ὑπὲρ πάντων, πρεσβεύσατε τῷ Κτίστῃ.
Συνοῦσαι θείαις, χοροστασίαις ἐν πόλῳ , δυσωπεῖτε Χριστὸν Μυροφόροι, ἅπαντας σωθῆναι, Μαρία τε καὶ Μάρθα.
Ἀΰλῳ φέγγει, τοῦ ἀναστάντος Κυρίου, νοῦν ὑμῶν ἐλλαμπόμεναι Μάρθα, καὶ Μαρία ζόφον, ἡλάσατε θανάτου.
Θεοτοκίον.
Τὰς τῆς σαρκός μου, κινήσεις τὰς ψυχοφθόρους, καταπράϋνον τῇ πανσθενεῖ Σου, χάριτι Παρθένε, ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπίβλεψον Μαρία, σὺν τῇ συγγόνῳ, τῇ Μάρθᾳ νῦν ἐπὶ τὰς τοῦ σαρκίου μου, κακώσεις καὶ τῆς ψυχῆς μου τὸ ἄλγος ἴασαι.
Μαρία θεοφόρε, μύρῳ ἡ τοὺς πόδας, τοὺς πανασπίλους Χριστοῦ ἐπαλείψασα, ῥᾶνόν με μύρῳ εὐχῶν σου, καὶ βλάβης ῥῦσαί με.
Ἐδέσματε Κυρίῳ, τῷ Σωτῆρι Μάρθα, ἡ ἐτοιμάσασα πόθῳ ἱκέτευε, Αὐτὸν ἡμᾶς τυραννίδος, ῥύσασθαι ὄφεως.
Θεοτοκίον.
Χαρᾶς ἀφθίτου βάθρον, στήριξον Σὸν δοῦλον, μὴ ἐμπεσεῖν ταῖς παγίσι τοῦ δαίμονος, καὶ ἀπ’ ἐμοῦ σκοτομίνην, τῆς λύπης σκέδασον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μυροφόροι χαίρετε τοῦ Χριστοῦ, Μάρθα καὶ Μαρία, Βηθανίας ἡδυτερπῆ, ῥόδα αἱ μαθοῦσαι, ἐκ στόματος Ἀγγέλου, τὴν ἔγερσιν Κυρίου, τὴν ζωοπάροχον.
Δεῖπνον ἡτοιμάστε ἀδελφαί, τῆς ζωῆς τῷ ἄρτῳ καὶ τρεφόμεναι τοῖς Αὐτοῦ, ῥήμασι Μαρία, καὶ Μάρθα ζωηφόροις, πρὸς τὴν ζωὴν τὴν ὄντως, ἄληκτον ἤρθητε.
Ἡ διακονήσασα τῷ Χριστῷ, Μάρθα ὁλοθύμως, καθικέτευε ἐκτενῶς, Τοῦτον ἀπωθῆσαι, βιοτικὰς μερίμνας, ἐμοῦ καὶ ἀφθαρσίας, πόθον αὐξῆσαί μου.
Μύρῳ ἡ ἀλείψασα τοῦ Χριστοῦ, τοὺς ἀχράντους πόδας, πολυτίμῳ καὶ ταῖς θριξί, κεφαλῆς Μαρία, ἐκμάξασα σαῖς θείαις, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὸν Διδάσκαλον.
Παῤῥησίαν ἔχουσαι πρὸς Θεόν, Μάρθα καὶ Μαρία, τοῦ Λαζάτου αἱ ἀδελφαί, ῥύσασθε κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὑμῶν τοὺς εὐφημοῦντας, βίον τὸν ἄμεμπτον.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, Μάρθαν καὶ Μαρίαν, τοῦ Λαζάρου τὰς ἀδελφάς, τὰς ἐκ τοῦ Ἀγγέλου, μαθούσας τοῦ Κυρίου, τὴν ἔγερσιν ἐκθύμως, ὕμνοις ἐμπρέπουσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.







Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρθα, ἡ διδάσκαλον Χριστόν, ὑποδεξαμένη ἐν οἴκῳ, τῷ σῷ καὶ πόδας Αὐτοῦ, μύρῳ ἡ ἀλείψασα, Μαρία πάνσεμνε, Μυροφόροι αὐτάδελφοι, ὑμῶν ταῖς πρεσβείαις, πρὸς τον πανοικτίρμονα, Θεὸν διώξατε, ἀφ’ ὑμῶν δυσώδη κακίαν, μῖσός τε ὀργὴν ψυχοφθόρον, καὶ τὴν ἐμπερίστατον κακόνοιαν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου