Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 12. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΣΕΡΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΒ΄!!
ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΣΕΡΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια στ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὡς γενναῖον ἐν Μάρτυσιν, Ἀθλητὰ χαριτώνυμε, τὼν πιστῶν ὁ σύλλογος ἀνυμνοῦμέν σε, καὶ γὰρ Χριστὸν ἀνεκήρυξας, τυράννων ἐνώπιον, Θεὸν ὄντα ἀληθῆ, τῷ Πατρὶ ὁμοούσιον, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὁλικῶς ἐπεπόθησας, ἀρετῶν τὸ ἀκρότατον· ὅθεν ἀοράτως σοι ἐπεφοίτησεν, χάρις τὸν νοῦν σου λαμπρύνουσα, καὶ πρὸς αὐτὸν ἕλκουσα, Ὃν ἠγάπησας Χριστόν, Ἰωάννη πανεύφημε, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Τῇ πολλῇ καρτερίᾳ σου, διὰ πλείστων κολάσεων, προσβαλὼν ὁ ὄφις σοι ὁ παμπόνηρος, ὥσπερ καπνὸς διαλέλυται, Ἰωάννη πάντιμε, καὶ δεδόξασται Χριστός, ὁ τῇ φύσει ἀΐδιος, ὃς χορείας σε, τῶν Ἁγίων Μαρτύρων νῦν εἰκότως, κατηξίωσε τῆς θείας, καὶ ἀπεράντου λαμπρότητος.

Ἰωάννη πανεύφημε, τῶν Σἐῤῥῶν τὸ ἐκβλάστημα, Ἐκκλησίας πάσης τὸ σεμνολόγημα, τῶν Ἀθλητῶν ἐγκαλλώπισμα, πιστῶν ἡ ἀντίληψις, ἀνεδείχθης ἀληθῶς, τῇ γενναίᾳ ἐνστάσει σου, ἀξιάγαστε· διὸ πρέσβευε, τῷ Χριστῷ ὑπὲρ πάντων τῶν ὑμνούντων, μαρτυρίων σου τὸ πλῆθος, καὶ τὴν πανένδοξον μνήμην σου.

Ὡς κηρὸς ἐκτηκόμενος, Ἰωάννη πανάριστε, τῶν πιστῶν κατηύγασας τὰ συστήματα, σὺ γὰρ αἰκίας τοῦ σώματος, εἱρκτὴν τὴν ἀνήλιον, χλευασμοὺς Ἀγαρηνῶν, καὶ τὰ τραύματα, καθυπέμεινας, καὶ τὸ στέφος ἐκτήσω μαρτυρίου, τῶν Ἁγίων συμπολῖτα, καὶ τῶν Σεῤῥῶν τὸ ἐγκαύχημα.

Τοῦ Χριστοῦ τὴν ἀγάπησιν, ὑπὲρ πάντα τὰ ῥέοντα, καὶ τοῦ κόσμου Μάρτυς Χριστοῦ ἐπίκηρα, τῶν κοσμικῶν τὰ δοξάρια, ἀνδρείῳ φρονήματι, Ἰωάννη Ἀθλητά, προτιμήσας κατήσχυνας, τὸν παγκάκιστον, καὶ ἐδόξασας μάκαρ τοῦ Δεσπότου, τὴν ἁγίαν Ἐκκλησίαν, καὶ ἁγιώτατον ὄνομα.

Δόξα. Ἦχος πλ. δ΄.
Θυσία αἰνέσεως, τὸ ὑπὲρ ἀληθείας ὁλοκαυτωθέν, γεγονὸς σῶμά σου τὸ ἀθλητικώτατον, τὸν τῶν ὅλων Θεὸν ἐδόξασε, κατὰ τὸν ψαλμῳδόν, Ἰωάννη πανεύφημε· διὸ καὶ αὐτός σε εἰκότως ἀντεδόξασε, σὺν τῇ χορείᾳ τῶν Ἁγίων Μαρτύρων, τῆς αὐτοῦ διηνεκῶς ἀπολαύειν λαμπρότητος, καὶ πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.






Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3,1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πολυθαύμαστος τῶν Σεῤῥῶν Μητρόπολις, ἡ σὺν τοῖς ἄλλοις Ἁγίοις ἔχουσα, ὡς τιμαλφὲς πολυτίμητον, τὸν Ἅγιον Ἰωάννην τὸν Νεομάρτυρα. Οὗτος γὰρ τὴν παντευχίαν τοῦ Πνεύματος περιζωσθείς, ἀνδροπρεπῶς κατεπάλαισε, τοὺς υἱοὺς τῆς Ἄγαρ, καὶ ἀνεδείχθη νομίμως νικητής, συγκαταριθμηθεὶς τῇ χορείᾳ τῶν Ἀθλοφόρων, μεθ’ ὧν διηνεκῶς ἱκετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῶν τυράννων ὁ ἐσμός, σὲ περικυκλώσαντες ἄφνω, δεινῶς ᾐκίζοντο, καὶ κατετραυμάτιζον, ἐπὶ γῆς ἕλκοντες, ὥσπερ θῆρες ἀνήμεροι, Μάρτυς Ἰωάννη, σὺ δὲ στεῤῥῶς ἔφερες, διὰ Χριστὸν τὸν Θεόν, τότε ἡ πληθὺς τῶν Ἀγγέλων, τῷ Θεῷ ἀνέμπεμπον δόξαν, τῷ σὲ ἀοράτως ἐνισχύσαντι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε, σοὶ ἐφάνη ὁ κλεινός, Θεόδωρος ὕπαρ οὐκ ὄναρ, ὁ μέγας Μάρτυς Χριστοῦ, ἔφιππος ἀστράπτων τε, ὡς τὰς ἡλίου αὐγάς, καὶ χειρὶ ἐπεδείκνυεν, γενναίως ἑστάναι, ἐπὶ τῇ τῆς πίστεως, πέτρᾳ πανόλβιε, τότε ἐπληρώθη ἀνδρείας, ἡ στεῤῥὰ καρδία σου ὅθεν, τοὺς ἐχθρούς σου τέλεον κατήσχυνας.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε, σὲ ἐν μέσῳ τοῦ πυρός, πασσάλοις οἱ δήμιοι μάκαρ, δεινῶς προσεδήμησαν, καὶ τὸ πῦρ ἐνέμετο, τοὺς σεπτοὺς πόδας σου, σὺ δὲ οὕτω διέκεισο, ὡς πάσχοντος ἄλλου, θείας ἐνεχθείσης σοι, χάριτος ἄνωθεν, τότε τῶν πιστῶν αἱ χορεῖαι, σὺν χαρᾷ καὶ δάκρυσιν ὕμνον, Χριστῷ ἐπινίκιον ἀνέπεμπον.

Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη σου, Ἰωάννη πολύαθλε, τὰς τῶν πιστῶν κατευφραίνουσα καρδίας· διὸ καὶ κοινὴν χορείαν συστησάμενοι, ἐν εὐφροσύνῃ ἀναβοῶμέν σοι· χαίροις, ὁ τὸν ὑπερήφανον ὄφιν, τῷ ἀθλητικῷ σου καταφλέξας πυρί· χαίροις, ὁ τοὺς ἀνθισταμένους σοι ἐχθροὺς καὶ συνηγόρους τοῦ ψεύδους, τοῖς καρτερικοῖς καὶ γενναίοις σου ἀγῶσι καταισχύνας· χαίροις, τῶν Φεῤῥῶν καύχημά τε καὶ ἐγκαλλώπισμα. Μὴ διαλλλίπῃς δυσωπῶν τὸν ἐλεήμονα Θεόν, ὑπὲρ τῆς σῆς τε πατρίδος καὶ πάντων τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτικίον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων τὸ κλέος καὶ Σεῤῥῶν τὸ ἐκβλάστημα, καὶ τῶν παλαιῶν Ἀθλοφόρων, μιμητὴν καὶ ὁμόπιστον, τὸν νέον Ἰωάννην εὐλαβῶς, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τῶν χαρίτων γὰρ παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, λαμπρῶς σὲ ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐτρέμας Ἀθλητά, τοῦ Χριστοῦ Ἰωάννη, ἐχώρησας ποτέ, ἐν τοῖς σκάμμασι Μάρτυς, καὶ ἤθλησας πανάριστε, ἐδαφίσας τὸν δράκοντα, τὸν νυκτίμορφον, καὶ ἀπογόνους τῆς Ἄγαρ· διὸ ἅπαντες, τὴν σὴν ἐπέτειον ὕμνοις, τιμῶμεν πανεύφημε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀρχαίων Μαρτύρων τὰ κατορθώματα, Ἰωάννη παμμάκαρ σφοδρῶς ἐζήλωσας, διὰ τοῦτο καὶ εἱρκτὴν χαίρων ὑπέμεινας, τὰς αἰκίας τὰς πικράς, καὶ κακώσεις τῆς σαρκός, καὶ θάνατον καὶ μαστίξεις, καὶ νῦν πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παρεῖδες τὰ ῥέοντα καὶ γεηρὰ Ἀθλητά, καὶ ἤρθης πρὸς μένοντα τῶν οὐρανῶν ἀγαθά, τῷ θείῳ ἀγῶνί σου· ὅθεν ἐθαυμαστώθης, Ἰωάννη παμμάκαρ, καὶ εἴληφας τοὺς στεφάνους, ἐκ χειρῶν τοῦ Σωτῆρος, Ὃν πάντοτε δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν,
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔχων ἐν τῷ νοΐ, τοῦ Σωτῆρος τὸ λόγιον, ὅστις ἂν ὁμολογήσῃ με, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτόν, ἐν τῷ οὐρανῷ, βεβαιοπίστως ἔδωκας ἐν Σέῤῥαις, ἐνώπιον τῶν ἀθέων, τὴν καλὴν ὁμολογίαν, καὶ ὑπήνεγκας καρτεροψύχως, τὰ πολλὰ τραύματα, διακηρύσσων σταθηρῶς, τὴν ἀλήθειαν τοῦ Χριστοῦ, Ὃν ταῖς πρεσβείαις, Νεομάρτυς Ἰωάννη ἱκέτευε, δωρηθῆναι ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.





Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεία κατεπέμφθη σοι θεόθεν χάρις πανένδοξε, τὴν ψυχὴν ῥωννύουσα, τὴν σὴν πρὸς πάλην, ἐχθρῶν τῶν τῆς πίστεως· ὅθεν κατετροπώσω, αὐτῶν τὰ φρυάγματα, νίκην ἀράμενος.
Λουτῆρι λουσάμενος τοῦ μαρτυρίου ἀνέδραμες, πρὸς φῶς τὸ ἀκρότατον, ἔνθα Μαρτύρων χοροί, οἷς γηθόμενος, συμπαρίστασαι Μάρτυς, αὐτῷ τοῖς ὑμνοῦσί σε, χάριν αἰτούμενος.
Ἀνῆλθες γηθόμενος, ὥπσπερ θυμίαμα εὔοσμον, καὶ Ἀγγέλων Τάγμασι, συμπαριστάμενος, τῷ παντάνακτι, Χριστῷ ἀεὶ συμμέλπεις, ὕμνον αὐτῷ πάντοτε, τὸν ἐπινίκιον.
Λαμπρῶς ἀμπεχόμενος πορφύραν Μάρτυς ἐξ αἵματος, Ἰωάννη ἔνδοξε, Χριστοῦ τὸν ἄφθαρτον, νῦν εἰσελήλυθας, νυμφῶνα συμμετέχων, δόξης ἀπεράντου τε, καὶ τῆς ἀλήκτου χαρᾶς.
Θεοτοκίον.
Ἰὸν ὃν ἐξήμεσε καθ’ ἡμῶν ὄφις ὁ δόλιος, ὁ Πατρὶ συνάναρχος, Λόγος οἰκήσας ἐν Σοί, ἀνεκάθηρε, καὶ τῆς αὐτοῦ γλυκείας, ἡμᾶς κατηξίωσε, Κόρη μεθέξεως.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀύλῳ πυρὶ τοῦ παρακλήτου, ψυχὴν ἐπυρώθης Ἀθλητά· διὸ ὡς λέων ἔδραμες, ἀνδρείως πρὸς τὸ στάδιον, ἐχθρούς τε τροπωσάμενος, τῆς νίκης στέφος ἀπείληφας.
Ἱλέων εὐχαῖς σου Ἰωάννη, Χριστὸν ἐναπέργασαι ἡμῖν, τοῖς πόθῳ εὐφημοῦσί σου, τὸ ἱερὸν μαρτύριον, δι’ οὗ δόξης ἐπέτυχες, καὶ ζωῆς θείας πανόλβιε.
Νεκρὸν τῇ γενναίᾳ σου ἐνστάσει, ἀπέδειξας Μάρτυς τὸν ἐχθρόν, καὶ τοὺς αὐτῷ ὁμόφρονας, Ἰωάννη κατήσχυνας· ὅθεν ὁ ἀθλοθέτης σε, Χριστὸς εἰκότως ἐστεφάνωσεν.
Θεοτοκίον.
Ὤφθη ὁ ἀόρατος ἐν κόσμῳ, ἐκ Σοῦ ὁρατὸς καὶ καθ’ ἡμᾶς, γενόμενος πανύμνητε, δι’ οἶκτον καὶ ἐλάμπρυνε, μορφὴν ἡμῶν τὴν βρότειον, ἀμαυρωθεῖσαν τὸ πρότερον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῇ πολλῇ καρτερίᾳ τῶν αἰκισμῶν, καὶ Ἀγγέλους ἐξέπληξας καὶ βροτοὺς ἐν σώματι, ἔνδοξε ἁπαλῷ τε καὶ νέῳ, τοῖς γὰρ φθαροῖς ἠλλάξω τὰ φύσει ἀΐδια, ὡς φρονήσει τῇ θείᾳ, ἐπήβολος ἄριστος· ὅθεν ἠξιώθης τοῖς χοροῖς τῶν Μαρτύρων, αεὶ συναγάλλεσθαι Ἰωάννη πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἄνω ἔχων Ἰωάννη, τῆς ψυχῆς σου τὰ ὄμματα, πρὸς Χριστὸν τὸν σώζειν, εἰς ἀεὶ δυνάμενον νεύματι, ἐχθροῖς τὰ νῶτα διδόναι, ἀπηγόρευσας, ἀλλ’ ἐκραύγαζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Μαστιζόμενος τὸν νῶτον, καὶ βιαίως συρόμενος, καὶ ἅπαν τὸ σῶμα Μάρτυς ἀπηνῶς αἰκιζόμενος, προσεκαρτέρεις γενναίως, ὥς τις ἄσαρκος, καὶ ἀνέμελπες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Πατρικῆς χθονὸς καὶ γένους, ἐγκαλλώπισμα γέγονας, μάκαρ Ἰωάννη, καὶ Φεῤῥῶν ἡ πόλις ἀγάλλεται, τοῖς ἐπιπόνοις ἀγῶσί σου πολύαθλε, καὶ Χριστὸν μεγαλύνει, τὸν σὲ ἐνισχύσαντα.
Ῥήξας ῥάκος τὸ τῆς πλάνης, τὴν αὐτῆς ἀπεγύμνωσας, ψευδομυθουργίαν, καὶ τοὺς ταύτῃ νῦν προσανέχοντας, αἰσχύνης ἔπλησας Μάρτυς, καὶ ἐδόξασας, Χριστὸν ἄνακτα, ἐν τοῖς Ἁγίοις Σου μέλεσιν.
Θεοτοκίον.
Ἀϊδίου πατρὸς γόνον, συνεργίᾳ τοῦ Πνεύματος, ἀποῤῥήτῳ λόγῳ, ἐν γαστρί Σου Κόρη βαστάσασα, τῆς ὑπερθέου οὐσίας, ὤφθης οἴκημα· ὅθεν ἅπαντες, δόξα βοῶμεν τῇ δόξῃ Σου.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐ ξίφος οὐδὲ βάσανος, ἄλλη τις δεδύνηται χωρίσαι, τοῦ πρὸς Χριστόν σε, παμμάκαρ ἔρωτος· ὅθεν ἠξιώθης τῆς αὐτοῦ, γλυκείας μεθέξεως, ἀπολαύειν αἰώνια.
Ἐπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας ἔνδοξε, ψυχῆς παραστήματι γενναίῳ, καὶ κατηδάφισας, τὴν ὀφρὺν τῶν ἐχθρῶν, καὶ πιστῶν ἁπάντων τὴν πληθύν, τοῖς στεῤῥοῖς ἀγῶσί σου, ἐπαγάλλεσθαι ἔπεισας.
Ἰσχύν σοι ἐνέθηκεν, ἐπιφανεὶς Θεόδωρος, ὁ μέγας Κυρίου Ἀθλοφόρος, ὕπαρ οὐκ ὄναρ, καὶ ἐν τῇ πίστει στεῤῥῶς, ἑστάναι ἐδήλου τῇ χειρί, δυσμενῶν τε φόβητρα, ἀνθ’ ἑνὸς οὐ λογίζεσθαι.
Ὡς δόξαν ἀμάραντον, ἡ τῶν Φεῤῥῶν μητρόπολις, κατέχει τοὺς θείους σου ἀγῶνας, οὓς ἐνεδείξω, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ φαιδρυνομένη ἐν αὐτοῖς, γεραίρει ἐν ᾄσμασι, σοῦ τὴν μνήμην ἑκάστοτε.
Θεοτοκίον.
Ἀΰλων ταγμάτων Σε, ἀσύγκριτον ἀξίωμα, ἔχουσα γινώσκομεν Παρθένε· διὸ ἰλύος με, τῆς τοῦ κόσμου τὸν σόν, ἀπάλλαξον δοῦλόν ἀγαθή, καὶ τὸν νοῦν μου λάμπρυνον, ἵνα πόθῳ δοξάζω Σε.








ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νίκης τὸν στέφανον εἴληφας, Μαρτύρων Ἰωάννη τὸ καύχημα, ἐν ἁπαλῷ καὶ γάρ, σώματι πλεῖστα ὑποέμεινας, κολαστηρίων εἴδη, Χριστῷ νευρούμενος.
Ὁ νοῦς σου Θεοῦ τῷ ἔρωτι, φλεγόμενος πυρὸς κατεφρόνησε, ἐνύλου πάντιμε· ὅθεν καμίνου ἱστάμενος, ἐν μέσῳ οὐκ ἠσθάνου, ὡς ἄλλου πάσχοντος.
Ἐλώδους Μάρτυς συγχύσεως, καὶ τύρβης κοσμικῆς καὶ κακώσεως, σαῖς πρὸς Χριστὸν εὐχαῖς, ἀπάλλαξον τὸν δοῦλόν σου, ὅπως ἐν ἡσυχίᾳ, ἀεὶ γεραίρω σε.
Μαρτύρων θείων τὰ πνεύματα, τὴν σὴν ὑποδεχόμενα ἔχαιρον, ψυχὴν πανόλβιε, καὶ σὺν Ἀγγέλων στρατεύμασι, Κυρίῳ ἐπεκρότουν, τὸν ἐπινίκιον.
Θεοτοκίον.
Ἀπόῤῥητον τὸ μυστήριον, Παρθένε τὸ ἐν Σοὶ καὶ ἀνέκφραστον, τὴν ὑπεράϋλον, φύσιν καὶ γὰρ γαστρὶ ἤνεγκας, ἐν ὑλικῇ εἰς πάντων, βροτῶν ἀνάπλασιν.


Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οἱ πιστοὶ ἐν ᾄσμασι, νῦν συνελθόντες, Ἰωάννη ἔνδοξε, ἀνευφημοῦμεν τοὺς σεπτούς, καὶ ἐπιπόνους ἀγῶνάς σου, δι’ ὧν συνήφθης, Θεῷ τῷ παντάνακτι.
Ὁ ἀῤῥήτῳ σοφίᾳ συνέχων καὶ κυβερνῶν τὴν κτίσιν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ συναϊδίου σου καὶ ὁμοδυνάμου Πνεύματος τὴν χάριν ἐπὶ τοὺς Ἁγίους Σου Μαθητὰς καὶ Ἀποστόλους ἐκχέας καὶ ἐξ ἰδιωτῶν σοφούς τε καὶ πυριπνόους ἀπεργασάμενος κήρυκας, αὐτὸς κἀμοὶ σταγόνα παράσχου χάριτος, ἵν’ ἐξισχύσω ὑμνῆσαι τὸν θεῖόν σου καὶ σεπτὸν Μάρτυρα Ἰωάννην, τὸν δοξάσαντά σε ἐπὶ γῆς οἰκείοις μέλεσιν ἐν ὑπομονῇ καὶ καρτερίᾳ πολυειδῶν αἰκισμῶν τε καὶ βασάνων, δι’ ὧν συνήφθη σοι, Θεῷ τῷ παντάνακτι.












Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐν Σέῤῥαις μαρτυρήσαντος.
Ἔχαιρεν ὑμνῶν Ἰωάννης ἐν μέσῳ,
Θεὸν καμίνου ὡς πάλαι νεανίαι.
Ἐν δυοκαιδεκάτῃ θάνεν Ἰωάννης πυρὶ λαύρῳ.
Οὗτος ἐκ πόλεως ἧν Φεῤῥῶν, ἥτις καὶ Βέργα παρὰ Κλαυδίῳ, Πτολεμαίῳ ὠνόμαστο, ἐπισήμων καὶ εὐγενῶν γονέων υἱός. Ἐν κομιδῇ δὲ πάνυ νέᾳ τῇ ἡλικίᾳ ἱματίοις εἴθιστο κοσμεῖσθαι λαμπροῖς καὶ ἵπποις ἀγαθοῖς τε καὶ καλοῖς χρῆσθαι καὶ τῇ ὁμοίᾳ παραπλησίως περιαυγάζεσθαι πολυτελείᾳ. Ὅθεν διὰ φθόνον ὑπὸ τῶν ἐκ τῆς Ἄγαρ διεβλήθη ὡς εἰς τὴν σφῶν αὐτῶν θρησκείαν ἐξυβρικώς. Ἀμέλει καὶ πρὸς τὸν δικαστήν, οἱ διαβολεῖς ἕλκουσι, καὶ ἔφασαν: ὦ δικαστά, οὗτος συγκατανεύσας ὅμοιος κατὰ τὴν θρησκείαν ἡμῖν γενέσθαι, νῦν ἀπαναινόμενος καὶ τὴν ὑπόσχεσιν παντάπασιν ἀθετῶν χριστιανὸν ἑαυτὸν εἶναι βούλεται. Ἐπεὶ δὲ ὁ δικαστής, αὐτὸν ἐρωτήσας οὐδὲν ἄλλο παρ’ αὐτοῦ ἠκηκόει εἰ μὴ τὸ χριστιανὸν εἶναι καὶ Χριστοῦ δοῦλον καὶ τοὺς ἀνθεστηκότας αὐτῷ υἱοῦς διαβόλου καὶ τοῦ ψεύδους δημιουργούς, εἰς φυλακὴν ἐμβληθῆναι κελεύει ὅ καὶ γέγονε. Ἔχαιρεν οὖν ὁ Ἅγιος διὰ Χριστόν, οἰκῶν τὴν εἱρκτήν.
Καιροῦ δέ τινος παρωχηκότος ἐξάγεται ὑπ’ αὐτῶν καὶ τοῦτο μὲν θωπείαις τε καὶ δώροις καὶ ὑποσχέσεσιν ἀξιωμάτων, τοῦτο δὲ ἀπειλαῖς μεθελκόμενος ὑπ’ αὐτῶν οὐδ’ ἄκροις ὠσὶν τοὺς αὐτῶν ἐδέχετο λόγους. Διὸ καὶ τὴν ἀλωπεκῆν ἀποθέμενοι σφόδρα μαστίζουσι καὶ κατὰ γῆς σύρουσι καὶ τὰς τρίχας τῆς κεφαλῆς ἐκτίλλουσι καὶ ἀναρτήσαντες ῥάβδοις ἅπαν τὸ σῶμα κατέξαινον καὶ ἀνηλεῶς συνέτριβον. Ἐκεῖθεν δὲ ὡς ἄγριοι θῆρες βίᾳ καθέλκοντες ἀπῆγον εἰς τὴν εἱρκτήν. Ὁ δὲ Ἅγιος ἑλκόμενος καὶ μαστιζόμενος ὑπό τε τῶν προαγόντων καὶ ἑλκόντων καὶ τῶν ἐφεπομένων καὶ τὸ Κύριε Ἰησοῦ Χριστέ, καθ’ ἑαυτὸν λέγων βοήθεί μοι, ὁρᾷ πρὸς τὸ δεξιὸν αὐτοῦ μέρος συνοδεύοντα αὐτῷ ἄνδρα φοβερώτατον ἔφιππον καὶ ὡς τὰς ἡλιακὰς ἀκτῖνας ἀνδρίζεσθαι καὶ μηδὲν δεδιέναι.
Ὥρα δὲ ἧν ὡς ἑβδόμη τῆς ἡμέρας. Συνοδεύσας δ’ αὐτῷ ὁ τοιοῦτος ἐφ’ ἱκανὸν ἐξ ὀφθαλμῶν αὖθις γέγονε. Καὶ ἡ μὲν εἱρκτὴ πάλιν τὸν Ἄγιον διεδέξατο ἡμίθνητον ὡς εἰπεῖν ἔκ τε τῶν μαστίγων καὶ πληγὼν τῶν ἀφορήτων ἐκείνων πλὴν νοερῶς ἀγαλλόμενον ἄγαν ἐπὶ τῇ τοῦ φανέντος θαρσοποιήσει. Τὸ δὲ ἀνήμερον πλῆθος ἐκεῖνο οὐδόλως ἐφησύχαζον ἧν, ἀλλὰ τῷ κρατοῦντι διὰ γραφῆς τὰ κατὰ τὸν Ἅγιον δηλοποιοῦσιν κατὰ τὸν ἑαυτῶν δήπου σκοπόν. Ὁ δὲ εἰς τοιαῦτα ταχὺς ὤν, ἀπεφήνατο, ἤ τὴν εὐσέβειαν μεταβαλεῖν ἤ ξίφει ἀναιρεθῆναι καὶ τὸ σῶμα οἱ πυρί, παραδοθῆναι.
Τὴν ἀπόφασιν οὖν τὴν τοιαύτην δεξάμενοι, τῆς φυλακῆς τὸν Ἅγιον ἐξάγουσι καὶ πρὸς τὸν δικαστήν, ἀπάγουσιν. Ὁ δὲ πάλιν σαίνειν ἀπήρξατο τιμῶν καὶ δωρεῶν ὑποσχέσεσι καὶ μυρίαις χρησάμενος θωπείαις πρὸς αὐτὸν ὁμοῦ δὲ πρὸς αὐτὸν ὁμοῦ δὲ σὺν αὐτῷ καὶ τὸ περιστὼς ἅπαν πλῆθος καὶ πολλὰ τεχνευσάμενοι καὶ μηδὲν ἀνύσαντες τὴν ἀπόφασιν τοῦ κρατοῦντος αὐτῷ ἐμφανίζουσιν. Ὁ δὲ Ἅγιος μετὰ χαρᾶς ὅ,τι πολλῆς δεξάμενος τὴν ἀπόφασιν καὶ τῷ δικαστῇ προσηκόντως εὐχαριστήσας ἠκολούθει τοῖς ἕλκουσιν ὡς πρόβατον ἐπὶ σφαγήν. Οἱ οὖν δήμιοι, ἵνα τὸ τοῦ θανάτου τέλος αὐτῷ δριμύτερόν τε καὶ ἀλγεινότερον προξενήσωσι τὴν τάξιν ἐνήλλαξαν τῆς ἀποφάσεως καὶ δὴ κάμινον πεποιηκότες μεγάλην, ἐν μέσῳ ταύτης δεσμοῦσιν αὐτὸν ἐν πασσάλοις τέσσαρσι τοῖς ποσὶν αὐτοῦ πρῶτον τὸ πῦρ παραθέντες. Νεμόμενον δὲ τοὺς πόδας κατ’ ὀλίγον τὸ πῦρ μέχρι τῶν γονάτων ἀνῆλθεν. Ὁ δὲ ὡς ἄλλου πάσχοντος δήπου διακείμενος, πρὸς τοὺς παρεστηκότας δημίους εἶπε: Ἁρά γε, παρεδώκατέ με πυρί; Τῶν δὲ χλεύην τὸν λόγον ὑπολαβόντων εἷς ἐξ αὐτῶν πάσσαλον κατὰ τὸ στόμα τῷ ἁγίῳ ἐπέῤῥιψεν, ὅς πρὸς τὸ ἕτερον διελάσας μέρος τὸ μαρτυρικόν, καὶ μακάριον αὐτῷ τέλος ἐπήγαγε.




Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Χαίρων ἀφεὶς γῆν Γερμανός, καὶ γῆς θρόνον,
Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Οὗτος ὑπῆρχεν υἱὸς Ἰουστινιανοῦ Πατρικίου, καὶ κατὰ τοὺς χρόνους Ἡρακλείου τοῦ βασιλέως πλείστας ἀρχὰς δημοσίας διοικήσαντος, ὅν θαυμασθέντα παρὰ τῆς συγκλήτου, διὰ τὴν ἄκραν εὐσέβειαν ὁ ἔγγονος Ἡρακλείου ζηλοτυπήσας ἀπέκτεινε. Καὶ Γερμανόν, τὸν υἱὸν αὐτοῦ, βραχύτατον ὄντα εὐνούχισε καὶ τῷ κλήρῳ τῆς μεγάλης ἐκκλησίας κατέλεξεν. Ὁ δὲ ὡς ἑρμαίῳ χρησάμενος τῷ συμβάντι ἐπέδωκεν ἑαυτὸν τῇ τῶν θείων Γραφῶν μελέτῃ. Τάχει δὲ φύσεως καὶ πόνοις ἐνδελεχέσιν ἐπὶ πλεῖστον προελθὼν γνώσεως, καὶ τὸν βίον ῥυθμίσας καλῶς, πρῶτον μὲν χειροτονεῖται τῆς ἐν Κυζίκῳ ἐκκλησίας Ἐπίσκοπος, οὐ σχεδιάσας τοὺς βαθμούς, ἀλλ’ ἀκολουθίᾳ καὶ τάξει ἐπὶ τὸ τέλειον προελθῶν. Ἔπειτα δὲ τῶν ἐκκλησιῶν ἐμφρόνως ἐπιστασίας δεομένων καὶ ἀνδρὸς λόγῳ καὶ πράξει κατηρτισμένου ἀπὸ τῆς Κυζίκου πρὸς τὴν μεγάλην Κωνσταντινουπόλεως καθέδραν ἀνάγεται.
Ἔνθα πολλαῖς διδασκαλίαις τὸν λαόν, κατήρτισε, καὶ τὰ βαθύτερα καὶ ἀσαφῆ τῆς Γραφῆς ἡρμήνευσε, καὶ πανηγυρικοῖς καὶ ἐγκωμιαστικοῖς λόγοις τὰς τῶν πιστῶν ἐκκλησίας ἐφαίδρυνες καὶ μελῳδίαις καὶ ᾄσμασι τὸν ἐν ταῖς ἀγρυπνίαις σκληρόν τε καὶ σύντονον κατέθλεξεν. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος τὴν τῶν Ῥωμαίων ἀρχὴν τυραννήσας κατὰ θεοῦ πρῶτον ὑβρίζειν ἤρξατο καὶ τὰς ἱερὰς ἐικόνας καθελεῖν ἐπεχείρισε καὶ οὔτε κρείττοσιν ἀποδείξεσιν ὡς δεῖν προσκυνεῖσθαι ταύτας καὶ τιμᾶσθαι ἐπείθετο ἀλλὰ καὶ τὰς συνταχθείσας βίβλους ὑπὲρ τῶν ἁγίων εἰκόνων κατέκαυσε. Τότε συνιδὼν ὁ Ἅγιος ὅτι κωφῷ τινι καὶ ἀναιδεῖ καὶ ἀνοήτῳ παραινεῖ, θεὶς ἐπὶ τῆς ἱερᾶς τραπέζης τὸ ὠμοφόριον αὐτοῦ ἐν τῷ ίδίῳ γενόμενος οἴκῳ τὴν ἡσυχίαν ἠσπάσατο. Καὶ ἐν γήρᾳ καλῷ τὸν βίον κατέλυσε τοῖς ἐννενήκοντα χρόνοις προσεπιβάς. Καὶ παρ’ αὐτὴν τὴν ἐκφοράν, τοὺς προσεγγίσαντας αὐτοῦ τῷ λειψάνῳ παντοίων ἀπαλλάξας παθῶν καὶ μετὰ τὴν τούτου κατάθεσιν τοῖς πιστοῖς ἰάματα βρύων, κατετέθη ἐν τῷ εὐαγεῖ μοναστηρίῳ τῆς χώρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας Κύπρου.
Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Οὗτος, χώρας γέγονε Φοινίκης, ἐκ πριοικίδος Ἐλευθερουπόλεως, γονέων αὐτουργῶν. Τραφεὶς δὲ ἐν οἰκίᾳ μικρᾷ, καὶ οἵαν ἔχοιεν πένητες ἄνθρωποι καὶ γηπόνοι, αὐτὸς τῇ κατὰ Θεὸν διέλαμψεν ἀρετῇ, καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς κατ’ εὐσέβειαν προήχθη πολιτείας. Τῶν γὰρ γονέων αὐτοῦ τῇ τοῦ νόμου ἐναπομεινάντων λατρείᾳ καὶ σκιᾷ, καὶ μὴ δυνηθέντων ίδεῖν τὸ φῶς τῆς χάριτος, αὐτὸς πρὸς τὴν ἐν Χριστῷ ἀλήθειαν ἔδραμε, μικρᾶς δραξάμενος ἀφορμῆς.
Κλεοβίου γάρ τινος, ἰασαμένου αὐτοῦ τὴν πληγήν, ἥν ὑπέστη κατὰ τοῦ μηροῦ, ἀτάκτως πεσόντος ἀπὸ τοῦ ὑποζυγίου οὗ ἐπωχεῖτο κατασκιρτήσαντος καὶ αὐτοῦ δὴ τοῦ ὑποζυγίου θανατωθέντος τότε μὲν ἀμφίδοξον ἐν διαλογισμοῖς ἔσχε τὴν γνώμην, καὶ τὸ λοιπὸν οὐ πάνυ τῇ τοῦ νόμου προσεῖχε δουλείᾳ. Ὕστερον δὲ Λουκιανῷ τινι μονάζοντι ἐντυχών, εἶδεν αὐτὸν πένητι ἐντυγχάνοντα ζητοῦντι αὐτῷ βρῶσον φαγεῖν, ὁ δὲ καὶ τριβώνιον ἐπέδωκε. Καὶ αὐτίκα ἄνωθεν ἐκείνῳ στολὴ τῷ Λουκιανῷ ἐνεδύετο. Καὶ ταῦτα θεασάμενος Ἐπιφάνιος, τῇ τῶν Χριστιανῶν πίστει προσέρχεται, καὶ τὸ Ἅγιον Βάπτισμα παρὰ τοῦ Ἐπισκόπου δέχεται.
Τὰ δὲ ἐντεῦθεν δυσέφικτον ἐν ἐπιτόμῳ πάντα περιλαβεῖν τὰ θαυμάσια ἄ εἰργάσατο. Τοσοῦτον δὲ εἰπεῖν μόνον ἐστὶν ἀναγκαῖον, ὅτι κομιδῇ νέος ὤν τῇ ἡλικίᾳ, τὴν κατὰ Χριστὸν πίστιν ὑποδεξάμενος, εὐθὺς μονάσας ὁσίως, πάντας τοὺς κατ’ αὐτὸν ὑπερήλασεν ἐγκρατείᾳ καὶ πόνοις ἀσκητικοῖς, καὶ εἰς τὸ τέλειον τῆς ἀρχιερωσύνης γενόμενος, κατάλληλον ἔσχε τὴν πρᾶξιν τοῖς προβεβιωμένοις. Ἐν μὲν γὰρ τοῖς παρελθοῦσιν, ἀσκητικὴν διαγωγήν, καὶ πλήθη θαυμάτων καὶ θεραπείαν πολλῶν ἀσθενούντων εἰργάσατο. Ἐν δὲ τοῖς μετὰ τὴν ἱερωσύνην αὐτά τε ταῦτα καὶ διδασκαλίαν ὀρθήν, καὶ συγγραμμάτων πλήθει πάντας ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς ἐξεῦρε τοὺς πειρασμοὺς παρὰ τῶν κακοδόξων. Ζήσας δὲ ἔτη δεκαπέντε πρὸς τοῖς ἑκατόν, ἐπὶ μησὶ τρισίν, ὡς αὐτὸς Ἀρκαδίῳ τῷ βασιλεῖ ἐρωτήσαντι ἀπεκρίνατο, τῷ Κυρίῳ τῷ πνεύμᾳ παρέθετο. Οὐκ ἐν τῷ οἰκείῳ δὲ θρόνῳ, κατὰ τὴν τοῦ Χρυσοστόμου αἴτησιν, ἐπεὶ τὴν κατ’ ἐκείνου ἐξορίᾳ συνῄνεσε. Τὸν δὲ φασὶν ἀντιγράψαι μηδὲ αὐτόν, τὸν τόπον πρὸς ὅν ἀπέσταλτο ὁ ὑπερόριος, φθάσαι κατιδεῖν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερμανοῦ, τοῦ Ἀθωνίτου.
Γερμανέ, ἀφάτου ὑπακοῆς κέρας,
ἡγίασας Ἄθωνα ἱδρώτων ῥείθροις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανός, γόνος εὐσεβῶν καὶ εὐπατρίδων γονέων, ἐγεννήθη ἐν Θεσσαλονίκῃ τῷ 1252. Παιδιόθεν Χριστὸν ἀγαπήσας καὶ Αὐτοῦ τοῖς βήμασιν ἀκολουθήσας κατέλιπε τὰ τερπνὰ καὶ ἡδέα τοῦ κόσμου ὡς ῥέοντα καὶ τὰ ἀεὶ διαμένοντα ποθήσας ἀνεχώρησε διὰ τὸν ἀσκητικώτατον Ἄθωνα. Διεκρίθη διὰ τὴν τελείαν ἐκκοπὴν τοῦ αὐτοῦ θελήματος, τὴν ταπείνωσιν καὶ τὴν ὑποταγὴν τοῖς θελήμασι τοῦ αὐτοῦ Γέροντος. Φθάσας εἰς μέτρα ἀρετῆς καὶ σοφίας δυσαντίβλεπτα ἠξιώθη γενέσθαι δοχεῖον τοῦ θείου Πνεύματος καὶ αὐτουργὸς παραδόξων θαυμάτων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν Ἁγίῳ Ὄρει τῷ 1336 ἄγβν τὸ ὀγδοηκοστὸν τέταρτον ἔτος τῆς αὐτοῦ ἡλικίας. Τὸν θαυμαστὸν αὐτοῦ βίον κατέγραψε πρὸς πνευματικὴν οἰκοδομὴν τῶν πιστῶν ὁ συμπατριώτης αὐτοῦ καὶ συνασκητῆς ἐν Ἄθωνι Ὅσιος Φιλόθεος ὁ Κόκκινος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοὺ Ὁσίου Θεοδώρου τοῦ ἐν Κυθήροις.
Χριστοῦ δωρεῶν ἐπωνυμίαν φέρων.
Βροτοῖς ἴασιν ἀεὶ πηγάζεις Πάτερ.
Οὗτος ὁ ἐν Ὁσίοις Πατὴρ ἡμῶν Θεόδωρος, ὑπήρχεν ἐπὶ Ρωμανοῦ βασιλέως· πατρίδα εἶχε τὴν ἐν Πελοποννήσῳ Κορώνην, καὶ γονεῖς ἐπισήμους καὶ θεοσεβεῖς. Ἡ μήτηρ αὐτοῦ στεῖρα οὖσα ἐγέννησεν αὐτὸν διὰ τῆς πρὸς Θεὸν θερμῆς παρακλήσεως· διὰ τοῦτον καὶ Θεόδωρον αὐτὸν ὠνόμασεν.
Ἀνετρέφετο λοιπὸν παιδαγωγούμενος έν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδαχθεὶς τὰ ἱερὰ γράμματα, παρεδόθη ὑπὸ τῶν γονέων εἰς τὸν τότε Ἐπίσκοπον Κορώνης, ὅστις καὶ δεχθεὶς αὐτὸν κατέταξε εἰς τὸν κλῆρον, χειροτονήσας αὐτὸν ἀναγνώστην. Ἀποθανόντων δὲ μετ’ οὐ πολὺ τῶν γονέων τοῦ Ὁσίου καὶ μὴ ἔχοντος ἀρκετὴν ἡλικίαν, ἐδέχθη αὐτὸν ὁ ἐν Ναυπλίῳ Πρωτοπαπᾶς, φίλος ὤν καὶ γνώριμος με τοὺς γονεῖς τοῦ Ἁγίου, ὅστις καὶ ἀνέτρεφεν αὐτὸν ὡς υἱὸν. Αὐξηθέντος δὲ τοῦ Ὁσίου, τῇ τοῦ Πρωτοπαπᾶ παρακινήσει ἔρχεται ἐις γάμου κοινωνίαν, καὶ δύο τέκνων πατὴρ γίνεται. Συζῶν δὲ καὶ μετὰ τῆς γυναικὸς θεοφιλῶς καὶ θεαρέστως, καὶ ἔχων τὸν θεῖον φόβον εἰς τὴν καρδίαν του ἀνεξάλειπτον, δὲν ἐμποδίζετο ποσῶς ἐκ τῆς προόδου τῆς ἀρετῆς, ἀλλὰ λησμονῶν τὰ ὄπισθεν ἐπεκτείνετο μᾶλλον, κατὰ τὸ Παῦλον, εὶς τὰ ἔμπροσθεν. Ὅθεν καῖ ὑπὸ τοῦ τότε Ἐπισκόπου Ἀργείων, Θεοδώρου, μαθόντος τὰς ἀρετὰς, καὶ τὴν εἰς τὰ θεῖα εὐλάβειαν βιασθεὶς χειροτονεῖται διάκονος.
Τότε λοιπὸν, αὐξήσας τὸν πρὸς τὸν Θεὸν πόθον, καὶ μηδόλως λησμονῶν τὸν θάνατον καὶ τὴν ὥρα τῆς κρίσεως, ἀναχωρήσας ἐκ τῆς Πελοποννήσου ἦλθεν εἰς Ῥώμην, χάριν προσκυνήσεως τῶν ἐκεῖσε εὐρισκομένων ἁγίων ναῶν τῶν Ἁγίων Ἀποστόλων, καὶ ἱερῶν λειψάνων Μαρτύρων τε καὶ Ὁσίων. Ἔνθα, ἐνδιατρίψας τετραετίαν καὶ πολλοῖς τῶν ἐκεῖσε Ἁγίων Πατέρων συναναστραφείς, ἐπέστρεψεν εἰς Πελοπόννησον διατρίβων εὶς Μονεμβασίαν καὶ καιροφυλακτῶν τὴν εἰς Κύθηρα ἀναχώρησίν του, ἔρημην τότε οὖσαν διὰ τὸν φόβο καὶ ἐπιδρομὰς τῶν Ἀγαρηνῶν, κυριευόντων τότε καὶ τὴν Κρήτην. Ἐνδιατρίψας δε ἀρκετὸν χρόνον εὶς τὴν Μονεμβασίαν καὶ καταφανὴς γενόμενος, ὑπέφερε γενναίως καὶ ἀνενδότως τὰς τῆς γυναικὸς καὶ τῶν φίλων παρακλήσεις, παρακαλούντων αὐτὸν εὶς συμπάθεια τῶν τέκνων του διὰ τοῦ Ἐπισκόπου Μονεμβασίας. Εἰς αυτὸν δὲ ἀπεκρίθη ὅτι γνωρίζει τὰς ἐπιστολὰς πόθεν ἧσαν καὶ ἐννοεῖ τὰς ἐπιβουλὰς τοὺ παμπόνηρου διαβόλου, ὅστις περιέρχεται ὡς λέων ὀρυόμενος, ζητῶν τί νὰ καταπίῃ. Ὅσον δὲ περὶ τῶν τέκνων αὐτοῦ ἀπεκρίθη, ὅτι ὁ Θεὸς ὅστις εἶναι Πατὴρ καὶ προνοητὴς ὅλων τῶν πλασμάτων Αὐτοῦ, Αὐτὸς ἔχει καὶ τὴν φροντίδα τῶν τέκνων του. Ὅθεν, μηδόλως προσέξας εἰς τοὺς λόγους αὐτῶν, ἡσύχαζεν, ἕνα σκοπὸν ἔχων· τὴν θείαν εὐαρέστησιν.
Εὐκαιρίας δὲ ὲπιτυχὼν, ἐπέρασε εἰς τὴν νῆσον Κύθηρα, ἐρήμην ὡς ἐῤῥέθη οὖσα τότε, διὰ τὸν φόνον τῶν Ἀγαρηνῶν. Συνηκολούθησε δὲ τὸν Ὅσιον, καὶ τις Ἀντώνιος, ὅστις μὴ ὑποφέρων τοὺς κόπους καὶ σκληραγωγίας, ἐπέστρεψεν εἰς Πελοπόννησον, διηγούμενος τοὺς ἀσκητικοὺς πόνους τοῦ Ὁσίου. Ἐνταῦθα ὁ Ὅσιος ναόν τινα εὐρὼν τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου, καὶ ἐν αὐτῷ ἡσυχάζων, τῷ Θεῷ καλῶς εὐηρέστησε καὶ εἰς χεῖρας Αὐτοῦ τὴν ψυχὴν παρέθετο.
Τοὺς δὲ ἀσκητικοὺς αὐτοῦ ἀγῶνας, ποία γλῶσσα δύναται να λαλήσῃ; Τὴν ἐν πείνῃ, καὶ δίψῃ ὑπομονὴν, τὴν ἐν κρύει καὶ καύσωνι, τὰς προσβολὰς τοῦ δολίου, τὰς νυκτερινὰς φαντασίας, με τὰς ὁποίας ἐζήτει νὰ φοβήση τὸν Ὅσιον; Ἀλλὰ γενναίως αὐτὸν ἀντέκρουεν ἔχων ἰσχυρώτατον κατ’ αὐτοῦ ὄπλον τὴν προσευχὴν, καὶ τὴν ἐγκράτεια. Διὰ τοῦτο καὶ ἠξιώθη νὰ προγνωρίσῃ καὶ τὸ μακάριον αὐτοῦ τέλος, καὶ νὰ σημειώσῃ αὐτὸ προγράψας καὶ τὴν ἡμέραν τῆς ἀσθενείας του.
Ἐδόξασε δὲ αὐτὸν ὁ Θεὸς καὶ μετὰ θάνατον, πολλὰ ἐκτελῶν δι’ αὐτοῦ θαυμάσια, εἰς τοὺς ἐπικαλουμένους μετὰ πόθου τὸ ὄνομα αὐτοῦ, καὶ τὸ τίμιον αὐτοῦ λείψανον εὐλαβῶς ἀσπαζομένους, θεραπεύων νόσους, καὶ φυγαδεύων πολεμίους. Κεῖται δὲ τό ἱερὸν αὐτοῦ λείψανον, εἰς τὸν ἱερὸν ναόν, τὸ πρότερον μὲν τῷ ὀνόματι Σεργίου καὶ Βάκχου, τῶν Μαρτύρων τιμώμενον, νῦν δὲ ἐπ’ ὀνόματι τοῦ Ὁσίου, οὗ ταῖς πρεσβείαις Χριστὲ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου τοῦ Ἀργυρίου τοῦ πρεσβυτέρου, τοῦ ἐκ Σικελίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Βλάχου τοῦ ἐν Πόλῃ μαρτυρήσαντος ἐν ἔτει 1662.
Σώφρων ὑπάρχων ὦ Ἰωάννη Βλάχε,
ἀθλεις ἄριστα δι’ ἀγάπην Κυρίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου Πατριάρχου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοφάνους ἐπισκόπου Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ Σιναΐτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Καλλιτρόπου, ἀδελφῆς τοῦ Ἁγίου Ἐπιφανίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομιτίλλας τῆς ἐν Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγκρατίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων, τῶν ἐν Μπουτόβῳ τῆς Ῥωσσίας μαρτυρησάντων, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστώτος, ὧν ὁ ἀριθμὸς αὐτῶν ἀνέρχεται εἰς χιλιάδες δεκάδες, ἐξ ὧν καὶ δέκα χιλιάδες Ἕλληνες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεκταρίου τῆς Ὄπτινα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίων Ἀντωνίου καὶ Διονύσιου τῶν ἐν Ῥάντονεζ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, Πατριάρχου Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὐρέσεως τῶν λείψανων τὴς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης ἐν τῇ Λέσβῳ.       
Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁ λαὸς ὁ σὸς πανόλβιε οἱ σύγχωροι, Φεῤῥῶν ὁ σύλλογος, καὶ κλῆρος ὁ ἱερός, συνελθόντες ἅπαντες, ὑμνολογοῦσί σου, τὸ μαρτύριον, καὶ τὰ στεῤῥὰ παλαίσματα, χαρμοσύνως Ἰωάννη.
Ὑμνῳδίαις σου τὴν πάντιμον γεραίρουσι, καὶ ἀεισέβαστον, μνήμην Χριστοῦ Ἀθλητά, χάριν ἐπιβράβευσον, καὶ τὰ αἰτήματα, ἀποπλήρωσον· πολλὴν γὰρ ἔχεις ἔνδοξε, πρὸς Θεὸν παῤῥησίαν.
Ἡ καρδία σου χάριτος οἰκητήριον, τῆς θείας γέγονε, γενναῖε Μάρτυς Χριστοῦ· ὅθεν συναφθῆναί σου, τὸν νοῦν ἐπόθησας, τῷ παντάνακτι, διὰ πυρὸς καὶ αἵματος, μαρτυρίου Ἰωάννη.
Θεοτοκίον.
Λύτρον βράβευσον ψυχῇ τῇ παναθλίᾳ μου, Κόρη παντάνασσα, ἐκ τῶν τοῦ κόσμου δεινῶν, καὶ ἐν ἡσυχίᾳ Σε, ὑμνεῖν ἀξίωσον· Σὺ γὰρ ἔτεκες, τὸν τῆς εἰρήνης πρύτανιν, καὶ τῆς δόξης Βασιλέα.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Μαρτύρων χοροὶ προσυπαντῶντες, τὴν θείαν ψυχὴν ἀνερχομένην σου, φαιδρῶς κατησπάζοντο, Ἰωάννη ἔνδοξε, καὶ ὕμνον τὸν τρισάγιον, Θεῷ ἀνέμελπον, σὺν πᾶσι τοῖς Ἁγίοις Ἀγγέλοις, τῷ δοξάσαντί σε, διὰ τοῦ μαρτυρίου.
Ἐπλήγη ὁ πλήξας τοὺς γενάρχας, καὶ θάνατον ἐπεισάξας αὐτοῖς ἔνδοξε, τοῖς γενναίοις ἄθλοις σου, οὕσπερ καθυπέμεινας, ὑπὲρ Χριστοῦ στεῤῥότατα, καὶ κατηδάφισας, ὀφρὺν τὴν ὑπερήφανον τούτου, εὐσεβῶν δὲ πάντων, τὸ κέρας ἀνυψώθη.
Γέγονας στεῤῥὸς ὥσπερ ἀδάμας, τοὺς πόδας ἐπὶ τῇ πέτρᾳ τῇ τῆς πίστεως, στηρίξας ἀοίδιμε, καὶ ἐχθρῶν τὰ βέλεμνα, νηπίων ὡς τοξεύματα, ἕωλα ἔδειξας, Χριστὸν πᾶσι βοῶν εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπέραντον εὔκλειαν ἐκτήσω, τὴν ἐπιχθόνιον δόξαν παρωσάμενος, Μάρτυς καὶ ἐπίκηρον, ὡς ἔμπορος ἄριστος· καὶ γὰρ τὸν ἐφεπόμενον, τῇ φύσει θάνατον, ὑπέταξας τῇ σῇ προαιρέσει, διὰ τὸν τῶν ὅλων, Θεὸν καὶ Βασιλέα.
Θεοτοκίον.
Σύμβολα καὶ τύποι οἱ σκιώδεις, τοῦ νόμου Σε προεδήλωσαν πανύμνητε, Μητέρα τοῦ κτίσαντος, παναληθῆ ἔσεσθαι, καὶ διὰ Σοῦ σωτήριος, χάρις δοθήσεται, τοῖς πίστει Θεοτόκον κυρίως, Σὲ ὑμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὁ πανευκλεής, ἐπιστᾶσα ἔνδοξε, καὶ θεία μνήμη σου, τὰς ψυχὰς ἐπεύφρανε, πιστῶν ἁπάντων καὶ κατηγλάϊσε, πρὸς δόξαν τε καὶ αἴνεσιν, Θεοῦ κεκίνηκε, Ἰωάννη, τοῦ σὲ χαριτώσαντος, καὶ πρὸς πάλην ἐχθρῶν ἐνισχύσαντος.
Τὸ τῶν πειρασμῶν, καὶ μαστίγων ἔνδοξε Μάρτυς ἐπίπονον, καὶ φλογὸς ἡ βάσανος, καὶ ὁ ἑπόμενος τούτοις θάνατος, πρὸς Θεόν σοι ἐγένετο, διαβατήριον, ἐν ᾧ ἔχεις, τὴν θείαν λαμπρότητα, καὶ ζωὴν κληρουχίαν τὴν ἄληκτον.
Ὥσπερ ἀριστεύς, κατ’ ἐχθρῶν ἐξόρμησας, καὶ ῥύμην τὴν θολεράν, αὐτῶν ἀπεξήρανας, ἀπειλουμένην κατακλυσμὸν τοῖς πιστοῖς, καὶ πλάνην ἀπετέφρωσας, τὴν δεισιδαίμονα· ὅθεν νίκης, τὸν στέφανον εἴληφας, Ἰωάννη τρισόλβιε.
Θεοτοκίον.
Ῥῆξον τὰς σειράς, τῶν παραπτωμάτων μου, Κόρη Θεόνυμφε, ἡ τοὺς σιδηροῦς μοχλούς, καὶ κλεῖθρα ᾅδου καὶ πύλας ῥήξασα, καὶ τέλεον συντρίψασα, τῷ θείῳ τόκῳ Σου, καὶ δικαίων, ψυχὰς ἀνελκύσασα, ἐκ τοῦ σκότους πρὸς φῶς τὸ ἀνέσπερον.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον.
Ἔσβεσας πῦρ ἀθεΐας, τῇ σῇ γενναίᾳ ἀθλήσει, ἐμπρησμὸν τοῖς εὐσεβέσι, ἐπαπειλούμενον Ἰωάννη· ὅθεν ὡς στεῤῥὸν ἀριστέα, ᾠδαῖς ἐνθέοις, σὲ συνελθόντες ὑμνοῦμέν.
Καὶ τὸ τῆς Ἑορτῆς.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν εὐκλεῆ στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τὸν στεῤῥὸν Ἰωάννην, τὸν τὴν πλάνην τέμοντα, τῆς πίστεως τῷ ξίφει, καὶ τῷ πυρί, τῆς γενναίας ἀθλήσεως, ἀποτεφρώσαντα ταύτην νῦν ἐν ᾠδαῖς, οἱ πιστοὶ ἀνευφημήσωμεν.

Δεῦτε ὁ πάντιμος κλῆρος τῆς Ἐκκλησίας Σεῤῥῶν, καὶ ἐπίλεκτοι πάντες, καὶ χριστώνυμος δῆμος, ὡς ἄνθεσι τοῖς ὕμνοις, τὸν τοῦ Χριστοῦ, Ἀθλητὴν καταστέψωμεν, θείῳ γὰρ ἄνωθεν σθένει περιφραχθείς, τὸν ἐχθρὸν κατετροπώσατο.

Νῦν ἐν Θεῷ ἐπαξίως ζωὴν τὴν ἄπονον, κληρωσάμενος Μάρτυς, Ἰωάννη καὶ θείας, ἀεὶ φωτοχυσίας καὶ τῆς σεπτῆς, ἀπολαύων μεθέξεως, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸνΛυτρωτήν, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.

Τὸν Ἀθλητὴν Ἰωάννην Σεῤῥῶν τὸ κόσμημα, αἱ τῶν πιστῶν χορεῖαι, εὐφημήσωμεν ὕμνοις, καὶ ᾄσωμεν τοὺς ἄθλους διὰ Χριστόν, καὶ τῆς γνώμης τὸ εὔτονον, θαρσαλεότητα ὄντως τὴν θαυμαστήν, καὶ θανὴν τὴν πολυώδυνον

Δόξα. Ἦχος β΄.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ, φησὶν ὁ θεῖος Δαυΐδ· ἡ γὰρ ἀόρατος αὐτοῦ, χάρις καὶ δύναμις, ἐν αὐτοῖς ἐνεργείᾳ καθέστηκεν, ὁρατή τε καὶ γνώριμος· ὅθεν καὶ διὰ σοῦ Ἀθλητά, παμμάκαρ Ἰωάννη, ἡ κραταιὰ ἐθαυμαστώθη δύναμις αὐτοῦ, τὴν νίκην σοι κατ’ ἐχθρῶν, τῶν τῆς πίστεως χορηγήσαντος· Ὃν καθικέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθλόφορων ὁ κοινωνός, καὶ Σεῤῥῶν ὁ γόνος, ὁ προστάτης καὶ βοηθός, χαίροις τῶν Μαρτύρων, τῶν νέων ἡ ἀκρότης, παμμάκαρ Ἰωάννη, ἀξιοτίμητε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου