Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 12. ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΔΙΑΛΟΓΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΡΤΙΟΣ ΙΒ΄!!
ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΔΙΑΛΟΓΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ῥητορεύων Γρηγόριε, τὰ τοῦ πνεύματος λόγια, καὶ στολὴν τὴν ἔνθεον ἀμπεχόμενος, ἱεραρχίας καὶ θέμενος, ψυχὴν προθυμότατα, ὑπὲρ ποίμνης τοῦ Χριστοῦ, προφανῶς ἀναδέδειξαι χριστομίμητος, καὶ ὁμότροπος ὄντως τῶν Ἁγίων, καὶ πανσόφων Ἀπόστολων, καὶ Κορυφαίου διάδοχος.

Τὸν τῆς πίστεως πρόμαχον, εὐσεβείας διδάσκαλον, πρεσβυτέρας Ῥώμης τε ἀρχιποίμενα, ἱεραρχῶν τὸν κοσμήτορα, πιστῶν παρακλήτορα, τῶν πτωχῶν προασπιστήν, τῶν νοσούντων ἀκέστορα, λειτουργίας τε, συγγραφέα τῆς θείας τελουμένης, ἐν τῇ προηγιασμένων, ἀνευφημοῦμεν Γρηγόριον.

Ὑψωθεὶς ἐν τῷ Πνεύματι, τῷ Ἁγίῳ Γρηγόριε, διὰ ταπεινώσεως ἐπανύψωσας, τὴν Ἐκκλησίαν διδάγμασιν, ἐνθέοις καὶ πράξεσι, θεαρέστως τὸ δοθέν, ἐπαυξήσας τε τάλαντον, κατεφαίδρυνας, τὴν εὐπρέπειαν ταύτης ὥσπερ λίθους, διαυγεῖς καὶ μαργαρίτας, τὰ σὰ προθεὶς θεῖα δόγματα.

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στολὴν ἐνδυσάμενος, ἱεραρχίας τρισμάκαρ, εἰσῆλθες εἰς Ἅγια τῶν Ἁγίων αἴνεσιν τῷ Δεσπότῃ σου, ἐκτενῶς πάνσοφε, καθαροῖς χείλεσιν, ἀναπέμπων ὥσπερ Ἄγγελος, καὶ φωτιζόμενος, τοῖς θεουργικοῖς ἀμαρύγμασι, λαοὺς πιστοὺς ὡδήγησας, τῇ θεολογίᾳ τῆς πίστεως, Γρηγόριε μάκαρ, ὡς Ῥώμης παλαιᾶς θεῖος ποιμήν, ὡς Ἐκκλησίας διδάσκαλος, μύστης ὡς τῆς χάριτος.

Κυρίῳ κολλώμενος, διηνεκῶς ἱεράρχα, καὶ τῷ θείῳ ἄνθρακι καθαρῶς ἑνούμενος στῦλος πύρινος, νοητῶς γέγονας, τοῦ λαοῦ Ὅσιε, τοῦ πιστοῦ σὺ προηγούμενος, καὶ ἐξαιρούμενος, τούτους τῆς δουλείας τοῦ δράκοντος, καὶ μάνδραν πρὸς οὐράνιον, καλῶς ἐμβιβάζων ταῖς λάμψεσι, ταῖς τῆς εὐσεβείας, καὶ θείων διδαχῶν μαρμαρυγαῖς· διὸ τιμῶμεν τὴν μνήμην σου, ἱερὲ Γρηγόριε.

Ἄσπιλον ἐτήρησας, ἱεραρχίας τὸ χρῖσμα, ἱερὲ Γρηγόριε, καὶ αὐτῆς ὡς τάλαντα τὰ χαρίσματα, ἀμισθὶ ηὔξησας, τῇ Χριστοῦ χάριτι, ἐν ἀγάπῃ καὶ πραότητι, καὶ ζέσει πίστεως, καὶ ἐν οἰκτιρμοῖς καὶ δεήσεσι, καὶ πᾶσιν οἷς ἀρέσκεται, ὁ τῆς δόξης μόνος καὶ Κύριος· ὅθεν θεηγόρε, ἠξίωσας ποιμαίνειν εὐσεβῶς, τὸ λογικὸν Χριστοῦ ποίμνιον, εἰς νομὴν σωτήριον.

Δόξα. Ἦχος πλ. β΄.
Ἐγχειρισθεὶς παρὰ Χριστοῦ Γρηγόριε, τοὺς τῆς Ἐκκλησίας οἴακας, τὸ σκάφος αὐτῆς διηύθυνας εἰς σωτήριον ὅρμον, καὶ διέσωσας αὐτὴν τῶν τοῦ ἐχθροῦ ναυαγίων, τῇ διδαχῇ τῶν θείων λόγων σου, ἱεράρχα πανσεβάσμιε· διὸ παῤῥησίαν ἐσχηκὼς πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγλαοφανῶς ἡ μνήμη σου ἐπέλαμψεν ἡμῖν, Γρηγόριε θαυμαστέ, τῆς Ῥώμης καύχημα καὶ ἀγαλλίαμα· σὺ γὰρ τὸν θρόνον ταύτης ἐκόσμησας, ταῖς ἀρεταῖς ἐκλάμψας εὐπρεπῶς, καὶ τῇ σοφίᾳ τῶν γραμμάτων σου, στηρίξας καὶ διδάξας εὐσεβῶν τὸ πλήρωμα· δίδαξον ἡμᾶς στοιχεῖν, ταῖς ἁγίαις παραδόσεσιν, ἵνα μέτοχοι γενώμεθα τῆς οὐρανίου δόξης καὶ τιμῆς, ἐν τῇ πανηγύρει τῆς αἰωνίου εὐφροσύνης καὶ ἀγαλλιάσεως.

Ἦχος β΄.
Φερωνύμως ἡ κλῆσίν σου γέγονεν, ἱεράρχα θεοῤῥῆμον Γρηγόριε, γρηγορήσας γὰρ ἐν ἑαυτῷ, τὰς τοῦ Κυρίου ἔγνως ἐντολάς, καὶ τὸ κατ’ εἰκόνα διατηρήσας ἀλώβητον τῷ Θεῷ εὐάρεστος γέγονας· ὅθεν κῆρυξ ἱερὸς τῆς εὐσεβείας δειχθείς, καὶ ποιμὴν ποιμένων, τὸ λογικὸν Χριστοῦ ποίμνιον, εἰς νομὰς σωτηρίους εἰσήλασας καὶ τὴν θεοτύπωτον ἱερουργίαν τὴν φρικτήν, εὐσεβῶς ῥυθμίσας θεοφόρε, μετὰ τῶν τριῶν μεγάλων Διδασκάλων καὶ Ἱεραρχῶν, κλῆρον εἴληφας ἐν οὐρανοῖς, μεθ’ ὧν καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν, Πάτερ ἱερώτατε.

Ἦχος γ΄.
Τοὺς ὅρους τῆς πίστεως ἐξέθεσας ἡμῖν, ὡς παρακαταθήκην ἱεράν, Γρηγόριε Διάλογε, τῆς Ῥώμης Πάπα ἔνδοξε, καὶ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολύσοφε διδάσκαλε· τῇ πυξίδι τῆς θείας σου γνώσεως, ὁδήγησον ἡμᾶς εἰς ὁδὸν τῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν, ἐν τῷ φωτὶ τῆς θείας καταπαύσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν, τὸν Θεὸν τὸν ὑπερένδοξον.





Ἦχος δ΄.
Τὸν ἐν ἱεράρχαις ὅσιον, καὶ ἐν Ἁγίοις μέγιστον Γρηγόριον, ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν· οὗτος γὰρ τὰ θεῖα ἔχων ἐν ἑαυτῷ μυστήρια ἐγνώρισε, Θεοῦ ποιμὴν ἀνηγορεύθη, κλήσει τοῦ αὐτοῦ καὶ τοῦ ποιμνίου, καὶ γενόμενος τοῖς ἔργοις ἰσαπόστολος, ἰσάγγελος ἐδείχθη καὶ τῷ βίῳ, ὃς καὶ ἐντυγχάνει ἀμέσως ὑπὲρ ἡμῶν, τὸν φιλάνθρωπον καὶ Κύριον.

Ἦχος πλ. α΄.
Τίς ἐξειπεῖν δυνήσεται, τοῦ σοῦ βίου τὰ θαυμάσια, ὦ θαυμαστὲ Γρηγόριε, Πάπα Ῥώμης ἀξιάγαστε! Ὅτι ἐπλήσθης χαρισμάτων θεϊκῶν, τοῦ Ἁγίου Πνεύματος δεχθεὶς δοχεῖον καθαρώτατον, καὶ κάλαμος ὀξύτατος τῶν θείων μεγαλείων· οἷς καὶ ἡμεῖς μετέχοντες, τῇ μελέτῃ τῶν σοφῶν συγγραμμάτων σου, Θεὸν δοξολογοῦμεν τὸν ἐν Ἁγίοις ἐνδόξως δοξαζόμενον.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἱεραρχίας κανὼν ἐδείχθης, καὶ εἰκὼν τῆς ἀγαθότητος, τίμιε ἀρχιερεῦ Γρηγόριε, τοῦ μεγάλου Ἀρχιερέως Χριστοῦ, πιστότατε δοῦλε καὶ ἐργάτα δόκιμε· σὺ γὰρ ὡς χρυσὸς ἐδοκιμάσθης ταῖς τοῦ βίου θλίψεσι, τοῦ Θεοῦ φυλάξας τὰς ἐντολάς, καὶ τὴν πρὸς Αὐτὸν ἀγάπην, διατηρήσας ἐν παντὶ ἀνόθευτον· ὅθεν καὶ ἠξιώθης τῷ ἐπουρανίῳ θυσιαστηρίῳ, σὺν Ἀγγέλοις λειτουργεῖν, δεόμενος ἐκτενῶς ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν καὶ πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν καλλονή, τῆς Ἐκκλησίας θησαυρὸς ὁ πολύτιμος, Γρηγόριε θεοῤῥῆμον, ἡ τῆς σοφίας λαμπάς, πίστεως ἁγίας τὸ κεφάλαιον· ὁ νοῦς ὁ γνωρίσας, δι’ ἐμπειρίας καὶ πράξεως, τῆς οὐρανίου, Βασιλείας τὰ ἄῤῥητα, καὶ ἀκρότατα, ἀπ’ αἰώνων μυστήρια· στῦλος ὁ ἀκατάσειστος, τῆς Ῥώμης τὸ καύχημα, τῆς οἰκουμένης τὸ κλέος, τῶν θεολόγων ἡ εὔκλεια, ὁδὸν ὑποδείξας, τὴν εὐθεῖαν τοῦ Κυρίου, ὡς φίλος γνήσιος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἄγει, μητροπρεπῆ ἑορτήν, καὶ ἐπιχαίρει καυχωμένη τῷ πνεύματι, τῆς Ῥώμης ἡ θεία πόλις, προβαλλομένη λαμπρῶς, Πάπαν θεηγόρον τὸν Γρηγόριον· αὐτῆς γὰρ τὸν θρόνον, πανευπρεπῶς κατεκόσμησε, ταῖς ἀριστείαις, τῶν καλῶν ἐπιδόσεων, τύπος ἔμψυχος, τῶν πιστῶν γνωριζόμενος· λύχνος τῆς θείας πίστεως, σοφίας τὸ ἔσοπτρον, πνευματικῶν χαρισμάτων, τὸ θαυμαστὸν ἐνδιαίτημα, ἡμῖν ἐκδιδάσκων, ἐντολῶν τῶν τοῦ Κυρίου, τὴν ἐπιμέλειαν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Σκεῦος, τῆς ἐκλογῆς ἱερόν, ἀνεγνωρίσθης Ἱεράρχα Γρηγόριε, εἰς ὕψη τῆς θεωρίας, τῆς ὑπὲρ νοῦν ἀναβάς, διὰ τῶν ἀγώνων τῶν τιμίων σου· ὁσίων ἐδείχθης, ὑπογραμμὸς ἀκριβέστατος, δι’ ἐγκρατείας, καὶ τῆς ἄκρας συγχύσεως, ἀπενέκρωσας, τῆς σαρκός σου τὸ φρόνημα· φίλος τῆς ἡσυχίας τε, πατὴρ καὶ διδάσκαλος, Εὐαγγελίου ἐργάτης, τῶν μοναζόντων ἡγούμενος, πτωχῶν ἀντιλήπτωρ, τῶν πασχόντων τε προστάτης, ὁ εὐσυμπάθητος.

Δόξα. Ἦχος δ΄.
Ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, δι’ ἀσκήσεως τὸ πρότερον, τῆς Ἐκκλησίας προστάτης Γρηγόριε, εἰς τὸ ὕστερον γεγένησαι πάνσοφε· ὅθεν ἐν ἑκατέροις εὐδοκιμήσας, δι’ ἀμφοῖν ἀνεπτερώθης, ὡς περιστερὰ χρυσαυγίζουσα, καὶ πρὸς τὸν ποθούμενον Χριστὸν κατέπαυσας, Ἱεράρχα θεοφόρε ἀοίδιμε· ἐκτενῶς δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
Στόμα γρήγορον, καταπλουτήσας, νομεὺς ἄριστος τοῦ θείου λόγου, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῶν ἀρετῶν γὰρ ἐκφάντωρ γενόμενος, δικαιοσύνης ἐκφαίνεις τὴν ἔλλαμψιν Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὸν τοῦ Κυρίου εὐκλεῆ ἱεράρχην, ἐν ὑμνῳδίαις ἱεραῖς εεὐφημιῦμεν, οἱ συνελθόντες ἅπαντες βοῶντες πρὸς αὐτόν· σῷζε ταῖς πρεσβείαις σου, τοὺς σὲ πόθῳ τιμῶντας, θραῦσον τὰ φρυάγματα, κακοδόξων παπίστων, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Ὀρθοδόξοις, Γρηγόριε πάνσοφε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ ὄμμα καθάρας σου τὸ νοερὸν τῆς ψυχῆς, κατεῖδες μυστήρια τὰ τοῦ Θεοῦ ὡς εἰκός, καὶ ταῦτα ἐδίδαξας, πᾶσι τοῖς εὐσεβέσι, καὶ αὐτοὺς πρὸς τὸ ὕψος, θεωρίας ἀνάγων, ἐξεπαίδευσας σέβειν, Θεὸν τὸν ἐν Τριάδι τρισμάκαρ Γρηγόριε.
Δόξα. Κανν. Θεοτοκίον.
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Αἰνέσωμεν πιστοί, ἱεροῖς ἐγκωμίοις, σοφίας ἐραστήν, καὶ τῆς γνώσεως μύστην, Γρηγόριον Διάλογον, Πάπαν Ῥώμης τὸν ἔνδοξον· τὸν συγγράψαντα, τὴν ἱερὰν λειτουργίαν· ἧς ἑπόμενοι, μετ’ εὐαρέστου λατρείας, Θεὸν μεγαλύνομεν.
Δόξα. Κανν. Θεοτοκίον.
Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε, Γρηγόριε Διάλογε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Χριστὲ Σωτήρ, τὸ φῶς τοῦ κόσμου τὸ ἄδυτον, φῶς νοερὸν κατάπεμψον τῇ διανοίᾳ μου, καταυγάζον ὑμνῆσαι, τῆς Ῥώμης τὸν προστάτην θεῖον Γρηγόριον.
Ἵνα τὴν σήν, κόσμῳ παντὶ ἐπιδείξηται, ὁ προγινώσκων ἅπαντα, ἀρετὴν πάνσοφε, εἰς περίβλεπτον ὕψος, τὸ τῆς ἱεραρχίας σὲ ἀνεβίβασεν.
Σὲ ὡς σεπτὸν καὶ καθαρώτατον σκήνωμα, ἐφευρηκυῖα ᾤκησεν ἡ Τριὰς πάνσοφε, ἐν σοὶ καὶ χαρισμάτων, ἐνέπλησεν ἐνθέως θεῖε Γρηγόριε.
Θεοτοκίον.
Τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, τὴν τοῦ Θεοῦ γεννήτριαν, τὴν ἀπολύτρωσιν, τοῦ ἀνθρωπίνου γένους, τὴν χαρὰν τῶν Ἀγγέλων ὕμνοις δοξάζομεν.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ὁ βίος σου σεμνὸς ὁ τρόπος ἔνθεος, τὸ ἦθος συνέσει κεκοσμημένον, ὁ δὲ λόγος σου θεόσοφε, ἠρτυμένος ὑπῆρξε θείῳ ἅλατι.
Ἐφῆψεν ὁ Χριστὸς ὥσπερ λαμπάδα σε, Γρηγόριε λάμπουσαν ἐν τῷ ὕψει, Ἐκκλησίας παμμακάριστε, καταυγάζοντα ταύτην ταῖς ἀκτῖσί σου.
Ἐξένευσας τὸν νοῦν τοῦ κόσμου τέλεον, καὶ ὅλον τὸν πόθον πρὸς τὸν Δεσπότην, ἀνατείνας χάριν εἵλκυσας, ἱεράρχα Γρηγόριε τοῦ πνεύματος.
Θεοτοκίον.
Ῥητόρων τὸ διάτορον σεσίγηται, σοφῶς ἡ ἀγχίνοια ἐμωράνθη, τῇ κυήσει Σου Θεόνυμφε, ἀπορούντων νοεῖν Σου τὸ μυστήριον.




Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν σοφὸν ἱεράρχην ἀνευφημήσωμεν, τὸν τῆς Ῥώμης ποιμένα καὶ θεῖον πρόμαχον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ καὶ ἐκβοήσωμεν, ἐν κατανύξει πρὸς αὐτόν, Γρηγόριε θεοῤῥῆμον, τοῦ δωρηθῆναι εἰρήνην, ταῖς Ἐκκλησίαις καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν . Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν ἔνδοξον.
Ἀπαστράπτεις τοῖς θαύμασι, Πάτερ σοφὲ καὶ σκότος παθημάτων, ἐκδιώκεις πόῤῥω, θείαις ἐντεύξεσιν.
Ῥητορεύων τὴν σάρκωσιν, Χριστοῦ σοφὲ θεότητα τὴν τούτου, Λογγιβάρδων ἔθνος, ἐξεμυκτήρισας.
Ὡς Μωσῆς εἰς τὸ ἄδυτον, γνόφον εἰσδὺς τὰς πλάκας ὑπεδέξω, τοῦ Εὐαγγελίου μάκαρ Γρηγόριε.
Θεοτοκίον.
Τὴν οὐράνιον κλίμακα, δι’ ἧς Θεὸς κατέβη καὶ τὴν φύσιν, τῶν βροτῶν ἀνύψωσε μακαρίζομεν.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ὁ τοῦ Χριστοῦ μιμητής, Ἱεραρχῶν καλλονὴ σήμερον, πάντας πιστοὺς Γρηγόριος καλεῖται, τελέσαι τὴν αὐτοῦ σεβάσμιον μνήμην, καὶ χάριτας λήψεσθαι.
Μεγαλωσύνην Θεῷ, ἀποδιδοὺς διηνεκῶς πάνσοφε, Γρηγόριε ἀντεμεγαλύνθης, ἀξίως παρ’ αὐτοῦ, οἶδε παρ’ αὐτοῦ, οἶδε γὰρ δοξάζειν Θεός, αὐτὸν τοὺς δοξάζοντας.
Εἰρηνικῶς τὴν ζωήν, διηνεκῶς εἰρηνικὰ ἔφθασας, Γρηγόριε σοφὲ πρὸς κατασκηνώσεις, εἰρήνην πάντα νοῦν, τὴν ὑπερκειμένην, Χριστὸν γὰρ ἐκήρυξας.
Θεοτοκίον.
Γῆ ἀνήρωτος σεμνή, ἀναβλαστήσασα ζωῆς τὸν ἄσταχυν, Σὺ ἀληθῶς ἐδείχθης ἐξ οὗπερ, ὁ τρώγων εὐσεβῶς ὡς ζωῆς μετέχων, οὐκ ὄψεται θάνατον.







ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀνενδότως Θεῷ συγγινόμενος, ταῖς μαρμαρυγαῖς ταῖς ἐκεῖθεν ἐδείκνυσο, στῦλος πυρὸς Γρηγόριε, τοῦ λαοῦ τοῦ πιστοῦ προηγούμενος.
Νοερῶς τοῖς ἀΰλοις μιγνύμενος, Ὅσιε Ἀγγέλοις αὐτοῖς συνεδόξασαι, νῦν μεταστὰς Γρηγόριε, ὥσπερ ὢν καὶ πρὸ τέλους μετάρσιος.
Σῶν χειλέων αἱ ῥήσεις Γρηγόριε, ὕδωρ ὥσπερ ζῶν ζωηῤῥύτως ἀνέβλυσε, καὶ τὰς καρδίας ηὔφρανε, νοητῶς τῶν πιστῶς ἑπομένων σοι.
Θεοτοκίον.
Χρεωλύτης τῆς Εὔας γεγένησαι, Σὺ τὴν ὀφειλὴν τὴν ἐκείνης γὰρ πάναγνε, τῷ ἐκ Σοῦ ἀνατείλαντι, Ἀδὰμ νέῳ πλουσίως ἀπήτησας.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ταῖς τῶν σῶν λόγων ἀκτῖσι φωτίζεται, ἡ Ἐκκλησία θεόφρον Γρηγόριε, ἱεράρχα πάνσοφε, τῷ θείῳ θρόνῳ παριστάμενος, ἐκτενῶς Χριστῷ τῷ Θεῶ, πρεσβείαν ποίει ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἔχων τὸν μέγαν Ἀρχιερέα, ὦ Ἱεράρχα Γρηγόριε, τὸν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, τῆς εὐσεβοῦς ὁμολογίας ἐκράτησας· ἀποστολικῶς ἐν μέσῳ Ἐκκλησίας ὀρθοτομῶν τὸν λόγον τῆς ἀληθείας· ὅθεν κατ’ ἴχνος αὐτοῦ πολιτευσάμενος, καὶ τὸ δοθέν σοι τάλαντον καλῶς ἐπαυξήσας, προσῆλθες μετὰ παῤῥησίας τῷ λόγῳ τῆς χάριτος, ἀῤῥήτου χαρᾶς ἀξιούμενος, καὶ ἡμῖν σωτηρίαν ἐξαιτούμενος, ὡς γὰρ θεῖος λειτουργὸς τοῦ Παντάνακτος, σὲ ἱκετεύομεν οἱ δοῦλοί σου, τοῦ ποιεῖν πρεσβείαν ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Α' τοῦ Διαλόγου Πάπα Ῥώμης
Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.
Οὗτος ἦν ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως, πρῶτον μὲν μοναχὸς καὶ ἡγούμενος γεγονὼς τῆς Μονῆς, τῆς οὕτω καλουμένης Κλειοσκάβρης· ἔπειτα δὲ τὸν ἀρχιερατικὸν θρόνον ἐγχειρίζεται, οὐ κατὰ συντυχίαν καὶ ἀποκλήρωσιν τὴν ἄλλογον, ἀλλὰ θείᾳ ψήφῳ τὴν ἀρχιερωσύνην λαβών, ὡς προϊὼν ὁ λόγος δηλώσει. Ἔτι γὰρ αὐτοῦ ἐν τῷ Μοναστηρίῳ ὄντος, καὶ κατὰ τὸ ἴδιον κελλίον, καλάμῳ καὶ μέλανι πρὸς γραφὴν τὴν χεῖρα κινοῦντος, ἐπέστη τις αὐτῷ ἐκ ναυαγίου, κατατραγωδῶν, καὶ τὸν Ὅσιον εἰς οἶκτον ἐπικαλούμενος, καὶ ἐπαρκέσαι αὐτοῦ τῇ συμφορᾷ δεόμενος· ἦν δὲ ἄρα οὐ κατὰ τὸ φαινόμενον ἐνδεὴς ὁ αἰτῶν· οὐδὲ γὰρ ἄνθρωπος ἦν, ἀνάγκην ἔχων ὡς γυμνὸς ἐκ ναυαγίου ἐπανελθών τι λαβεῖν, ἀλλ’ ἐν προσχήματι δεομένου, τὴν προσοῦσαν αὐτῷ συμπάθειαν ἐξεκάλυπτεν Ἄγγελος· ὃς απαξ καὶ δὶς καὶ τρὶς προσελθών, οὐκ ἀπεπέμφθη κενός, ὡς μηδενὸς χρυσοῦ νομίσματος τῷ Ἁγίῳ καταλειφθέντος, ἀλλὰ καὶ τὸ τῆς Μονῆς ἐκομίσατο τρυβλίον ἀργυροῦν, τοῦτο τοῦ Ὁσίου προθύμως ἐπιδόντος αὐτῷ. Τοσοῦτον ἦν ἄρα πρὸς τοὺς δεομένους ἀνεξίκακος ἅμα καὶ συμπαθής· ἐξὸν γὰρ αὐτῷ, καὶ διὰ τὴν σπάνιν τοῦ χρυσοῦ, καὶ τὸ τοῦ αἰτοῦντος φορτικόν, ὅτε δὶς καὶ τρὶς λαβὼν προσέκειτο ὀχληρῶς, ὑπειδόμενον νεμεσῆσαι καὶ ἀποπέμψασθαι· ἀλλὰ μᾶλλον εἵλετο τῶν ἀνεκποιήτων τῆς Μονῆς ἅψασθαι, ἢ τοῦ ἀνθρώπου παριδεῖν, ὧν ἐδεῖτο μὴ τυχόντα ἐπανελθεῖν ἄπρακτον.
Γενόμενος δὲ ὁ Ὅσιος Γρηγόριος πάσης σοφίας καὶ γραφῆς ἔμεπιρος, πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ κατέλιπεν, ἃ πρὸς τὴν ἑλληνίδα διάλεκτον ὕστερον μετηνέχθησαν, οὐ δι’ ἀνθρωπίνων μόνον συλλογισμῶν, καὶ τῆς ἐν λόγοις σοφίας συντεθέντα, ἀλλὰ καὶ διὰ Πνεύματος Ἁγίου, ὡς μετὰ τὴν αὐτοῦ ἀποβίωσιν καὶ ἀνάλυσιν, Πέτρος ὁ ἀρχιδιάκονος αὐτοῦ ἐξηγήσατο, ἰδεῖν λέγων περιστερὰν λευκήν, ἐν τῷ γράφειν αὐτόν, τῷ αὐτοῦ προσεγγίζουσαν στόματι, καὶ οἷον ἐξηγουμένην καὶ συνεξορμῶσαν πρὸς τὰ γραφόμενα. Γενόμενος δὲ ἐν τοῖς κατὰ Δύσιν τόποις, διδάσκων καὶ ἐπιστρέφων διετέλει τὸ τῶν Σάξων γένος, πρὸς τὴν εἰς Χριστὸν πίστιν· οἳ καὶ ταῖς δι’ ἔτους αὐτὸν τιμαῖς, τὴν πρεσβυτέραν Ῥώμην καταλαβόντες, ἔνθα τὸ ἱερὸν αὐτοῦ κατάκειται σῶμα, γεραίρουσι. Φασὶ δὲ ὅτι ἐπιτελεῖσθαι Λειτουργίαν παρὰ Ῥωμαίοις ἐν ταῖς νηστίμοις ἡμέραις οὗτός ἐστιν ὁ νομοθετήσας, ὅπερ κρατεῖται μέχρι τῆς σήμερον παρ’ αὐτοῖς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Ὁμολογητοῦ τῆς Σιγριανῆς, τοῦ ἐν τῷ Μεγάλῳ Ἀγρῷ.
Θεόφανες, φάνηθι πιστοῖς προστάτης,
τιμῶσι πιστῶς σὸν μετ' εἰρήνης τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, πυρὶ τελειοῦνται.
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
θείου πόθου κάμινος ἐκκεκαυμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ Νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλῶτταν ἀντὶ τῆς βιβλου,
γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λαυρεντίου τοῦ Ἀλαμάνου τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Δικαίου Φινεές
Ἔστι Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας,
ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀαρών.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, βασιλέως τῆς Γεωργίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰσχύς σοι δεδώρηται παρὰ τοῦ μόνου, Θεοῦ ὦ Γρηγόριε, οἷα πιστῷ θεράποντι, τὴν ἰσχὺν διολέσαι τοῦ πολεμήτορος, καὶ σῶσαι τὸ ποίμνιον Χριστοῦ, τῆς τούτου βλάβης ἀδιαλώβητον.
Θυσίαν ἀναίμακτον τῷ παντεπόπτῃ, προσφέρων Γρηγόριε, τοῦ Ἀαρὼν ὑπέρτερος, ὤφθης οὐκ ἐν αἵματι, ταύρων καὶ τράγων τε, καὶ σποδῷ δαμάλεως λαούς, καθαγιάζων Χριστοῦ δὲ αἵματι.
Ὑμνήσας δι’ ὅλης σου τῆς ζωῆς Πάτερ, Τριάδα τὴν ἄκτιστον, ἐν γῇ ἀνελήλυθας, ναὸν εἰς οὐράνιον, ταύτῃ προσάδων ἀεί, ὕμνον τὸν τρισάγιον φωναῖς, ἀδιαλείπτως σοφὲ Γρηγόριε.
Θεοτοκίον.
Τὸ μέγα μυστήριον κυοφορίας, τῆς ῆς Μητροπάρθενε, φρικτὸν καὶ ἀνερμήνευτον, Θεὸν γὰρ ἐγέννησας σεσαρκωμένον ἡμῖν μείνασα Παρθένος ἀληθῶς, ὡς πρὸ τοῦ τόκου καὶ μετὰ τὴν γέννησιν.

ᾨδὴ η΄. Κάμινός ποτε.
Νόσων καὶ παθῶν, ἀκέστωρ ἀνεδείχθης, καὶ πονηρῶν διώκτης Ὅσιε, πνευμάτων Γρηγόριε· Ἀποστόλων γὰρ διάδοχος, καὶ θρόνου καὶ τῆς χάριτος, πίστεως καὶ ἁγνείας ὤφθης· διὸ σὲ γεραίρομεν.
Ὄρη νοητά, παθῶν τε καὶ δαιμόνων, δι’ ἐγκρατείας κατετρόπωσας, καὶ ὄρη κατέλαβες, ἀπαθείας ὦ Γρηγόριε, κᾀκεῖθεν τῷ Δεσπότῃ σου, ἔμελπες εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Μύρῳ νοητῷ, ἐχρίσθης Ἱεράρχα, τοῦ παναγίου ὅλος πνεύματος, καὶ μύρα ἀνέβλυσας, αἰσθητά τε καὶ νοούμενα, ἐκ λόγων θεοπνεύστων σου, καὶ λειψάνων θήκης, καὶ τῶν πολλῶν θαυμασίων σου.
Θεοτοκίον.
Ἄλλην κιβωτόν, καὶ οἶκον πλήρης θείας, δόξης Θεοῦ Σε νῦν γινώσκομεν, Σὲ γὰρ ἐξελέξατο, γενεῶν θεοχαρίτωτε, ἐκ πασῶν ὁ ὑπέρθεος, καὶ ἐν Σοὶ κατοικῆσαι, θεοπρεπῶς ᾑρετίσατο.














ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Οἱ δῆμοι συνέλθετε τῶν εὐσεβῶν γηθόμενοι, χαρμοσύνως τελέσαι φαιδρὰν πανήγυριν, θείου Γρηγορίου σὺν πόθῳ, βραβεύει γάρ, ψυχῆς σωτηρίαν, ὑγείαν τε σώματος, τοῖς αὐτὸν τιμῶσι πάντοτε.
Σειραῖς κατεχόμενος ἀμέτρων ἐγκλημάτων μου, σοὶ προσέρχομαι Πάτερ, πίστει δεόμενος, ὅπως ταῖς πρεσβείαις σου λάβω ἀπαλλαγήν, τελείαν ἐκ τούτων, καὶ γὰρ μάκαρ δύνασαι, Ἱεράρχης ὡς θεόληπτος.
Αὐξήσας τὸ τάλαντον τῆς χάριτος Γρηγόριε, γηθοσύνως προσῆλθες, φάσκων τῷ Κτίστῃ σου, ἰδού σοι προσήγαγον Λόγε τὸ δωρηθέν, προσεπαυξημένον· διὸ εἰσελήλυθας, εἰς χαρὰν τὴν ἀνεκλάλητον.
Θεοτοκίον.
Σκηνὴ θεοδόξαστε, Σιὼν θεοχαρίτωτε, Θεοτόκε Παρθένε, χαῖρε Θεόνυμφε, χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων ἱεραρχῶν, χαῖρε ὡραιότης, πιστῶν χαῖρε καύχημα, καὶ ἀνθρώπων τὸ διάσωσμα.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Ἐν εὐσήμῳ ἑορτῇ, τοῦ Ἱεράρχου ἅπαντες, φιλέορτοι συνελθόντες, πανηγυρίσωμεν φαιδρῶς, πρεσβεύει γὰρ πρὸς Κύριον, παῤῥησίαν ὡς ἔχων, ἡμῖν δοῦναι ἔλεος.
Θεοτοκίον.
Καταφυγὴ ἡμῶν ἁγνή, ὑπάρχεις ὦ Παντάνασσα, Παρθένε Θεογεννῆτορ, δεόμεθά Σου ἐκτενῶς, σκέπε φρούρει καὶ φύλαττε, πάντας τοὺς τῇ Μονῇ Σου, φοιτῶντας πανάχραντε.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁ θησαυρὸς τῶν χαρίτων τοῦ θείου Πνεύματος, ὁ τοῦ Χριστοῦ θεράπων, εὐσεβείας ὁ κῆρυξ, σάλπιγξ ἡ θεόπνους ὁ λειτουργός, τῆς Τριάδος ὁ ἔνθεος, ὁ θαυμαστὸς Ἱεράρχης ᾀσματικῶς, εὐφημείσθω νῦν Γρηγόριος.

Μυσταγωγῶν τοὺς ἀνθρώπους Πάτερ ἐδίδασκες, τὸν τῆς Ὀρθοδοξίας, εὐσεβῶς θεῖον λόγον, οἷα χριστομύστης ὡς τῶν σοφῶν, Ἀποστόλων ὁμότροπος, ὥσπερ λαμπρὸς θεολόγος καὶ εὐκλεής, ἰσαπόστολος Γρηγόριε.

Ἀπὸ παντοίων σκανδάλων καὶ πάσης θλίψεως, ἀπὸ παθῶν καὶ νόσων, τῶν ψυχῶν καὶ σωμάτων, βλάβης ἐκ παντοίας ἀπὸ ἐχθρῶν, αἰσθητῶν νοουμένων τε, τοὺς σὲ τιμῶντας ἐκ πόθου σῶζε ἀεί, Ἱεράρχα πανσεβάσμιε.

Ἀνευφημείσθω ὁ θεῖος καὶ νῦν Γρηγόριος, χρεωστικῶς ἐν ὕμνοις, καὶ ᾠδαῖς χαρμοσύνοις, ὡς μέγα τῶν ἁγίων Ἐκκλησίων, τοῦ Χριστοῦ ἱεράτευμα, ὁ ἀνυψώσας τὸ κέρας τῶν εὐσεβῶν, ὡς ποιμὴν ποιμένων ἄριστος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἐν πόνοις ἀσκητικοῖς ἀπαράμιλλον, καὶ ὑπὲρ τῆς αἰωνίου ζωῆς καλῶς ἀγωνισάμενον, Γρηγόριον τὸν ἀοίδιμον, τὸν τῆς ἱερᾶς ὑφηγητὴν μυσταγωγίας, εὐσεβῶν ἡ ὁμήγυρις ὑμνήσωμεν λέγοντες· χαίροις, ἀρχιερέων ἡ κρηπίς, Ἀποστόλων ὁμότροπος, ὁ φωτίσας τοῦ κόσμου τὰ πέρατα, ἀρεταῖς καὶ διδάγμασιν, ἐκτενῶς οὖν τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, Πάτερ ἁγιώτατε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ῥώμη ἐγκαυχᾶται μητροπρεπῶς, Πάπα Γρηγορίου Διαλόγου τῇ ἑορτῇ, ταύτης γὰρ τὸν θρόνον, ἐσέμνυνεν ἀξίως· συγγράψας λειτουργίαν, θείῳ ἐν πνεύματι.




















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀρχιερέα Ἐκκλησίας τῆς Ῥώμης, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς εὐφημοῦμεν, τῆς προσευχῆς καὶ νήψεως φωστῆρα λαμπρόν, πρότυπον σκληρᾶς ἀσκήσεως, καὶ ποιμένα θεόφρονα, τέλειον διδάσκαλον, πάντων τῶν μοναζόντων, τῶν Ὀρθοδόξων πρόμαχον σεπτόν, κόσμον τοῦ κόσμου, Γρηγόριον ἔνθεον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γρηγόριον Διάλογον ἐπευφημῶν. Νικοδήμ(ου)
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γρηγόριον ὕμνοις ἐπιποθῶν, λιτάζεις ἐνθέως, θεῖον Πνεῦμα ἀντιβολῶ, κατάπεμψον Λόγε τῇ καρδίᾳ, καὶ τῷ νοΐ μου πλουσίως θεάνθρωπε.
Ῥαδίως ὑμνῆσαι σὴν βιοτήν, οὐ σθένει μου γλῶσσα, Ἱεράρχα μυσταγωγέ· διὸ ἐξαιτοῦμαι τὰς εὐχάς σου, τοῦ φωτισθῆναί με θεῖε Γρηγόριε.
Ἡλίου ἡ λάμψις τοῦ νοητοῦ, κατηύγασε Πάτερ, σὴν καρδίαν ὑπερφυῶς, καὶ ἔγνως μυστήρια τὰ θεῖα, ἃ τοῖς πιστοῖς ὡς ποιμὴν ἀπεκάλυψας.
Θεοτοκίον.
Γραφαὶ προεκήρυξαν ἐμφανῶς, ἀπείρανδρε Μῆτερ, ἐν νηδύϊ Σου θαυμαστήν, Λόγου τοῦ Θεοῦ κυοφορίαν, εἰς σωτηρίαν βροτῶν ἐκ τοῦ πτώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁμοφρόνως ὑμνοῦμεν ἱερουργὸν ἔνθεον, τῆς Ὀρθοδοξίας φωστῆρα κλεινὸν Γρηγόριον, ἐπιζητοῦντες αὐτοῦ, τὰς πρὸς Χριστὸν ἱκεσίας, τοῦ δοθῆναι ἅπασι, τὸ μέγα ἔλεος.
Ῥῶσιν δίδου μοι Πάτερ μυσταγωγὲ ἔνθεε, καὶ Ὀρθοδοξίας τὴν πίστιν καὶ θείαν ἄσκησιν, πρὸς βιοτὴν ἀρετῆς, καὶ σωτηρίαν ψυχῆς μου, θαυμαστὲ Γρηγόριε, Ῥώμης ἐπίσκοπε.
Ἰσχυρὸς ἀνεδείχθης στῦλος πιστῶν ἔνδοξε, καταπολεμῶν τὰς αἱρέσεις Πάτερ Γρηγόριε, καὶ διὰ βίου σεπτοῦ, καὶ βιασμοῦ τοῦ σαρκίου, ἀσκητὴς ἐπίσκοπος, κανὼν ἀσκήσεως.
Θεοτοκίον.
Οὐρανίων Πνεύματων καὶ μοναχῶν καύχημα, καὶ μητέρων πέλεις ὁ κόσμος, σωφρόνων ἕδρασμα· ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, θεομακάριστε.
Διάσωσον, ποιμὴν τῆς Ῥώμης Γρηγόριε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα ποθῶν ἐπίκηρα κατέλιπες, καὶ ζήλῳ Χριστὸν ἐδέχθης ἐν καρδίᾳ σου, θαυμαστὲ Γρηγόριε, θυηπόλε Ῥώμης Διάλογε· διὸ ἠξιώθεις ἰδεῖν, Τριάδος τὴν δόξαν, ἐν τῇ ἄνω Σιών.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθεὶς ὦ Γρηγόριε, κατὰ κόσμον χάριτι τῇ τοῦ Πνεύματος, ἐν Χριστῷ σοφῶς ἐβίωσας, ὡς ἐπίσκοπος τῆς Ῥώμης ἔνδοξε.
Διαλόγους συνέγραψας, ἀσκητῶν ἐντρύφημα ὦ Γρηγόριε· καταξίωσον τὸν δοῦλόν σου, τῆς ζωῆς τῆς θείας δι’ ἀσκήσεως.
Ἰσχυρῶς κατεπάλαισας, τοῦ βελίαρ ἔνεδρα ὦ Γρηγόριε, ἀνελθὼν δ’ εἰς ὕψη ἄῤῥητα, Ἐκκλησίας Ῥώμης διεποίμανας.
Θεοτοκίον.
Ἀειπάρθενε γέγονας, Μήτηρ τοῦ Θεοῦ Σου ὦ πανακήρατε, καὶ λιταῖς Σου τὸ ἀνθρώπινον, ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον τὰ δεσμά, τῶν παθῶν ἡμῶν Γρηγόριε, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς τὸν Χριστόν, ἵνα ἐννόμως ἐν βίῳ πολιτευσώμεθα.
Ὅλη πρὸς Θεόν, τὴν ψυχὴν ἡμῶν κατεύθυνον, κλεινὲ Γρηγόριε τῆς Ῥώμης ποιμήν, ἵνα τοῦ κόσμου, ἐπίκηρα ἀρνησώμεθα.
Γῆ καὶ οὐρανός, εὐφημοῦσι τὸν Γρηγόριον, τὸν ἐγρηγόρως ζητήσαντα θαυμαστῶς· ἡμεῖς δὲ πάντες, αἰτούμεθα τὰς εὐχὰς αὐτοῦ.
Θεοτοκίον.
Ὄμβρησον κἀμοί, θείαν χάριν Σου θεόνυμφε, ἵνα ἐν βίῳ ἁγίως πολιτευθῶ, καὶ ἐν ἐξόδῳ, εἰσέλθω εἰς τὸν Παράδεισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νόμον, Χριστοῦ ἐκπληροῖς Γρηγόριε, καὶ διδάσκεις τοὺς πιστοὺς κατὰ χρέος, καὶ μοναχούς, διαλόγοις σου θείοις, ὑποδεικνύων αὐτοῖς βίον ἔνθεον· σοῦ δέομαι πανευλαβῶς, ἐκ παθῶν σαῖς λιταῖς με ἐξάρπασον.
Ἐνάρετος, ἀνεδείχθης Ἅγιε, διὰ βίου ἀσκηθεὶς θεαρέστως, καὶ οὐρανῶν, τῆς χαρᾶς ἀπολαύεις, καὶ τὸν Θεὸν καθορᾶς τὸν Τρισάγιον· ἐνίσχυσον κἀμὲ ἐν γῇ, ἐν ἀσκήσει βιῶσαι τὸν ἄθλιον.
Πατάξαντα, τῶν δαιμόνων φάλαγγας, σὲ ὁρῶμεν οὐρανίῳ παστάδι, ἐν ᾗ ἀεί, ἀρχιθῦτα τῆς Ῥώμης, δοξολογεῖς σὺν Ἀγγέλοις τὸν Κύριον· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετὰ σοῦ αἰωνίως εὐφραίνεσθαι.
Θεοτοκίον.
Ἐσκήνωσεν, ἐν γαστρί Σου ἄχραντε, ἀποῤῥήτως τοῦ Πατρὸς Θεὸς Λόγος, καὶ τὴν ἐμήν, εἰληφὼς θνητὴν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν ἄσπιλε, συνανυψῶν εἰς οὐρανούς, ὡς Θεὸς Σὸς Υἱὸς παναμώμητε.
Διάσωσον, ποιμὴν τῆς Ῥώμης Γρηγόριε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Τὸν Γρηγόριον ἀνευφημήσωμεν ᾄσμασιν, τὸν κλεΐσαντα ἐν ἀρεταῖς τὴν ὑφήλιον, τήν τε Ῥώμην ἐν βιοτῇ καὶ ἔργοις θαυμαστοῖς· τὰς ἱκεσίας δὲ αὐτοῦ, πρὸς τὸν φιλάνθρωπον Θεόν, αἰτούμενοι κτησώμεθα, χάριν τῆς μετανοίας, καὶ σωτήριον πίστιν, καὶ ἀρετὰς τὰς σωστικάς, ἐν ἀσκήσει καὶ σεμνότητι.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.  
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ῥώμης τὸν ἐπίσκοπον, καὶ Ἐκκλησίας τὸν στῦλον, ἀσκητῶν διδάσκαλον, τὸν κλεινὸν Γρηγόριον εὐφημήσωμεν· τὰ φθαρτὰ ἅπαντα, ἐν χαρᾷ ἠρνήθη, τὰ οὐράνια ἐπόθησε, Χριστοῦ παράδεισον, καὶ μετὰ Ἁγίων συνοίκησιν· διὸ ἐν βίᾳ ἔζησε, καὶ τοὺς ἀθλουμένους ἐδίδαξεν, ἵνα διὰ βίου, βαστάζωσιν ἀσκήσεως σταυρόν, καὶ παρθενίας φυλάττωσι, χάριτι τοῦ Πνεύματος.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψώθης θρόνῳ Ῥώμης ὦ Γρηγόριε Πάτερ ὡς ἀσκητὴς καὶ ποιμήν, κηρύττων μεγαλεῖα, Τριάδος τῆς Ἁγίας, πρὸς Ἣν ἅπαντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Φύλαττων σὴν καρδίαν ἐκ βελῶν μισανθρώπου ἐπαπολαύεις κλεινέ, ἐλλάμψεως τῆς θείας, θεώσεως τοῦ δώρου, καὶ Χριστοῦ ἐξυμνήσεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡλίου τοῦ ἀδύτου Χριστοῦ τοῦ Θεανθρώπου κατηξιώθεις ἰδεῖν, Γρηγόριε τὴν δόξαν, ἐν μέσῳ Παραδείσου, καὶ ὑμνεῖν Αὐτοῦ ὄνομα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μαρία Θεοτόκε Σοὺς δούλους περιφρούρει ταῖς πρὸς Υἱόν Σου λιταῖς· δὸς δόξαν Ἐκκλησίᾳ, καὶ πίστιν τοῖς ἀνθρώποις, καὶ ψαλμὸν ὁλοκάρδιον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡραϊσμένος, ἐν οὐρανοῖς σαββατίζεις, ὦ Γρηγόριε κλέος τῆς Ῥώμης, ἀνυμνῶν τὸν Λόγον, εἰς πάντας τοὺς αἰῶνας.
Νόοις ἀΰλοις, ἐν Παραδείσῳ συμψάλλεις, ὦ Γρηγόριε ὕμνοις ἀπαύστοις, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου, τῶν ἀσκητῶν ἐμιμήθης, ὦ Γρηγόριε βίαν ἁγίαν, ἀνυμνῶν σὺν τούτοις, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κατηξιώθης, τῶν δευτερείων Τριάδος, ὡς γεννήσσα Κόρη τὸν Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ λόγοι Διαλόγου, τοὺς ἐναθλουμένους, ἐν ἀγωνίσμασι θείοις, στεῤῥοὺς ἀθλητάς, καθοδηγοῦσιν ἐνθεώς, πρὸς τελειότητα.
Δὸς πᾶσιν τὴν σὴν χάριν, Γρηγόριε Πάτερ, τῆς Ἐκκλησίας τῆς Ῥώμης, ποιμὴν θαυμαστέ, ἵνα ὁδὸν πορευθῶμεν, τὴν πρὸς τὸν Κύριον.
Ἡδέως μελετῶμεν, ῥήματά σου Πάτερ, καὶ ἐξαιτούμεθα πάντες Χριστοῦ φωτισμόν, ἵνα τηρήσωμεν ταῦτα, δυνάμει χάριτος.
Θεοτοκίον.
Μαρία θεῖον Πνεῦμα, δεχθεῖσα ἀφράστως, κυοφορεῖς τὸν Σωτῆρα τοῦ κόσμου παντός· διὸ τιμῶμεν ἐν ὕμνοις, τὰ μεγαλεῖά Σου.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν ποιμένων ὑφηγητής, Γρηγόριε Πάτερ, ἀσκητῶν τε ὑπογραμμός, χαίροις Ἐκκλησίας, τῆς Ῥώμης ἀντιλήπτωρ, τῆς ἀρετῆς δὲ τύπος, καὶ ἐγκαλλώπισμα.
Χαίροις ταπεινώσεως ὁδηγέ, ἀδελφῶν Κυρίου, ἐλαχίστων ὁ βοηθός· χαίροις τῶν πενήτων, κρουνὸς θείας ἀγάπης, Γρηγόριε τῆς Ῥώμης, τὸ ἐγκαλλώπισμα.
Πάντες τὸν Διάλογον ἀδελφοί, τῶν πιστῶν ποιμένα, καὶ ἀσκήσεως ὁδηγόν, τὸν σεπτὸν τῆς Ῥώμης, ἀγλάϊσμα καὶ κλέος, ἐν ἐγκωμίων ὕμνοις ἀνευφημήσωμεν.
Θυηπόλε Ῥώμης καὶ ἀσκητά, κραταίωσον πίστιν, καὶ ὀρθόδοξον διδαχήν, διώκων τὴν πλάνην, καὶ αἵρεσιν τοῦ Πάπα, διδάσκων δὲ τοῖς πᾶσι, Χριστοῦ ταπείνωσιν.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Γρηγόριον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν τούτου, βίον ἀσκήσεως.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, φρυκτωρὸν τῆς Ῥώμης, καὶ ἀσκήσεως ὁδηγόν, ἀρετῆς ποιμένα, καὶ δοῦλον ἐν τοῖς ἔργοις, τῶν δούλων τοῦ Κύριου, θεῖον Γρηγόριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Γρηγόριον πιστοί, τὸν θεοστεφῆ ἱεράρχην, ἐγκωμιάσωμεν, οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, τοὺς πιστοὺς δὲ ἐστήριξεν, ἐν λόγοις καὶ ἔργοις, πάντας τῆς ἀσκήσεως, βίαν ἐδίδαξεν· ὅθεν, ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σιὼν τὴν ἁγίαν, καθορῶν Χριστοῦ τὸ φῶς τὸ ἄκτιστον. 
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου