Κυριακή 1 Σεπτεμβρίου 2019

ΑΥΓΟΥΣΤΟΣ 20. ΑΓΙΟΙ ΤΡΙΑΚΟΝΤΑ ΕΠΤΑ ΜΑΡΤΥΡΕΣ ΕΝ ΒΙΖΥῌ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ Κ΄.

ΜΑΡΤΥΡΕΣ ΛΖ΄  ΕΝ ΒΙΖΥῌ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Ὅτε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τί τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

 

Καὶ γ’ Προσόμοια τῶν Ἁγίων. Ἦχος δ' Ἔδωκας σημείωσιν

Θύματα πανεύοσμα, καὶ Ἐκκλησίας οἱ πρόβολοι, ἀνεδείχθητε ἔνδοξοι, ἐν Θράκῃ ἠθλήσαντες, ὑπὲρ τῆς Τριάδος· ἠρνήθητε κόσμον, καὶ τῆς σαρκὸς τὰς ἡδονάς, Θεὸν ποθοῦντες τὸν μόνον Κύριον· διὸ κατεσκηνώσατε, ἐν χώρᾳ ζώντων μακάριοι, καὶ στεφάνους ἐλάβετε, ἐκ χειρὸς τοῦ παντάνακτος.

 

 

 

Μάξιμον Γενέθλιον, Θεοσεβῆ καὶ Εὐστάθιον, Ἀχιλλέα καὶ Βίκτωραν, Εὐδαίμονα Δίφιλον, Ζωτικὸν Σεβῆρον, Κερκᾶν καὶ τὸν Εὗρον, Μέμνονα Ὦρον Ἀγαθόν, καὶ Ἐπαφρόδιτον Ἡλιόδωρον, τιμήσωμεν ἐν ᾄσμασι, καὶ ἐγκωμίοις φιλόθεον, τὸν Χριστὸν ὡμολόγησας, πανενδόξως οἱ Μάρτυρες.

 

Νίκωνα Κρονίωνα, Σιλουανὸν καὶ τὸν Στράτωνα, Σατορνίνον Τιμόθεον, Μολίαν Νεόφυτον, Φωτεινὴν καὶ Ῥίνον, Ἀντίλινον Βόσβαν, Μέστον Πανσθένην καὶ Δοσᾶν, τὸν Πανταλέοντα καὶ Ὠρίωνα, Ὀρέστην καὶ Πανθήριον, καὶ τὸν Παλμᾶτον τοὺς Μάρτυρας, εὐφημήσωμεν ἅπαντες, ἐγκωμίοις καὶ ᾄσμασιν.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῇ ἐτησίᾳ ὑμῶν μνήμῃ, θεηγόροι Μάρτυρες Χριστοῦ, τὰ πλήθη τῶν φιλοχρίστων, συνελθόντα προσάδουσιν ἡμῖν· Χαίρετε ἄδυτοι φωστῆρες, ἐλλαμφθέντες τῇ χάριτι τοῦ Ἀκτίστου Φωτός· χαίρετε, στύλοι ἀκλινεῖς, τὰς ψυχὰς τῶν εὐλαβῶς τιμώντων, τὴν ἱερὰν ὑμῶν μνήμην στηρίζοντες· χαίρετε, Ἀχιλλεῦ, Σεβῆρε, Μέμνον, σὺν τοῖς λοιποῖς Ἀθλοφόροις, τὸν τῆς πλάνης δεσμὸν διαῤῥήξαντες, καὶ εὐθαρσῶς, τὸν Χριστόν, Υἱὸν Θεοῦ ἀνακηρύξαντες. Πρὸς Ὃν πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.  (Κεφ. μγ´, 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; ᾿Αγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἁγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ´, 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ε´, 15-23, στ´, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργήν, εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Ἀχιλλέα ἐν ὕμνοις δεῦτε τιμήσωμεν, σὺν τοῖς λοιποῖς συνάθλοις, διεκήρυξαν κόσμῳ, ἄναρχον Πατέρα Λόγον Θεόν, καὶ Παράκλητον Κύριον, Μίαν οὐσίαν Θεότητα Ἑνικήν, Τρισυπόστατον παντέλειον.

 

 

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Τὴν τῶν Μαρτύρων χορείαν δεῦτε τιμήσωμεν· αὕτη γὰρ τῆς Τριάδος, ὡμολόγησε πίστιν, θάνατον ὑπέστη μαρτυρικόν, καὶ βραβεῖον ἐδέξατο, παρὰ Χριστοῦ τοῦ Σωτῆρος ἐν οὐρανοῖς, Βασιλείαν ἀνεκλάλητον.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Τοὺς Ἀθλοφόρους τῆς Θράκης δεῦτε τιμήσωμεν, προσφέροντες ἐν ὕμνοις, ἐγκωμίων στεφάνους· ἔδοσαν τοῖς πᾶσιν ὑπογραμμόν, καὶ τῷ αἵματι ἔσβεσαν, πολυθεΐας τὴν πλάνην, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐπεστήριξαν.

Δόξα. Ἦχος β΄.

Ὁ τῶν Ἀθλητῶν παμμακάριστος σύλλογος, μετὰ παῤῥησίας ὡμολόγησε, Θεὸν Τρισάγιον καὶ Ὁμοούσιον· διὸ ἐν τῇ Θράκη οἱ κλεινοὶ Μάρτυρες Ἀχιλλεύς, Σεβῆρος καὶ Μέμνων, σὺν τοῖς τριάκοντα καὶ ἓξ συνάθλοις αὐτῶν, ἔθυσαν τῷ πανοικτίρμονι Κυρίῳ τὰς ψυχάς, μὴ πτοηθέντες τύραννον ἄθεον, καὶ μαρτυρίου αἰκισμούς. Πρὸς οὓς βοήσωμεν· καλλίνικοι Μάρτυρες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Ἐν τῇ Γεννήσει.

Τοῦ Βυζαντίου τὰ πανευώδη βλαστήματα, ὁμολογοῦσι Θεὸν τὸν ἐκ Παρθένου σαρκὶ ἐλθόντα· συντρέχουσι σὺν αὐτοῖς, Φιλιππουπόλεως οἱ καρποί, καὶ στεφανοῦνται χερσὶ τοῦ Σωτῆρος, εὐφραινόμενοι οἱ Μάρτυρες.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος ὁ αὐτός.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα  Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ

Ἐπιγνῶμεν ἀδελφοί, τὰς ἀπαρχὰς τοῦ οὐρανοῦ, τῶν Μαρτύρων τοὺς χορούς, τοὺς καρτερίᾳ αἰκισμῶν, ἐξαφανίσαντες πλάνην πολυθεΐας· ὅθεν καὶ ἡμεῖς μιμησώμεθα, βίου ἀρετὰς καὶ μαρτύριον, καὶ σὺν αὐτοῖς κηρύξωμεν ἐν κόσμῳ, Θεὸν Τρισάγιον ἄναρχον, τοῦ κόσμου Κτίστην, καὶ Ἐκκλησίας βάσιν καὶ σωτηρίαν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος γ' Τὴν ὡραιότητα

Οἱ παντευλόγητοι, ἔνδοξοι Μάρτυρες, πόθῳ ἐνήθλησαν, ὑπὲρ τῆς πίστεως καὶ ἐν βασάνοις θαυμαστῶς ἐδείχθησαν θεοφόροι· ὅθεν κατηδάφισαν, τῶν δαιμόνων σεβάσματα, ζήλῳ τροπωσάμενοι, ἀσεβῶν τὰ φρυάγματα· διὸ μετ’ εὐφροσύνης βοῶμεν· Χαίρετε πύργοι Ἐκκλησίας.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τοῖς ἐν Θράκῃ Μάρτυσιν, αἶνος. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Τοὺς Μάρτυρας ᾄσμασιν, ἐν Ἐκκλησίαις τιμήσωμεν, καὶ χεῖρας κροτήσωμεν, ἐν εὐφροσύνῃ πολλῇ, οὗτοι ἔλυσαν, εἰδώλων τὴν μανίαν, κηρύξαντες αἵμασιν, Μίαν Θεότητα.

ρθρίσωμεν ἅπαντες, μετ’ εὐφροσύνης γηθόμενοι, καὶ πλέξωμεν στέφανον, τοῖς Ἀθλοφόροις Χριστοῦ, τοῖς συντρίψασι, τὰς στήλας τῶν δαιμόνων, δυνάμει τοῦ Πνεύματος, οἱ καρτερόψυχοι.

σχὺς καὶ ὀχύρωμα, τῆς Θράκης ὤφθητε Μάρτυρες, φρουροῦντες ἐν αἵμασι, τὴν Ἐκκλησίαν αὐτῆς, καὶ πρεσβεύοντες, ἐνώπιον Κυρίου, φυλάττειν ἀήττητον, καὶ ἀπροσμάχητον.

Θεοτοκίον.

Σημείωσιν δέδωκας, τοῖς σεβομένοις πανάχραντε, τὴν ἄσπορον κύησιν, τοῦ Θεοῦ Λόγου ἐν Σοί· Ὃν οἱ Μάρτυρες, καρδίᾳ προσκυνοῦντες, πιστῶς ἐμιμήθησαν, κάρας τεμνόμενοι.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

νθέως ἐνήθλησαν ἐν Θράκῃ, χορεία Μαρτύρων εὐκλεῶν, γόνοι Φιλιππουπόλεως, καὶ Βυζαντίου ἔνδοξοι· ἐν οἷς ὁρᾶται ἄριστος, ὁ Ἀχιλλεὺς ὁ τρισόλβιος.

Νενίκηται τύραννος Βελίαρ, Μαρτύρων ἀθλήσει κραταιᾷ, πίπτων εἰς ᾍδου πέταυρον, παναληθῶς ἀνίσχυρος· ὅθεν πιστοὶ τιμήσωμεν, ἐν ὕμνοις δόξης τοὺς Μάρτυρας.

Θεὸν ἀληθῆ ὁμολογοῦντες, οἱ Μάρτυρες ἔσπευδον χαρᾷ, πάθος δεχθῆναι τίμιον, ἵνα ζωὴν κερδήσωσιν, καὶ αἰωνίαν λύτρωσιν, ἐν χώρᾳ ζώντων οἱ ἔνθεοι.

Θεοτοκίον.

ημάτων ἐνθέων ἠχηθεῖσα, συνέλαβες ἄχραντε ἁγνή, ἐν μήτρᾳ Σου τὸν ἄχρονον, ἀνερμηνεύτως Δέσποινα· ὅθεν ἐν πίστει ἅπαντες, στεφάνους ὕμνων Σοὶ πλέκομεν.

 

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Θεῖοι Μάρτυρες, τῆς ἀληθείας, τέκνα ἔνδοξα, τῆς Ἐκκλησίας, ζηλωταὶ τῆς εὐσεβείας γενόμενοι, ὑπὲρ Χριστοῦ αἰκισμοὺς ὑπομείναντες, τῶν πρωτοτόκων τὴν χάριν ἐδέξαντο· ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν δοξάσωμεν, τοὺς Μάρτυρας ἐνδόξως θαυμαστώσαντα

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα.

Ἀπὸ τοῦ σκήνους σου, τὴν νοεράν σου ψυχήν, ἀπὸ τοῦ τάφου δέ, τὴν καθαράν σου σκηνήν, παραλαβὼν ὁ σὸς Υἱός, μετέστησε Θεοτόκε, εἰς τὰ ἐπουράνια, ἀποδούς τὰ ἐπίχειρα, τοῖς ἀποτολμήσασι, περιτρέψαι σὸν σκίμποδα, ὃν τοὺς ἐν πίστει ἀσπαζομένους, σῷζε πανάχραντε πρεσβείαις σου.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

ριστεῖς τῆς Ἐκκλησίας ἀνεδείχθητε Μάρτυρες, καὶ τῆς οἰκουμένης, πάσης ἀληθῆ ὑποδείγματα, ὁμολογήσαντες πίστει Θεὸν τέλειον, τὸν προάναρχον, Λόγον Πατρὸς τὸ ἀπαύγασμα.

Καθαρθῶμεν τὰς αἰσθήσεις οἱ τιμῶντες τοὺς Μάρτυρας, καὶ ἐν Ἐκκλησίαις, ᾄσμασιν αὐτοὺς καταστέψωμεν, ἐμμελετῶντες ἐν πόθῳ, τὴν τελείωσιν, καὶ τὴν ἄθλησιν, δόξα βοῶντες τοῖς Μάρτυσιν.

χορεία τῶν Μαρτύρων ἐν Βιζύῃ κατήσχυνεν, εἰδωλολατρίαν, καὶ τῶν ἐθνικῶν τὴν δυσσέβειαν, ἀνακηρύττουσα λόγοις καὶ παθήμασι, τὸν Τρισάγιον, μόνον Θεὸν παντοδύναμον.

Θεοτοκίον.

Μακαρία ἡ κοιλία, καὶ ὁ Τόκος σωτήριος, τῆς Παρθένου πέλει, ἄῤῥητον μυστήριον ἔνθεον, ὃ προσκυνοῦντες ἐν πίστει, οἱ θεόφρονες, ἀνακράζομεν· δόξα Παρθένε τῷ Τόκῳ Σου.

 

 

Ὠδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

ντέστησαν Μάρτυρες, κατὰ ἀθέου δόγματος, ζήλῳ πυρπολούμενοι ἐνθέῳ· ὅθεν εἰσῆλθον εἰς οὐρανίους μονάς, ὁρῶντες τὸν ἄναρχον Θεόν, τὸν ἀντιδοξάζοντα, τῶν Μαρτύρων τὸν σύλλογον.

ανίδος ἐγεύθησαν, χαρᾶς Θεοῦ οἱ Μάρτυρες, ὅτε ὡμολόγησαν ἐν πίστει, ἕνα τῇ φύσει τὸν ἐν Τριάδι Θεόν, καὶ ῥήξαντες πόθους τῆς σαρκός, ἔσπευδον ἀθλήμασι, κατακτῆσαι τὰ κρείττονα.

Τριάδα τὴν ἄκτιστον, Θεὸν τῶν πάντων Κύριον, πίστει ἀπεκάλυψαν τῷ κόσμῳ, Μάρτυρες θεῖοι ὁμολογίᾳ θερμῇ, καὶ πάσχοντες ἄλλην βιοτήν, ἤλπιζον ἐν Πνεύματι, ἀπολαῦσαι αἰώνιον.

Θεοτοκίον.

ψοῦσαι πανάχραντε, ἐν δόξῃ θείᾳ Δέσποινα, βίῳ παντελείῳ Θεοτόκε· θρόνῳ τοῦ Κτίστου παρισταμένη ἀεί, τοὺς Μάρτυρας ἕλκεις πρὸς Θεόν, ζήλῳ ἀναφλέγουσα, τῆς καρδίας τὴν ἔφεσιν.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Σκιρτᾷ ἡ Θράκη ἐν Πνεύματι, κατέχουσα Μαρτύρων τὰ λείψανα, τὰ θεοδώρητα· δεῦτε πιστοὶ προσκυνήσωμεν, μετ’ εὐλαβείας ταῦτα, Θεὸν δοξάζοντες.

σχὺς πιστῶν ἀνεδείχθητε, καὶ τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον, ὦ Χριστομάρτυρες, πάθει τὸν κόσμον νικήσαντες, καὶ τοῦ ἐχθροῦ παγίδας, κατασυντρίψαντες.

Νικᾶται δράκων ὁ βύθιος, βροτῶν ταῖς ἀρεταῖς τιτρωσκόμενος, καὶ τοῖς ἀθλήμασι· δεῦτε πιστοὶ καταστέψωμεν, τοὺς ἀριστεῖς ἐν ὕμνοις, Θεὸν κηρύξαντας.

Θεοτοκίον.

φράστως ἄσπιλε ἔτεκες, τὸν Λόγον τοῦ Πατρὸς τὸν προάναρχον, καὶ ὁμοούσιον, πᾶσι τοῖς Μάρτυσι Δέσποινα, Αὐτὸν δεικνύεις μόνον Σωτῆρα Κύριον.

 

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.

Τοὺς ἀριστεῖς τῶν καλλινίκων Μαρτύρων, τὸν Ἀχιλλέα καὶ Σεβῆρον τιμῶμεν, σὺν τῷ ἐνδόξῳ Μέμνονι, Χριστοῦ μιμητάς. Εὔφραναν ἐν τοῖς παθήμασι, τοὺς πιστοὺς ἀδελφοὺς αὐτῶν, πόθῳ ἐνιστάμενοι κατὰ τῆς ἀσεβείας. Τῆς Ἐκκλησίας ὤφθησαν βλαστοί, σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.

 

Ὁ Οἶκος.

Γόνοι τοῦ Βυζαντίου θεόμορφοι, καὶ καρποὶ πανεύγεστοι Φιλιππουπόλεως, τῷ Θεῷ ἡρμόσθητε ἐν πίστει ἀληθεῖ, καὶ ὑπὲρ Αὐτοῦ, ὥσπερ ἄρνες, ἐν τῇ Βιζύῃ τῆς Θράκης σφαγιασθέντες, τοῖς πρωτοτόκοις ἀδελφοῖς συνηριθμήθητε ἐν οὐρανοῖς· ὅθεν στεφάνους λαβόντες παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ, ἐν σκηναῖς δικαίων ἀνεπαύθητε, ἀδιαλείπτως καθορῶντες, τὸ ἀπρόσιτον τῆς Τρισηλίου Θεότητος φῶς, τοὺς τιμῶντας δὲ ὑμᾶς ἐν ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.

 

Συναξάριον.

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

κετεύσατε τὸν Κτίστην θεοτίμητοι τοῦ δοῦναι ἄφεσιν, ἡμῖν τοῖς πόθῳ θερμῷ, τιμῶσιν ἐν Πνεύματι, Λόγον προάναρχον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Νικητήρια προσοίσωμεν ἐγκώμια τοῖς μαρτυρήσασιν, ὑπὲρ Χριστοῦ ἀνδρικῶς, καὶ στήσωμεν τρόπαια, Κυρίῳ ψάλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Οὐρανώσατε τὴν γῆν ὦ παμμακάριστοι Θεὸν κηρύξαντες, Μαρτύρων αἱ ἀπαρχαί, βασάνοις τηκόμενοι, ᾔδετε χαίροντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σὺ πανάμωμε τοὺς Μάρτυρας προσήγαγες τῇ μεσιτείᾳ Σου, τῷ Σῷ Υἱῷ καὶ Θεῷ· ἐν Θράκῃ ἐνήθλησαν, πνεύματι μέλποντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Νέκρωσιν ὑπέστησαν ἐμφρόνως, βασάνοις δοκιμαζόμενοι οἱ Μάρτυρες, λάκκῳ συγκλειόμενοι, νῦν δὲ δοξαζόμενοι, τῆς οἰκουμένης πρόβολοι ἀπαύστως ψάλλουσιν· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

θυνον καρδίας πρὸς τὸν Κτίστην, οἱ γόνοι Φιλιππουπόλεως καὶ Βύζαντος, Λόγῳ στερεούμενοι, ἔργῳ φανερούμενοι, τῆς Ἐκκλησίας πρόμαχοι, σὺν ταύτῃ ψάλλοντες· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κράτος τοῦ παντάνακτος τιμῶσιν, οἱ Μάρτυρες Ἐκκλησίας οἱ θεόμορφοι, ἅπαντα ὡς σκύβαλα, πίστει ἀρνησάμενοι· τὸν οὐρανὸν ἐκτήσαντο, ἀεὶ κραυγάζοντες· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

λην τὴν ὑφήλιον ἀῤῥήτως, ὁ Τόκος τῆς Θεοτόκου διεσώσατο, σάρκα προσλαβόμενος, πίστει προσκυνούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Δεῦτε τοὺς κλεινούς, Εὐστάθιον Σίδην τε, καὶ Ἐπαφρόδιτον, Εὗρον Ἀχιλλέα τε, καὶ Ὦρον θεῖον Στράτωνα Τύραννον, τὸν Ζωτικὸν Εὐδαίμονα, καὶ Ἡλιόδωρον, τὸν Σεβῆρον, Μέμνονα καὶ Λούκιον, ἐγκωμίοις φαιδρῶς καταστέψωμεν.

ρθησαν ἐκ γῆς, Ἀντίλινος Ἄνθανας, Κερκᾶς καὶ Δίφιλος, Βίκτωρ Βόσβας Μάξιμος, Κρονίων Μέστος, Μέμνων Νεόφυτος, ἡ Φωτεινὴ Πανσθένης τε, καὶ ὁ Πανθήριος, Παντολέων, Γάϊος οἱ Μάρτυρες, οὓς ἐν ὕμνοις πιστοὶ μεγαλύνωμεν.

Μάρτυρας Χριστοῦ, Μολίαν καὶ Νίκωνα, Δοσᾶν καὶ Χρύσανθον, Ζώϊλον Ὠρίωνα, Ῥηγίνον Ῥίνον, θεῖον Γενέθλιον, καὶ τὸν κλεινὸν Ἀγάθωνα, καὶ τὸν Τιμόθεον, μετὰ δόξης, ἅπαντες τιμήσωμεν, οὓς Χριστὸς ἐν Ἁγίοις κατέταξεν.

ρη νοητά, οἱ Μάρτυρες ὤφθησαν, λαμπρῶς τιμώμενα, τῆς Φιλιππουπόλεως, καὶ Βυζαντίου γόνοι πανάριστοι, τῇ βιοτῇ παντέλειον, δόξαν ἐπόθησαν, μαρτυρίου, οὗ κατηξιώθησαν, καὶ Θεῷ Τρισαγίῳ
ἡνώθησαν.

Θεοτοκίον.

μνησαν χοροί, Ἀγγέλων γηθόμενοι, τὴν Θεομήτορα, τὸν Θεὸν γὰρ ἔτεκεν, ἐν κόσμῳ λῦσαι μερόπων πταίσματα· διὸ πιστοὶ ἐγκώμια, Αὐτῇ προσείπωμεν, καὶ ἐν πόθῳ, πάντες προσκυνήσωμεν, τὴν Μητέρα τοῦ Κτίστου τὴν ἄχραντον.

 

Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸν οὐρανὸν οἰκεῖτε, στεφανηφόροι Ἀθληταί, καὶ ὑπὲρ ἡμῶν αἰτεῖσθε, τὸν ἀθλοθέτην Ἰησοῦν, ἵνα φυλάττῃ ἀτρώτους, ἐπιβουλῆς ἀντιδίκου.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίρει, Βυζαντίου ὁ λαός, καὶ Φιλιππουπόλεως χώρα, ἐπὶ τῇ μνήμῃ ὑμῶν, γόνοι γὰρ ὑπάρχετε αὐτῶν πανόλβιοι, καὶ ἡ Θράκη νῦν γάνυται, ἰδοῦσα τὸ πάθος, ὅπερ ὑπεμείνατε, πίστει πτερούμενοι· ὅθεν, Ὀρθοδόξων ταὰ πλήθη, σήμερον γεραίρουσι πόθῳ, καὶ πανηγυρίζουσιν ἐν πνεύματι. (Δίς)

 

Δεῦτε, φιλομάρτυρες σεπτούς, Μάρτυρας Χριστοῦ ἐγκωμίοις, ἐπευφημήσωμεν νῦν, Θράκη ἐναθλήσαντας σεπτῶς ἐν χάριτι· ἐν Βιζύῃ παρέδοσαν, ψυχὰς τῷ Κυρίῳ, σώματα δὲ τίμια πιστοῖς κατέλιπον· ὅθεν, συνδοξάζονται πάντες, μετὰ τῶν Ἁγίων Ἀγγέλων, ἐν τῇ Βασιλείᾳ τοῦ παντάνακτος.

 

Ὅτε, Ἀχιλλεὺς ὁ εὐκλεής, μετὰ τῶν συνάθλων ἐδίδου, τὴν παναγίαν ψυχήν, τότε ὁ Σεβῆρός τε καὶ Μέμνων ἔσπευδον, σὺν αὐτοῖς ἀγωνίσασθαι, καρδίᾳ καὶ πόθῳ, πᾶσαν ἡδυπάθειαν, ἀπαρνησάμενοι· ὅθεν, συνελθόντες ἐν πίστει, ὕμνοις καταστέψωμεν τούτους, καὶ πανηγυρίσωμεν φιλέορτοι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Μαρτύρων τὴν κλῆσιν δεξάμενοι, τοῦ παναγίου Θεοῦ, ναοὶ ἀνεδείχθητε ἔνδοξοι, σκεύη ἱερὰ τοῦ Πνεύματος, ἀγωνισάμενοι στεῤῥῶς. Καὶ ἐν βασάνοις, ἀνδρείως ὁμολογήσαντες Χριστόν, τοῦ δεινοῦ Βελίαρ καθείλετε τὴν δύναμιν. Καὶ νίκης ἄραντες τρόπαια, στεφανηφόροι ἐν ὑψίστοις Θεῷ παρίστασθε. ᾯ καὶ πρεσβεύοντες μὴ ἐλλίπητε, ὑπὲρ τῶν ὑμᾶς γεραιρόντων, Μαρτύρων ἐγκαλλωπίσματα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς ἐκ Βυζαντίου, Ἀθλοφόρους θεοστεφεῖς, καὶ Φιλιππουπόλεως, γόνους πανενδόξους, ἐν οἷς τὸν Ἀχιλλέα, τὸν εὐκλεέστατον.

Μάρτυρες καλλίνικοι τοῦ Χριστοῦ, Θράκης οἱ προστάται, Ὀρθοδόξων οἱ πρεσβευταί, πᾶσαν Ἐκκλησίαν στηρίξατε πρεσβείαις, ὑμῶν πρὸς τὸν Σωτῆρα, Χριστὸν Θεάνθρωπον.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου