Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 6. ΑΓΙΟΣ ΠΑΥΛΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ

ΝΟΕΜΒΡΙΟΣ ΣΤ΄!!

ΠΑΥΛΟΣ ΚΩΝ.

ΑΚΟΛΟΥΘΙΑ

(Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἀρετῶν διανύων τὴν τρίβον Ὅσιε, τῆς ἀρχιερωσύνης, τῷ ἐλαίῳ ἐχρίσθης, καὶ ὤφθης Ἱεράρχης θεοειδής, καὶ διδάσκαλος ἔνθεος, τῶν Ὀρθοδόξων δογμάτων ὡς ἀληθῶς, Πάτερ Παῦλε παμμακάριστε.

 

Τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πρόεδρος ἔνθεος, καὶ τῆς Ὀρθοδοξίας, ἀῤῥαγέστατος στῦλος, ἐδείχθης Πάτερ Παῦλε καὶ τὸν Υἱόν, τῷ Πατρὶ ὁμοούσιον, ἀνακηρύξας καὶ Πνεύματι τῷ σεπτῷ, τὴν ἀπάτην ἐθριάμβευσας.

 

Τοῦ θεοῤῥήμονος Παύλου τὸν ζῆλον ἔσχηκας, ὑπὲρ τῆς ἀληθείας, ἱερώτατε Παῦλε, καὶ πόνους καὶ κινδύνους ὑπηνεγκών, ἀνενδότῳ φρονήματι, ἐν Κουσουσῷ ὑπερόριος δὲ ἀχθείς, τὸν καλὸν ἀγῶνα ἤνυσας.

 

Τῆς Ὑπερθέου Τριάδος ὑπὲρ ἧς Ἅγιε, ἐν διωγμοῖς καὶ πόνοις, διανύεις τὸν βίον, λαμπόμενος ἀκτῖσει θεουργικαῖς, ἐκτενῶς καθικέτευε, ὑπὲρ ἡμῶν Πάτερ Παῦλε τῶν ἐν ᾠδαῖς, εὐφημούντων τοὺς καμάτους σου.

 

Δόξα. Ἦχος πλ. Β΄.

Τῆς εὐσεβείας τῷ φωτί, πορευόμενος Πάτερ, τῶν σκοτεινῶν αἰρέσεων διέγνως τὴν πλάνην, καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐκ τῆς τούτων λύμης ἀσινῆ ἐτήρησας, ὑπὲρ αὐτῆς προκινδυνεύσας. Καὶ τοῦ Ἀρείου τὸ ἔκφυλον, ἐξωστρακίσας δόγμα, ἐν ἐξορίᾳ τὸν ἀγῶνα ἐτέλεσας, ἀγχονισθεὶς χερσὶν ἀνόμων, ἀλλ’ ὦ Παύλε θεόσοφε, ἀδιαλείπτως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στόματι ἱερῷ, κηρύττων Πάτερ Παῦλε, τῆς κτίσεως τὸν λόγον, ἀθλητικοῖς καμάτοις, τὴν σὴν στολὴν ἐλάμπρυνας.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτης της καρδίας μου σύνεσιν.

Ἤνεγκας διωγμούς, καὶ ἐξορίας Πάτερ, ὑπὲρ τῆς ἀληθείας, ὡς θεῖος Ἱεράρχης, καὶ τὸν Χριστὸν ἐδόξασας.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις Ἱεραρχῶν, ἀγλάϊσμα καὶ κλέος, καὶ τῆς Θεσσαλονίκης, βλαστὸς ὁ θεοφόρος, Παῦλε Ἀγγέλων σύσκηνε.

 

Δόξα. Τριαδικόν.

Ἕνα φύσει Θεόν, Τριάδα τὴν Ἁγίαν, Πατέρα Λόγον Πνεῦμα, κηρύττων Πάτερ Παῦλε, ὑπὲρ Αὐτῆς πεφόνευσαι.

 

Καὶ νῦν. Θεοτοκίον.

Λόγος ὁ τοῦ Θεοῦ, ἐκ Σου τεχθεὶς ἀφράστως, Παρθένε Θεοτόκε, διέσωσε τὸν κόσμον, τῆς πάλαι κατακρίσεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ' Αὐτόμελον

Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε. Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Καὶ Ἀπόλυσις

 

 

 

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Παῦλος ὁ θεσπέσιος, σὲ μιμητὴν προχειρίζεται, ὁμωνύμως καλούμενον, καὶ τρόποις κοσμούμενον, τοῖς αὐτοῦ Παμμάκαρ, καὶ θεοσεβείᾳ, καὶ τῇ ἀνδρείᾳ τῆς ψυχῆς, καὶ καρτερίᾳ τῶν περιστάσεων, καὶ ζήλῳ πυρακτούμενον, Ὀρθοδοξίας ὑπέρμαχε, ᾧ καὶ νῦν συνδεδόξασαι, οὐρανίοις σκηνώμασιν.

 

Ἄρειον τὸν ἄθεον, καὶ δυσσεβῆ Μακεδόνιον, ταῖς στεῤῥαῖς τῶν δογμάτων σου, νευραῖς ἀπηγχόνισας· τῷ ὀρθῷ δὲ λόγῳ, τῆς διδασκαλίας, τῶν Ὀρθοδόξων τὴν πληθύν, Ἱερομύστα μάκαρ ἐστήριξας· διό σου τὴν ὑπέρλαμπρον, ὁμολογίαν δεξάμενος, βασιλείας ἀνέδειξε, κοινωνὸν ὁ Φιλάνθρωπος.

 

Παῦλε παμμακάριστε, ὁμολογίας ἐπώνυμε, τῶν θερμῶς εὐφημούντων σε, προστάτης γενόμενος, ἐκ παντὸς κινδύνου, πάσης ἁμαρτίας καὶ καταιγίδος τῶν παθῶν, καὶ τυραννίδος Πάτερ διάσωσον· ὡς Μάρτυς γὰρ ἀήττητος, καὶ Ἱεράρχης εὐπρόσδεκτος, παῤῥησίαν σὺ κέκτησαι, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Λόγῳ καὶ σοφίᾳ ἀληθεῖ, καὶ τῇ καθαρᾷ πολιτείᾳ, καλλωπιζόμενος, Παῦλε ἱερώτατε, Ἀρχιεράρχα Χριστοῦ, τὸν Υἱὸν ὁμοούσιον, Πατρὶ τῶ ἀνάρχῳ, Πάτερ καὶ συνάναρχον, ὁμολογεῖς εὐσεβῶς, ὅθεν τὴν ἁγίαν σου μνήμην, πᾶσα ἡ Χριστοῦ Ἐκκλησία, ἄγει κατὰ χρέος εὐφημοῦσά σε.

 

Μύστης καὶ ὁμώνυμος ὡς ὢν, τοῦ τῆς ἐκλογῆς θείου σκεύους, Παῦλε θεσπέσιε, τούτου ἠκολούθησας, τοῖς θείοις ἴχνεσι, καὶ ποιμὴν ἐνθεώτατος, ὤφθης Ἐκκλησίας, ὑπὲρ ἧς καὶ ἤθλησας, στεῤῥῷ φρονήματι, ὅθεν διπλοῦν στέφος ἐδέξω, ὡς Ἱερομάρτυς Κυρίου, καὶ ὁμολογίας στῦλος ἄσειστος.

 

Χαίρει, τοῖς σπαργάνοις σου σοφέ, Θεσσαλονικέων ἡ πόλις, ἐξ ἧς ἐβλάστησας, Παῦλε παμμακάριστε, Πατριαρχῶν καλλονή, Ἐκκλησία δὲ ἅπασα, ἐν σοὶ ἐγκαυχᾶται, τῇ ὁμολογίᾳ σου, κρατυνομένη ἀεί, ἥνπερ διαφύλαττε Πάτερ, τῆς Ὀρθοδοξίας τῇ πέτρᾳ, ἀῤῥαγῆ καὶ ἄσειστον δεόμεθα.

 

 

Δόξα... Ἦχος α' Γερμανοῦ

Ἀρχιερατικὴν στολὴν ἐνδυσάμενος, Ὅσιε Πάτερ, τὸν ὁμώνυμον Παῦλον ἐζήλωσας, διωγμοὺς ὑπομείνας καὶ περιστάσεις, καὶ ἐν τοῖς σοῖς οἰκείοις πόνοις, τὰ βλάσφημα δόγματα Ἀρείου κατέβαλες· παθὼν γὰρ ὑπὲρ τῆς ἀνάρχου, καὶ ὁμοουσίου Τριάδος, τὸν δυσσεβῆ καὶ πνευματομάχον καθεῖλες Μακεδόνιον, καὶ τὴν ὀρθόδοξον πᾶσι τρανώσας πίστιν, τοῖς ἀΰλοις συναυλίζῃ Ἀγγέλοις, μεθ' ὧν καὶ νῦν ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Ἀνατεθεὶς τῷ Θεῷ, Ἱεράρχης Ὅσιος ἐδείχθης, καὶ ὁμολογίας στόμα, Παῦλε μακάριε, ἀμέμπτως γὰρ ἱερατεύων, τὴν τοῦ Ἀρείου διήλεγξας γνώμην, ὀρθοδόξῳ φρονήματι. Καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, διωγμοῖς ὁμιλήσας καὶ θλίψεσι, τῆς εὐσεβείας τὸ δόκιμον, πᾶσιν ἐκλάμπεις, ἀποστολικῶς γὰρ ἠγωνίσω καὶ ἀθλητικῶν ἐπάθλων ἔτυχες, Ἱερομάρτυς ἀξιάγαστε, ἀλλὧς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος β΄.

Τῆς Ἐκκλησίας ποιμὴν καὶ πρόεδρος, ὡς τοῦ Παρακλήτου ὄργανον, θείᾳ νεύσει πέφηνας, Παῦλε Ἱεράρχα θεσπέσιε. Πράξει γὰρ καὶ θεωρίᾳ, βεβαιῶν τὸν βίον, τῶν θείων δογμάτων τὴν ἀκρίβειαν, ὑπὲρ ἥλιον λάμπουσαν ἔδειξας, τοῖς ἀνενδότοις καμάτοις σου, ποικίλως γὰρ ἐδοκιμάσθης μακάριε, καὶ διωγμοὺς καὶ κινδύνους ἤνεγκας, ὑπὲρ τῆς δόξης Χριστοῦ, διό σε Κύριος, οὐρανίου δόξης ἠξίωσε.

 

Ἦχος γ΄

Τῷ σκεύει τῆς ἐκλογῆς συνωνυμῶν, μιμητὴς αὐτοῦ ἐφάνης, καὶ ζηλωτὴς θεόληπτος, ἐν τῷ τῆς ἀληθείας ἀγῶνι, Παῦλε Πάτερ Ὅσιε. Τρὶς γὰρ τοῦ θρόνου ἀπηλάθης, ὑπὲρ τῆς Ἁγίας Τριάδος, ἡν ὁμμούσιον ὡμολόγεις καὶ ὀμόδοξον, ὡς μυσταγωγὸς οὐράνιος. Καὶ ἐν Κουσουσῷ ὑπερορισθείς, μιαιφόνοις χερσὶν ἀπηγχονίσθης, ἐν τῷ ἱερουργεῖν θυσίαν τὴν ἀναίμακτον, καὶ θυσία εὐπρόσδεκτος, Κυρίῳ προσενήνεξαι, τελέσας τὸν ἀγῶνά σου, διὸ ἐν σοὶ καυχᾶται ἐνεγκαμένη σε Θεσσαλονίκη, καὶ Ἐκκλησία ἅπασα, τῇ σῇ καλῇ ὁμολογίᾳ ἑδράζεται, χρεωστικῶς ἑορτάζουσα τὴν μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Ἱεραρχικῶς Χριστῷ εὐαρεστῶν, καὶ τῷ λόγῳ τῆς χάριτος, αἰρετικῶν τὰ ζιζάνια ἐκτέμνων, λογικὰς ἀρούρας ἐγεώργησας, τῆς Ὀρθοδοξίας ἐκφέρειν τοὺς καρπούς, ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ, ἀλλ Παῦλε ἱερέ, Ὁμολογητὰ θεσπέσιε, καὶ Ἱερομάρτυς ἔνδοξε, πρέσβευε ἀεὶ ὑπὲρ τῶν τιμώντων σε.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁμολογίας φωστήρ, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ στόμα τῶν ἀποῤῥήτων, θείων δογμάτων κρατήρ, τῆς Ὀρθοδοξίας μέγας πρόβολος, ἡ σάλπιγξ ἡ εὔηχος, τὸν Υἱὸν ὁμμοούσιον, Πατρὶ κηρύττων, θεοῤῥήμονι γλώττῃ σου, καὶ τῷ Πνεύματι, εὐσεβῶς Παῦλε Ὅσιε, κρήνη ἡ ἀναβλύζουσα, διδάγματα ἔνθεα, τὸν βορβορώδη χειμάῤῥουν, αἰρετικῶν κατακλύζοντα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτης της καρδίας μου σύνεσιν.

Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, τοῦ θείου Παύλου μιμητὴς καὶ ὁμώνυμος, αὐτοῦ γὰρ τὸν ζῆλον Πάτερ, ἐν τῇ καρδίᾳ πλουτῶν, ἐν πυρίνῃ γλώσσῃ ἀνεκήρυξας, τὴν μίαν θεότητα, ἐν τρισὶν ὑποστάσεσι, Πατέρα Λόγον, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, φύσιν σύνθρονον, καταγαγόντα εἰς κτίσιν, Υἱοῦ Θεοῦ τὸν συνάναρχον, Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις, ὁ ἐνθεώτατος νοῦς, ὁ πεπλησμένος τῆς τοῦ Πνεύματος χάριτος, ὁ πλείστους πόνους ἐνέγκας, καὶ ἐξορίας πικράς, δι’ ὧν τοῦ Ἀρείου δόγμα ἔκφυλον, εἰς τέλος κατήσχυνας, τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῇ ἐνστάσει, τῶν ἀγώνων σου Ὅσιε, ὁμμοούσιον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, Λόγον βροτὸν γενόμενον, ἀτρέπτως δι’ ἔλεος, ὁμολογῶν καὶ ὑπέστης, βίαιον θάνατον Ἅγιε, δι’ οὗ ἀθανάτου, εὐκληρίας ἠξιώθης, Παῦλε μακάριε.

 

Δόξα... Ἦχος β' Βυζαντίου

Ἀσκήσεως τὸ πέλαγος διαπλέων, τῆς ἐγκρατείας αὔρᾳ, τὸ τῶν παθῶν κλυδώνιον ἐξέφυγες Ὅσιε· ὅθεν τῇ ὁμωνυμίᾳ φερωνυμήσας τοῦ θείου Παύλου, διωγμοὺς ὑπήνεγκας καὶ περιστάσεις, κακουχούμενος ἐν ταῖς τῶν αἱρετιζόντων γλωσσαλγίαις· Διὸ Ἀρείου κατέβαλες τὰ δόγματα, καὶ Νεστορίου τὰς αἱρέσεις τρεψάμενος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης ζηλωτής· Αὐτὸν ἱκέτευε, Ἱεράρχα μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ' Αὐτόμελον

Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε. Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ἐφαπλοῖς τοῖς ἐν κόσμῳ, ἀκτῖνας φαεινάς, ὀρθοδόξων δογμάτων, Πατέρων ἐγκαλλώπισμα, Πάτερ Παῦλε μακάριε, καὶ αἰρέσεων, τὸ χαλεπὸν σκότος λύεις, ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.

Δόξα. Ὅμοιον.

Κινδύνους καὶ δεινάς, ἐξορίας ὑπέστης, τῆς ποίμνης σου σοφέ, ὑπ’ ἀνδρῶν παρανόμων, ἀδίκως διωκόμενος, παρ’ ὧν χαίρων ὑπέμεινας, καὶ τὸν θάνατον, εἰς Κουκουσὸν Ἀρμενίας, Παῦλε ἔνδοξε, ἀρχιποιμένων λαμπρότης, διό σε γεραίρομεν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκύησας σαρκί, τὸν Ὑπέρθεον Λόγον, τὸν σύνθρονον Πατρί, καὶ ὁμότιμον Κόρη, Ὃν Παῦλος ὁμοούσιον, Ἱεράρχης ὁ ἔνθεος, ὡμολόγησε, σοφῶς τῷ τοῦτον τεκόντι, ὑπὲρ ἔννοιαν, καὶ ὑπὲρ λόγον Παρθένε, ἁγνὴ παναμώμητε.

 

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σοφίᾳ κρείττονι, καλλωπιζόμενος, ψυχῆς θερμότητι, πιστῶς ἱέρευσας, τῷ Παντοκράτορι Θεῷ, ὡς μύστης τῶν ἀποῤῥήτων, ὅθεν ὡμολόγησας, τῷ Πατρὶ ὁμοούσιον, Λόγον τὸν Ὑπέρθεον, βροτωθέντα δι’ ἔλεος, καὶ ᾔσχυνας Ἀρείου τὴν πλάνην, Παῦλε ἀρχιποιμένων κλέος.

Δόξα. Ὅμοιον.

Ὡς πυρπολούμενος, ζήλῳ τῆς πίστεως, κινδύνους ἤνεγκας, καὶ θλίψεις Ὅσιε, καὶ διωγμοὺς καρτερικῶς, ἐλέγχων τοὺς ἀσεβοῦντας, ὅθεν καὶ τὸν θάνατον, δι’ ἀγχόνης ὑπέμεινας, καὶ πρὸς τὴν ἀθάνατον, χαίρων λῆξιν ἀνέδραμες, πρεσβεύων ἐκτενῶς Πάτερ Παῦλε, δοῦναι ἠμῖν πταισμάτων λύσιν.

Καὶ νῦν. Θεοτοκίον.

Σάρκα γενόμενον, ἐκ τῶν αἱμάτων Σου, ἀφράστως τέτοκας, τὸν ὁμοούσιον, Λόγον Πατρί τε ἀληθῶς, καὶ Πνεύματι Θεοτόκε, κόσμον ἐκλυτρούμενον, τῆς ἁρᾶς τοῦ Προπάτορος, καὶ πᾶσι παρέχοντα, ἀφθαρσίαν καὶ λύτρωσιν, τοῖς πίστει ἐκβοῶσί Σοι Κόρη· χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ποιμὴν ὡς θεόληπτος τῆς Ἐκκλησίας Χριστοῦ, κινδύνοις ὡμίλησας ὑπὲρ τῆς δόξης Αὐτοῦ, καὶ πόνοις ἐν θλίψεσιν, ὅθεν ἐν ἐξορίᾳ, τὸν ἀγῶνα τελέσας, ἤρθης πρὸς οὐρανίους, Πάτερ Παῦλε σκηνώσεις, ὁρῶν τὴν ὑπὲρ λόγον, Κυρίου λαμπρότητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τεκοῦσα ἐν σώματι τὸν Ποιητὴν τοῦ παντός, καὶ ἄφθορος μείνασα, μετὰ τὸν τόκον ἁγνή, φθορᾶς πάσης λύτρωσαι, ἄχραντε Θεοτόκε, τὴν ῥυπῶσαν ψυχήν μου, λύουσα τὴν μανίαν, κατ’ ἐμοῦ τοῦ βελίαρ, πιστῶς γὰρ προστρέχω, Παρθένε τῇ σκέπῃ Σου.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Εὐαγγέλιον Ἱεραρχικόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

 

 

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἰεράρχα Παῦλε μακάριε, καὶ ὁμολογητὰ θεσπέσιε, τῷ τῆς Τριάδος θρόνῳ παριστάμενος, καὶ τοῦ θείου φωτὸς κατατρυφῶν, ἐκ σκότους παθῶν ἡμᾶς ἀπάλλαξον, φωτοφόροις πρεσβείαις σου, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

Εἶτα οἱ Κανόνες· καὶ τοῦ Ἁγίου δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς. Τὸν μυσταγωγὸν Παῦλον ὑμνῶ προφρόνως. Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου

Τῆς πίστεως ἔρεισμα, τῆς Ἐκκλησίας διδάσκαλον, καὶ στῦλον ἀκράνδαντον ὁμολογίας σε, καὶ πολύφωτον, τῆς χάριτος φωστῆρα, καὶ στόμα πυρίπνοον, Παῦλε κηρύττομεν.

Παῦλος ὁ μέγιστος, τῆς οἰκουμένης ὁ ἥλιος, Τρισμάκαρ προβάλλεται, σὲ Παῦλον δεύτερον, ὡς πῦρ φλέγοντα, εὐτόνως τὰς αἱρέσεις, καὶ πέλεκυν κόπτοντα, τήν ἀθεότητα.

Νομίμως ἠγώνισαι, προκινδυνεύων θεσπέσιε, τοῦ θείου κηρύγματος, ὡς Ἱεράρχης πιστός, καὶ κατέπνιξας, νευραῖς τῶν σῶν δογμάτων, ὡς θῆρα τὸν Ἀρειον, τὸν ματαιόφρονα.

Θεοτοκίον

Μαρίαν τὴν ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, τὴν μόνην κοσμήσασαν, τὴν ἀνθρωπότητα, τὴν κυήσασαν, Θεὸν σεσαρκωμένον, Παρθένον τε μείνασαν, ἀδιαλώβητον.

 

Ὁ β’ Κανών.

ᾨδὴ α΄. Ἦχος βαρύς. Τῷ συνεργήσαντι Θεῷ.

Ὡς μαθητὴν καὶ μιμητήν, τῶν τοῦ Παύλου δογμάτων, τὸν ὁμώνυμον αὐτοῦ, σεπτῶς εὐφημήσωμεν, συνελθόντες ἐν ἄσμασιν.

Σκεύος ὑπάρχων ἐκλογῆς, μετὰ Παύλου ἐβόας, ὅτι ζῇ ὁ Χριστός, δι’ οὗ κόσμῳ ἐσταύρωμαι.

Τῇ τῶν δογμάτων σου νευρᾷ, ἱεράρχα καὶ μύστα, τῆς ἀκηράτου ζωῆς,  τὸν βλάσφημον Ἄρειον, εὐσεβῶς  ἀπηγχόνισας.

Ὡς ἀπαλείψας γνωστικῶς, τὸ τοῦ γράμματος πάχος, διὰ τῆς χάριτος, τὰ βάθη τοῦ Πνεύματος, ἱεράρχα κατώπτευσας.

Θεοτοκίον

Ἡ διὰ λόγου ἐν σαρκί, ὑπὲρ λόγον τεκοῦσα, τὸν ἀρχηγὸ τῆς ζωῆς, Παρθένε ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

ᾨδὴ γ' Τοὺς σοὺς ὑμνολόγους

Υἱοθετηθεὶς χάριτι θείᾳ, τὸν φύσει Υἱὸν Μονογενῆ, εἰς κτίσιν οὐ κατήγαγες, τὸν τῷ Πατρὶ συνάναρχον, Παῦλε τοῖς Παύλου δόγμασι, τοῦ θεοφόρου ἑπόμενος.

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, σοφίαν καὶ δύναμιν Θεοῦ, καὶ Λόγον ἐνυπόστατον, σὺ τὸν Χριστὸν ἐκήρυξας, Παῦλε θεόφρον Ὅσιε, τὸν δυσμενῆ φαυλίσας Ἄρειον.

Τῆς ὑπερουσίου ἐξουσίας, τὸ Πνεῦμα τὸ Ἅγιον Θεοῦ, δι' οὗ θεοποιούμεθα, κρίσει δικαίᾳ Πάνσοφε, φύσει Θεὸν ἐδίδαξας, καὶ παντουργὸν καὶ παντοδύναμον.

Θεοτοκίον

νάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνώτερος ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ σοῦ Ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.

 

Ἕτερος. Στερέωμά μου γενοῦ

Ακατάπληκτον ἔχων, τὸ φρόνημα τῇ πίστει, ἀνδρικῶς τῷ τυράννῳ, φρονήματι ἀντέστης, ὑπὲρ τῆς ἀληθείας θανὼν μακάριε.

Ζηλωτὴς τῆς ἐνθέου, δειχθεὶς ὁμολογίας, ὁμοούσιον πᾶσαν, ἐτράνωσας ἀνθρώποις, Υἱὸν τὸν συνάναρχον Πατρί τε καὶ σύνθρονον.

Τῇ τοῦ Πνεύματος αἴγλῃ, τὸν νοῦν πεφωτισμένος, τὸν τὸ ἅγιον Πνεῦμα, βλασφήμως ἀθετοῦντα, κατήσχυνας τὸν ἄφρονα Μακεδόνιον.

Θεοτοκίον

Παναγία Παρθένε, ἡ κεχαριτωμένη, ἡ τεκοῦσα ἐν χρόνῳ, τὸν Λόγον ὑπὲρ λόγον, δυσώπησον Αὐτὸν σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Κάθισμα. Ἦχος γ'. Θείας πίστεως

Δόγμα ἔνθεον ἐπικρατύνας, ῥῆμα ἄθεον ἐξοστρακίσας, Παῦλε θεόφρον κατῄσχυνας Ἄρειον, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας πιστοὺς ἐβεβαίωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα...

Στῦλος γέγονας, Ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν ἱεράρχα Πατὴρ ἡμῶν· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ' Τὴν ἀνεξιχνίαστον θείαν βουλήν

Γέρας πολυτίμητον σῇ κορυφῇ, τῆς ὁμολογίας τὸν στέφανον, ὡς νικηφόρῳ, ζωηφόρῳ δεξιᾷ, ὁ πλαστουργὸς ἐπέθηκε, Παῦλε θεοφάντορ μακάριε.

σπερ προηγώνισαι τῶν εὐσεβῶν, Πάνσοφε δογμάτων ἀπείληφας, τὰς ἀντιδόσεις, νῦν τοῦ ξύλου τῆς ζωῆς, τετυχηκὼς Μακάριε, Παῦλε θεοφάντορ θεσπέσιε.

Γῆν τὴν ἐπουράνιον χοροβατεῖν, ἣν πόδες πραέων χορεύουσι, κατηξιώθης, ὡς λαμπρὸς ἀγωνιστής, τῆς ἀληθείας πάντιμε, Παῦλε γεγονὼς καὶ ὑπέρμαχος.

Θεοτοκίον

μοουσιότητι τῇ τοῦ Πατρός, Σῶτερ ὡς Υἱὸς καθορώμενος, ἐκ τῆς Παρθένου, ὁμοούσιος ἡμῶν, σωματωθεὶς γεγέννησαι, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

 

Ἕτερος. Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός.

Ὑπὲρ Τριάδος θανὼν ὁ πάντοτε ζῶν, ἐν αὐτῇ θεόφρον Πάτερ, τῆς Ἐκκλησίας εὑρέθης, ὑπέρτιμον καλλώπισμα.

Ἐμπρέπων ποιμαντικαῖς σαφῶς ἀρεταῖς, εὐσεβείας βακτηρίᾳ, ἐπὶ νομὰς ζωηφόρους, τὸ ποίμνιον ὡδήγησας.

Τὸν κόσμον διαδραμὼν ὁ φθόγγος τῆς σῆς, θεϊκῆς ὁμολογίας, τὴν ψυχοφθόρον Ἀρείου, μανίαν ἐξωλόθρευσεν.

Θεοτοκίον

Ἐκύησας ἐν σαρκὶ Παρθένε ἁγνή, τὸν πρὸ Σοῦ ἄναρχον Λόγον, καὶ μετὰ Σὲ ὑπὲρ λόγον, Θεὸν ἐνανθρωπήσαντα.

 

ᾨδὴ ε' Ἐξέστη τὰ σύμπαντα

Νομὴν τῆς αἱρέσεως, καὶ σηπεδόνα ἔστησας, βαλὼν δραστικώτατον θεόφρον, φάρμακον Πάτερ ὁμολογίαν τὴν σήν, καὶ τῶν σῶν δογμάτων τὸ λαμπρόν, νοῦ τε καθαρότητα, καὶ τὸν ζῆλον τὸν ἔνθεον.

Πλουσίως ἐκκέχυται, ἡ τοῦ Ἁγίου Πνεύματος, χάρις σοῦ τοῖς χείλεσι Παμμάκαρ, πρόμαχον ὄντως ὀρθοδοξίας στεῤῥόν, εὑροῦσά σε καὶ προασπιστήν· ὅθεν κατεφώτισας, Ὀρθοδόξων συστήματα.

ρείου τὸ ἄθεον, Μακεδονίου βλάσφημον, Παῦλε θεοπνεύστων σου δογμάτων, καὶ διδαγμάτων ἐκσφενδονίσας πλοκαῖς, Δαυῒδ ὡς ἀλλόφυλον τὸ πρίν, τούτους ἀπηγχόνισας, καὶ στεῤῥῶς κατεδίκασας.

Θεοτοκίον

πάρχων αἰώνιος, νῦν ὑπὸ χρόνου γέγονε, σάρκα προσλαβόμενος Παρθένε, ἔμψυχον ἔννουν, Λόγος ὁ ἄναρχος, ἐκ σοῦ ἀπειρόγαμε Ἁγνή, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην δωρούμενος.

Ἕτερος. Ὀρθρίζει τὸ πνεῦμά μου πρὸς Σὲ ὁ Θεός.

Ἐπλήσθη ἡ γῆ τῶν διδαγμάτων σου· διό σου Πάτερ, τὴν ἐτήσιον μνήμην, πιστῶς πανηγυρίζουσα, δοξάζει τὸν Σωτῆρα Χριστόν.

Τὸν Παῦλον ἐζήλωσας τοῖς δόγμασί σου, τὸν νοῦν ἀστραφθείς, τῇ τοῦ Πνεύματος αἴγλῃ, δι΄ οὗ ἡμᾶς ἐφώτισας, καὶ Ἄρειον ἐσκότισας.

Τὸ κράτος τῆς πίστεως δεικνὺς ἀῤῥαγές, τὸ βλάσφημον νοῦ, τῆς Ἀρείου μανίας, ἐν ταύτῃ κατεπάτησας, Πατὴρ ἡμῶν μακάριε.

Θεοτοκίον

Παρθένε μὴ παύσῃ ἱκετεύουσα, Θεὸν τὸν ἐκ Σοῦ, γεννηθέντα ἐν σαρκί, λυτρώσασθαι τοὺς δούλους Σου, ἐκ πάσης περιστάσεως.

 

ᾨδὴ ς'  Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Λαλήσας εἰς ὕψος βλασφημίαν, καὶ τὸν Υἱὸν καὶ Λόγον, τοῦ Θεοῦ ὁ Ἄρειος εἰς κτίσιν, καταγαγὼν ὑπὸ σοῦ ὁ δείλαιος, Θεοφόρε κατακέκριται.

ἄνους καὶ ἄθεος καὶ ἄφρων, ὁ ἀθετήσας Πάτερ, Μακεδόνιος τὸ θεῖον Πνεῦμα, διὰ τῆς σῆς καρτερᾶς ἐνστάσεως, θεοφάντορ καταβέβληται.

Νεκροῦται συρόμενος ὡς ὄφις, τοῖς ζωτικοῖς σου λόγοις, προσβαλὼν αἱρέσεων τὸ στῖφος, Ἄρχιερεῦ, τοῦ Θεοῦ πανόλβιε, θεοῤῥῆμον ἱερώτατε.

Θεοτοκίον

μνοῦμεν Παρθένε Θεομῆτορ, τὸν ὑπὲρ φύσιν τόκον, καὶ τὴν σὴν ἀμόλυντον ἁγνείαν· καὶ γὰρ ἐν σοί, θαυμαστῶς συνέδραμε, παρθενία, τόκος ἄφθορος.

 

Ἕτερος. Τὰ δεσμά Σου.

Τῆς Ἀρείου, κακοδοξίας ὑπάρχων ἀντίμαχος, ζηλωτὴς ἀνεδείχθης, Ὀρθοδοξίας ὑπέρμαχος· τὸν δὲ τῷ Πνεύματι τῷ ἁγίῳ βλασφήμως μαχόμενον, Μακεδόνιον στεῤῥῶς θριαμβεύσας κατήσχυνας.

Ἑωσφόρος, πνευματικὸς ἀνεδείχθης μακάριε· τῆς γὰρ τῆς Τριάδος τὴν γνῶσιν, ἐξανατείλας τοῖς πέρασι, κακοδοξίας πᾶσαν ὁμίχλην στεῤῥῶς ἀπεδίωξας, ἐφαπλώσας ἡμῖν ὡς ἀκτῖνα τὰ δόγματα.

Θεοτοκίον

Ὡς παρθένον, καὶ Θεομήτορα πάντες ὑμνοῦμέν Σε· κιβωτὸς γὰρ ἐδείχθης, τοῦ ἐν χειρὶ τὰ πάντα συνέχοντος· ἀλλὰ μὴ παύσῃ ὑπὲρ ἡμῶν δυσωποῦσα Χριστὸν τὸν Θεόν, τὸν ἀφράστως ἐκ Σοῦ σαρκωθέντα τοῦ σῶσαι ἡμᾶς.

 

Κοντάκιον. Ἦχος β' Τὰ ἄνω ζητῶν

Ἀστράψας ἐν γῇ, ὡς ἄστρον οὐρανόφωτον, τὴν καθολικὴν φωτίζεις Ἐκκλησίαν νῦν, ὑπὲρ ἧς καὶ ἤθλησας, τὴν ψυχήν σου Παῦλε προθέμενος, καὶ ὡς Ζαχαρίου καὶ Ἄβελ τρανῶς, βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.

Ὁ Οἶκος

Ὁμολογίας στῦλος ὑπάρχεις, καὶ ὁμώνυμος Παύλου τοῦ φωστῆρος τῆς γῆς, ὁμότροπός τε καὶ σύναθλος, τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζων ἐν τῷ σώματι, Παῦλε ἱερομύστα, καὶ ἐν αὐτοῖς ἐντρυφῶν, καὶ καυχώμενος πάντοτε, ἐνώπιον βασιλέων κακοδόξων ὤφθης ἱστάμενος, καὶ μὴ πτοούμενος, μᾶλλον δὲ δυναμούμενος· ὅθεν τρανώτερον βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες

Μεταβέβηκας θεόφρον πρὸς οὐράνια, Παῦλε σκηνώματα, καὶ προσπελάσας Θεῷ, μεθέξει θεούμενος, ἔνθεος γέγονας, ψάλλων Ὅσιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Νουθετούμενοι σοῖς λόγοις διδασκόμεθα, Παῦλε πανεύφημε, ὡς ἐν ἡλίοις τρισίν, ἀμέριστον ἄτμητον, σέβειν θεότητα, ᾗ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ς πανίερος ἡ θεία καὶ θεάρεστος, ὁμολογία σου· ὡς γὰρ χρυσὸς καθαρθείς, Θεῷ προσενήνεξαι, θῦμα εὐπρόσδεκτον, ἀγαλλόμενος, τῇ ἐκμιμήσει Ὅσιε, τῶν παθῶν τῶν τοῦ Σωτῆρος.

Θεοτοκίον

Πᾶσι πρόξενος ἀνθρώποις ἐναπέφηνας, θείας λυτρώσεως, τὸν Λυτρωτὴν τοῦ παντός, τεκοῦσα Πανάμωμε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἕτερος. Κάμινον καιομένην.

Κάμινον βλασφημίας, τοῖς ὄμβροις τῶν σοφῶν, δογμάτων σου κατέσβεσας, καὶ χαίρων ἀνεκραύγαζες· εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τοῦ Πνεύματος τῇ χάριτι, τὴν σὴν καταυγασθείς, διάνοιαν μακάριε, ἐφώτισας τὰ πέρατα, βοῶν ἀπαύστως· εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας ὁ Θεός.

Τῶν λόγων σου ἡ πρᾶξίς σου, μαρτύριον ὑπάρχει· ἄμφω γὰρ διέλαμψας, Χριστοῦ τῇ Ἐκκλησίᾳ, εὐλογητὸς εἶ, κραυγάζων Πάτερ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Λύτρωσαι τὴν ποίμνην Σου, πανάχραντε Παρθένε, ἐκ πάσης περιστάσεως, ὡς μόνη προστασία, τοῦ γένους ἡμῶν, εὐλογημένη, Θεοτόκε πανύμνητε.

ᾨδὴ η' Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

έουσι πηγαὶ τῶν σῶν δογμάτων, καὶ πᾶσαν τὴν Ἐκκλησίαν καταρδεύουσι, σῷ δὲ Πάτερ αἵματι, πάντας καθηγίασας, τοὺς ὀρθοδόξω πίστει σοι, ἀκολουθήσαντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ρμῳ γαληνῷ σὺ προσωρμίσθης, τοῦ βίου τὰς τρικυμίας ἀπωσάμενος· εἶχες γὰρ ἰθύνοντα, πᾶσαν τὴν πορείαν σου, τὸν κυβερνήτην Κύριον, Παῦλε πανόλβιε, τὸν νεύματι τὰ πάντα ποιοῦντα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν

Φῶς τὸ τριλαμπὲς τῆς ὑπερθέου, Τριάδος ἐν σοὶ σκηνῶσαν φῶς σε δεύτερον, ἔδειξε φωτίζοντα, δῆμον μὲν ὀρθόδοξον, αἱρετικὴν δὲ φάλαγγα, Πάτερ ἀμβλύνοντα, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ήσεις Προφητῶν ἀκολουθοῦντες, Παρθένε σὲ Θεοτόκον καταγγέλλομεν· τέτοκας παιδίον γάρ, πάντων ἀρχαιότερον, Ἐμμανουὴλ καλούμενον, ᾧ καὶ κραυγάζομεν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τοὺς ἐν καμίνῳ παῖδας μιμούμενοι.

Τῆς ἀληθείας κῆρυξ γενόμενος, τὰς βεβήλους γλώσσας κατήργησας, βοῶν παμμακάριστε· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ὡς ἐντρυφῶν τοῖς λόγοις τοῦ Πνεύματος, καὶ ἐκτρέφων πάντα τοῖς δόγμασιν, ἐβόας μακάριε· εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Τὸν πρὸ αἰώνων Λόγον ἀμήτορα, ἐν σαρκὶ τεχθέντα ἀπάτορα, ὑμνήσωμεν λέγοντες· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ' Ἅπας γηγενής

λον ἐμαυτόν, προσάγω Θεσπέσιε, τῇ θείᾳ σκέπη σου· ὡς Ἱερομάρτυς δέ, τὴν ἐξουσίαν λύειν τὰ πταίσματα, παρὰ Χριστοῦ δεξάμενος, ἐμῶν σφαλμάτων σειράς, διαῤῥήξας, σῶσόν με πρεσβείαις σου, καὶ τῷ θείῳ φωτὶ καταλάμπρυνον.

Νέος πεφηνώς, τῷ ζήλῳ πυρούμενος Παῦλος πανάριστε, τῶν ἐν Παραδείσῳ νῦν, ἀῤῥήτων λόγων Πάτερ ἀκήκοας, ὡς κοινωνὸς τῶν τρόπων γάρ, τῆς ἀναῤῥήσεως, συμμετέσχες, στέφανον δεξάμενος, βασιλείας Χριστοῦ εὐπρεπέστατον.

ς τις ἀριστεύς, ἐφάνης κατήγορος, πάσης αἱρέσεως· τῆς ὀρθοδοξίας δέ, ἱερομάρτυς θεῖος συνήγορος, μαρμαρυγαῖς τῆς χάριτος, ἠγλαϊσμένος σαφῶς, καὶ τῇ αἴγλῃ, Παῦλε παναοίδιμε, τῆς ἀκτίστου Τριάδος λαμπόμενος.

Θεοτοκίον

Σάρκα τὴν ἐκ σοῦ, ὁ Λόγος Πανάμωμε περιεβάλετο· σεσωματωμένος δέ, συνανεστράφη κόσμῳ ὡς εὔσπλαγχνος, μεμενηκὼς οὐκ ἔλαττον, ὡς πρὶν ἀσώματος, καὶ τὸν πάλαι, πάντας τυραννήσαντα, θεϊκῇ δυναστείᾳ κατέβαλεν.

 

Ἕτερος. Τὴν ὑπὲρ φύσιν Μητέρα

Τὸν καθαιρέτην τῆς πλάνης, καὶ νικηφόρον ὁπλίτην, τὸ τρόπαιον τῆς Χριστοῦ ὁμολογίας, τὸν Παῦλον ὡς ἀληθῶς, εὐφημήσωμεν τὸν δεύτερον.

Τῶν ἀρετῶν σε ζωγράφον, Πάτερ ἐπέγνωμεν πάντες, τὸν κατ’ εἰκόνα τοῦ Θεοῦ τυποῦντα βίον, οὐ χρώμασιν ὑλικοῖς, ἀλλὰ δόγμασι τῆς χάριτος.

Οἱ τῶν δογμάτων σου λόγοι, τῇ Ἐκκλησίᾳ θεόφρον, ἡδύνθησαν ἀληθῶς ὑπὲρ κηρίον, καὶ μέλι πνευματικήν, ἀποστάζοντες γλυκύτητα.

Ὡς ἀμοιβὴν τῶν ἱδρώτων, τῶν ὑπὲρ τῆς εὐσεβείας, τὴν πρὸς Θεὸν κεκτημένος παῤῥησίαν, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀπερίληπτον Λόγον, καὶ πύλην θείας ζωῆς ἡμῖν φανεῖσαν, τὴν ἄχραντον ἀληθῶς, Θεοτόκον μεγαλύνωμεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε

Τὸν Παῦλον ἐκμιμούμενος, τὸν κήρυκα τῆς πίστεως, τῆς ἀνωτάτης σοφίας, τὰ δόγματα κατασπείρας, πάσας αἱρέσεις ἤμβλυνας, Ἱεραρχῶν ἀγλάϊσμα, Παῦλε Μακαριώτατε· διὸ καὶ στῦλος ἐφάνης, ὀρθοδοξίας θεόφρον.

Θεοτοκίον

Θεὸν σαρκὶ ὃν ἔτεκες, Μαρία Θεονύμφευτε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν σὲ ὑμνούντων ἐκ πόθου, καὶ σὴν εἰκόνα τιμώντων, καὶ τοῦ Υἱοῦ σου Πάναγνε, κολάσεως λυτρώσασθαι, καὶ ἀναγκῶν αἰωνίων, τοὺς σοὶ θερμῶς ἐγκειμένους.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Συνωνυμήσας παμμάκαρ τῷ σκεύει τῆς ἐκλογῆς, τοῦ ζήλου τούτου Πάτερ, κοινωνὸς ἀνεδείχθης, καὶ ὤφθης Ἱεράρχης θεοειδής, καὶ ποιμὴν ἐνθεώτατος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας Παῦλε σοφέ, ὑπὲρ ἧς καὶ χαίρων ἤθλησας.

 

Ὀρθοδοξίας ἐκλάμπων Πάτερ τοῖς δόγμασι, τὴν τοῦ Ἀρείου πᾶσαν, καταβέβληκας πλάνην, τὸν Λόγον ὁμοούσιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Ὅσιε, ἀνακηρύττων ὡς θεῖος μυσταγωγός, τῶν ἀῤῥήτων Παῦλε ἔνδοξε.

 

Προσομιλήσας κινδύνοις καὶ ἐξορίαις σοφέ, ὑπὲρ τῆς ἀληθείας, ἀνενδότῳ καρδίᾳ, χερσὶ ταῖς μιαιφόνοις αἰρετικῶν, διὰ βρόχου τὸν θάνατον, χαίρων ὑπέστης τελέσας μαρτυρικῶς, Πάτερ Παῦλε τὸν ἀγῶνά σου.

 

Ἱερουργήσας Κυρίου τὸ Εὐαγγέλιον, ὡς ζηλωτὴς καὶ μύστης, τῶν σοφῶν Ἀποστόλων, καὶ θεῖος Ἱεράρχης Παῦλε σοφέ, ὡς θυσία εὐπρόσδεκτος, Χριστῷ προσήχθης τελέσας μαρτυρικῶς, τὸν ἀγῶνά σου μακάριε.

 

Δόξα... Ἦχος βαρύς. Ἀνατολίου

Ἐνέκυψας εἰς τὰ βάθη τοῦ Πνεύματος, ὡς ἐπὶ γῆς ἀσάρκως βιώσας· κἀκεῖθεν ἀντλήσας τὸν πλοῦτον τῆς θείας γνώσεως, ὀρθοδοξίαν ἀνθρώποις ἐπήγασας, διδασκαλίαις σου, Ὅσιε Πάτερ.

 

Καὶ νῦν... Θεοτοκίον. Οὐκέτι κωλυόμεθα

Τεκοῦσα τὸν Δεσπότην μου κατὰ σάρκα, ἐξουσίας με, καὶ δουλείας τοῦ ἀλλοτρίου λύτρωσαι Δέσποινα.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου