Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 30. ΑΓΙΑ ΝΕΟΜΑΡΤΥΣ ΑΡΓΥΡΗ ΠΡΟΥΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ Λ΄.
ΑΡΓΥΡΗ ΝΕΟΜΑΡΤΥΣ ΠΡΟΥΣΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Γυναικείῳ μὲν σώματι, ἀνδρικῷ δὲ φρονήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, ἀνδρῶν ἐν μέσῳ οἰκήσασα, καὶ πάθη νεκρώσασα, ἐν ζοφώδει τῇ εἱρκτῇ, καὶ τυράννους αἰσχύνασα, καρτερίᾳ σου, Ἀργυρῆ, ταῖς φρικταῖς σου δὲ βασάνοις, τὸν μολύναι σε ζητοῦντα, δεινὸν ἐχθρόν σου κατήσχυνας. (Δίς)

Τοῦ ἐχθροῦ μηχανήματα, ὡς ἀράχνας διέλυσας, Ἀργυρῆ πανθαύμαστε καὶ ἀνίσχυρον, αὐτοῦ τὸ κράτος ὑπέδειξας, δυνάμει τοῦ Πνεύματος, καὶ ἀμόλυντον ἀεί, σεαυτὴν διετήρησας· διὰ τοῦτό σε, εἰς θαλάμους φωτὸς τοῦ ἀνεσπέρου, κατηξίωσεν ὁ Κτίστης, καὶ στέφει θείῳ ἐκόσμησε. (Δίς)

Τυραννῶν σε ὁ τύραννος, Ἀργυρῆ κατηνάγκαζε, τὸν Χριστὸν ἀρνήσασθαι τὴν ζωὴν ἡμῶν· ἀλλὰ σὺ ὄντως κατέπτηξας, βασάνους τοῦ σώματος, καὶ ἀπήλαυσας σεμνή, εὐφροσύνην οὐράνιον· ὅθεν ἅπαντες, μετὰ πόθου τιμῶντες προσκυνοῦμεν, τὸ πολύαθλόν σου σκῆνος, καὶ τὸν Σωτῆρα δοξάζομεν.

Καὶ τὰ μέλη τοῦ σώματος, στρεβλουμένη θεόσοφε, καὶ τὸν σάλον ἅπαντα ὑπομένουσα, δεινῶν βασάνων καὶ θλίψεων, εἱρκτῶν καὶ κακώσεων, οὐκ ἠρνήθης τὸν Χριστόν, ἀλλ’ Αὐτὸν ἀνεκήρυξας, Θεὸν δίκαιον· ὅθεν Μάρτυς ἠξίωσαι τῆς ἄνω, Βασιλείας καὶ τοῦ κάλλους, ἔνθα τὸ φῶς τὸ ἀνέσπερον.

Δόξα. Ἦχος β΄.
Τῶν αἱμάτων σου τοῖς ῥείθροις, Ἀργυρῆ ἀξιάγαστε, διηνεκῶς ἐργάζῃ, ἀσεβείας μὲν ποντισμόν, τῆς δὲ εὐσεβείας ἀρδεύεις τὰς ἀρούρας, αὐξάνουσα ἐν αὐταῖς τὸν στάχυν τῆς πίστεως· διὰ τοῦτο παραδόξως, καὶ μετὰ θάνατον ὤφθης, διὰ τοῦ ἀθλητικωτάτου σου σκήνους, νεφέλη πηγάζουσα ὄμβρους τῶν ἰαμάτων. Πρέσβευε τοίνυν τῷ ἐκ νεκρῶν ἀναστάντι Σωτῆρι Θεῷ, καὶ ἡμᾶς κατὰ τῶν τῆς πίστεως ἐχθρῶν ἐνισχύσαι, καὶ δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.


Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


Λιτή. Ἦχος α΄.
Σοφίας τῆς ἄνωθεν, Χριστοῦ τοῦ Θεοῦ, ἐμφορουμένη πλουσίως, ἡ ἔμφρων καὶ ἐκλεκτὴ Ἀθληφόρος Ἀργυρῆ, κατήσχυνεν ἄρδην τυραννούντων τὰ φρυάγματα, ἀσέλγειαν κτηνώδη, θωπείαν τὴν ἄμετρον, καὶ μιαρὰς αὐτῶν ὑποσχέσεις. Καὶ ἀθλητικῶς τούτους εἰς τέλος κατέβαλε, ῥητορεύουσα θεία διδάγματα. Καὶ νῦν ἐν οὐρανοῖς ταῖς Ἀθληφόροις συγχορεύουσα, πρέσβευε Ἀργυρῆ, τῷ Σωτῆρι καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Ἰσχύϊ παρὰ Χριστοῦ ῥωσθεῖσα, θεόφρον Ἀργυρῆ, καὶ θεοπνεύστου σοφίας πλησθεῖσα, ἔστης πρὸ τοῦ βήματος γγενναίως, τοῖς τυραννοῦσιν ἀνθισταμένη. Καὶ τὸν μὲν νόμιμον σύνευνόν σου τιμῶσα, τὸν δὲ Ἰησοῦν ὡς Θεὸν ἀφόβως κηρύττουσα, παρὰ τῶν ἀπίστων ὑπέστης ἀνυποίστους βασάνους καὶ πολυχρόνιον κάθειρξιν. Πρέσβευε τοίνυν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν μακαρίαν σου ἄθλησιν.

Ἦχος πλ. α΄.
Ἀθλητικὴν πανήγυριν δεῦτε σήμερον πιστοί, εὐλαβῶς ἐπιτελέσωμεν, εὐχαριστοῦντες ᾠδαῖς πνευματικαῖς, τὸν θαυμαστὸν ἐν Μάρτυσι Κύριον καὶ Θεὸν ἡμῶν. Τὸ φρικτὸν γὰρ κράτος τῆς ἀσεβοῦς δυναστείας, ἐν γυναικείᾳ φύσει οὗτος κατηγωνίσατο, καὶ τὴν ἑαυτοῦ θείαν δύναμιν, ἐν ἀσθενείᾳ ἐπλήρωσεν, Ἀργυρῆς τῆς καλλιμάρτυρος. Ταῖς αὐτῆς οὖν πρεσβείαις σῶσον, Θεὲ παντοδύναμε, τοὺς σὲ πιστῶς λατρεύοντας, καὶ εὐλαβῶς ἐκτελοῦντας, μνήμην αὐτῆς τὴν πανσέβαστον.

Ἦχος πλ. β΄.
Ῥωμαλαιότητι νοός, εὐθαρσῶς καὶ ἀνδρείως κατήσχυνας, Ἀργυρῆ πανεύφημε Μάρτυς, τοὺς τῆς ψευδοῦς γνώσεως τῷ βυθῷ κυλινδουμένους τυράννους, ῥητορεύουσα σαφῶς ἐν ζοφώδει τῇ εἱρκτῇ θεογνωσίας θεῖα δόγματα· δι’ ὃ καὶ δικαίως ἠξιώθης ἀπολαῦσαι τῆς διαδόχου Βασιλείας τῶν οὐρανῶν, αἰτοῦσα εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅτε τὸ ἀθέμιτον τυραννικὸν ἐγένετό σοι πρόσταγμα, τόν τε Χριστὸν καὶ τὸν νόμιμον σύνευνον ἀρνήσασθαι, σωφρονεστάτη Ἀργυρῆ, καὶ γάμον μιαρὸν συνάψαι καὶ τῇ πατρῷα πίστει ἀποταχθῆναι, καὶ βίᾳ πολλῇ σοι ἐπεφέρετο, ἀφορῶσα τὴν σῆς ψυχῆς σου ἀπώλειαν τότε πανεύφημε, ὥς τις ἀστὴρ φαεινὸς ἐξέλαμψας ἐν εἱρκτῇ τῇ ζοφερᾷ, ἀπιστίας ζόφον καὶ λαγνείας διώκουσα, καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσα, καὶ τρανῶς ἐκβοῶσα· Θεὸς μέγας τυγχάνει ὁ σαρκὶ σταυρωθεὶς καὶ ἀναστὰς τριήμερος, ἐν ᾧ πάντες οἱ εὐσεβεῖς καυχώμεθα· ὅθεν καὶ ἐπαξίως ἀθλητικῷ στεφάνῳ στεφθεῖσα, πρέσβευε διηνεκῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος α᾿. Τῶν οὐρανίων ταγμάτων.
Σὺ ἀγαθὰ τὰ παρόντα σπουδῇ ἀντήλλαξας, πίστεως τοῦ Σωτῆρος, Ἀργυρῆ Ἀθληφόρε, καὶ ἔστερξας ἐκ πόθου οἰκεῖν καρτερῶς, τὸ δεινὸν δεσμωτήριον, καὶ γὰρ ὁ ἔνθεος πόθος τοῦ Ποιητοῦ, τὴν ἀγάπην τῶν κτισμάτων νικᾷ.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μόνον τὴν ἔνθεον πίστιν Χριστοῦ ποθήσασα, καὶ τῆς Ὀρθοδοξίας, ἀληθείᾳ θελχθεῖσα, τοῦ σώματος τὸ κάλλος ἐβδελύξω σεμνή, καὶ τὴν βίου τερπνότητα, καὶ ταῖς βασάνοις παρέδωκας σεαυτήν, Ἀργυρῆ θεομακάριστε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Σὺ ἀληθὴς Ἀθληφόρος ταῖς θείαις πράξεσιν, ἐδείχθης τοῦ Κυρίου, Ἀργυρῆ ἐν τῷ κόσμῳ· δι’ ὃ καὶ οὐρανίου χαρᾶς ἐσαεί, καὶ Βασιλείας ἠξίωσαι, καθικετεύουσα τοῦτον ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὰ λείψανα.

Δόξα. Ἦχος β’.
Ἡ μόλις γάμῳ ὁμιλήσασα γυνὴ τρυγερά, Ἀργυρῆ ἡ πανένδοξος, τὸ θρέμμα μὲν τῆς Προύσης, τοῦ Βυζαντίου δὲ τὸ καύχημα, ἴσχυσε τὴν ὑπερήφανον ὀφρὺν καταστρέψαι τοῦ ἀλα΄στορος, τὴν εὐσέβειαν αὐτῆς βουλομένου μεταστρέψαι, καὶ τὴν ἐν γάμῳ μολύναι αὐτῆς παρθενίαν· ὅθεν τοῦτον νικήσασα, ἀνῆλθεν εἰς οὐρανοὺς μετὰ δόξης, ἔνθα νῦν πρεσβεύει τῷ ἀναστάντι Θεῷ, φυλάττειν ἐν εἰρήνῃ, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἡμῖν δὲ τοῖς ἐν πίστει τιμῶσιν αὐτῆς τὸ χαριτόβρυτον σκῆνος, δωρήσασθαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τυράννους κατήσχυνας ἐν τοῖς βασάνοις σεμνή, δειχθεῖσα πολύαθλε ὥσπερ ἀδάμας στεῤῥός, Χριστοῦ Μάρτυς ἐνδοξε, ἔδειξας ἐναθλοῦσα, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἔρωτά τε καὶ ζῆλον, καὶ ἀκόρεστον πόθον· δι’ ὅ σε Ἀργυρῆ, αὐτὸς ἀξίως ἐδόξασε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀμνὰς ὡς λογική, τῷ ἀμνῷ καὶ ποιμένι, προήχθης εὐθαρσῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασα, καὶ τὴν πίστιν τηρήσασα· ὅθεν σήμερον, μετὰ χαρᾶς προσκυνοῦμεν, Ἀργυρῆ σεμνή, τὸ χαριτόβρυτον ὄντως, καὶ ἔνδοξον σκῆνός σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀργυρῆς τῆς πανσέπτου ἀνευφημήσωμεν, τὰς βασάνους τοὺς ἄθλους καὶ τὰ παλαίσματα, ἃ ὑπέστης καρτερῶς διὰ τὸν Κύριον, καὶ καρδίᾳ καὶ ψυχῇ, πιστῶς βοήσωμεν αὐτῇ· πανθαύμαστε Ἀθληφόρε, ὡς εὐσεβείας τὸ δεῖγμα, ἡμῶν τὴν πίστιν λιταῖς σου στήριξον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱκετεύουσα Χριστόν, μὴ διαλίπῃς Ἀργυρῆ Ἀθληφόρε, ῥύσασθαι δεινῶν καὶ παντοίων πειρασμῶν, τοὺς σὲ γεραίροντας.














Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ Ἐρυθραῖον.
Ταῖς θείαις τῶν Ἀθληφόρων τάξεσιν ἀγαλλομένη νῦν, ὦ Ἀθληφόρε θεία Ἀργυρῆ, καὶ Χριστοῦ ἀπολαύουσα, τῆς θεϊκῆς λαμπρότητος, τοὺς σὲ τιμῶντας καταλάμπρυνον.
Τὸ θῆλυ ὦ Ἀργυρῆ πανθαύμαστε, ἀῤῥενωθὲν τὴν ὀφρύν, τοῦ καυχωμένου πρώην ἀναιδῶς, καταστρέψαι εὐσέβειαν, τῇ ἀσθενείᾳ σώματος, καὶ σθένει θείῳ καταβέβληκε.
Σταυρῷ σε ἀνυψωθέντα Κύριε, καλῶς πιστεύουσα, τῶν αἰκισμῶν ἡ Μάρτυς Ἀργυρῆ, ὑπομένει τὴν βάσανον, τῇ παναλκεῖ δυνάμει Σου· δι’ ἧς βροτοὶ ἐνευρώθησαν.
Θεοτοκίον.
Σαφῶς Σε τῆς τοῦ Θεοῦ σαρκώσεως νυμφώνα Ἄχραντε, καὶ λογικὸν γινώσκων καὶ φαιδρόν, ἱκετεύω ῥυσθῆναί με, νόσων ψυχῆς καὶ σώματος, καὶ πειρασμῶν καὶ περιστάσεων.

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ Σοί.
Λαμπρύναντος σὴν ψυχὴν τοῦ θείου ἔρωτος σεμνή, βάσανον τῆς σαρκὸς ἠλόγησας, καὶ τοὺς αἰκισμοὺς κατεφρόνησας.
Ἰσχύϊ τοῦ παντουργοῦ, τὴν τοῦ ἀλάστορος ὀφρὺν ἔῤῥιψας, καὶ ὡς κόνιν πάντα συντρίψασα, τὰ ὀστᾶ αὐτοῦ διεσκόρπισας.
Αἱμάτων σου αἱ ὁραῖς, πῦρ ἀπιστίας Ἀργυρῆ ἔσβεσαν, τοὺς ἀσεβεῖς δὲ ἅπαντας ἤρδευσαν, τῆς πίστεως νάμασιν.
Θεοτοκίον.
Ἐμοῦ ἁγνὴ τοῦ οἰκτροῦ, ἁμαρτωλότερος οὐδεὶς ἐπὶ γῆς· ὅθεν βοῶ Σοι Δέσποινα, ἵλεως γενοῦ μοι καὶ σῶσόν με.

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀνδρείᾳ τὴν ψυχήν, Ἀργυρῆ ὡπλισμένη, παρέδωκας σαυτήν, εἰς παντοίας βασάνους, τῷ πόθῳ τοῦ Κτίστου σου, φλεγομένη καὶ ἔρωτι· ὅθεν ἤλεγξας, τὴν τοῦ τυράννου μανίαν, καὶ διάδημα, παρὰ Χριστοὺ ἐκομίσω, τῆς νίκης λαμπρότατον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.










ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.
Τοῦ παντάνακτος τῷ πόθῳ ἡ σὺ καρδία, πυρπολουμένη ἄναθρακας Ἀργυρῆ τῆς πλάνης, σὴ ῥοὴ ἀπέσβεσεν αἱμάτων, καὶ θάλασσαν ἀπιστίας πάσης ἐξήρανε.
Τοῦ τὴν πρώτην ἀπατήσαντα πάλαι Εὔαν, ἀθλητικαῖς ἐνστάσεσιν Ἀργυρῆ καθεῖλες, πάσας τὰς μεθοδείας τε αὐτοῦ καὶ σοφίσματα, ὅλως ἀσθενῆ ἀποδείξασα.
Ἀργυρῆ μεγαλομάρτυς, σὺ παρ’ ἀπίστων ὡς ἐκ θηρῶν ἀγρίων κατασπαραχθεῖσα, ἄμωμον ἐτήρησας, Θεῷ δὲ προσήνεγκας, ἱερὸν σαυτὴν καλλιέργημα.
Θεοτοκίον.
Ῥυπωθέντα με κηλῖσι τῆς ἁμαρτίας, ταῖς δραστικαῖς πρεσβείαις σου, ῥάντισον ὑσσώπῳ, καὶ τοῦ μολυσμοῦ τῶν παθῶν καθάρισον ἄχραντε, καὶ δεῖξον πολίτην οὐράνιον.

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Τοὺς μύθους ἀσεβῶν, εὐσεβῶς σὺ διήλεγξας, μειώσασα πλάνην τούτων, Ἀργυρῆ Ἀθληφόρε, τὸ κλέος καὶ κραταίωμα.
Ἐρύθημα βαφαῖς τῶν αἱμάτων τελέσασα, τὸ πρότερον τῆς ἁγνείας Ἀργυρῆ σαυτήν, εἶτα Θεῷ οὕτω προσήνεγκας.
Τῷ κάλλει Σου Σωτήρ, Ἀργυρῆ ἡ πανεύφημος, παρέδραμε τετρωμένη, τὰ τοῦ κόσμου ἡδέα, ἐν Σοὶ μόνον ἐμβλέπουσα.
Θεοτοκίον.
Ἄνθρωπον πρὸς φθορὰν ἀνεκτήσω τὸν ῥεύσαντα διὰ τοῦ θείου Υἱοῦ Σου, καὶ τὴν πρὶν ἀφθαρσίαν ἐνέδυσας πανάσπιλε.

ᾨδὴ στ΄. θύσω σοι μετὰ φωνῆς.
Σωτῆρα τὸν ἀθάνατον, τὸν μόνον ποθήσασα, τοῦ ὁρωμένου θανάτου ενυρουμένη σθένει ἐπουρανίῳ, ἡ θεόφρων ἀνδρικῶς Ἀργυρῆ, οὐκ ἐδειλίασεν.
Ἰδεῖν Σου Βασιλεῦ τῶν αἰώνων πανάγιε, τὸ ἀπαράμιλλον κάλλος, τετρωμένη ἔρωτι τῷ ἐνθέῳ, τῶν βασάνων τὴν πικρίαν, ἡ Ἀργυρῆ καθυπέμεινε.
Φρόνημα ἀνδρικὸν πρὸς τὴν πάλην ἀνέλαβες, ὦ Ἀργυρῆ θεοφόρε, καὶ εἰσῆλθες μέεσου τῶν τυραννούντων, καὶ τῷ ξίφει τῆς εὐσεβείας, αὐτοὺς ἐθανάτωσας.
Θεοτοκίον.
Φώτισον τὴν ψυχήν μου Μαρία πανάχραντε, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, μητρικαῖς πρεσβείαις Σου, πάσης νόσου ἀνιάτου, καὶ τοῦ σκότους τῶν πταισμάτων, τὸν δοῦλόν Σου.



Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνη σήμερον.
Ὡς σελήνη πάμφωτος, ἔλαμψας κόσμῳ, ἐφαπλοῦσα τῶν πόνων σου, μαρμαρυγὰς ὦ Ἀργυρῆ, καὶ ἰαμάτων τοῖς κράζουσι· Χαίροις Μαρτύρων, τὸ κλέος καὶ καύχημα.
Ὁ Οἶκος.
Ἱερωτάτην καὶ θείαν ἐν πίστει συγκροτοῦμεν πανήγυριν, ἅπαντες οἱ πιστοὶ φιλομάρτυρες, σοῦ τῆς ὑπὲρ ἀργύριον καὶ χρυσίον λαμπροτέρας πανευκλεοῦς Ἀθληφότου Νεομάρτυρος Ἀργυρῆς, ἐπιτελοῦντες τὴν παμφαεστάτην καὶ ἔνδοξόν σου μνήμην γεραίροντες χαρμονικῶς, τὰ ὑπὲρ ἄνθρωπον παλαίσματα, τὰς ἀριστείας καὶ τοὺς πόνους οὓς ὑπέστης, τοῦ διατηρῆσαι τήν τε ἐν γάμῳ παρθενίαν, καὶ τὴν ἀληθῆ πίστιν τοῦ οὐρανίου παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἀμόλυντα, καὶ αἰτούμενοι τυχεῖν, ταῖς ἱεραῖς σου καὶ ἐνθέρμοις πρὸς Αὐτὸν δεήσεσι, τῆς οὐρανίου ἐκείνης μακαριότητος, ἔνθα οἱ χοροὶ ἀγάλλονται τῶν βοῶντων· Χαίροις Μαρτύρων, τὸ κλέος καὶ καύχημα.

Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, ἀνάμνησις τῆς ἀνακομιδῆ τῶν Λειψάνων τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρῆς
Ἡ Ἀργυρῆ δὴ τοῖς φυλακῆς βασάνοις,
ὑπὲρ τὸ ἀργύριον ἡμᾶς φαιδρύνει.
Μαρτυρικὸν λάβεν Ἀργυρῆ στέφανον ἐν τριακάδι

Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,
τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Οὗτος ἦτο υἱὸς μὲν Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ Θεολόγου, ὅστις μετὰ τὴν πρόσκλησιν Ἀνδρέου καὶ Πέτρου, προσεκλήθη ἀπὸ αὐτὸν τὸν Κύριον εἰς μαθητείαν, μετὰ τοῦ ἀδελφοῦ του Ἰωάννου. Ὅθεν οὗτοι εὐθὺς ἀφήσαντες τὸν πατέρα καὶ τὸ πλοῖόν των, καὶ ἁπλῶς ὅλα ὅσα εἶχον, ἠκολούθησαν τῷ Χριστῷ. Τόσον δε πολλὰ ἠγάπησεν αὐτοὺς ὁ Δεσπότης Χριστός, ὥστε εἰς μὲν τὸν ἕναν ἀδελφὸν τὸν Ἰωάννην ἔδωκε τὸ στῆθός του, διὰ νὰ ἀναπαυθῇ ἐπάνω εἰς αὐτό, εἰς δὲ τὸν ἄλλον ἀδελφὸν τὸν Ἰάκωβον, ἔδωκε τὴν τιμήν του νὰ πίῃ τὸ ποτήριον τοῦ θανάτου, τὸ ὁποῖον αὐτὸς ὁ ἴδιος ἔπιεν. Ἀλλὰ καὶ αὐτοὶ ἀντιστρόφως τόσον πολλὰ ἠγάπησαν τὸν Κύριον, καὶ τόσον ζῆλον ἔδειξαν δι’ αὐτὸν οἱ μακάριοι, ὥστε ἤθελαν νὰ καταβιβάσωσι πῦρ ἀπὸ τὸν οὐρανόν, καὶ νὰ κατακαύσωσι τοὺς Σαμαρείτας, διότι δὲν ἐπίστευσαν, οὐδὲ ἐδέχθησαν αὐτόν, καὶ ἴσως τοῦτο ἤθελον κάμει, ἂν ὁ Χριστὸς δὲν ἐμπόδιζεν αὐτοὺς ἀπὸ τοῦτο. Διὰ ταῦτα λοιπὸν τὰ αἴτια ὁ Κύριος παρελάμβανε πάντοτε μεθ’ ἑαυτοῦ κατ’ ἐξαίρεσιν καὶ εἰς τὰς προσευχάς, καὶ εἰς τὰς ἄλλας οἰκονομίας του τούτους τοὺς δύο Ἀποστόλους, ὁμοῦ καὶ τὸν Πέτρον, μυσταγωγῶν καὶ ἀποκαλύπτων εἰς αὐτοὺς τὰ ὑψηλότερα καὶ μυστικώτερα δόγματα. Τοῦτον τὸν Ἰάκωβον μὴ ὑποφέρων ὁ Ἡρώδης Ἀγρίππας, υἱὸς Ἀριστοβούλου καὶ ἀνεψιὸς τοῦ Ἡρώδη τοῦ θανατώσαντος τὸν Πρόδρομον, νὰ βλέπει παῤῥησιαζόμενον καὶ διδάσκοντα τὸ Εὐαγγέλιον, μετὰ τὸ πάθος καὶ τὸ σωτήριον κήρυγμα τοῦ Χριστοῦ, ἔβαλε χεῖρα καὶ ἐθανάτωσεν αὐτὸν μὲ μάχαιραν ἐν ἔτει 44 μ. Χ.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κλήμεντος τοῦ ποιητοῦ τῶν κανόνων
Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,
ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει κατὰ γαστέρα μέσην πληγεὶς τελειοῦται.
Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην,
τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.

Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,
Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.

Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις,
ὅν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.
Οὗτος ἦν ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ Μεγάλου. Ἐπίσκοπος γενόμενος ἐν πόλει, λεγομένῃ Εὐροία, κατὰ τὴν παλαιὰν Ἤπειρον. Ἐν δὲ τῇ αὐτῇ πόλει χωρίον ἦν, ὄνομα αὐτῷ Σωρείᾳ, ἐν ᾧ ἦν πηγὴ ὕδατος, καὶ ὅσοι ἂν ἐξ αὐτῆς ἔπινον πικρῷ θανάτῳ παρεδίδοντο. Μαθὼν δὲ τοῦτο ὁ ἁγιώτατος Ἐπίσκοπος Δονᾶτος, ἀφίκετο πρὸς τὴν πηγήν, μετὰ τῶν σὺν αὐτῷ κληρικῶν. Καὶ ἅμα τῷ καταλαβεῖν αὐτόν, βροντὴ γέγονε. Καὶ εὐθέως ἐξελθὸν ζῶον θανατηφόρον, ὅπερ ἐνεφώλευε τῇ πηγῇ, συνήντησε τῷ μακαρίῳ καὶ ἐπειρᾶτο τῆ οὐρᾷ αὐτοῦ συμπεριλαβεῖν τοὺς πόδας τοῦ ὄνου, ᾧ ἐπωχεῖτο ὁ μακάριος. Ὀ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τὸ θηρίον, ἔλαβε τὸ σχοινίον, ᾧ ἔτυπτε τὸ ὑποζύγιον, καὶ τύψας κατὰ νῶτον τὸ θηρίον, καιρίαν μάστιγα δι’ αὐτοῦ τούτῳ ἐπήνεγκεν, ὃ καὶ παρευθὺς πεσὸν ἀπεψυξε. Τότε συλλέξαντες ξύλα οἱ αὐτόπται τοῦ θαύματος, κατέκαυσαν τὸ θηρίον. Οὐδεὶς δὲ ἐτόλμα τοῦ ὕδατος ἅψασθαι. Ὁ δὲ Ἅγιος, εὐχὴν ποιήσας, καὶ τὴν πηγὴν εὐλογήσας, καὶ πρῶτος πιῶν, ἐπέτρεψε καὶ τοῖς πᾶσιν ἀδεῶς πίνειν, ἐξ οὗ πιόντες καὶ εὐφρανθέντες, ἀβλαβεῖς εἰς τὸ ἑξῆς εἰς τὰ ἴδια ἐπορεύοντο.
Ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος, μετεκαλέσατο πάντας τοὺς ἐκεῖσε ἐπισκόπους καὶ ἐπυνθάνετο: Ποῖός ἐστι Δονᾶτος, ὁ τὸν δράκοντα διὰ φραγγελίου ἀποκτείνας, καὶ ὕδωρ δι’ εὐχῆς ἐξαγαγὼν ἐκ τῆς γῆς, καὶ ἐξ οὐρανοῦ βροχὴν καταβιβάσας; Οἱ δὲ ὑπέδειξαν αὐτόν, λέγοντες: Οὗτός ἐστι, Βασιλεῦ. Καὶ ὁ βασιλεύς, κατασπασάμενος αὐτόν, ἀπήγαγε πρὸς τὴν βασίλισσαν, καὶ πεσόντες ἀμφότεροι ἐπελάβοντο τῶν ποδῶν αὐτοῦ, ἐκλιπαροῦντες αὺτὸν καὶ λέγοντες: Δοῦλε τοῦ Θεοῦ, παρακλήθητι καὶ ποίησον μεθ’ ἡμῶν ἔλεος. Μονογενὲς γὰρ θυγάτριον ἔχοντες, ὑπὸ δεινοῦ ἐνοχλούμενον δαίμονος, μεγάλως τὴν ψυχὴν συντριβόμεθα. Εἰ οὖν θεραπεύσεις αὐτήν, λάβε τὸ ἥμισυ τῆς οὐσίας αὐτῆς. Καὶ ὁ Ἅγιος: Ἐλθέτω ἡ παῖς. Οἱ δὲ τὸν Ἅγιον ἀπήγαγον πρὸς αὐτήν. Καὶ ἐπιτημηθέντος τοῦ δαίμονος καὶ ἐξωσθέντος εὐθὺς παρὰ τοῦ Ἁγίου, ἰάθη ἡ παῖς. Τοῦ δὴ βασιλέως διδόντος τὸ ὑποσχεθέν, οὐ κατεδέξατο τοῦτο λαβεῖν ὁ μακάριος. Διὰ δὲ τὴν ἀγαθὴν αὐτῶν πρόθεσιν ᾐτήσατο τόπον τινὰ δοθῆναι, πλησίον τῆς χώρας αὐτοῦ κείμενον, ἐπιτήδειον ὄντα εἰς ναόν· Ὀμφάλιον, οὕτω καλούμενον, ὃν ἐδωρήσατο εὐθὺς ὁ βασιλεύς, δι’ ἐγγράφου προστάγματος.
Οὗτος οὖν ὁ μακάριος καὶ νεκρὸν ἀνέστησε, ταφῆναι κωλυόμενον, ἕως οὗ τὸ ὀφειλόμενον τῷ δανειστῇ ἀποδῷ, μετὰ δὲ τὸ διαλεχθῆναι πρὸς τὸν δανειστὴν περὶ τοῦ ζητήματος καὶ διαῤῥηχθῆναι τὸ χειρόγραφον, κοιμηθῆναι τοῦτον πάλιν προσέταξεν, ἄχρις ἂν ἡ κοινὴ ἀνάστασις πάντων γένηται. Ἐπεὶ δὲ τότε καὶ αὐχμῷ ἡ γῆ ἐπιέζετο, δι’ ἐντεύξεως τοῦ βασιλέως, ὁ Ἅγιος ἐξελθὼν τῆς πόλεως ηὔξατο. Καὶ τοσοῦτος κατῆλθεν οὐρανόθεν ἐν τῇ πόλει καὶ τοῖς περιχώροις αὐτῆς ὑετός, ὡς μεθυσθῆναι τὴν γῆν, καὶ μηδὲν κατακλυσμοῦ διαφέρειν. Ἐφρόντιζε δὲ ὁ βασιλεύς, ὅτι μονοχίτων ἦν  ὁ Ἅγιος, καὶ ὁ ὑετὸς σφοδρὸς πάνυ. Ἀλλὰ μετὰ μικρὸν ἐλθόντος αὐτοῦ εἰς τὰ βασίλεια καὶ μηδόλως βραχέντος, μηδὲ μικρὰν νοτίδα ἔχοντος, θάμβος ἐπὶ τούτῳ κατεῖχε πάντας. Ὁ δὲ βασιλεὺς ἐτέρπετο τοῖς λόγοις αὐτοῦ, καὶ δοὺς αὐτῷ χρυσίον ἱκανόν, λόγῳ οἰκοδομῆς ναοῦ, καὶ ἕτερά τινα ἐπιτήδεια πρὸς τὸν τούτου καλλωπισμόν, ἀπέστειλε εἰς τὰ ἴδια. Ἀπελθὼν δέ, καὶ τὸν ναὸν οἰκοδομήσας, καὶ τὸν ἴδιον εὐτρεπίσας τάφον, καὶ εἰς μακρὸν γῆρας ἐλάσας, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰσιδώρου, Ἠλιοὺ καὶ Παύλου τῶν ἐν Κορδούῃ Ἰσπανίας.



Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Ἐρκονγουάλδου (Erconwald) ἐπισκόπου Λονδίνου, ἐν εἰρήνῃ ἐν ἔτει 693 τελειοῦται.


Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Νικήτα ἀρχιεπισκόπου Νόβγκοροντ, γενομένης ἐν ἔτει 1558 μ.Χ. (14/5)

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Σίμωνος, Μητροπολίτου Μόσχας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.
Σὺν Ἀθληφόροις ἐν οὐρανίοις, ἔνδοξε Ἀργυρῆ, πέλεις αἰκισμοὺς καὶ μάστιγας καρτερῶς, ἐν τῷ ψάλλειν ὑπομείνασα· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Οὐ δειλιῶσα ὦ Ἀργυρῆ, σὺ μᾶλλον καρτερικῶς ἤχθης πρὸς δεινὰς βασάνους, ἀναψυχὴν αἰσθομένη καὶ κραυγάζουσα· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Λελαμπρυσμένη θεαρχικῶς, ἀκτῖσιν ὅλον τὸν νοῦν, πᾶσαν τὴν ἀχλὺν ἠμαύρωσας Ἀργυρῆ, τῶν τυράννων, καὶ κατέπληξας αὐτοὺς τοῖς θαύμασιν, ἅπερ ἐν εἱρκτῇ ἐξετέλεσας.
Θεοτοκίον.
Ἐν τῇ γαστρί Σου κατασκηνώσας Κόρη, ὁ Βασιλεὺς πάντων τῶν αἰώνων, ἔδειξεν οὐρανῶν πλατυτέραν καὶ ἄμαχον, τῶν ἀνυμνούντων Σε προστασίαν καὶ σκέπην, καὶ τεῖχος ἀκράδαντον.

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Τυραννήσασα πόθῳ τοῦ Κτίστου σου Ἀργυρῆ, τὸ σὸν σῶμα ἀπήμβλυνας, ἐν γυναικείῳ σώματι, κέντρα τυραννούντων, ἄθλους τοὺς θείους ὑποστᾶσα ἀνδρείως φερώνυμε.
Ἐν εἱρκτῇ καθειρχθεῖσα πανεύφημε Ἀργυρῆ, παραλόγως τοὺς ἄφρονας ἐχθρούς, στεῤῥῶς κατέπληξας τῇ ὑπομονῇ σου, ἀναβοῶσα· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Οὐρανῶν Βασιλείας ἀπήλαυσας σὺν Χριστῷ, Ἀργυρῆ βασιλεύουσα, κεκοσμημένη στίγμασι, καὶ δεινῶν τῷ κάλλει, πίστει βοῶσα· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Ἰσχυρόν μου Σὺ εἶ τὸ κραταίωμα, οὐ πτοοῦμαι διὰ τοὺς φθονοῦντάς με, ἀλλ’ ἀνυμνῶ Σε Δέσποινα, καὶ βοῶ τῷ Σῷ τόκῳ· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ᾿. Λίθος ἀχειρότμητος.
Ὤφθης τυραννούντων ἐν μέσῳ, ὡσανεὶ παμφάφων λύκων, Μάρτυς Ἀργυρῆ, τὴν ἐκείνων μανίαν ὄντως καταπαλαίουσα, καὶ τῷ Σωτῆρι ἔνθεον δῶρον σαὐτὴν προσενέγκασα.
Οὗπερ ἠξιώθης ὁμίλου, ἧσπερ ἀπήλαυσας νῦν δόξης, ὦ Ἀργυρῆ, τοὺς τελοῦντας τὴν παναγίαν σου μνήμην, πρέσβευε ἐπιτυχεῖν, ὡς ἔχουσα τὴν παῤῥησίαν πρὸς τὸν Κύριον.
Σὺ νῦν ἐν σκηναῖς οὐρανίοις ὦ Ἀργυρῆ, κατατρυφῶσα καὶ ταῖς τοῦ πανσέπτου Σωτῆρος φωτιζομένη ἀεὶ λαμπρότητι, τοὺς σὲ ὑμνοῦντας φώτισον, καὶ τῶν κινδύνων ἐλευθέρωσον.
Θεοτοκίον.
Μόνος ὑπερέβην ὁ τάλας, ὑπερβαλλόντως Νινευΐτας ἐν ταῖς ἁμαρτίαις, καὶ ὤφθην τῆς ὑφηλίου ἄχθος βαρύτατον, ἀλλὰ Σὺ μόνη πάναγνε, Σαῖς ἱκεσίαις με διάσωσον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φρικτὸν ἰδόντες θέαμα, οἱ τύραννοι ἐξέστησαν, ἣν γὰρ ἐνόμιζον εἶναι, γυναῖκα ἀσθενεστάτην, ὁρῶντες ὑπομένουσαν, καρτερικῶς τὰς βασάνους, ὑπὸ τὸν φόβον ἔκραζον· τῆς Ἀργυρῆς Θεὸς μέγας, ὁ ταύτῃ ἰσχὺν δωρήσας.
Καὶ τὸ τῆς Ἑορτῆς.







Αἶνοι. Ἦχος δ’. Τῶν οὐρανίων ταγμάτων.
Πολυειδεῖς ὁ πανοῦργος ἐχθρός σου ἤγειρε, τοὺς πειρασμοὺς καὶ πάθη, ἀλλὰ κάραν τὴν τούτου, συνέτριψας πανθαύμαστε Ἀργυρῆ, τῇ ἀνδρικῇ καρτερίᾳ σου· διὸ χορῷ σε γυναίων τῶν ἱερῶν, συνηρίθμησεν ὁ Πλάστης σου. (Δίς)

Τοῦ ὁρωμένου θανάτου σὺ κατεφρόνησας, ὑπὲρ τοῦ ἀοράτου, Ἀργυρῆ σου Σωτῆρος, καὶ πάσας τὰς βάσανους ὑπέστης στεῤῥῶς, καὶ τὸν βίαιον θάνατον· καὶ διὰ τοῦτο ἐστέφθης χειρὶ Αὐτοῦ, θείοις στέμμασιν ἀθλήσεως. (Δίς)

Δόξα. Ἦχος πλ. α’.
Δεῦτε φιλομάρτυρες πάντες, τὴν Χριστοῦ παρθενομάρτυρα Ἀργυρῆν, συνελθόντες εὐφημήσωμεν. Σήμερον γάρ, τὸν στέφανον τῆς ἀθλήσεως, παρ’ Αὐτοῦ, νομίμως ἀθλήσασα, ἀπείληφε. Τὸν ὑπερήφανον ὄφιν, τῇ δυνάμει τοῦ Σταυροῦ, τῇ εἱρκτῇ κατασυντρίψασα, τὴν ὀρθόδοξον πίστιν, ῥωμαλαίαις φρεσίν, ὑπὲρ ἥλιον φαιδρύνασα. Συγχάρητε οὖν, Ἀγγέλων τὰ τάγματα, καὶ Μαρτύρων οἱ δῆμοι, ἅμα σὺν ἡμῖν τοῖς ἐπὶ γῆς, πανυγυρίζοντες καὶ δοξάζοντες αὐτήν, τὴν τὸ ἀθλητικώτατον αὐτῆς σκῆνος, τῇ γῇ δωρησαμένην, ἰατρεῖον παθῶν ψυχικῶν, καὶ δεινῶν περιστάσεων.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἄστρον ἀνατέταλκε φαεινόν, ἐκ τῆς Βιθυνίας, ἡ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, τὴν Ἀργυρῆν τὴν ἔνδοξον μεγαλύνομεν.













ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς σωφροσύνης τὴν στολὴν ἐνδυθεῖσα, ἀκολασίας κατεπάτησας ὄφιν, καὶ πλάνην ἐμυκτήριας τῆς Ἄγαρ κραταιῶς· ὅθεν ἐμαρτύρησας, ἐν βασάνοις ποικίλοις, καὶ Χριστὸν ἐδόξασας, Ὃν δυσώπει δοθῆναι, τοῖς σὲ τιμῶσι θεία Ἀργυρῆ, τὴν σωφροσύνην, καὶ βίου ἁγνότητα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν σωφροσύνην, Ἀργυρῆ, δὸς ἡμῖν δῶρον. Ἀ(θανάσιος)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδα ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν σὲ πόθῳ, ἀνυμνούντων ὦ Ἀργυρῆ, αἰτοῦσα ἐν βίῳ σωφροσύνην, καὶ καρδιῶν σταθερὰν καθαρότητα.
Ἠγάπησας σφόδρα τὸν Ἰησοῦν, διδάσκαλον θεῖον, τῆς ἁγνότητος Ἀργυρῆ, Ὃν αἴτει πολλῇ τῇ παῤῥησίᾳ, τηρεῖν ἡμᾶς ἐν ἁγνότητι πάντοτε.
Νικήσασα ὄφιν τὸν δολερόν, θελήσαντα Μάρτυς, σὲ χωρίσαι τοῦ Ἰησοῦ, αὐτοῦ ψυχωλέθρους ἐπηῤῥείας, τὰς καθ’ ἡμῶν ταῖς εὐχαῖς σου διάλυε.
Θεοτοκίον.
Σὺ Μήτηρ ὑπάρχουσα ἀληθῶς, πιστῶν κατὰ χάριν, τὸν γλυκύτατον Ἰησοῦν, μὴ παύσῃ πρεσβεύουσα δοθῆναι, ἡμῖν ἁγνότητα πάναγνε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς ὑπέρκαλλος νύμφη τοῦ Ἰησοῦ ἤρνησαι, βίον ὠμοτάτην βαρβάρου, ὦ ἀργυρώνυμε· διό μοι χάρισαι, ἀρνεισθαι βίαν τυράννου, σώματος ὠθοῦντός με, εἰς Χριστοῦ ἄρνησιν.
Φαιδροτάτῃ καρδίᾳ πρὸ δικαστῶν ἕστηκας, καὶ Χριστοῦ θεότητα Μάρτυς, καθωμολόγησας, Ὃν καταξίωσον, ἡμᾶς λατρεύειν ὡς πρέπει, ὅπως τὴν οὐράνιον, εὕρωμεν ἄνεσιν.
Ῥήτωρ ὤφθης γενναίως ἀγαρηνοὺς δείξασα, Ἀρηυρῆ κειμένους ἐν σκότει, θείοις σου ῥήμασιν· ὅθεν τοὺς σέβοντας, σοῦ τὴν ἀοίδιμον μνήμην, ἐν Χριστοῦ πορεύεσθαι, φωτὶ ἀξίωσον.
Θεοτοκίον.
Οὐρανὸς ἀνεδείχθης πνευματικὸς Δέσποινα, Ἥλιον Χριστὸν ἐν γαστρί Σου, ἁγνῶς βαστάσασα, Οὗ τοῖς αὐγάσμασι, ψυχὰς πιστῶν δεῖξον ἄλλους, οὐρανοὺς φωτίζουσα, τούτους πρεσβείαις σου.
Διάσωσον, ὦ Ἀργυρῆ τοὺς τιμῶντάς σε πόθῳ, ἀπὸ πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καὶ χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τὴν λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς νύμφη Χριστοῦ καὶ Μάρτυς γενναιόψυχος, Αὐτὸν Ἀργυρῆ ἀεὶ καθικέτευε, ὅπως σκέπῃ ἅπαντας, τοὺς τιμῶντας τὴν θείαν μνήμην σου, καὶ τὴν ἁγνότητα ψυχῶν, ταῖς πρεσβείαις σου χαρίζηται




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συζυγίαν ἐτήρησας, ἄμωμον ἐκ φθόνου τοῦ πολεμήτορος· διὸ Μάρτυς τήρει πάντοτε, εὐλαβεῖς συζύγους ἐν ἁγνότητι.
Ὑποτάξασα ἅπαν σου, νόημα Κυρίῳ βασάνους ἤνεγκας, Ἀργυρῆ Ὃν καθικέτευε, τὴν ὑπομονὴν ἡμῖν χαρίζεσθαι.
Νίκην ἤνεγκας πάντιμε, κατὰ μισοάγνου σφοδρῶς σε παίσαντος· διὸ δίδου τὴν ἁγνότητα, πᾶσιν Ἀργυρῆ τοῖς δεομένοις σου.
Θεοτοκίον.
Ἠλευθέρωσας ἄχραντε, γένος τῶν ἀνθρώπων δεσμῶν τοῦ ὄφεως, οὟ ἰοῦ με ἀποκάθαρον, τοῦ καταμολύνοντος καρδίαν μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσους ψυχικάς, καὶ τοὺς σώματος θεράπευσον, ὦ Ἀργυρῆ τῶν ἀνυμνούντων σε, ἰατρὸν καθικετεύουσα, Ἰησοῦν δι’ Ὃν καλῶς ἐνήθλησας.
Ἄγαρ σκοττεινῆς, πλάνην ἤλεγξας πανεύφημε, τῷ φωτισμῷ Ἁγίου Πνεύματος, Ὃν παράσχου, καὶ ψυχαῖς τῶν πίστει ἀνυμνούντων σε.
Ῥῦσαι τοῦ ἐχθροῦ, Ἀργυρῆ Μάρτυς τρισόλβιε, τοὺς ἐν δικτύοις κινδυνεύουσι, τούτου πλακῆναι, τοῖς ψυχωλεθρίοις μηχανεύμασι.
Θεοτοκίον.
Γνῶσιν ἀληθῆ, τοῦ Κυρίου δὸς πανάμωμε, τοῖς ἀνυμνοῦσί Σου τὴν ἄφθορον, κυοφορίαν, καὶ μεγαλυνόντων θείαν δόξαν Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑπέμεινας, Ἀργυρῆ ἐν ἔτεσι, τὰς βασάνους τῶν ἀθέων βαρβάρων, ἐν τῇ εἱρκτῇ, καὶ ἀπείληφας στέφος, τοῦ μαρτυρίου γενναίᾳ ἐνστάσει σου· διὸ ἡμῖν ὑπομονήν, ἐν τοῖς βίου δεινοῖς Μάρτυς δώρησαι.
Ῥητόρων σε, ὑπερτέραν ἔγνωμεν, σιωπῇ αὐτοὺς νικήσασαν Μάρτυς, καὶ γὰρ τὰ σά, πολυχρόνια πάθη, τοῖς χριστωνύμοις ἀγλώττως κηρύττουσι, πῶς δεῖ βιοῦν ἐν πειρασμοῖς, Ἀργυρῆ Νεομάρτυς χριστόαθλε.
Ἡ χάρις σε, τοῦ Ἁγίου Πνεύματος, ὡς ὑπέσχετο Σωτὴρ ἐδυνάμου, καὶ ἀσθενές, Ἀργυρῆ τῆς σαρκός σου, ὥσπερ χαλκοῦν ἀνδριάντα ἀνέδειξεν, ἣν χάριν πρέσβευε ἡμᾶς, δυναμοῦν ἐν τοῦ βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
Διδάσκαλον, παρθενίας ἔτεκες, ὦ Παρθένε Θεοτόκε Μαρία, Οὗ ἀκλινῶς, ἐπορεύθη ὀπίσω, ἡ Ἀργυρῆ τὴν ἁγνείαν προκρίνασα, προσκαίρου βίου ἡδονῆς, ἧς πικρίας Σοὺς δούλους ἐκλύτρωσαι.
Διάσωσον, ὦ Ἀργυρῆ τοὺς τιμῶντάς σε πόθῳ, ἀπὸ πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καὶ χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τὴν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Συζυγίας φανεῖσ αὑπέρμαχος, τῆς ἁγνείας κανὼν ἀναδέδιεξαι, σῇ ἀθλήσει περιστερὰ Κυρίου Ἀργυρῆ· διὸ φύλαττε καλῶς, ἀπὸ ἐχθροῦ ἐπιβουλῆς, συζυγίας τῶν δούλων σου, ὅπως σωφρόνως ζῶντες, τύχωσι τῶν βραβείων, ἅπερ ὑπέσχετο ἡμῖν, ὁ ἁγνείας Διδάσκαλος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Καθαρὸν κειμήλιον, τῆς σωφροσύνης δειχθεῖσα, Ἀργυρῆ πανένδοξε, ἐν βασάνοις εἴληφας τὸ βραβεῖόν σου· διὸ ἱκετεύομεν, κλῖνόν σου τα ὦτα, καὶ ἐπάκουσον τῶν δούλων σου, χάριν παρέχουσα, ψυχικῆς αὐτοῖς καθαρότητος, φυλάττουσα τὸ τίμιον, γάμον προσβολῶν τοῦ ἀλάστορος, ὅπως ἐναθλοῦντες, μαρτύριον ἀγάπης τοῦ Χριστοῦ, ταῖς σαῖς εὐχαῖς ἐπιτύχωμεν, Παραδείσου ἅπαντες.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐδαμῶς σου δουλεία ἡ τοῦ σώματος Μάρτυς Χριστοῦ ἠλάττωσε, ἀγάπης ἄλλα μᾶλλον, ὡς πῦρ ηὔξυσε ταύτην, ἣν παράσχου τοῖς ὄσοι σου, μνήμην τελοῦμεν πιστῶς, ὦ Ἀργυρῆ θεόφρον.
Σταθερᾶν ἐπεδείξω, τὴν σὴν γνώμην βασάνοις οὖσα τρισόλβιε, ὡς πύργος ἐπὶ πέτραν, τῷ ἔρωτι Δεσπότου, τὰς σὰς βάσεις κατέχουσα, ὃν ταῖς ψυχαῖς Ἀργυρῆ, ἡμῖν ἔνθες εὐχαῖς σου.
Ἡ ἀνδρεία ψυχή σου, ὡς ἀμνὰς τοῦ Δεσπότου ὅλη ἐκκέκαυται, ἀγάπῃ ὑπὲρ φύσιν, δι’ ἧς βασάνων θλίωεις, Ἀργυρῆ καθυπέμεινας· διὸ βοήθει ἡμῖν, ἐν θλίψει κλονουμένοις.
Θεοτοκίον.
Μεθ’ ἡμῶν μεῖνον Μῆτερ, ἐν καιρῷ ὅταν βέλη ἐχθροῦ προσβάλλωσι, Σὰ τέκνα καὶ ὁ λύχνος, ὑπομονῆς οὐ φέγγῃ, ἀλλὰ σκότος ἐπέρχεται, ἀπελπισμοῦ φοβεροῦ, ὃν λῦε τῷ φωτί Σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ἐπέστη, ἡμέρα ὅτε ἡ χρεία, βοηθείας Ἀργυρῆ Νεομάρτυς· σπεῦσον δίδου χεῖρα, σοῖς δούλοις συμπαθείας.
Νοῦν ἀτακτοῦντα, καὶ λογισμοῖς μισοάγνοις, πολεμούμενον χαλίνωσον Μάρτυς, μνήμην τοῦ Κυρίου, Αὐτῷ χαριζομένη.
Δεσμοὺς ἀφύκτους, τῆς δολερᾶς ἁμαρτίας, συμπνιγούσης ψυχὰς τῶν ἱκετῶν σου, Ἀργυρῆ εὐχαῖς σου, διάλυε ταχέως.
Θεοτοκίον.
Ὡς ὑπερβᾶσα, τῆς σωφροσύνης γυναίκας, γενεῶν ἁπασῶν ἁγνὴ Παρθένε, δίδου σωφροσύνην, τοῖς πόθῳ Σε ὑμνοῦσι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥεόντων παριδοῦσα, Ἀργυρῆ νῦν βλέπεις, ἃ ὀφθαλμοὶ τῶν ἀνθρώπων οὐ βλέπουσι, ὧν καταξίωσον πάντας, τοὺς ἀνυμνοῦντάς σε.
Ὁ ὄφις ἐπατήθη, Ἀργυρῆ σοῖς ἄθλοις, καὶ ἀπολαύεις προσώπου Νυμφίου σου, Ὃν καὶ ἡμᾶς εὔχου Μάρτυς, ἰδεῖν ὀψέποτε.
Ναοὺς τῆς σωφροσύνης, καὶ ἁγνείας δεῖξον, τοὺς νεανίας ἐν πόθῳ τιμῶντάς σε, ὦ Ἀργυρῆ καὶ παγίδων, ἐχθροῦ ἐκλύτρωσαι.
Θεοτοκίον.
Ἀμόλυντε Παρθένε, τοὺς ἐν σωφροσύνῃ, καὶ καθαρότητι ζῶντας ἐνίσχυσον, σὺν Ἀργυρῇ τῷ Δεσπότῃ, καθικετεύουσαι.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μάρτυς τοῦ Κυρίου πανευκλεής, Ἀργυρῆ τρισμάκαρ, διαφύλαττε τοὺς τὸ σόν, σκῆνος προσκυνοῦντας, ἐν πίστει τε καὶ πόθῳ, ἐκ βλάβης τε παντοίας, παθῶν καὶ θλίψεων.
Ἄστρον ἀνατέταλκε φαεινόν, ἐκ τῆς Βιθυνίας, ἡ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, ἡ Ἀργυρῆ ἣν πόυῳ, ἀνευφημήσωμεν.
Χαίροις σωφροσύνης οἶκος λαμπρός, καὶ ἁγνείας σκῆνος, δι’ ἀγάπην τοῦ Ἰησοῦ, ἅπερ δίδου δῶρον, τοῖς σὲ ἀνευφημοῦσιν, ὦ Ἀργυρῆ θεόφρον, γυναίων καύχημα.
Τοὺς ἐν γάμῳ ὄντας τήρει καλῶς, σωφρονοῦντας Μάρτυς, καὶ ἁγνεύοντας ἐν Χριστῷ, ὡς καὶ σὺ τὴν πίστιν, ἐτήρησας τοῦ γάμου· δι’ ὃ καὶ ἀνεδείχθης, θῦμα ἁγνότητος.
Τοὺς προσερχομένους πανευλαβῶς, σῷ ναῷ ἐν Λέσβῳ, καταξίωσον Ἀργυρῆ, ἐν Χριστοῦ ἁγνείᾳ, ζῆσαι ἐν βίῳ τούτῳ, καὶ θείας Βασιλείας, μετόχους ποίησον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.



Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, Νεομάρτυς Ἀργυρῆ· χαίροις καὶ εὐήκοος γίνου, τῶν αἰτουμένων σε, σωφροσύνην χάρισαι, τοῖς ἐν τοῦ γάμου δεσμοῖς, ἐλευθέροις ἁγνότητα, ὑγείαν τοῖς ὅσοι, ἀσθενοῦσι σώματι, καὶ τῇ ψυχῇ σαῖς εὐχαῖς· πάντας δὲ ἀνάδειξον σκεύη, Ἰησοῦν χρυσᾶ καὶ εὐώδη, ὥσπερ σὺ ὑπῆρξας χριστοστέφανε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου