Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 9. ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΛΛΕΞΑΝΔΡΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ Θ΄!!
ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐλαμπρύνθης τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν λαμπηδόσι, δι’ ἐναρέτου ζωῆς, τότε σκεῦος εὔχρηστον, τοῦ θείου Πνεύματος, ἀναδέδειξαι Κύριλλε, σοφίᾳ ποικίλῃ, καὶ λόγων λαμπρότητι καλλωπιζόμενος· ὅθεν φῶς τοῦ κόσμου ἐγένου, κατὰ τοῦ Σωτῆρος τὴν ῥῆσιν, καὶ τῶν Ἀποστόλων ἰσοστάσιος.

Ὅτε ἐπὶ θρόνον τὸν σεπτόν, Μάρκου τοῦ θεόπτου ἀνῆλθες, τῇ εὐδοκίᾳ Θεοῦ, τότε ἐνθεώτατος ποιμὴν καὶ πρόεδρος, ἐχρημάτισας Κύριλλε, τῆς Ἀλεξανδρείας, καὶ μέγας διδάσκαλος, τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν ὡς σοφὸν θεηγόρον, καὶ στόμα θεόφθογγον Πάτερ, τῆς Ὀρθοδοξίας σε γεραίρομεν.

Ὅτε ὥσπερ ἥλιος λαμπρός, Πάτερ ἐν Συνόδῳ τῇ τρίτῃ, ἔλαμψας Κύριλλε, τότε ἀπημαύρωσας πᾶσαν δυσσέβειαν, Νεστορίου τοῦ ἄφρονος, καὶ ἕνα κηρύττεις, καὶ μετὰ τὴν σάρκωσιν, Χριστὸν τὸν Κύριον· ὅθεν καὶ τὴν τοῦτον τεκοῦσαν, Ἄχραντον Ἁγνὴν Θεοτόκον, λόγῳ σου πανσόφῳ ἐδογμάτισας.

Ὅτε ἐπιπνοίᾳ θεϊκῇ, τὰ τῶν Προφητῶν ἐν συμβόλοις, τεύχη ἡρμήνευσας, τότε τὸ κρυπτόμενον κάλλος τοῦ Πνεύματος, ἐφανέρωσας Κύριλλε, καὶ τοὺς πάλαι τύπους, ἔδειξας κηρύττοντας, Χριστοῦ τὴν σάρκωσιν. Ὅθεν ὡς οὐράνιον πλοῦτον, Πάτερ τοὺς σοὺς λόγους πλουτοῦντες, γνώσεως τῆς κρείττονος πληρούμεθα.

Δόξα. Ἦχος β΄.
Τῷ λόγῳ κοσμήσας τὸν βίον, ὡς τὴν σοφίαν τιμήσας ἀπὸ παιδός, ἐν ἀμφοτέροις εὐδόκιμος ὤφθης, δικαιοσύνην μελετήσας ἀληθῆ· καὶ εὐαγγελικῶς Χριστῷ λειτουργήσας, τῆς ἐν αὐτῷ οἰκονομίας τὸ μυστήριον, θεοπρεπῶς ἐθεολόγησας, Ἀρχιεράρχα Κύριλλε· διὸ ἡ Ἐκκλησία ἅπασα, φωτιζομένη τοῖς λόγοις σου, ἀξιοχρέως γεραίρει, τὴν ἁγίαν μνήμην σου.



Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πνεύματος τῷ φωτί, καταυγασθεὶς τὰς φρένας, Κύριλλε θεηγόρε, μέγας φωστὴρ ἐδείχθης, τῆς Ἐκκλησίας Ὅσι ε.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Γλῶσσαν θεοειδῆ, πλουτήσας Ἱεράρχα, πλουτίζεις καὶ εὐφραίνεις, ἡμῶν τὰς διανοίας, τοῖς θησαυροῖς τῶν λόγων σου.

Στίχ. Στόμα δικαίου μελετήσει σοφί αν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.
Ἔφλεξας τῷ πυρί, σοφίας σου τῆς θείας, Νεστόριον τὸν ἄνουν, καὶ τὴν Ὀρθοδοξίαν, Κύριλλε διετράνωσας.

Δόξα. Τριαδικόν.
Μίαν σε ἐν τρισίν, οὐσίαν χαρακτῆρσιν, Ὑπέρθεε θεότης, ὁ Κύριλλος ὁ μέγας, κηρύττει θείοις δόγμασι.

Καὶ νῦν. Θεοτοκίον.
Μόνην σε ἀληθῆ, κηρύττει Θεοτόκον, ὁ Κύριλλος ὁ θεῖος, Συνόδῳ ἐν τῇ Τρίτῃ, Μαρία Ἀειπάρθενε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς κῦρος οὐράνιον, θεολογία ἡ σή, βραβεύει ἐν Πνεύματι, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας, τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου, καὶ ὑπέρμαχος ὤφθης· παρ’ ἧς λαμπρῶς ἐδοξάσθης, Ἱεράρχα παμμάκαρ Κύριλλε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν τοῦ θείου Μάρκου ὁμότροπον, καὶ τοῦ θρόνου ἅμα διάδοχον, τὸν τοῦ Παρακλήτου ὑποφήτην· τὸν μέγαν, Ἀλεξανδρέων ὑφηγήτορα· τὸν πάσης, τῆς οἰκουμένης λύχνον ἄσβεστον· τὸν θησαυρὸν τῆς σοφίας, ἀρετῶν τὸν πλοῦτον, καὶ ἐκφάντορα ἀληθῆ, τὸν πάνσοφον Κύριλλον, τοῦ Χριστοῦ φίλον τὸν γνήσιον.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; τὸν τῆς Ἐκκλησίας διδάσκαλον, καὶ θεοειδέστατον ῥήτορα, καὶ περιφανέστατον φωστῆρα· τὸν Νεῖλον, τὸν νοητὸν καὶ πολυχεύμονα, τὸν πᾶσαν, τὴν οἰκουμένην κατακλύζοντα, ῥείθροις τῶν θείων δογμάτων, καὶ ψυχῶν ἀρούρας, καταρδεύοντα δαψιλῶς, πρὸς γνώσεως κρείττονος, εὐκαρπίαν τὴν σωτήριον.

Ποίοις ᾀσματικοῖς μέλεσιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τῆς τρίτης Συνόδου τὸν ἔξαρχον, καὶ θεοφορούμενον πρόεδρον, τῆς θεολογίας τὴν κιθάραν· τὸν μύστην, τῆς Θεοτόκου καὶ ὑπέρμαχον· τὸ στόμα, τῆς ἀληθείας τὸ πολύσοφον· τὸν Νεστορίου τῆς πλάνης, μέγαν ὀλετῆρα, καὶ δογμάτων τῶν εὐσεβῶν, σπορέα σοφώτατον, τὸν θεσπέσιον νῦν Κύριλλον.

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. (Ἐκ τοῦ Μηναίου).
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, ἱερώτατε Κύριλλε· τοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.

Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία, ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν μετάστασιν, παναοίδιμε, ἱερέων τὸ κλέος τῶν Πατέρων, κορυφαῖε, τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.

Φρυκτωρίαις τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, φωτοβόλος ἥλιος ἐχρημάτισας, ὥσπερ ἀκτῖνας τὰ δόγματα, εἰς πάντα τὰ πέρατα, ἐφαπλῶν καὶ τῶν πιστῶν, καταυγάζων πληρώματα παμμακάριστε, καὶ διώκων τὸ σκότος θεοφόρε, τῶν αἱρέσεων δυνάμει, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὑπὲρ ἥλιον ἐξέλαμψεν, ἡ τοῦ Ἱεράρχου Κυρίλλου μνήμη, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα· δεῦτε οὖν ἅπαντες, οἱ φωτὶ τῶν λόγων αὐτοῦ πορευόμενοι, πᾶν ζοφῶδες νόημα ἀφέντες, φῶς προσλάβωμεν τρανότερον, ἐν
εὐφροσύνῃ βοῶν τες· χαίροις τοῦ Εὐαγγελιστοῦ Μάρκου, μιμητὴς ἀκριβέστατος, καὶ τοῦ Εὐαγγελίου τῆς χάριτος, ἱερουργὸς ἐνθεώτατος· χαίροις παντοδαποῦς σοφίας κειμήλιον, θεολογίας θησαυρός, καὶ οὐρανίων δογμάτων, μυστογράφος θεόληπτος· χαίροις τῆς Ἀειπαρθένου Θεοτόκου, κῆρυξ διαπρύσιος, καὶ τῆς Νεστορίου δυσσεβοῦς αἱρέσεως, καθαιρέτης στεῤῥότατος. Ἀλλ’ ὡς τῷ θρόνῳ τῆς μεγαλωσύνης παρεστώς, ὑπὲρ ἡμῶν ἀπαύστως ἱκέτευε, τὴν Ἁγίαν Τριάδα, Πάτερ Ἁγιώτατε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.






Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἀρδευομένη τοῖς λόγοις Κυρίλλου τοῦ τρισμάκαρος, ὡς ἄμπελος εὐκληματοῦσα· ὡς γὰρ Νεῖλος πολύῤῥυτος, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου προερχόμενος, οὐ μόνον τὴν Αἴγυπτον ποτίζει ἀλλ’ ἐν πάσῃ τῇ κτίσει πελαγίζει, τῆς ἀφθαρσίας τὰ νάματα, πρὸς καρποφορίαν σωτήριον· ἀντλήσωμεν οὖν πάντες, ὡς ὕδωρ ζωῆς αἰώνιον, τὴν ἐκ χειλέων αὐτοῦ διδασκαλίαν, ὡς ἂν εὐσεβείας μυηθῶμεν ἀκρότητα, θεολογίας ἔλλαμψιν, ἀρετῶν ἀνάπτυξιν, καὶ παντὸς καλοῦ ἐνέργειαν, τῷ Σωτῆρι κράζοντες· Κύριε δόξα σοι.

Ἦχος β΄.
Ἱεραρχίας πεποικιλμένος τῇ χάριτι, περιφανῶς Ἱερομύστα διέπρεψας, ὡς σοφὸς οἰκονόμος τῆς χάριτος· ποικίλοις γὰρ ἀγῶσι διήνυσας, ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ ἐν τῇ δοθείσῃ σοι σοφίᾳ, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, θεοπρεπῶς ἐτράνωσας· τὸν γὰρ λυμεῶνα Νεστόριον, Συνοδικῶς τῆς Ἐκκλησίας ἐξώθησας, καὶ δογμάτων θείων ἀκρίβειαν, ἐν αὐτῇ ἐθησαύρισας· τὸ γὰρ Ἅγιον Πνεῦμα, διὰ χειλέων σου λελά ληκεν, Ἀρχιεράρχα Κύριλλε· ἐν αὐτῷ γὰρ κινούμενος καὶ γράφων, Θεῷ κατευθύνεις τοὺς κράζοντας· Κύριε δόξα σοι.

Ἦχος γ΄.
Ἡ τοῦ Παρακλήτου χάρις, ἡ τοὺς Προφήτας πάλαι ἐμφορήσασα, δαψιλῶς τοῖς χείλεσί σου ἐκκέχυται, Ἱεροφάντορ Κύριλλε· ὅθεν τὰ ἐν αὐτοῖς αἰνιγματωδῶς ἐμφερόμενα, καὶ συμβολικῶς τυπούμενα, ὀρθῶς ἀνέπτυξας, καὶ σοφῶς ἡρμήνευσας· καὶ τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, ταῦτα κηρύττοντα, τηλαυγῶς πᾶσιν ἔδειξας, τὸν ἀληθῆ σκοπὸν αὐτῶν ἐκτιθέμενος· καὶ τὸ κεκρυμμένον κάλλος αὐτῶν
ἐκκαλύψας, τὴν τοῦ γράμματος περιάρας εὐτέλειαν, τοῦ Εὐαγγελίου τῆς χάριτος, τὸ ἐπιλάμπον πνεῦμα, ἐν τοῖς νομικοῖς τύποις, ἐν δυνάμει λόγου ἐῤῥητόρευσας, Θεῷ κραυγάζων· Κύριε δόξα σοι.

Δόξα. Ἦχος δ΄.
Τὸν τοῦ Θεσβίτου Ἠλι οὺ ζηλώσας ζῆλον, πλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, τὴν ἐν Ἐφέσῳ ἁγίαν Σύνοδον, συνεκρότησας Κύριλλε· καὶ ἐν αὐτῇ περιφανῶς ἀριστεύσας, τὸν μὲν ἄφρονα Νεστόριον κατέβαλες, λύκον βαρὺν ἀποδειχθέντα, τὴν δὲ ἁγνῶς τεκοῦσαν τὸν Σωτῆρα Κύριον, Ἀειπάρθενον Κόρην ἀληθῶς καὶ κυρίως Θεοτόκον ἐκήρυξας, καὶ ὀρθοδόξως ἐδογμάτισας· ὅθεν ἀξίως ἐδοξάσθης, καὶ παρὰ πάντων ἐμεγαλύνθης, ὡς ποιμὴν ποιμένων, καὶ πατὴρ πατέρων, καὶ Ἀποστόλων ἰσότιμος· μεθ’ ὧν πρέσβευε δεόμεθα, ἁγιώτατε Πάτερ, ὑπὲρ τῶν πίστει βοώντων· Κύριε δόξα σοι.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν

Εἰς τὸν Στίχον. Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἀλεξανδρείας ποιμήν, τῆς οἰκουμένης ὁ ἀνέσπερος ἥλιος, ὁ πᾶσαν καταλαμπρύνων, τὴν Ἐκκλησίαν Χριστοῦ, διδαγμάτων θείων ταῖς ἐλλάμψεσι· κινύρα θεόφθογγος, ἐπιπνοίας τῆς ἄνωθεν, τοῦ Παρακλήτου, τὸ πολύφωνον ὄργανον, βίου κρείττονος, παιδευτὴς ἐνθεώτατος· Κύριλλε ἱερώτατε, ῥητόρων ἀγλάϊσμα, Ἀρχιποιμένων ἡ δόξα, τῆς Ἐκκλησίας ἑδραίωμα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, μυσταγωγὲ ἱερέ, καὶ μυστογράφε τῶν δογμάτων τῆς πίστεως· συμβόλων τοῦ πάλαι νόμου, ἑρμηνευτὴς ἀληθής, καὶ τῶν αἰνιγμάτων ἡ ἀνάπτυξις· σοφίας τῆς θύραθεν, πολλῷ μᾶλλον τῆς ἄνωθεν, εὔσημος σάλπιγξ, καὶ λαμπρὸν ἐνδιαίτημα, θεῖον σκήνωμα, δωρεῶν τῶν τοῦ Πνεύματος· Κύριλλε ἱερώτατε, ὁ νοῦς ὁ θεόπνευστος, τῆς ἐν Ἐφέσῳ Συνόδου, καὶ ὁδηγὸς καὶ ὑπέρμαχος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφί αν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.
Χαίροις Ἱεραρχῶν καλλονή, τῶν ἀρετῶν τοῦ θείου Μάρκου διάδοχος· τῆς μόνης Ἀειπαρθένου, καὶ Θεοτόκου Ἁγνῆς, θεηγόρος μύστης καὶ ὑπέρμαχος· αὐτὴν γὰρ λαμπρότατα, ἐν Ἐφέσῳ ἐκήρυξας, τοῦ Νεστορίου, καθελὼν τὴν ἀσέβειαν, καὶ τὴν σύμπασαν, Ἐκκλησίαν ἐπεύφρανας· Κύριλλε ἱερώτατε, Χριστοῦ φίλε γνήσιε, θεολογίας τὸ στόμα, θεοσοφίας τὸ πέλαγος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν δοθεῖσάν σοι χάριν ἄνωθεν, θεσπέσιε Κύριλλε; Βαβαὶ τῆς σῆς σοφίας, δι’ ἧς ἡμῶν διήνοιξας τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς! ἐν Πνεύματι γὰρ καὶ ἀληθείᾳ, καὶ λόγου ὑπεροχῇ, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, ἐκφαίνεις τὴν λαμπρότητα, καὶ μακαρίαν ἀπόλαυσιν· ἧς καὶ ἡμεῖς τύχοιμεν, οἱ πόθῳ σε γεραίροντες, Ἱεραρχῶν ἐγκαλλώπισμα.




Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς κῦρος οὐράνιον, θεολογία ἡ σή, βραβεύει ἐν Πνεύματι, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας, τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου, καὶ ὑπέρμαχος ὤφθης· παρ’ ἧς λαμπρῶς ἐδοξάσθης, Ἱεράρχα παμμάκαρ Κύριλλε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς Νεῖλος νοητός, ἐξ Ἐδὲμ ἀναβλύζων, ἀρδεύεις δαψιλῶς, τὴν ὑφήλιον πᾶσαν, τοῖς ῥείθροις τῆς σοφίας σου, καὶ πλημμύρᾳ τῶν λόγων σου, Πάτερ Κύριλλε, τοῦ Παρακλήτου ταμεῖον· ὅθεν σήμερον, ἡ Ἐκκλησία γεραίρει, τὴν ἔνδοξον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν ἀληθῆ, σαρκωθέντα ἀτρέπτως, δι’ ἔλεος πολύ, ἐξ ἁγνῶν σου αἱμάτων, κυήσασαν ἐκήρυξεν, ὁ θεσπέσιος Κύριλλος, Ἀπειρόγαμε, Εὐλογημένη Μαρία, Θεοτόκον σε, παναληθῆ δογματίσας, αἰσχύνας Νεστόριον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πλοῦτον γνώσεως, θείων δογμάτων, καὶ οὐράνιον, διδασκαλίαν, τῇ Ἐκκλησίᾳ σοφὲ ἐθησαύρισας, διασαφίζων τοῦ νόμου τὰ σύμβολα, καὶ ἀναπτύσσων τὸν λόγον τῆς χάριτος. Πάτερ Κύριλλε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείῳ στόματι, ἐν τῇ Συνόδῳ, Θεοτόκον σε, λαμπρῶς κηρύττει, Ἀλεξανδρέων ὁ θεόσοφος πρόεδρος, σὲ τὴν ἀῤῥήτως τε κοῦ σαν Πανάμωμε, τὸν Ὑπερούσιον Λόγον ἐν σώματι. Ὃν ἱκέτευε, ὡς μήτηρ αὐτοῦ πανάφθορος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Περιφανὴς τῇ οὐρανίῳ σοφίᾳ, διαπρεπὴς τῇ καθαρᾷ πολιτείᾳ, ὡς ἀληθῶς ὑπάρχων Πάτερ Κύριλλε, μέγας ἐχρημάτισας, τῶν ἀῤῥήτων ἐκφάντωρ, θεῖος δὲ διδάσκαλος, τῶν ἁγίων δογμάτων, καὶ Ἐκκλησίας στῦλος ἀῤῥαγής, οἷα τοῦ Μάρκου, τοῦ θείου ὁμότροπος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὑπὲρ λόγον τὸν Ὑπέρθεον Λόγον, σαρκὶ τεκοῦσαν ἀσυγχύτως ἀτρέπτως, καὶ μετὰ τόκον ὡς πρὸ τόκου μείνασαν, Θεοτόκον Ἄχραντον, ὀρθοδόξως κηρύττεις, ἕνα δὲ τὸν Κύριον, μετὰ σάρκωσιν Πάτερ, τὸν ἐν τοῖς κόλποις ὄντα τοῦ Πατρός, καὶ ἐν ἀγκάλαις, Μητρὸς καθεζόμενον.









Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9). Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Καθάρας σεαυτόν, δι’ ἀρετῶν ἐργασίας, κατοικητήριον ὤφθης Κύριλλε, τοῦ Ἁγίου Πνεύματος· ὅθεν βρύουσι διὰ παντὸς ἐκ τῆς κοιλίας σου, ποταμοὶ ὕδατος ζῶντος, κατὰ τὸ θεῖον λόγιον, καὶ τῆς Ἐκκλησίας τὰς αὔλακας, Δαυϊτικῶς μεθύσκουσι· Χριστὸς γάρ σε ἐδόξασεν, ὁ προσδεξάμενος τοὺς πόνους σου.

Εἶτα οἱ κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Θεωριῶν Κύριλλος ἐνθέων λύρα. Θεοφάνους (Ἄνευ τῶν Θεοτοκίων).
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Θεόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἀπαστράψαις ἡμῖν, μαρμαρυγάς, τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.
Ἐπλήσθης τῆς δᾳδουχίας Κύριλλε, τοῦ θείου Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ, καὶ παθῶν καθηράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα.
Ὡς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διέλυσας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος.
Θεοτοκίον
Ἰάσω τὴν συντριβὴν Πανάμωμε, τῆς ἀνθρωπότητος, τὸν ποιητήν τεκοῦσα τοῦ παντός, τὸν ἡμᾶς ἀνορθώσαντα, καταρραγέντας πτώματι, τῶν προπατόρων Θεονύμφευτε.







ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Ῥωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στερρᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.
Ἰλὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.
Ὡς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στερρῶς ἅπασαν, τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.
Θεοτοκίον
Τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην ὡς Θεοῦ σκήνωμα, πανευπρεπὲς ἅπαντες, ἐν ἀγαλλιάσει δοξάσωμεν.

Κάθισμα ἐκ τοῦ Μηναίου. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν θείαν πεπλουτηκώς, ἐξηρεύξω δογμάτων Πάτερ πηγάς, πλυνούσας αἱρέσεων, δυσωδέστατον βόρβορον, καὶ πιστῶν καρδίας, ἀρδευούσας ἐν χάριτι, καὶ τῆς Ἐκκλησίας, τὰς αὔλακας Κύριλλε, ἤδη μεθυσκούσας· διὰ τοῦτό σε πίστει, τιμῶντες τὴν μνήμην σου, ἐκτελοῦμεν θεόπνευστε, Ἱεράρχα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.  Θεοτοκίον. Αὐτόμελον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως, Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα· καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. Ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.
Νενικητότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησιν.
Κληρονομήσας ὡς γόνος ἠγαπημένος, τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος.
Ὑπὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης, ὡς δὲ ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῇ χάριτι.
Θεοτοκίον
Σεσαρκωμένον τὸν Λόγον ἐκ σοῦ Παρθένε, θεοπρεπῶς ἐγέννησας, καὶ μένεις Παρθένος· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Ῥεῦμα ὄντος σφοδρόν, πλημμυροῦντος χειμάῤῥου ὁ σός, ὦ Κύριλλε ἐκμιμεῖται, λόγος, τῶν κακοδόξων ἐκτρέπων μηχανήματα.
Ἴσως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.
Λόγους πλουτοποιούς, ὡς χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε θησαυροὺς δέ, ὑπὲρ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησία Χριστοῦ.
Θεοτοκίον
Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, Πανάμωμε; τὸν γὰρ κτίσει, μὴ χωρούμενον πάσῃ, ἐν μήτρᾳ σου ἐχώρησας.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησία Χριστοῦ δέ, ταῖς χερσὶ προσνέμεις Ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.
Ὁμόρους, ὡς Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.
Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσσεβὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλῳ πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.
Θεοτοκίον
Ὅλην σε, περιστερὰν τελείαν καὶ πάγκαλον, καὶ τηλαυγὲς εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσεν.

Κοντάκιον. Ἦχος β΄. Τὴν ὑπὲρ ἡμῶν.
Ἄβυσσον ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τὰς αἱρέσεις κατακλύζουσαν μακάριε, καὶ τὸ ποίμνιον ἀλώβητον, τρικυμίαις διασῴζουσαν· τῶν περάτων καὶ γὰρ Ὅσιε, ὑπάρχεις καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Ὁ Οἶκος.
Ἀλεξανδρέων ὁ ποιμήν, καὶ μέγας Ἱεράρχης, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ὁ οὐρανόφωτος φωστήρ, καὶ ἱερὸς ὑφηγητής, ὁ Κύριλλος ὁ θεῖος, πρόκειται πᾶσιν εἰς ἔπαινον, παρέχων ἑνὶ ἑκά στῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα· ἔρωτι γὰρ σοφίας καθαγνίσας ἑαυτόν, καὶ μελέτῃ συντόνῳ τῶν θείων Γραφῶν λαμπρυνθείς, τῆς ἐνεργείας τοῦ Πνεύματος ὤφθη σκήνωμα, φιλοσοφίας θησαυρὸς ἀδαπάνητος, καὶ στόμα θεολογίας πολύσοφον· ἔνθεν τῆς ἐν Ἐφέσῳ ἁγίας Συνόδου πρωτοστάτης καὶ ἔξαρχος ἀναδειχθείς, τὸν μὲν ἄφρονα καὶ δυσσεβῆ καθεῖλε Νεστόριον, τὸ δὲ μέγα μυ στήριον τῆς τοῦ Χριστοῦ σαρκώσεως καλῶς ἐδογμάτισε, καὶ τὴν τεκοῦσαν αὐτὸν Ἁγνὴν Παρθένον Θεοτόκον ἐκήρυξε· τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Κυρίλλου Πατριάρχου Ἀλεξανδρείας
Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον,
Καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου.
Εὕρατο τυμβοχοὴν ἔνατον Κύριλλος ἐς ἦμαρ.
Ὁ Ἅγιος Κύριλλος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἀδελφιδοῦς γεγονὼς Θεοφίλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, καὶ τοῦ θρόνου αὐτοῦ διάδοχος. Γέγονε δὲ προστάτης τῆς ἐν Ἐφέσῳ Ἁγίας Συνόδου, τῆς τρίτης, καὶ τὸν δυσσεβῆ καθεῖλε Νεστόριον, βλάσφημα πολλὰ κατὰ τῆς Ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου δογματίσαντα. Ἐν πολλοῖς οὖν κατορθώμασι διαλάμψας, πρὸς Κύριον ἐξεδήμησεν. Ὑπῆρχε δὲ κατὰ τὴν ἰδέαν τοῦ σώματος, βραχύ τι πρὸς τὸ εὐχρούστερον τὴν πρόσοψιν ἀπονενευκώς· ὀ φρύσι δασείαις τε καὶ μεγάλαις, εἰς ἁψῖδας κυκλουμέναις, ὑπογράφων τὸ μέτωπον· ἐπίῤῤιν τὸ τῶν μυκτήρων διάφραγμα φέρων προσπεπτωκός· ἐντεταμένος τὰς παρει ὰς χείλεσι παχυτέροις· τὸ στόμα διεσταλμένος· φαλακρὸς ἐπὶ μετώπῳ βραχεῖ, δασεῖ καὶ ἐπιμήκει τῷ πώγωνι σεμνυνόμενος· οὖλος, ἑκατέραν τὴν τρίχωσιν ὑπόξανθος, μιξοπόλιος.

Tὰς Kανονικὰς διὰ φιλαργυρίαν,
ἔκτεινε θύτης· ὦ θύτου ταλαντάτου!
Αὗται μετήρχοντο τὸν ἀσκητικὸν δίαυλον, παντοίαις ἀρεταῖς κεκοσμημέναι, ἐν τοῖς χρόνοις τοῦ τῶν Περσῶν βασιλέως Σαβωρίου, ὑποτασσόμεναι Παύλῳ τινὶ πρεσβυτέρῳ, ἀνδρὶ μὲν δόξαν εὐλαβείας ἔχοντι, κακοτρόπῳ δὲ εἰς ἄκρον καὶ φιλαργύρῳ. Οὗτος καταμηνυθεὶς ὑπὸ τοῦ ἀρχιμάγου τῷ βασιλεῖ Σαβωρίῳ, ὡς περιουσίαν πολλὴν ἔχων, καὶ δεδοικὼς τὴν δήμευσιν αὐτῆς, ἠρνήσατο τὸν Χριστὸν καὶ ἔλεγε ταῖς Παρθένοις ἀκολουθῆσαι τῇ ἀσεβείᾳ αὐτῷ. Ἀλλ’ αἱ μακαρίαι, ἐπαγγελιῶν παροχαῖς καὶ βασάνων ἀπειλαῖς μὴ χαυνωθεῖσαι, ἐν ἀνδρείᾳ τὴν πίστιν αὐτῶν ὡμολόγησαν· διὸ ξίφε μετὰ πολλὰς βασάνους ὡς λογικαὶ ἀμνάδες ἐτύθησαν ταῖς φονικαῖς χερσὶ τοῦ δυστήνου πρεσβυτέρου Παύλου, ὅστις ἐνδίκως ὑπὸ τῶν ὑπηρετῶν τοῦ βασιλέως, τὰ ἶσα τῆς κακίας αὐτοῦ λαμβάνων, βρόγχῳ ἐθανατώθη, καὶ ἀποῤῥιφθεὶς ἔξω τῆς πόλεως, κατάβρωμα ἐγένετο κυνῶν τε καὶ ὀρνέων.
Ναὸς τῶν Ὁσιομαρτύρων πέντε Πάρθένων, ὑπάρχει ἔξωθεν τοῦ χωρίου τῆς Ἀργυρουπόλεως τῆς Ἐπαρχίας τοῦ Ἁγίου Ῥεθύμνης.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος ἐπίσκοπος Προύσσης, ξίφει τελειοῦται.
Πανευπρεπής σοι κόσμος ἱερωσύνης,
ὁ λαμπρὸς ἆθλος Ἀλέξανδρε τοῦ ξίφους.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ανανίας, ξίφει τελειοῦται.
Tὴν γλῶσσαν εἶχεν ὡς σπάθην κατὰ πλάνης,
Ἀνανίας ὁ Mάρτυς, ὃν κτείνει σπάθη.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κύρου
Mὴ τὴν νοητὴν εἰκόνα χράνας Kῦρε,
Θεῷ παρέστης, οὗπερ εἶ κατ’ εἰκόνα.

Τῇ αὐτῇ ἠμέρᾳ, αἱ Ἅγιαι Τρεῖς Παρθενομάρτυρες ἐκ Χίου, ξίφει τελειοῦνται.
Ἐστιμμίσαντο τῇ χρόῃ τῶν αἱμάτων,
Nύμφαι Θεοῦ τρεῖς, ἃς ἀνεῖλε τὸ ξίφος.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁρέστου, Διομήδους καὶ Ῥοδίωνος


Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ Λευκῇ Λίμνῃ, ἐν Ῥωσσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι.
Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, νόμον εἷλε μάκαρ Κύριλλε ὁ Μωσῆς, ἀναιροῦντα, τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον βάθος τοῦ Πνεύματος.
Νομοθεσίας, δι' αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα.
Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.
Ἐν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσεις, τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ Θεότητι.
Θεοτοκίον
Ἐπὶ τοῦ θρόνου, τοῦ ἐπηρμένου ὁ καθήμενος, θρόνον ἐπὶ γῆς Παρθένε θεοπρεπῆ, εὑρηκὼς σε ἀνεπαύσατο· Εὐλογημένη σύ, Θεογεννῆτορ ἄχραντε Δέσποινα.












ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.
Ὡς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας πηγή· καὶ γὰρ ἀέναοι ἔρρευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων εὐσεβῶν, καθὼς προεῖπε Χριστός· ὑπερβαίνει ψάμμον γάρ, τεύχη τὰ σὰ τὰ θεόλεκτα.
Νομεὺς καὶ διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς δύο Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας καὶ ὡς ἄγκυραν, καὶ πατρικὸν κλῆρον τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Λόγου σαρκωθέντος δι' ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν ἀπόρρητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφ' ἑκάτερον ῥοπάς, ἴσως ἐκκλίνας βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Κυρίως γεννήσασα Θεόν, κυρίως Πάναγνε, Μήτηρ ἐδείχθης Θεοῦ, ἐπαληθεύουσαν φέρουσα, καταλλήλως τῷ γεννήματι, θεωνυμίαν, οἱ πιστοί· ὅθεν δοξάζομεν, Θεοτόκον σε, θεοφρόνως πανάμωμε Δέσποινα.

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὸ ἄθεον, Υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.
Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.
Ἄνωθεν ἡμᾶς τοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τὸ κέρας ὀρθοδόξων φωτίζων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.
Θεοτοκίον
Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ πανάμωμε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφὴ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμω τὴν σωτηρίαν βραβεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.
Ἱεραρχῶν ἀγλάϊσμα, Ἐκκλησίας λαμπρότης, θεολογίας ὄργανον, βάσις Ὀρθοδοξίας, καὶ μέγιστος ποιμενάρχης, ὡς σοφὸς θεηγόρος, Ἀλεξανδρείας γέγονας, καὶ σοφίας ἐκφάντωρ τῆς ἀληθοῦς, Ἱεράρχα Κύριλλε θεοφόρε· διὸ πανηγυρίζομεν, τὴν ἁγίαν σου μνήμην.
Θεοτοκίον
Θεὸν ἀσπόρως τέτοκας, μετὰ σώματος Κόρη, καὶ μετὰ τόκον ἄφθορος, ἔμεινας ὡς πρὸ τόκου· διό σε πάντες Παρθένε, ἀληθῶς Θεοτόκον, ὁμολογοῦμεν Ἄχραντε, καὶ σῳζόμεθα πίστει τῇ ἀληθεῖ, καὶ ὁμολογίᾳ τῆς χάριτός σου, τὸ χαῖρέ σοι κραυγάζοντες, χαῖρε Μῆτερ Κυρίου.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ θεηγόρε Κύριλλε, τοῦ Παρακλήτου τὸ φῶς, τῇ ψυχῇ σου δεξάμενος, ὤφθης φῶς παγκόσμιον, καὶ διδάσκαλος ἔνθεος, θεολογίας βλύζων διδάγματα, καὶ εὐσεβείας ἀστράπτων χάριτας· ὢ τῆς ἐλλάμψεως, ἧς λαμπρῶς ἠξίωσαι! δι’ ἧς ἐχθρῶν, δυσσεβῶν διέλυσας, πᾶσαν ἐπίνοιαν.

Πάτερ Ἱεράρχα Κύριλλε, ἐνδεδυμένος σαφῶς, τὴν τοῦ Πνεύματος δύναμιν, ὥσπερ μέγας ἥλιος, τῇ Συνόδῳ ἀνέλαμψας, καὶ Νεστορίου τὸ θράσος ᾔσχυνας, λόγοις καὶ ἔργοις καὶ θείοις δόγμασιν· ὢ τῶν ἀγώνων σου! δι’ ὧν ἀνεκήρυξας, ὡς ἀληθῶς, Θεοτόκον Ἄχραντον, Χριστὸν τὴν τέξασαν.

Πάτερ θεόσοφε Κύριλλε, διδασκαλίας πηγάς, ὥσπερ κρήνη θεόβρυτος, ἐν τῷ κόσμῳ ἔβλυσας, ἐκ χειλέων σου Ὅσιε, ψυχῶν πλυνούσας ἅπαντα βόρβορον, καὶ χορηγοῦσας γνῶσιν τὴν κρείττονα· στόμα γὰρ πέφηνας, τοῦ Κυρίου Ἅγιε, θεολογῶν, τούτου τὴν ἀπόῤῥητον, καὶ θείαν σάρκωσιν.

Πάτερ θεόληπτε Κύριλλε, δογμάτων θείων βυθός, Ἐκκλησίας θεμέλιος, δωρεῶν θησαύρισμα, οὐρανίων γενόμενος, σαὐτὸν προθύμως τέθεικας Ὅσιε, ὑπὲρ τῆς δόξης
τοῦ Παντοκράτορος· ὅθεν δεδόξασαι, κατ’ ἀξίαν Ἅγιε, καὶ τοῦ φωτός, καὶ χαρᾶς ἠξίωσαι, τῆς ἄνω λήξεως.

Δόξα. Ἦχος πλ. α΄.
Εὐαγγελικοῖς διαπρέψας ἀγῶσι, τὸ δοθέν σοι τάλαντον, πλουσίως ηὔξησας, ὡς σοφὸς οἰκονόμος καὶ φρόνιμος· τῶν ἀρετῶν γὰρ τῇ πράξει, ὁ τῆς εὐσεβείας ζῆλος, ὡς πῦρ ἐξεκαύθη σοι, θεσπέσιε Κύριλλε· δι’ οὗ αἱρετικῶν τὰς φληναφίας, καὶ πᾶν σαθρὸν δόγμα κατενέπρησας, τῇ δὲ Χριστοῦ Ἐκκλησίᾳ, πλοῦτον ἁγίων διδαγμάτων, θεοκινήτως ἐθησαύρισας. Ἀλλ’ ὦ διδασκάλων ἀκρότης, καὶ Πατέρων ἀκροθίνιον,
ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Ῥήτωρ εὐσεβείας ἀναδειχθείς, δογμάτων τὸν λόγον, θεηγόρως διατρανοῖς, καὶ τὴν τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον, πάνσοφε Κύριλλε.







































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς τῆς θεώσεως ἀστράπτων ἀκτῖσι, ὡς Ἱεράρχης καὶ σοφὸς θεηγόρος, τοὺς προσιόντας Κύριλλε τῇ σκέπῃ σου, πάσης περιστάσεως, ἀπολύτρωσαι Πάτερ, καὶ πρὸς
τρίβον ἴθυνον, θεϊκῶν προσταγμάτων, ὡς παῤῥησίαν
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Οἰκείωσόν με Χριστῷ, Κύριλλε Πάτερ. Γ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ὁ δόξης ἀφθάρτου κατατρυφῶν, τὸν ἐν ἀδοξίᾳ, σκυθρωπάζοντα τῶν παθῶν, ῥῦσαί με τῆς τούτων τυραννίδος, τῇ σῇ πρεσβείᾳ θεόσοφε Κύριλλε.
Ἰλύϊ ἐπάγην ἁμαρτιῶν, καὶ βυθῷ παντοίων, περιπέπτωκα πειρασμῶν, ἐξ οὗ με ἀνάγαγε τρισμάκαρ, καὶ μετανοίας ὁδῷ με ὁδήγησον.
Κατώδυνον βίον διαπερῶ, καὶ προσδαπανῶμαι, τῆς κακίας τῇ συνοχῇ· πρὸς σὲ καταφεύγω Ἱεράρχα, ἐλευθερίας τυχεῖν τῶν θλιβόντων με.
Θεοτοκίον.
Ἐν νόσοις σε εὗρον ἀναψυχήν, καὶ ἐν ταῖς ἀνάγκαις, παραμύθιον καὶ χαράν· τί οὖν ἐπαξίως σοι προσοίσω, ἀνθ’ ὧν ἠξίω μαι Κόρη χαρίτων σου;

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερεύσας ἀμέμπτως, Ἀρχιερεῦ Ὅσιε, τῷ Δημιουργῷ τῶν ἁπάντων, βίου λαμπρότητι, αὐτῷ προσάγαγε, κἀμὲ σοφὲ σεσωσμένον, τὸν πιστῶς τιμῶντά σε, Ἅγιε Κύριλλε.
Ὡς σοφὸς Ἱεράρχης, καὶ πρεσβευτὴς μέγιστος, πρὸς τὸν βασιλέα τῆς δόξης, ἔνδοξε Κύριλλε, τῶν εὐφημούντων σε, διὰ παντὸς ἐκδυσώπει, πάσης ἡμᾶς ῥύεσθαι, φθορᾶς καὶ θλίψεως.
Σελασφόρον ἀστέρα, τῆς τριλαμποῦς χάριτος, καὶ τῆς Ἐκκλησίας φωστῆρα, θεοειδέστατον, ἐπεγνωκώς σε σοφέ, ἀπὸ ψυχῆς σοι κραυγάζω· τῆς παθῶν ζοφώσεως, ῥῦσαί με Κύριλλε.
Θεοτοκίον.
Ὁ πυρίμορφος θρόνος, καὶ χρυσαυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, Παρθένε Ἄχραντε, τὴν σκοτισθεῖσαν ψυχήν μου, λάμπρυνον καὶ σῶσόν με, τὸν σοὶ προσπίπτοντα.
Διάσωσον ἀπὸ παντοίων συμπτώσεων ψυχοφθόρων, καὶ κινδύνων πολυειδῶν τοὺς ἱκέτας σου, Ἀρχιερέων λαμπρότης Κύριλλε Πάτερ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία ἡ σή, ὡς τεῖχος ἀῤῥαγέστατον, καὶ σκέπη στεῤῥά, καὶ ἀσφαλείας ἔπαλξις, γενέσθω ἡμῖν Ὅσιε, ἀποτρέπουσα πᾶσαν ἐπήρειαν, καὶ λυτρουμένη ἡμᾶς πειρασμῶν, θεόσοφε Κύριλλε Πατὴρ ἡμῶν.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντα τοῖς πάθεσι, τῇ ζωοποιῷ καὶ θείᾳ πρεσβείᾳ σου, ἔγειρόν με Πάτερ Κύριλλε, καὶ ζωὴν πρὸς κρείττονα με ἴθυνον.
Μέγας πρόμαχος πέφηνας, τῆς Ὀρθοδοξίας πάνσοφε Κύριλλε· ἐν αὐτῇ οὖν ἡμᾶς στήριξον, τῇ διδασκαλίᾳ τῶν δογμάτων σου.
Ἐν Συνόδῳ ὡς ἔλαμψας, καὶ τοῦ Νεστορίου τὸν νοῦν ἠμαύρωσας, οὕτω λάμψον ταῖς ψυχαῖς ἡμῶν, Κύριλλε τὸ φέγγος τὸ τῆς χάριτος.
Θεοτοκίον.
Χαλεπὸν σκότος ἤλασας, τῆς τοῦ Νεστορίου Πάτερ αἱρέσεως· Θεοτόκον γὰρ πανάχραντον, τὴν Ἁγνὴν Παρθένον ἀνεκήρυξας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσιν καὶ ἰσχύν, ἡμῖν αἴτει Πάτερ ἄνωθεν, ὡς ἂν πράττωμεν τὸ θέλημα Θεοῦ, τὸ εὐάρεστον ἐν πᾶσι καὶ σωτήριον.
Ἴασιν ψυχῶν, καὶ σωμάτων αἴτει Κύριλλε, καὶ συγχώρησιν πταισμάτων τῶν πολλῶν, τοῖς προστρέχουσι τῇ θείᾳ ἀντιλήψει σου.
Σβέσον τῶν παθῶν, Πάτερ Κύριλλε τοὺς ἄνθρακας, ἐπομβρίαις τῶν θερμῶν σου πρεσβειῶν, καὶ παράσχου θείαν δρόσον ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
Τόμε μυστικέ, ᾧ ἐγγέγραπται σαρκούμενος, ὁ τῶν ὅλων Ποιητὴς ὑπερφυῶς, τῆς ζωῆς τῇ βίβλῳ γράψον ἡμᾶς Πάναγνε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἥλιος, ἐξ Αἰγύπτου ἐκλάμψας, διαλύεις Νεστορίου τὸν ζόφον, Ἱεραρχῶν ἐγκαλλώπισμα θεῖον, Ἀρχιεράρχα πανεύφημε Κύριλλε· διὸ διάλυσον κἀμοῦ, τῶν παθῶν τὴν ζοφώδη σκοτόμαιναν.
Κυμάτων, τῶν χαλεπῶν τῶν τοῦ βίου, κυβερνήσει σου ἐξάρπασον θείᾳ, τοὺς ἐν αὐτοῖς θαλαττεύοντας Πάτερ, καὶ πρὸς γαλήνης λιμένα ἀχείμαστον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν σὴν Ἱεράρχα βοήθειαν.
Ὑπάρχων, φωτὸς ἀνάπλεως θείου, ὡς παμμέγιστος φωστὴρ καταυγάζεις, τῆς Ἐκκλησίας τὸ πλήρωμα ἅπαν, τοῖς ὀρθοδόξοις σου δόγμασι Κύριλλε, ἐν οἷς ἑδραίωσον ἡμᾶς, ἀντιπνοίᾳ ποικίλων αἱρέσεων.
Θεοτοκίον.
Ῥεόντων, ἡμᾶς δεινῆς προσπαθείας, ἀπομάκρυνον τῇ σῇ προστασίᾳ, καὶ πρὸς ἀγάπησιν πτέρωσον θείαν, ἡμῶν τὸν νοῦν Θεοτόκε Πανύμνητε, τοῦ σοῦ Υἱοῦ τε καὶ Θεοῦ, ὡς ἂν λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον ἀπὸ παντοίων συμπτώσεων ψυχοφθόρων, καὶ κινδύνων πολυειδῶν τοὺς ἱκέτας σου, Ἀρχιερέων λαμπρότης Κύριλλε Πάτερ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ταῖς εὐπροσδέκτοις πρεσβείαις σου Κύριλλε, ὡς Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ἀτρώτους ἀεὶ διαφύλαττε, ὡς πάντων ἡμῶν θεῖος πρόμαχος.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἰεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κῦρος θεῖον γέγονε, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Κύριλλε ὁ λόγος σου, τῷ Ἁγίῳ Πνεύματι λαμπρυνόμενος· διδαχῶν θείων γάρ, ἔβλυσας πλημμύραν, δι’ ὧν ἄρδευσον καὶ πότισον, τὴν χερσωθεῖσάν μου, τῆς καρδίας ἄρουραν δέομαι, ὡς ἂν βλαστήσῃ Ἅγιε, καὶ καρποφορήσῃ σωτήριον, στάχυν Ἱεράρχα, Χριστῷ τῷ τῶν ἁπάντων γεωργῷ, καὶ κληρονόμος γενήσομαι, τῆς ζωῆς τῆς κρείττονος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱεράρχα θεόφρον, Ἐκκλησίας προστάτα καὶ τεῖχος ἄῤῥηκτον, ἀτρώτους διατήρει, ἐκ πάσης ἐπηρείας, τοῦ δολίου τοὺς κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος φέγγει, τριφαοῦς θεαυγείας Ἅγιε Κύριλλε, φῶς αἴτει σωτηρίας, καὶ ἄφεσιν πταισμάτων, τοῖς βοῶσιν ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λύσιν πάσης μανίας, συντριβήν τε τελείαν αἴτησαι Κύριλλε, ἐχθροῦ τοῦ ἀοράτου, δεινῶς ὠρυομένου, καθ’ ἡμῶν καὶ σφαδάζοντος· σὺ γὰρ ἡμῶν ἀρωγός, καὶ μέγας ἀντιλήπτωρ.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, σαρκωθεὶς ἐπεφάνη κόσμῳ ὁ Κύριος· διό σε Θεοτόκον, ὡς ἀληθῆ Μητέρα, τοῦ Θεοῦ σε ἐκήρυξεν, ὁ Κύριλλος ὁ σοφός, Θεοκυῆτορ Κόρη.







ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παθῶν τὸν ῥύπον, τὸν τῆς καρδίας μου πλῦνον, Πάτερ Κύριλλε τῶν πρεσβειῶν σου ῥείθροις, ἵνα σε γεραίρω, ὡς θεῖόν μου προστάτην.
Ἀῤῥωστημάτων, ἡμᾶς ἀπήμονας τήρει, Πάτερ Κύριλλε ψυχῶν τε καὶ σωμάτων, ταῖς πρὸς τὸν Σωτῆρα, θερμαῖς σου ἱκεσίαις.
Τῆς σῆς σοφίας, καταύγασόν με τῇ λάμψει, Πάτερ Κύριλλε ὡς ἂν τὰς σοφιστείας, πάσας ἀποτρέψω, τὰς κατ’ ἐμοῦ τοῦ πλάνου.
Θεοτοκίον.
Ἐκλελεγμένη, πρὸ τῶν αἰώνων Κυρίῳ, κυριότητα κατὰ παθῶν μοι δίδου, Κεχαριτωμένη, Κυρία Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥευστῶν καὶ σφαλλομένων, ὑπέρτερον δεῖξον, τὸν νοῦν μου Κύριλλε Πάτερ καὶ πλήρωσον, ἐκ νοημάτων ἁγίων αὐτὸν μακάριε.
Γαλήνην ἐν τῷ βίῳ, καὶ εἰρήνην αἴτει, τοῖς σὲ γεραίρουσι Κύριλλε Ὅσιε, καὶ τῶν πολλῶν ἐγκλημάτων τὴν ἀπολύτρωσιν.
Μὴ παύσῃ ἐποπτεύων, Κύριλλε παμμάκαρ, τοὺς ἀφορῶντας πρὸς σὲ μετὰ πίστεως, καὶ ἀρωγὸν καὶ προστάτην σε θεῖον ἔχοντας.
Θεοτοκίον.
Μεγίστη σου ἡ δόξα, πέλει Θεοτόκε· ὅτι Θεὸν μετὰ σώματος τέτοκας, καὶ ἀνωτέρα πάντων ὤφθης Πανύμνητε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἥλιος ἐξέλαμψας παμφαής, Πάτερ ἐξ Αἰγύπτου, καὶ δογμάτων μαρμαρυγαῖς, ἅπασαν φωτίζεις, Χριστοῦ τὴν Ἐκκλησίαν, Ἀλεξανδρέων κλέος, Κύριλλε μέγιστε.
Ὕλην πᾶσαν μάκαρ ὑπεριδών, ἰσάγγελον βίον, διελήλυθας ἱερῶς, καὶ θεολογίας, ἐπλήσθης οὐρανίου, Ἀρχιερέων δόξα, Κύριλλε ἔνδοξε.
Ὄργανον ἠδύφθογγον ἀληθῶς, Ἐκκλησίας ὤφθης, καὶ Νεστόριον τὸν δεινόν, Κύριλλε καθεῖλες, σοφίᾳ τῶν σῶν λόγων, καὶ Θεοτόκου ὤφθης, κήρυξ θεόσοφος.
Χαίροις Ἀλεξάνδρου μέγας ποιμήν, καὶ τῆς Ἐκκλησίας, Ἱεράρχης περιφανής· χαίροις ὁ βλυστάνων, νειλῷα ῥεῖθρα κόσμῳ, δογμάτων θεοσόφων, Κύριλλε πάνσοφε.
Τὴν πνευματοκίνητον ἀληθῶς, σάλπιγγα τοῦ Λόγου, καὶ τῶν ἄνω μυσταγωγόν, τῆς Τρίτης Συνόδου, τὸν ἔξαρχον τὸν θεῖον, τὸν Κύριλλον τὸν μέγαν, ὑμνολογήσωμεν.
Θρόνῳ παριστάμενος τοῦ Χριστοῦ, Κύριλλε τρισμάκαρ, Ἱεράρ χης ὡς εὐκλεής, πρέσβευε ἀπαύστως, πάσης λυτροῦσθαι βλάβης, τοὺς προσιόντας Πάτερ, τῇ ἀντιλήψει
σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μύστα καὶ ὑπέρμαχε σοφέ, τῆς Ἀειπαρθένου Μαρίας, καὶ θεομήτορος, Κύριλλε πανθαύμαστε Ἱεραρχῶν καλλονή, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀνωτέρους φύλαττε, ταῖς ἱκεσίαις σου, πάντας τοὺς προσπίπτοντας Πάτερ, πίστει καὶ προθύμῳ καρδίᾳ, τῇ σῇ προστασίᾳ τε καὶ χάριτι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου