ΜΑΪΟΥ 8!!
ΑΡΣΕΝΙΟΣ ΜΕΓΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
φιλέορτοι πάντες πανηγυρίζοντες, τοῦ θείου Ἀρσενίου, τὴν πανένδοξον μνήμην,
κανόνος μοναζόντων τοῦ εὐκλεοῦς, καὶ θερμῶς ἀνακράζοντες· θεομακάριστε Πάτερ
πάντων ἡμῶν, τῶν τιμώντων σε μνημόνευε.
Πολιτευθεὶς
ἐν τῷ κόσμῳ Πάτερ ὡς Ἄγγελος, Ἐδὲμ τῶν πρωτοτόκων, εἰς κατοίκησιν εὗρες, Ἀρσένιε
τρισμάκαρ καὶ τοῦ Χριστοῦ, καθορᾶς νῦν τὸ πρόσωπον, οὗ καὶ τῆς θείας ἀξίωσον σαῖς
εὐχαῖς, τοὺς πιστῶς ἀνευφημοῦντάς σε.
Τῆς
οὐρανῶν Βασιλείας τὸ Εὐαγγέλιον, ὑπὲρ τῆς σωτηρίας, τῶν πολλῶν ῥητορεύσας, Ἀρσένιε
ἀνέτλης καρτερικῶς, δρόμους κόπους ἱδρῶτάς τε, ἀνθ’ ὧν ἀξίως εἰσέδραμες εἰς ζωῆς,
αἰωνίου τὴν ἀπόλαυσιν.
Τῶν
οὐρανίων χαρίτων ταῖς ἐλλάμψεσιν, ἐπεντρυφῶν ἀπαύστως, καὶ τῆς δόξης του
Κτίστου, ἐπόπτης ὡς ὑπάρχων καὶ κοινωνός, θεοφόρε Ἀρσένιε, μὴ διαλίπης
πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.
Δόξα. Ἦχος β΄.
Ὅσιε
Πάτερ, θεοφόρε Ἀρσένιε, ἀφειδήσας τελείως τοῦ σώματος, ψυχῆς τὴν κατάστασιν ηὐτρέπισας,
ἀσκητικῇ ἐπιμελείᾳ, διό σε ὡς καθαρόν, εἰς κατοικίαν ἑαυτῆς, του Παρακλήτου
Πνεύματος, ἡ χάρις ἡρετίσατο. Ἀλλὰ πρέσβευε τῷ ἐν Τριάδι Θεῷ, τὴν εἰρήνην
δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Φέγγει τῷ θεϊκῷ, σαυτὸν
καταλαμπρύνας, ἀσκητικοῖς σου πόνοις, Ἀρσένιε αὐγάζεις, καρδίας τῶν τιμώντων
σε.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πρέσβευε
τῷ Χριστῷ, ὡς ἔχων παῤῥησίαν, Ἀρσένιε θεόφρον, ἡμῖν τὴν τῶν πταισμάτων,
συγχώρησιν δωρήσασθαι.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Οἶκον
τῶν ἀρετῶν, σαὐτὸν ἀποτελέσας, ασκήσας ὑπὲρ φύσιν, δοχεῖον ἀνεδείχθης, Ἀρσένιε
τῆς χάριτος.
Δόξα.
Τριαδικόν.
Σέλας
τὸ φαεινόν, ἡ ἄκτιστος Οὐσία, Τριὰς Ὑπεραγία, εὐχαῖς τοῦ Ἀρσενίου, εἰρήνην ἡμῖν
δώρησαι.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄχραντε
Μαριάμ, σὺν θείῳ Ἀρσενίῳ, τὸν Σὸν Υἱὸν δυσώπει, τὴν ἄφεσιν διδόναι, τοῖς πόθῳ ἀνυμνοῦσί
σε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγα
καύχημα, τῆς Ἐκκλησίας, καὶ τοῦ Πνεύματος σεπτὸν δοχεῖον, ἀνεδείχθης θεοφόρε Ἀρσένιε,
τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος, καὶ Μοναζόντων ἀλείπτης θερμότατος. Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεῷ
προθυμότατα ανατεθεὶς ἀληθῶς, τοῦ κόσμου τερπνότητα, ἀπεβδελύξω σαφῶς, Ἀρσένιε Ὅσιε,
ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοῖς τρόποις, ὤφθης τῶν Μοναζόντων, ἀκριβὴς
ποδηγέτης, καὶ νῦν τοὺς ἀνυμνοῦντάς σε Πάτερ διάσωσον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Στιχολογεῖται ἡ α' στάσις τοῦ
Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
στ΄. Ἦχος πλ. δ'. Ὢ
τοῦ παραδόξου θαύματος
Πάτερ
θεόφρον Ἀρσένιε, ταῖς τῶν δακρύων πηγαῖς, λαμπρυνθεὶς τὴν διάνοιαν, τῷ Θεῷ ὡμίλησας,
ἀνενδότοις καθάρσεσι καὶ τῇ ἐλλάμψει, στῦλος ὁλόφωτος, θεοσεβείας πυρσῷ
λαμπόμενος, ὤφθης μακάριε, μοναστῶν τὸ καύχημα, καὶ νῦν ἡμᾶς, πάντας
περιφρούρησον, ταῖς ἱκεσίαις σου.
Ὅσιε
Πάτερ Ἀρσένιε, σὺ τὸν Θεὸν ἐκζητῶν, καὶ ταῖς τούτου ἐλλάμπεσθαι, φωτοβόλοις λάμψεσιν,
εὐσεβῶς ἐφιέμενος, περιφανείας πᾶσαν λαμπρότητα, καὶ βασιλείους αὐλὰς
κατέλιπες, καὶ τὴν ἀθάνατον, κληρουχίαν εἴληφας, μετὰ Χριστοῦ, νῦν
συναυλιζόμενος θεομακάριστε.
Λόγου
καὶ γνώσεως ἔμπλεως, εἴπερ τις ἄλλος ὀφθείς, ἀρεταῖς τε κατάκοσμος, πάσης δόξης
γέγονας, τῆς ἐντεῦθεν ἀνάπλεως, ἀλλὰ τῷ θείῳ ζήλῳ πυρούμενος, καὶ τῶν ἀῤῥήτων
καταγλιχόμενος, φεύγεις εἰς Αἴγυπτον, ἔνθα βίον ἔζησας, ἀσκητικόν, βάρος δόξης ἄῤῥητον,
ἀνταλλαττόμενος.
Ἕτερα. Ὁ αὐτός. Τί ἡμᾶς
καλέσωμεν Ἅγιοι;
Τί σὲ νῦν καλέσω Ἀρσένιε;
Μοναζόντων ποδηγέτην, Ἀσκητῶν ὑπογραμμόν, ζηλωτὴν τῶν Ἀσωμάτων, καὶ προστάτην
εὐσεβῶν, ἐργάτην, ἀρετῆς ἀκαταπόνητος, ταμεῖον, δωρεῶν τοῦ θείου Πνεύματος.
Πολλά σου τὰ προτερήματα, καὶ ἄπειρα τὰ χαρίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Τί σε νῦν προσείπω Ἀρσένιε;
Τῆς ἐρήμου καλλονήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ Ἀσκητῶν
καθηγητήν, πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω, Ἱερουσαλὴμ οἰκήτορα,
τῶν ἀρετῶν, ἐνδιαίτημα, τὸν τῆς Αἰγύπτου κοσμήτορα, ἱκέτευε, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Τί σὲ ὀνομάσω Ἀρσένιε;
Ποταμὸν τῶν ἰαμάτων, καὶ θαυμάτων αὐτουργόν, ἐγκρατείας θείαν στάθμην, καὶ
Ὁσίων καλλονήν, Ἀγγέλων, συμπολίτην τηλαυγέστατον, δαιμόνων, καθαιρέτην καὶ
ἀντίπαλον. Λαμπρά σου τὰ κατορθώματα, ἐξαίσια τὰ θαυμάσια, ἱκέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Αρσένιε μακάριε,
τῶν γεηρῶν ἀποκλίνων θεοσόφῳ φρονήματι, εν ἐρήμοις τόποις, τῆς Αἰγύπτου
κατεσκήνωσας, ἐν οἷς τῷ παλαιῷ πτερνιστῇ, τῇ στεῤῥοτάτῃ ἀσκήσει συμπλακείς,
τούτου τὴν ἔπαρσιν κατέβαλες, καὶ τρόπαιον αἰώνιον, ἀρετῆς τε καὶ ἀσκήσεως
ἔστησας, ὅθεν παρὰ Θεοῦ δεξάμενος, ὑπέρλαμπρον καὶ ἄφθαρτον στέφανον, ἐν
οὐρανοῖς ὑπερφυῶς ἐδοξάσθης, καὶ παρέστης Αὐτῷ εὐκλεῶς, πρεσβείαν ποιούμενος,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν
Καὶ
νῦν... Τῆς ἑορτῆς
Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος
ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ
ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς
ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ
ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ μεγαλώνυμος Ῥώμη, σκίρτα ἡ Ἁγιοτόκος Αἴγυπτος, ἐπὶ τῇ μνήμῃ
σήμερον, Ἀρσενίου τοῦ οὐρανόφρονος. Ἰδοὺ γὰρ οὗτος ὁ μακάριος, ἐν ταῖς ἐρημίαις
θεϊκῇ γεωργίᾳ, ὡς ἄνθος ἀμάραντον ἐξήνθησεν, τῇ εὐωδίᾳ τῶν αὐτοῦ ἀρετῶν, μυστικῶς
ἐπλήρωσε. Διὸ καὶ νῦν τῷ Κυρίῳ παριστάμενος, πρεσβεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Τὸν
ἀριστέα τὸν ἀειφανῆ, τὸν ἐν τῷ οὐρανῷ τῆς ἀρετῆς ἐστηριγμένος, καὶ τῆς ἀσκήσεως,
ὡραιοδρόμον ἥλιον, τὸν τοῦ ὄντως ἐραστοῦ θεράποντα γνήσιον, Ἀρσένιον τὸν ἀοίδιμον,
τῶν Ἀσκητῶν οἱ δῆμοι, ἐν ἐγκωμίοις εὐφημήσωμεν. Οὗτος γαρ ὁ μακάριος, ἐκ τῆς Ῥώμης,
εἰς τὴν πόλιν τοῦ Κωνσταντίνου μετέβη, ὕστερον δε ἐν τῇ Αἰγύπτῳ προφητικῶς αὐλιζόμενος,
βίον ἀσκητικὸν διέτριβεν. Καὶ νῦν Θεῷ παριστάμενος, ἀκαταπαύστως πρεσβεύει,
τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν.
Ἦχος
δ΄.
Ἐν
τοῖς οὐρανοῖς το πολίτευμα ἔχων, Πάτερ θεόφρον Ἀρσένιε, τῶν ἐπικήρων τερπνῶν
κατεφρόνησας, καὶ ἐρημοπολίτης γενόμενος, ἐν τῆς Αἰγύπτου ἐρήμοις, ψαλμικῶς ηὐλίσθης
φυγαδεύων, ἔνθα τῷ μόνῳ Θεῷ συγγινόμενος, καὶ Αὐτοῦ τὸ ἔλεος ἀσκητικῶς
προσδεχόμενος, σαυτὸν ταῖς ὑπὲρ φύσιν ἀρεταῖς, πρὸς οὐρανὸν ἀληθῶς ἀνεπτέρωσας.
Καὶ νῦν σὺν Ἀγγέλοις οἰκῶν, πρέσβευε ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ὁ αὐτός.
Τὸν
ἐν Ὁσίοις διδάσκαλον, ἐν Ἀσκηταῖς κανόνα μέγιστον, Ἀρσένιον τον θεῖον, ἐπαξίως
μακαρίσωμεν. Οὗτος γὰρ ὡς στεῤῥότατος, τὰς τοῦ διαβόλου μηχανάς, τῇ δυνάμει τοῦ
Ἁγίου Πνεύματος διέλυσε, καὶ εἰς λειμῶνας τῆς ἀρετῆς, τῶν μοναζόντων τὰ
συστήματα κατηύθυνε. Διὸ ἐν τῷ βίῳ αὐτοῦ καλῶς πολιτευσάμενος, Χριστῷ νῦν
παρίσταται, Αὐτῷ ἀεὶ πρεσβεύων, ὑπὲρ τοῖς τιμῶσιν αὐτοῦ, τὴν μνήμην τὴν
σεβάσμιον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
τῶν ἀρετῶν ὁ κανών, θεοχαρίτωτον τοῦ Πνεύματος τέμενος, τὸ ῥόδον τῆς ἀπαθείας,
τὸ διαπνέον ἀεί, τῆς δικαιοσύνης τὴν διάδοσιν, ἠθῶν ὁ διδάσκαλος, τῆς ἁγνείας ὁ
τρόφιμος, ἡ ζῶσα στήλη, ἡ τὸν νόμον τῆς χάριτος, περιφέρουσα, εἰς ψυχῶν
περιποίησιν, ἥλιος ὁ πολύφωτος, ἀγάπης τὴν ἔλλαμψιν, προσεφαπλῶν ὡς ἀκτῖνας, τοῖς
ἐν τῷ σκότει καθεύδουσι, Ἀρσένιε Πάτερ, καὶ φωτίζων τὰς καρδίας τῶν εὐφημούντων
σε.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις,
τῶν μοναζόντων ἀστήρ, ὁ τῆς ἀδύτου πεπλησμένος ἐλλάμψεως, τὴν Αἴγυπτον ὁ
φωτίσας, ταῖς τῶν θαυμάτων αὐγαῖς, ὥσπερ ἑωσφόρος οὐρανόφωτος, ὁ πᾶσαν Ἀρσένιε,
ταῖς θερμαῖς σου δεήσεσι, καταπατήσας, τοῦ ἐχθροῦ τὴν κατήφειαν, ὡς ὁ μέγιστος,
Ἠλιοῦ θαυμαζόμενος, ὅθεν θεομακάριστε, τὸν μόνον Φιλάνθρωπον, καθικετεύων μὴ
παύση, τοῖς εὐσεβῶς σὲ γεραίρουσι, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ
μέγα ἔλεος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Χαίροις,
ὁ τῆς Αἰγύπτου φωστήρ, Βασιλευούσης καὶ τῆς Ῥώμης ἀγλάϊσμα, ὁ βίῳ λελαμπρυσμένῳ,
καταφωτίσας αὐτάς, τὴν ἐν μυστηρίῳ θείαν ἔλλαμψιν, Ἀρσένιε Ὅσιε, Μοναστῶν ἐγκαλλώπισμα,
τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, σκεῦος πάγχρυσον, δωρημάτων τοῦ Πνεύματος,
λαμπὰς ἡ πολύφωτος, τῆς θείας ἀσκήσεως, ὁ νοηταῖς φωταυγείαις, λύων παθῶν τὴν
σκοτόμαιναν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Χριστὸν
ἐπόθησας ἀληθῶς, Πάτερ Ὅσιε, καὶ Αὐτῷ παρεδόθης, τὰ τοῦ κόσμου, ἀνεπιστρόφως
καταλιπών, ἐν Αἰγύπτῳ ἐλθών, στεῤῥῶς ἐπεδόθης εἰς ἄσκησιν, παρθενίαν καὶ
νηστείαν καὶ προσευχὴν ἠγάπησας, καὶ μοναζόντων ἀνεδείχθης, ὁδηγὸς ἀκριβέστατος.
Διὸ Ἀρσένιε παμμακάριστε, ἐν κατανύξει δεόμεθά σου, πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ,
πᾶσι δοθῆναι τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγα
καύχημα, τῆς Ἐκκλησίας, καὶ τοῦ Πνεύματος σεπτὸν δοχεῖον, ἀνεδείχθης θεοφόρε Ἀρσένιε,
τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος, καὶ Μοναζόντων ἀλείπτης θερμότατος. Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεῷ
προθυμότατα ανατεθεὶς ἀληθῶς, τοῦ κόσμου τερπνότητα, ἀπεβδελύξω σαφῶς, Ἀρσένιε Ὅσιε,
ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοῖς τρόποις, ὤφθης τῶν Μοναζόντων, ἀκριβὴς
ποδηγέτης, καὶ νῦν τοὺς ἀνυμνοῦντάς σε Πάτερ διάσωσον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄
στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
θεῖον καὶ κλεινόν, Ἀσκητὴν τοῦ Κυρίου, Ἀρσένιον πιστῶς, εὐφημήσωμεν πάντες,
αὐτῷ ἀνακράζοντες· παμμακάριστε Ὅσιε, τοὺς προστρέχοντας, τῇ κραταιᾷ σου
πρεσβείᾳ, ἀπὸ θλίψεων, καὶ πολυτρόπων κινδύνων, εὐσπλάγχνως διάσωσον.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄
στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὡς
εὐκέλαδος, χάριτος ὄρνις, χαίρων ἔπηξας, τὴν καλιάν σου, ἐν τῆς Αἰγύπτου
τρισμάκαρ τοῖς ὄρεσι, ἐντεῦθεν κούφως πτεροῖς τῆς ἀσκήσεως, πρὸς ἀπαθείας τὸ
ὕψος ἐπέτασας, ὅθεν πρέσβευε, Ἀρσένιε Χριστῷ τῷ Θεῷ, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὸν
Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Εὐφημείσθω
μοι λαμπρῶς, πόλεως Ῥώμης ὁ βλαστός, γεραιρέσθω μοι φαιδρῶς, ὁ Ἀσκητῶν
ὑπογραμμός, ὁ ἱερός μοι Ἀρσένιος ἀνυμνείσθω, νίκης εὐκλεοῦς, ὁ ἀράμενος, στέφος
τῇ χειρί, τοῦ Παντάνακτος, ὡς ἀνδρικῶς νικήσας τοῦ βελίαρ, ἀσκητικῶς τὴν
παράταξιν, καὶ γὰρ πρεσβεύει σώζεσθαι πάντας, τοὺς αὐτῷ προσιόντας.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Οἱ
ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
ζήτει εἰς τὸν ὄρθρον τῆς ἑορτῆς τοῦ Ἁγίου Σάββα, Δεκεμβρίου ε΄, Παρασκευὴ β΄
ἑβδομάδος Λουκᾶ (Λουκᾶ στ΄, 17-23)
Ὁ Ν΄
ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Σήμερον,
ἡ τοῦ Ὁσίου Ἀρσενίου μνήμη, ὡς ἀστὴρ φωτοφανὴς ἐπέστη, τὴν Ῥώμην καὶ τὴν
Βασιλεύουσα, καὶ τῆς Αἰγύπτου τὴν ἔρημον φωτίζουσα, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τῇ
τῶν θείων δωρεῶν λαμπρύνει τοὺς βοῶντας· χαίροις Ὁσίων τὸ ἐγκαλλώπισμα καὶ
Ἀσκητῶν τὸ ἀγλάϊσμα, ὃ τῷ Σωτῆρι καὶ νῦν παριστάμενος, πανεύφημε Πάτερ,
πρέσβευε ἀδιαλείπτως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Οἱ
Κανόνες· τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου β΄. Ὁ α΄ κανών, ἐκ τοῦ Μηναίου.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ
Τῷ τοῦ Δεσπότου πειθαρχῶν Ἀρσένιε,
θείῳ προστάγματι, βασιλικοῦ πλούτου, δόξαν καταλέλοιπας, ὥσπερ ὁ νομοθέτης Μωσῆς,
καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλοις γέγονας σύσκηνος, ἅμα σὺν αὐτοῖς εὐφραινόμενος.
Σὺ τοὺς θορύβους ἐκφυγὼν Ἀρσένιε, ὡς
ἁμαρτίας πηγάς, τῇ σιωπῇ γλῶσσαν, ἐχαλιναγώγησας· ὅθεν ἐν ἀταράχῳ τὸν νοῦν, ἡσυχίᾳ
τηρήσας, τοῦ θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν
γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα,
Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Ἀσκητικούς σου ἀγῶνας ἀνυμνῶ, Ἀρσένιε.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Αἴγλη τρισηλίου ἀστραπῆς, φωτιστικῶς
αὐγαζόμενος θεόφρον, ταύτην τὴν πανίερόν σου ἑορτήν, τοὺς εὐσεβῶς γεραίροντας,
σκότους ἁμαρτίας, παθῶν Ἀρσένιε λύτρωσαι.
Σύμμορφος γενόμενος μάκαρ, τῶν νοερῶν
Ἀρχαγγέλων θείῳ λόγῳ, καὶ πράξει Ἀρσένιε, καὶ σὺν αὐτοῖς τῷ θρόνῳ παριστάμενος,
τῆς σεπτῆς Τριάδος, ἀεὶ δυσώπει σωθῆναι ἡμᾶς.
Καθαρὸν ἔχων τὸν λογισμόν, φωτοειδῆ
δεκτικὸν ἐπιλάμψεων, μόνον ἐπεπόθησας, τὸ ὄντος ὄν, ὡς νουνεχὴς καὶ φρόνιμος,
Πάτερ Ἀρσένιε, ἐκ τούτου χάριν ἀπέλαβες.
Θεοτοκίον.
Ἡ τὸν ἀπερίληπτον Θεόν,
περιγραφόμενος σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῆ Παρθένε ἀγαθότητος,
τοῦτον ἐκδυσώπει, κινδύνων σῶσαι τοὺς δούλους Σου.
ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχὰς
Πάτερ Ἀρσένιε τῆς σῆς,
χριστομιμήτου πτωχείας, τὸ τραχὺ καὶ εὐτελέστατον ῥάκος, τὸ περίδοξον τῆς πρίν,
ἐσθῆτος κατεκάλυπτε, τὴν τῆς ἀφράστου δόξης, στολήν σοι περιποιούμενον.
Τὰς προσβολὰς τῶν δυσμενῶν, καὶ ἀκαθάρτων
πνευμάτων, ἐκ Θεοῦ συντετριμμένῃ καρδίᾳ, δεδεγμένος ἀρωγήν, Ἀρσένιε κατέῤῥαξας,
τροπαιοφόρος Πάτερ, τῇ ταπεινώσει γενόμενος.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα,
Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ
σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.
Ἕτερος. Ὁ
μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Τὰ
πάθη ἐν τῇ ασκήσει, τεφρώσας ἱερώτατε Ἀρσένιε, προς ἔρημον Αἰγύπτου, ὡς ἄγγελος
βιώσας ἐπὶ τῆς γῆς, τὸν δόλιον ἔκτεινας, καὶ τὸν Χριστὸν ἀγαπήσας, Αὐτῷ συμβασιλεύεις
πανεύφημε.
Ἱερῷ
πόθῳ πυρούμενος, τῇ ἀσκήσει ὑπέταξας, τὸ τῆς σαρκὸς Ἀρσένιε φρόνημα, ἀγῶνα δὲ
στεῤῥῷ κατεπάλαισας, τὸν δόλιον δράκοντα, θεία δὲ ἐπιδόσει, ἀξίως δεξάμενος τὸν
στέφανον.
Καλῶς
ὁδεύσας τρίβον στενήν, ἐν ἐρήμῳ τῆς Αἰγύπτου, ἀσκητικῶς τὸν βίον σου διάγων,
δι’ ἀγώνων τὴν τρυφὴν εὑράμενος, ἐν προσευχῇ δὲ θεία, παμμάκαρ Ἀρσένιε, τὴν
οὐράνιον τέρψιν δρεπόμενος.
Θεοτοκίον.
Ὁ ἐκ
Σοῦ ἀνατείλας ἡμῖν, Ἥλιος ὁ ἀνέσπερος, φωτιστικαῖς Πανάμωμε λάμψεσι, φωτίζων
κόσμον σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνη τοῦ ἀλάστορος, Ἁγνὴ
Παρθένε Μήτηρ Ἀνύμφευτε.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ συνεσταύρωσαι ἀσκητικῇ βιοτῇ,
μισήσας ὡς πάνσοφος, τὰς ἐφημέρους τρυφάς, καὶ πᾶσαν ἀπόλαυσιν, ὅθεν ἐν τοῖς ὑψίστοις
ὦ Ἀρσένιε μάκαρ, μέτοχος ἀνεδείχθης, ἐκλεκτῶν τῆς μερίδος, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ
τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς θορύβους τοῦ βίου ἀποφυγών, καὶ
ἡσύχως τὸν βίον διατελῶν, τὰ πάθη ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸν
Θεὸν καὶ στῦλος, πυρὸς ἐχρημάτισας, καὶ φωστὴρ ἁπάντων, πιστῶν τῶν τιμώντων σε,
ὄμβροις δὲ δακρύων, πιαινόμενος ὤφθης, ὡς δένδρον κατάκαρπον, ἐν αὐλαῖς τοῦ Θεοῦ
ἡμῶν, θεοφόρε, Ἀρσένιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ τῆς Ἑορτῆς
ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε
Σὺ βιαστής, φύσεως ὤφθης Ἀρσένιε, σὺ
τὰ πάθη, πάτερ, καθυπέταξας, τῷ νοερῷ ἡγεμονικῷ, καθάπερ οἰκέτῃ, τῷ ὕπνῳ ἐγκελευόμενος·
διὸ καὶ ἐν παννύχοις, ἀγρυπνίαις ἐβόας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Σὺ τὸν Θεόν, Ὅσιε πόθῳ ἐζήτησας, σὺ
φανέντα, πλεῖον ἐπεπόθησας, καὶ τῇ καθάρσει θεοειδής, ὅλος χρηματίσας, τῷ
ποθουμένῳ ὡμίλησας, καὶ ἔγνως τῇ ἑνώσει, τὸν ὑπέρτερον πάσης, καταλήψεως Πάτερ,
Ἀρσένιε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε,
σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν
σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ,
Θεοτόκον ἁγνήν, σὲ γινώσκοντας.
Ἕτερος. Ὄρος σε τῇ χάριτι.
Ὑψώσας τὸν νοῦν, καὶ τὸν Σταυρόν
σου ἀράμενος, κατηκολούθησας Χριστοῦ, τὰς σωτηρίους ἐντολάς, καὶ τούτου
γενόμενος, ἐκμιμητής, μέχρι θανάτου Ἀρσένιε, νῦν ἀπολαύεις Αὐτοῦ τῆς
λαμπρότητος.
Συνήφθης τοῖς ἄνω, στρατεύμασι Ἀρσένιε,
ὡς γὰρ βιώσας τιμίως, ἐν τοῖς ἐρήμοις Αἰγύπτου, δυνάμει τοῦ Πνεύματος, θεοφόρε Ὁσίων
κλέος καὶ καύχημα, χαρμονικῶς διὰ τοῦτο τιμῶμέν σε.
Σθένοις σοι Ἀρσένιε, δωρεῖται ὁ
Κύριος, δι’ ἀσθενείας τῆς σαρκός, καταπαλαῖσαι τὸν ἐχθρόν, καὶ τοῖς θείοις ἀγῶσι,
ἀσκητικῶς, ἐτέθης Πάτερ στεῤῥότατα, καὶ τὴν οὐράνιον χάριν ἀπέλαβες.
Θεοτοκίον.
Ὄντως
Σε μόνην, ἐκ πάντων ἐξελέξατο, ὁ Ὑπερούσιος Θεός, καὶ οὐσιώθη καθ’ ἡμᾶς,
γενόμενος ἄνθρωπος, ὁ πλαστουργὸς τῆς ἀνθρωπίνης ὑπάρξεως, Θεογεννῆτορ,
Πανάμωμε Δέσποινα.
ᾨδὴ ε'. Ἴνα τὶ με ἀπώσω
Τὸν μεσίτην τῆς πρώτης, Πάτερ
παραβάσεως τοῦ πρωτοπλάστου Ἀδάμ, εὐσεβῶς ἀπώσω, τοῦ ἐχθροῦ εὖ εἰδώς, τὰ
σοφίσματα· διὸ ἐν ἀχράντῳ, χοροβατῶν τρυφῆς λειμῶνι, τὸν Δεσπότην Χριστὸν
καθικέτευε.
Σεαυτὸν ἀπηρνήσω, πᾶσαν ἡδυπάθειαν ἀπαρνησάμενος,
καὶ ἐπὶ τῶν ὤμων, τὸν Σταυρόν σου βαστάσας Ἀρσένιε, καὶ Χριστὸν ποθήσας, ἐν οὐρανοῖς
συγκληρονόμος, ἐπαξίως αὐτοῦ ἐχρημάτισας.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν
σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ
καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἕτερος. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὑπέρμαχος ἐφάνης τῶν μοναζόντων
θεόφρον, καὶ φωτοφόρος λυχνία τῆς ἐρήμου γέγονας, καὶ Θεὸν ἐκήρυξας, τοῖς πιστῶς
προσερχομένοις σοι, Ἀρσένιε Πάτερ Ὅσιε.
Αἱ τρίβοι σοί, καὶ πορεῖαι πρὸς
μόνον φερόμενον, τὸν Κύριον, ἀνοδίας δολίου ἐξέκλιναν, καὶ πολλοῖς γεγόνασιν ὁδὸς
εὐθεῖα καὶ πρατεῖα, Πάτερ θεόφρον Ἀρσένιε.
Γεγένησαι νεκρὸς ἐν τῷ κόσμῳ Πάτερ Ὅσιε,
δεξάμενος, ἀφθαρσίας στολὴν καὶ ἀθάνατον, καὶ δόξαν κεκλήρωσαι, ἀντὶ προσκαίρων
καὶ φθαρτῶν, ὅθεν τιμῶμεν Ἀρσένιε.
Θεοτοκίον.
Ὡς φωτεινὴ τοῦ Ἡλίου νεφέλη,
Πανάμωμε ἀπέλασον, τῆς ψυχῆς μου τα νέφη πρεσβείαις Σου, καὶ τὸν νοῦν μου
φώτισον, τῇ ἀμελείᾳ σκοτισθέντα, ὅπως ὑμνῶ Σε Πανύμνητε.
ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτιῶν
Φρόνημα τὸ τῆς σαρκός, εὐσεβῶς δι' ἀπαθείας
νεκρώσας, οὐχ ᾑρετίσω κλῆρον τὸν ἐπίγειον Ὅσιε, τῆς Χριστοῦ ἐπιποθῶν, Πάτερ Ἀρσένιε,
ἐν ὑψίστοις, κληροδοσίας τὴν ἀπόλαυσιν.
Ἥλιος ἐπιφανείς, τὴν ὁλόνυκτόν σου ἔλυσε
στάσιν, τοῦ νοητοῦ Ἡλίου, τὴν ἀσύγκριτον ἔλλαμψιν, μετὰ τοὺς ἐν τῇ νυκτί, βίου
καμάτους σου, προμηνύων, περιαυγάσειν σοι Ἀρσένιε.
Θεοτοκίον
Ἔχουσα τὸ συμπαθές, ἡ τεκοῦσα τὸν
φιλάγαθον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνην οἱ
πιστοί, πάναγνε Δέσποινα, προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.
Ἕτερος.
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.
Νοΐ,
ἐξευμενίσας Θεὸν παμμάκαρ, καὶ ἐδούλευσας προθύμως, Αὐτῷ προσευχῇ καὶ ἀγάπῃ
ἐνεργῷ, καὶ τὸν ὄφιν τὸν ἀρχαῖον σοῖς λόγοις Ἀρσένιε, ἐπάτησας δυνάμει τοῦ
Πνεύματος.
Ἀγῶνας
τοὺς θείους, καὶ πλήρεις χάριτος ἐνθέως σὺ διήνυσας, τὸν ἀρχαῖον δράκοντα,
Πάτερ Ἀρσένιε κατετρόπωσας, καὶ τοῖς χοροῖς, τῶν Ἀσωμάτων νῦν συναγάλλεσαι.
Στεῤῥότητι
ψυχῆς Πάτερ Ἀρσένιε, ἐδείχθης ἀταπείνωτος, ἐν τη ἀσκήσει σου τῇ θειοτάτῃ,
Αἰγύπτου ταῖς ἐρήμοις καὶ τοῖς ὄρεσι, ὅθεν πρὸς φῶς, μετέβης μάκαρ ἀνέσπερον.
Θεοτοκίον.
Ἄλλον
Σε οὐρανὸν τοῦ πρώην Δέσποινα, δειχθεῖσαν ὑψηλοτέραν, σε δοξάζομεν τὸν Ἥλιον
ἡμῖν, τῆς δικαιοσύνης ἀνατείλασαν, καὶ τὸ βαθύ, τῆς ἀγνωσίας σκότος διώξασα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς
ἱερᾶς φωτοφανείας θεῖον ἔσοπτρον, τῇ ἰσαγγέλῳ πολιτείᾳ ἐχρημάτισας, ἐν ἐρήμῳ βιοτεύσας
τῆς Αἰγυπτίας, ἀλλ’ ὡς μέγας τοῦ Θεοῦ θεράπων Ὅσιε, καθικέτευε λυτροῦσθαι πάσης
θλίψεως, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Ἀρσένιε.
Οἶκος.
Ἄγγελος
ἐν Αἰγύπτῳ, ἀληθῶς ἀνεδείχθης, Ἀρσένιε βιώσας ὁσίως, καὶ οὐρανίου ἤδη χαρᾶς,
μετεσχηκῶς τελέσας τὸν ἀγῶνά σου, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν πίστει σοι βοώντων·
Χαῖρε,
Θεοῦ ὁ θεῖος θεράπων·
χαῖρε,
φωτὸς ἀΰλου θεάμων.
Χαῖρε,
πόλεως Ῥώμης, θεῖον εκβλάστημα·
χαῖρε,
τῆς Αἰγύπτου, πανεύφημον σέμνωμα.
Χαῖρε,
ὅτι ἠκολούθησας, ὁλοτρόπως τὸν Χριστόν·
χαῖρε,
ὅτι ἐμεγάλυνας, βιοτῇ σου τὸν Θεόν.
Χαῖρε,
ὅτι ἐδείχθης, ἀσκητὴς θεοφόρος·
χαῖρε,
ὅτι ὡράθης, ταπεινώσεως φάρος.
Χαῖρε,
θείας ἀγάπης, τὸ ἔσοπτρον·
χαῖρε,
ἐχθροῦ απάτης, τὸ θέριστρον.
Χαῖρε,
σοφὸς Ἀσκητῶν ποδηγέτης·
χαῖρε,
ἡμῶν, κραταιὸς ποδηγέτης.
Χαίροις Πάτερ Ἀρσένιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ
παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς
ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν
ἀνθρώποις νέμει,
Τὸ τοῦ τάφου σου μάννα,
μύστα Κυρίου.
Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν
βροντογόνοιο.
Ὁ
πανάγαθος Θεός, καὶ φιλάνθρωπος Κύριος ἡμῶν, τοὺς ὑπὲρ Αὐτοῦ προθύμως
ἀγωνισαμένους Ἁγίους Αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, καὶ
πάντας τοὺς εὐαρεστήσαντας Αὐτῷ, οὐ μόνον βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων
ἠξίωσεν ἀγαθῶν, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς διέπρεψαν καὶ ἐτάφησαν, πλήρεις
χαρίτων ὑποδείξας, πολλοῖς ἐλάμπρυνε θαύμασι. Καὶ ὁ τάφος, ἐν ᾧ ὁ Μέγας
Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος, μέλλων μετατεθῆναι, ἐτάφη, κόνιν
ἁγίαν, ἥν οἱ ἐγχώριοι Μάννα μετονομάζουσιν, ἐπιπνεύσει Πνεύματος Ἁγίου κατὰ τὴν
ὀγδόην τοῦ Μαΐου μηνός, ἐτησίως ἐξαίφνης ἀναβρύει καὶ ἀναδίδωσιν, ἥν οἱ
προσερχόμενοι λαμβάνοντες, χρῶνται εἰς παντοίων παθῶν ἀπολύτρωσιν, εἰς
θεραπείαν ψυχῶν, εις ῤῶσιν σώματος, Θεὸν δοξολογοῦντες καὶ τὸν Αὐτοῦ θεράποντα
Ἰωάννη γεραίροντες.
Ἰστέον,
ὅτι πατὴρ τοῦ Θεολόγου, ὀ Ζεβεδαῖοις ἦν, ἡ δὲ μήτηρ Σαλώμη, θυγάτηρ Ἰωσὴφ τοῦ
μνηστευσαμένου τὴν Θεοτόκον. Ἐντεῦθεν, ὀ Σωτήρ, θεῖος ἦν Ἰωάννου, ὡς ἀδελφὸς
Σαλώμης τῆς θυγατρὸς Ἰωσήφ. Δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ πάθους τοῦ Σωτῆρος, τῶν
μαθητῶν Αὐτοῦ πάντων φυγόντων, μόνος Ἰωάννης ὡς ἀγαπητός, ἐν τῇ παραδόσει, καὶ
ἐν τῷ Σταυρῷ παρών, καὶ εἰς τὸν τάφον μετὰ τοῦ Πέτρου ἦλθεν, ἔλαβε δὲ καὶ τὴν
Θεοτόκον εἰς τὰ ἴδια. Μητέρας δὲ ἔσχε τρεῖς ἐπὶ τῆς γῆς· πρώτην τὴν Σαλώμην, ἐξ
ἧς ἐγεννήθη· δευτέραν τὴν Βροντήν, ὅτι βροντῆς υἱὸς ἐχρημάτισε· τρίτην δὲ τὴν
Παναγίαν Θεοτόκον, κατὰ τὸ ῥηθὲν αὐτῷ ὑπὸ τοῦ Κυρίου: Ἰδοὺ ἡ Μήτηρ σου. Συνῆν
δὲ τῇ Θεοτόκῳ ὁ Ἰωάννης μέχρι τῆς κοιμήσεως αὐτῆς, καὶ μετὰ ταῦτα ἦλθεν εἰς
Ἔφεσον, καὶ κατέβαλε διὰ προσευχῆς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τεσσαράκοντα
μυριάδας ἀνδρῶν τε καὶ γυναικῶν, λατρευόντων τῇ Ἀρτέμιδι, τῆς πλάνης ἀπήλλαξε,
καὶ πρὸς τὸ φῶς μετήγαγε. Καλεῖται δὲ Ἠλίβατον τὸ ὄρος ἐν ᾧ ἵσταται ὁ ναὸς τοῦ
Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ἀρσενίου τοῦ Μεγάλου.
Λαθεῖν βιώσας Ἀρσένιος
ἠγάπα,
Ὃς οὐδὲ πάντως ἐκβιώσας
λανθάνει.
Ὀγδοάτῃ Ἀρσένιος Θεῷ
συνήφθη.
Ὅς
ἧν τῆς μεγαλοπόλεως Ῥώμης γέννημα καὶ θρέμμα, ἐξ ἁπαλῶν τῶν ὀνύχων καθαρὸν
ἀρετῆς καὶ σοφίας θείας τε καὶ ἀνθρωπίνης πλήρης ὐπάρχων, ὅθεν καὶ τὴν τοῦ
διακόνου χειροτονίαν ἐδέξατο, τοῦ Μεγάλου Θεοδοσίου τὴν τῶν Ῥωμαίων βασιλείαν
τότε ἰθύνοντος. Πολλὴν δὲ ποιουμένου σπουδήν, καὶ ἐπιζητοῦντος ἄνδρα
πνευματικόν, καὶ λόγιον, ἱκανοποιῆσαι καὶ διδάξαι τὰ τέκνα αὐτοῦ ἐν τοῖς
μαθήμασι, καὶ μάλιστα οἷς θεραπεύεται Θεός, μαθὼν περὶ τούτου, γράφει τῷ
βασιλεῖ Γρατιανῷ καὶ τῷ Πάπᾳ Ἰννοκεντίῳ καὶ μόλις ἴσχυσε τοῦ ποθουμένου τυχεῖν.
Ἐπεὶ δὲ ἀπάρας τῆς Ῥωμαίων Ἀρσένιος τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἔστη κατὰ
πρόσωπον Θεοδοσίου. Εἶδε δὲ αὐτὸν σεμνὸν μὲν ἔχοντα πρόσωπον καὶ τὸ χρῶμα,
εὔτακτον δὲ τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, καὶ πάσῃ ἀρετῇ κεκοσμημένον, καὶ
πολλῆς χαρᾶς καὶ θυμηδίας ἐμπλησθείς, ἔκτοτε ὡς πατέρα ὑπερετίμα, καὶ ὡς
διδάσκαλον ἐσέβετο. Οἱ δὲ τῆς Συγκλήτου ὡς μέγα τι κειμήλιον βλέποντες
ἐθαύμαζον.
Αὐτὸς
δὲ μισόδοξος ὤν καὶ φιλόθεος, καὶ τὴν δόξαν ὡς σκύβαλα ἡγούμενος, καὶ ἐπιποθῶν
τὸν μονήρη βίον, καθ’ ἑκάστην κατελιπάρει τὸν Θεόν, πληρῶσαι αὐτοῦ τὴν αἴτησιν,
καὶ παραυτίκα φωνῆς ἐνωτίσθη θείας: Ἀρσένιε,
λεγούσης, φεῦγε τοὺς ἀνθρώπους καὶ σώζου.
Ὁ δὲ μηδὲν μελήσας ἀλλὰ τὴν ἐσθῆτα μεταλλάξας, τὴν Ἀλεξάνδρειαν καταλαμβάνει.
Καὶ τὴν κόμην κειράμενος ἐν τῇ σκήτῃ γέγονε, πάσῃ σκληραγωγίᾳ καὶ ταλαιπωρίᾳ
ἑαυτὸν ὑποβάλλων, καὶ τοῦ Θεοῦ δεόμενος. Καὶ πάλιν θεία φωνή, πρὸς αὐτόν: Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, καὶ σώζου.
Τοῦτον
τὸν Μέγαν ἠρώτησέ ποτε Θεόφιλος ὁ πάπας Ἀλεξανδρείας, ἀνελθὼν σὺν ἑτέροις: Εἰπὲ ἡμῖν
Πάτερ λόγον ὠφελείας. Οἱ δὲ εἶπον: Ἐκ
παντός. Καὶ εἶπεν: Ὅπου ἐὰν ἀκούσητε
Ἀρσένιον, μὴ πλησιάσητε.
Περὶ
τούτου λέγεται, ὅτι παρ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐργαζόμενος, ῥάκος
εἶχεν ἐν τῷ κόλπῳ αὐτοῦ ἐν ᾧ ὑπεδέχετο τὰ δάκρυ. Ἧν δὲ ἀστεῖος τῷ σώματι,
ὁλοπόλιος, ξηρός, καὶ μακρός, εἰ καὶ μερικῶς ὑπὸ τοῦ γήρους κεκύρτωτο, τὴν
ὑπήνην ἔχων μέχρι τῆς κοιλίας τὸ εἶδος ἀγγελικόν, ὡς Ἰακώβ. Διὸ οὐδὲ φαίνεσθαί
τινι ἤθελε κατὰ πρόσωπον, ἡγρύπνει τε πολλά, ὄρθιος ἱστάμενος καὶ εὐχόμενος καὶ
μηδόλως κλίνων τὰ γόνατα μέχρις ἄν ὁ ἥλιος τὴν ὁλόνυχτον αὐτοῦ ἔλυσε στάσιν,
ὅθεν τὴν ψυχόλεθρον πύρωσιν τοῖς τῶν δακρύων χεύμασι κατέσβεσε. Μέλλοντος δὲ
αὐτοῦ ἐκδημεῖν ἐκ τοῦ σώματος, πρὸς βαθὺ γῆρας ἐληλακότος, (ἦν γὰρ ἐγγύς που
τῶν ἑκατῶν ἐτῶν) ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, τὸ ποῦ, καὶ ὅπως δεῖ
καταθέσθαι αὐτόν. Ὁ δέ: Οὐκ οἴδατε βαλεῖν
σχοινίον ἐν τοῖς ποσί μου, καὶ ἆραι πρὸς τὸ ὄρος; Καὶ αὖθις λέγει πρὸς
αὐτούς: Ἴδετε πόσος φόβος ἐστὶν ἐν ἐμοί,
μέλλοντι ἐκδημεῖν ἀπὸ τοῦ σώματος; Οἱ δέ: Ἴδομεν. Ὁ δέ: Ἀφ’ οὗ ἐγενόμην
μοναχός, οὗτος ὁ φόβος οὐδόλως ἀπέστη ἀπ’ ἐμοῦ. Καὶ αὐτίκα τὸ πνεῦμα αὐτοῦ
τῷ Θεῷ ἐν εἰρήνῃ παρέδωκε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ἀρσενίου τοῦ Βερνικοβίτου, κτίτορος τῆς ἱερᾶς Μονῆς τῆς Θεοτόκου, τῆς
ἐπιλεγομένης Βαρνακόβης.
Ζηλωτὰ Ἀγγέλων, Ἀρσένιε
μάνδραν,
ἀτρύτοις πόνοις ἤγειρας τῇ
Παρθένῳ.
Οὗτος,
ἐγεννήθη εἰς τὴν κώμην τῶν Καρυῶν τῆς ὀρεινῆς Δωρίδος τῆς Φωκίδος, τὸ πρῶτον
ἥμισυ τοῦ 11ου αἰῶνος, καθ’ ἅ συνάγεται ἐκ τῆς σῳζομένης κτιτορικῆς
ἐπιγραφῆς τῆς Μονῆς τῆς Βαρνακόβης (1077 μ. Χ.). Τρωθεὶς ἐνωρὶς ὑπὸ θείου ἔρωτος
ἐγκατέλιπε τὰς μερίμνας τοῦ βίου καὶ ἀναχωρήσας ἐκεῖθεν ἐσκήνωσεν ἔν τινι
σπηλαίῳ οὐχὶ μακρὰν τῆς οἰκείας αὐτοῦ πατρίδος. Ἀργότερον θείᾳ χάριτι οὗτος
ἤγειρεν ἐκ τοῦ μὴ ὄντος τὴν μονὴν τῆς Θεοτόκου, ἥν Βαρνάκοβαν ἐπονομάζομεν.
Ταύτην θεοφιλῶς ποιμάνας καὶ συγκεντρώσας πλῆθος μοναστῶν, αἰνούντων ἀπαύστως
τὸν Κύριον καὶ τὴν ἄχραντον Αὐτοῦ Μητέρα, ἀπῆλθε πρὸς πόλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Μήλη, τοῦ ὑμνῳδοῦ.
Ἐκστάντα Μήλην ὑμνοποιὸν εκ βίου,
ὑμνεῖν λόγοις δίκαιον, ὡς ἐμὸς λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁλόκληρος
σπεῖρα Ἁγίων Μαρτύρων Στρατιωτῶν, ξίφει τελειοῦνται.
Χριστοφρονοῦσα
σπεῖρα τέμνεται κάρας,
Χριστοκτονοῦσαν
σπεῖραν οὐ μιμουμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς ἁγίας καὶ σεβασμίου
Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς
τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.
Γόνου γυνή τις σήμερον φάη
βλέπει,
Ἅ οὐ βλέπουσα αὐτὸν πρὶν
βλέπειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Ἀυγουστίνης τῆς Μάρτυρος, τῆς ἐν Βυζαντίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἑλλαδίου, ἐπισκόπου
Ὠξέῤῥης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Διονυσίου, τοῦ ἐν Βιέννῃ ἐν ἔτει 193
μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ τοῦ
Ἐγκλείστου, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζωσιμᾶ καὶ Ἀνδριανοῦ
ἐν Βολοκολάμκ, τῶν Ῥώσσων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου, τοῦ ἐν τῇ
Λαύρᾳ τοῦ Κιέβου ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Θεοῦ
συγκατάβασιν
Τὴν
λύμην ἰώμενος, τῶν πάλαι μύρων Πάτερ Ἀρσένιε, δυσωδίας ἠνέσχου, καὶ εὐωδίας
μύρον Χριστοῦ γεγονώς, τῇ μετουσίᾳ τῆς χάριτος ἔλεγες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν
Πατέρων ἡμῶν.
Τὸν
θεῖον ἐν σώματι, ὑπέδυς γνόφον Πάτερ Ἀρσένιε, ἐν Χριστῷ μυηθεὶς δέ, Πατρὸς ἀνάρχου
γνῶσιν καὶ Πνεύματος, τὴν ἐν Τριάδι μονάδα ἀνύμνησας· Εὐλογητὸς ἐκβοῶν ὁ τῶν
Πατέρων Θεός.
Τριαδικόν.
Ἁπάντων
μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες σὲ
καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές καὶ συναΐδιον.
Ἕτερος. Σὲ νοητήν, Θεοτόκε
κάμινον.
Νοΐ, τῷ σῷ εὐσεβείας
ὄργανον, ὑπάρχεις σὺ λαμπρότατον, καὶ πόνων τῶν ἀσκητικῶν, ἔμψυχον κειμήλιον,
δοχεῖόν τε χάριτος, τίμιον Πάτερ Ἀρσένιε, τοὺς εὐλαβῶς σε τιμῶντας, ἀεὶ σκέπε
πρεσβείαις σου.
Ὑπὸ νόμον τοῦ Χριστοῦ
ἐλαμπρύνθης, τὴν ψυχήν σου ἐκάθηρας, λογισμοὺς τῆς πονηρίας, ἀποβαλῶν θεόφρον,
Μοναστῶν γεγένησαι, ποδηγέτης ἱερώτατος, ὑμνῶν Πάτερ Ἀρσένιε, τὸν Θεὸν εἰς τοὺς
αἰῶνας.
Μέγιστον σύ, γενόμενος
δοχεῖον, διδασκαλίαις σου αὐγαῖς, καὶ ἀκτῖσι ἔργων καλῶν, μοναστῶν ἐφώτισας,
λαμπρῶς τὰ συστήματα, Πάτερ θεόφρον Ἀρσένιε, διὸ φωτὸς ἐν Ὑψίστοις, οἰκεῖν νῦν
θεῖον θάλαμον.
Θεοτοκίον.
Νύμφη λάμψον, ἐν ἐμοὶ τῆς χάριτος, τὸν
φωτισμὸν τὸν μυστικόν, ἡ τὸ φῶς τεκοῦσα Χριστόν, πιστῶς ἵνα κράζω Σοι, ὁ ἄθλιος
δοῦλός Σου· Χαῖρε Παρθένε Πανύμνητε, Εὐλογημένη Μαρία, Θεοῦ Μῆτερ ἀπείρανδρε.
ᾨδὴ
η'. Ἑπταπλασίως
κάμινον
Τῶν
ἡδονῶν Ἀρσένιε, τὴν ψυχόλεθρον πύρωσιν, τὴν κολαστικήν τε, τῆς γεέννης ἔκκαυσιν,
εὐτόνως κατέσβεσας, τοῖς τῶν δακρύων ῥεύμασιν· ἀλλὰ καὶ ἡμᾶς, ἐξ ἀμφοτέρων ῥυσθῆναι,
μὴ παύσῃ ἱκετεύων, τον Σωτῆρα τοῦ κόσμου, Χριστόν, ὃν εὐλογοῦμεν εἰς πάντας τοὺς
αἰῶνας.
Ἑπταπλασίως
Ὅσιε, κατανύξεως κάμινον, τῆς Βαβυλωνίας, σεαυτῷ ἐξέκαυσας, ἐν ᾗ δροσιζόμενος,
τῷ φωτισμῷ τῆς χάριτος, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε,
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Τρισσοφαῆ
Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον,
ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Ἐν καμίνῳ παῖδες
Ἰσραήλ.
Ὡς χωνεία τῇ φωτολαμπεῖ,
Ἀρσενίου ἁγνείᾳ, τὰ πάθη τα της σαρκὸς ἀποκαθάρας, ὡς χρυσός, τοῖς ἐξήστραψας
ἀναμέλπων· πάντα τὰ ἔργα Κυρίου, τον Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἁγίας σὺ ἔτυχες ζωῆς, ὡς
ἐπόθησας ταύτην, ἀσκητικῶς Ἀρσένιε, τὴν ἐπίκηρον ζωὴν κατέλιπες ἐκβοῶν· πάντα
τὰ ἔργα Κυρίου, τον Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥητορεύων σεπτοῖς λόγοις
σου, θεοῤῥῆμον Ἀρσένιε, μέγας κοσμήτωρ γέγονας, ἐν οὐρανοῖς νῦν οἰκῶν, σὺν
Ἀγγέλοις ἐκβοῶν· πάντα τὰ ἔργα Κυρίου, τον Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Συντηρήσας σήμαντρα τῆς Σῆς,
Ἄχραντε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ Σοῦ ὑπὲρ ἔννοιαν
εἰς τὸ σῶσαι, τοὺς βοῶντας· τον Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ
θ'. Ἐξέστη
ἐπὶ τούτῳ ὁ οὐρανὸς
Μωσῆς
ἐθαυμαστώθη ἀξιωθείς, κατιδεῖν τῆς Παρθένου τὴν κύησιν, συμβολικῶς, βάτῳ
τυπουμένην φλογοειδεῖ, σὺ δὲ τῷ θείῳ Πνεύματι, ὅλος δι' ἐκστάσεως συγκραθείς,
πυρίμορφος ὡράθης· διὸ καὶ ἐπαξίως, σὲ μακαρίζομεν Ἀρσένιε.
Ἀνέτειλε
Χριστὸς σοι ἄδυτον φῶς, εὐφροσύνη δὲ σὲ ὑπεδέξατο, ἐν οὐρανοῖς· μνήμῃ γὰρ
θανάτου διηνεκεῖ, τὸν σεαυτοῦ προσήγαγες, βίον ἀκηλίδωτον ἐμμελῶς· διὸ καὶ ἐπαξίως,
ἀπείληφας τῶν πόνων, ἐπικαρπίας Παμμακάριστε.
Θεοτοκίον
Ὡράθης
ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ
καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ
τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἕτερος. Τύπον τῆς ἁγνῆς
λοχείας Σου.
Ἔστης Πάτερ τῆς ἐφέσεως, τῶν
ὀρεκτῶν κρατήσας τὸ τελειότατον, καὶ ἐδέξαντο εἰς οὐρανῶν σε σκηνώματα, τῶν
Ἀσωμάτων Ἀγγέλων τάγματα, μεθ’ ὧν καθικετεύεις, ὑπὲρ ἡμῶν τὸν Παντοκράτορα.
Νῦν πρὸς ἄνω Μονὰς ἀνῆλθε, ὁ
θεοφόρος καὶ ἱερὸς Ἀρσένιος, καὶ τοὺς οὐρανοὺς περιπολεῖ ἀγαλλόμενος, ὑπὲρ
πάντων ἡμῶν τὸν Φιλάνθρωπον, ἀεὶ καθικετεύει, ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν.
Ἵνα θεϊκῆς λαμπρότητος, καὶ
αἰωνίου δόξης καὶ ὡραιότητος, καταξιωθείς, θεόφρον Πάτερ Ἀρσένιε, ἐν ἐρήμοις
Αἰγύπτου, κακουχίας ὑπέμεινας ἀνδρείως, διὸ σὲ πάντες μακαρίζομεν.
Θεοτοκίον.
Ἐπιδρομῆς κακίας ἡμᾶς
λύτρωσαι, ὡς μόνος φιλάνθρωπος Κύριε, καὶ ἁμαρτιῶν καὶ πειρασμῶν, καὶ κολάσεως
αἰωνίου, εὐχαῖς τῆς τεκούσης Σε, Παρθένου Παναγίας, καὶ Ἀρσενίου τοῦ
παμμάκαρος.
Ἐξαποστειλάριον. Ἦχος
β'. Τοῖς
Μαθηταῖς συνέλθωμεν
Τῷ
τοῦ Δεσπότου Ὅσιε, πειθαρχῶν θείῳ νόμῳ, πάντα τὸν κόσμον ἔλιπες, καὶ λαβὼν τὸν
σταυρόν σου, Πάτερ Ἀρσένιε χαίρων, ἠκολούθησας τούτῳ, νηστείαις καὶ τοῖς
δάκρυσι, θεοφόρε σχολάζων, καὶ προσευχῇ, στάσει τε παννύχῳ καὶ ἡσυχίᾳ, δι' ἧς ἐκράθης
πάνσοφε, τῇ Ἁγίᾳ Τριάδι.
Ἕτερον.
Ὁ αὐτός. Γυναῖκες ἀκουτίσθητε.
Τῆς
Ῥώμης τὸ ἀμάραντον, βλαστὸν ἀνευφημήσωμεν, τὸν ἐν ἐρήμοις Αἰγύπτου, ἀσκητικῇ
πολιτείᾳ, ὡς ἄνθος ἐξανθήσαντα, Ἀρσένιον τὸν μέγιστον, αὐτοῦ γὰρ νῦν ἐπέφανε, ἡ
πανσεβάσμιος μνήμη, καταλαμπρύνασα κόσμον.
Καὶ
τῆς Ἑορτῆς
Εἰς τοὺς Αἴνους, Στιχηρὰ
Προσόμοια. Ἦχος πλ. δ'. Ὢ
τοῦ παραδόξου θαύματος
Πάτερ
θεόφρον Ἀρσένιε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον,
ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως, ἐφετὸν ἔφθασας,
οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος, ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς
ἐξάρπασον.
Πάτερ
θεόφρον Ἀρσένιε,
ἀγάπη θείας πλησθείς, τὴν τοῦ κόσμου προσπάθειαν, νουνεχῶς κατέλιπες, καὶ
Χριστὸν ἠκολούθησας, τῷ τῆς ψυχῆς σου ἐνθέῳ ἔρωτι, τῷ παιδιόθεν σε
καταφλέγοντι, ὅθεν ἐπέδειξας, βίον ἁγιώτατον ἐπὶ τῆς γῆς, καὶ Ἀγγέλων πέφηνας,
δόξης συμμέτοχος.
Πάτερ
θεόφρον Ἀρσένιε,
τὸν τοῦ Κυρίου Σταυρόν, θεοφρόνως ἀράμενος, σεαυτὸν ἐσταύρωσας, κόσμῳ ὄντως καὶ
πάθεσι, καὶ σωτηρίου πλουσίου νάματος, τοῖς ἐν ἀσκήσει πόνοις μετέλαβες, ὅθεν
σῆς χάριτος, τῷ ἁγίῳ ὕδατι νῦν μυστικῶς, τὰς ψυχὰς κατάρδευσον, τῶν εὐφημούντων
σε.
Πάτερ
θεόφρον Ἀρσένιε,
διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγισας, καὶ τοῖς πόνοις ἔκδοτον, σοῦ τὸ σῶμα
προδέδωκας, πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον, τρυφὴν ἐνθέως ἀποσκοπούμενος, ἧς
καὶ ἐπέτυχες, σὺν Ἀγγέλων τάξεις διηνεκῶς, θρόνῳ παριστάμενος, τοῦ
Παντοκράτορος.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ θεοφόρε Ἀρσένιε,
ἀσκητικοῖς ἀγωνίσμασι καὶ ἀρετῶν προτερήμασι, τῦπον παρέσχες σαυτὸν
ἀκριβέστατον, τοῖς εὐσεβῶς πολιτεύεσθαι θέλουσι, τὴν ἐν Εὐαγγελίῳ γὰρ φωνήν,
τοῦ Κυρίου ἀκούσας καλοῦσάν σε, τῶν γεηρῶν τὸ ἄχθος ἀπέῤῥιψας, καὶ ὡς δρομαῖα
ἔλαφος, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως κατέπαυσας, ὃ καὶ ἀπολαβὼν ἐκ τοῦ
πάντων Δεσπότου τῇ χειρί, ἐν τῶν πραέων τῇ γῇ κατεσκήνωσας, ὅθεν σήμερον καὶ
ἡμεῖς οἱ πιστοί, τὴν μνήμην σου τελοῦντες, ἱκετεύομέν σε, μὴ παύση ἀεὶ
πρεσβεύειν, σωθῆναι πάντας ἡμᾶς.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
Μεγάλη
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ
Ὁσίου, ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον ζήτει εἰς τὴν ἑορτὴν τοῦ Ἁγίου Σάββα
(Γαλάτας ε΄ 22-26, στ΄ 1-2)
Εὐαγγέλιον, ζήτει τῇ τρίτῃ τῆς α΄ ἑβδομάδος Ματθαίου
(Ματθαίου δ΄ 23-25, ε΄ 1-13)
Κοινωνικόν: Εἰς
μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Χαίροις ἐναρέτου ζωῆς κανών, καὶ τῆς ἀπαθείας ὁ
πολύτιμος θησαυρός, χαίροις τῶν Ὁσίων, ἰσότιμος ἐν δόξῃ, Ἀρσένιε παμμάκαρ, ἡμῶν
ἀντίληψις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου