ΜΑΡΤΙΟΣ ΛΑ΄!!
ΑΚΑΚΙΟΣ ΜΕΛΙΤΙΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Σημείωσις: Ἐν τῷ χειρογράφῳ, ἡ μνήμη του
τοποθετεῖται στὶς ΙΖ΄ Ἀπριλίου.)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν γ΄ τοῦ Τριωδίου, καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Ὡς
ἱεράρχης θεόληπτος, τῆς νοουμένης σκηνῆς, ἐποπτεύεις τὰ ἄδυτα καὶ τὰ
ὑπερκόσμια, θεωρεῖν κατηξίωσαι, ἐνδεδυμένος τὴν ὁσιότητα, δικαιοσύνην
περιβαλλόμενος, καὶ τὴν εὐπρέπειαν, καὶ τὴν ὡραιότητα τῶν νοητῶν, πρόσωπον πρὸς
πρόσωπον, ὀρᾷς μακάριε.
Ὅσιε
Πάτερ Ἀκάκιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως,
ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπότῃ
κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει
δουλωσάμενος, τοῦ θείου Πνεύματος.
Θείας
Συνόδου συνήγορος, καὶ κορυφαίος ὠφθείς, σὺν Κυρίλλῳ Ἀκάκιε, τὸν δεινὸν
Νεστόριον, ἀπωλείᾳ παρέδωκας, ἐλέγξας τούτου μάκαρ τὴν ἄνοιαν, καὶ στηλιτεύσας
τὴν ματαιότητα, λόγοις τοῦ Πνεύματος, ὅθεν μακαρίζει σε πᾶσα ψυχή, πίστει
ἑορτάζουσα, τὴν θείαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ὢ τοῦ παραδόξου
θαύματος
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε
θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου,
δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ
διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν
δοξαζόντων σε.
Ἢ Σταυροθεοτοκίον, ὅμοιον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ
μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν,
ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι
Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Πηγήν σε πολλῶν θαυμάτων μέλπω
μάκαρ. Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἡ κεκομένη τὴν ἄτομον.
Πᾶσαν κακίαν νικήσας τοῦ
ὄφεως, ἐν ἀκακίᾳ ψυχῆς ὡς πολιτευσάμενος, Ἀκάκιε σοφέ, κακίας με ἐξάρπασον, παθῶν
θανατηφόρων καὶ καλῶν, ἰδέαις κατακάλυνων, ὅπως εὐφημήσω σε, καλῶς
ἀγωνισάμενον.
Ἡ λαμπροτάτη βλαστάνει σε
ῥάδαμνον, ὡραῖον Μελιτινή, μέγιστε Ἀκάκιε, προσφέροντα καρποὺς ἡδύστους καὶ
γλυκαίνοντα, καρδίας ὑπὲρ μέλι τῶν πιστῶν παθῶν τὰ ἐκδιώκοντα, ψυχοφθόρων Ὅσιε,
πικρίαν θείᾳ χάριτι.
Γόνος ὑπάρχων γονέων
Ἀκάκιε, ὡς Σαμουὴλ ἱερῶν τῷ Θεῷ προσήνεξαι, δοτὸς ἐξ ἁπαλῶν, ὀνύχων
ἀνατρέφεσθαι, ἐν οἴκῳ ἱερῷ καὶ λειτουργεῖν, Θεῷ τῷ Παντοκράτορι, τῷ τὴν σὴν
φαιδρύναντι, ψυχὴν ἐνθέοις πράξεσιν.
Θεοτοκίον.
Ἡ ἀποῤῥήτως Θεὸν σωματώσασα
καὶ ἀπωσθέντας ἡμᾶς τούτῳ καταλλάξασα, πανύμνητε ἁγνὴ τὰ πάθη τῆς καρδίας μου,
τῷ πάθει τοῦ Υἱοῦ Σου δυσωπῶ, θεράπευσον καὶ σῶσόν με, καθ’ ἑκάστην ψάλλοντα
ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ
γ΄. Σὺ εἶ τὸ στερέωμα.
Νόμῳ καθυπέκλινας, ζωαρχικῷ
σαυτὸν Ὅσιε, καὶ ἐκ ψυχῆς πᾶσαν ἀνομίαν, θανατοῦσαν ἐμίσησας.
Σὲ Πνεῦμα τὸ Ἅγιον,
πνευματικαῖς σοφὲ πράξεσι, φωτοειδῆ, ὅλον γεγονότα ἱερέα προβάλλεται.
Ἔβλυσον ἡ γλῶσσά σου, ὡς
ποταμὸς σοφὲ δόγματα, τὰ θολερά, ῥεύματα τῆς πλάνης, θείῳ σθένει ξηραίνοντα.
Θεοτοκίον.
Πύλη ἀδιόδευτος, τῆς
μετανοίας μοι ἄνοιξον, πύλας ἁγνὴ καὶ πρὸς τὰς ὁδούς μου, τὰς εὐθείας
κατεύθυνον.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Νίκης
στέφανον, ἐκ τοῦ Κυρίου, δι’ ἀσκήσεως, χαίρων ἐδέξω, ὁμολογία θεοφόρε
κοσμούμενος, καὶ τῶν αἱρέσεων πᾶσαν διήλεγξας, τὴν ματαιότητα θείοις σου
δόγμασι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί
σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς
θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν
ἀεὶ καὶ δοξάζομεν.
Ἢ
Σταυροθεοτοκίον. Μεγάλη τοῦ Σταυροῦ σου
Σταυρῷ σε ἀναρτώμενον,
Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο
κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καί μετὰ τόκον.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὁπαδὸς ἐχρημάτισας, θείων
Ἀποστόλων Πάτερ Ἀκάκιε, τὴν ἐκείνων αὐθεντίαν γὰρ τοῦ δεσμεῖν καὶ λύειν
κατεπλούτησας.
Λύρα ὤφθης τοῦ Πνεύματος,
δόγματα φωνοῦσα Πάτερ σωτήρια, Νεστορίου τοῦ παράφρονος, τὴν λυσσώδη πλάνην
ἀφανίζοντα.
Λαμπροτάτῃ δεήσει σου,
Πάτερ ὑετοὺς τῇ γῇ ἐπωχέτευσας, καὶ τὰ ταύτης καταμέθυσας, ξηρανθείσας χρόνῳ
μάκαρ αὔλακας.
Ὡραιώθησαν Ὅσιε, σοῦ αἱ
σιαγόνες τὰ θεῖα δόγματα, τοὺς πιστοὺς ἀρωματίζουσαι, καὶ δυσώδη πλάνην
ἀπελαύνουσαι.
Θεοτοκίον.
Νεκρωθέντας με ζώωσον, καὶ
πεπλανημένον τάχος ἐπίστρεψον, ἀπλανῆς ὁδὸς ὑπάρχουσα, καὶ χειραγωγία πάντων
Δέσποινα.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Θαυμαστός σου ὁ βίος, ὤφθη
τοῖς χαρίσμασι τοῦ θείου Πνεύματος, περιηνθισμένος, ποταμοῦ γὰρ τὰ ἄτακτα
ῥεύματα, προσευχῇ ἐπέσψες, πλεῖθρον αὐτοῖς καὶ ὄρον πέτραν, ἐπιθεὶς ἱεράρχα
Ἀκάκιε.
Ἀναμέσον Συνόδου, θείων
ἐχρημάτισας πατέρων πρόμαχος, ἱερῶν δογμάτων, σὺν Κυρίλλῳ τῷ θείῳ μακάριε, τὴν
ἁγνὴν Παρθένον, ὁμολογῶν Θεοῦ Μητέρα, καὶ τὸν δόλιον τρέπων Νεστόριον.
Ὑπὲρ μέλι γλυκάζων, τοῖς
Μελιτινοῖς ἐγνωρίσθη ὁ λόγος σου, ἐνηδύνων τούτων, τὰς ψυχὰς ἱεραῖς ἐξηγήσεσι,
καὶ τῆς ἁμαρτίας, ὑποδεικνύων τὴν πικρίαν, ἀξιάγαστε Πάτερ Ἀκάκιε.
Θεοτοκίον.
Μὴ
κενώσας τοὺς κόλπους, ὅλως τοῦ γεννήτορος ὁ ὑπερούσιος, Σοῦ ἐν κόλποις βρέφος,
καθωράθη Παρθένε κρατούμενος, τὴν ἐμὴν πτωχείαν, ὑπερβολῇ φορέσας πλούτου,
εὐσπλαγχνίας ὁ μόνος φιλάνθρωπος.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἁγνῆς Μητρὸς τοῦ Θεοῦ,
σεπτὸν ἀνήγειρας τέμενος, νέον πρὸ τούτου σαυτόν, τελέσας τοῦ Πνεύματος, ἱερὲ
Ἀκάκιε, ὃν καθαγιάσας, ποταμὸν θαυμάτων ἔδειξας.
Τὰς σὰς ἁγίας φωνάς, ἃς
πρὸς τὴν ποίμνην πεποίησο, ἐπέκοπτε χελιδών, φωνοῦσα Ἀκάκιε, ἀλλὰ δεξαμένη σου,
τὸν τῆς γλώττης νόμον, ἀπαράτρωτον ἐφύλαξεν.
Ὡς εἶδέ σε βασιλεύς,
ἱκετικῶς ἀφικώμενον, τὰς σὰς αἰτήσεις πληροῖ, τοῦ ἐπουρανίου γάρ, Βασιλέως ἔγνω
σε, θεοφόρε Πάτερ, ἀξιάγαστον θεράποντα.
Θεοτοκίον.
Νοός μου τὰς ἐκτροπάς, καὶ
τῆς καρδίας οἰδήματα, τῷ Σῷ ἐλέει ἁγνή, θεράπευσον δέομαι, καὶ τῆς συνεχούσης
με, ἁμαρτίας ῥῦσαι, τῶν πιστῶς Σε μακαρίζοντα.
Συναξάριον.
Τῇ
ΛΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀκακίου, Ἐπισκόπου Μελιτινῆς, τοῦ Ὁμολογητοῦ.
Ἀκακίῳ
θνήσκοντι τῷ γῆς Ἀγγέλῳ,
Χώραν
ἑτοιμάζουσιν Ἄγγελοι πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου,
Ἐπισκόπου Γαγγρῶν.
Κτείνει γυνὴ
βαλοῦσα καιρίαν λίθῳ,
Τὸν Ὑπάτιον·
φεῦ γυναικὶ ἀθλίᾳ!
Πρώτῃ Ὑπατίῳ
βιότου πέρας ἐν τριακοστῇ.
Ὁ
ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ὑπάτιος, ἐκ Κιλίκων ἀνθήσας, ἐν Γάγγραις ἀρχιερατεύσας, ἐν
τῇ πρώτῃ Συνόδῳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Θεοφόρων Πατέρων εἷς γεγονώς, ὅλος
πεπληρωμένος ἦν Πνεύματος Ἁγίου. Πολλοὺς δὲ πειρασμοὺς ὑπομείνας, καὶ σημεῖα
διάφορα ἐκτελέσας, γέγονε περιβόητος.
Κωνσταντίνου
γὰρ βασιλεύοντος, τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου, δράκων τὶς πόθεν τοῖς
βασιλικοῖς ταμείοις προσπελάσας, ἐν οἷς ἅπας ὁ χρυσὸς ἐφυλάσσετο, καὶ πρὸς τῇ
εἰσόδῳ αὐτῶν ἐμφωλεύσας, πολλὴν ἀθυμίαν τῷ Βασιλεῖ προεξένησε, μηδενὸς ἐκεῖ
δυναμένου ὁπωσοῦν πλησιάσαι. Ἐν ἀμηχανίᾳ τοίνυν ὁ Βασιλεὺς ὤν, τὸν μακάριον
τοῦτον προσκαλεῖται· ὃν παραγενόμενον, μετὰ πολλῆς ὑποδεξάμενος τῆς αἰδοῦς,
περὶ τοῦ ἐπεισφρήσαντος ἀπαγγέλλει θηρός. Ὁ δὲ Ἅγιος, εἰ δυνατόν μοι, φησίν, ὦ
Βασιλεῦ, τοῦ Θεοῦ συνεργοῦντος, οὐ παραιτήσομαι ποιῆσαι τὸ προσταχθέν· καὶ μὴ
ἀθύμει, ὦ Βασιλεῦ· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, τῷ Θεῷ δυνατά.
Ταῦτα
τοῦ Ἁγίου εἰρηκότος, καὶ τοῦ δράκοντος πόῤῥωθεν ἀποδειχθέντος, ὁ Βασιλεύς, μὴ ἀσυντηρήτως, ὦ Πάτερ, φησί, τῷ θηρὶ πλησιάσῃς, καὶ πείσῃ, ὅπερ καὶ
πολλοὶ πεπόνθασιν, ἐξ ἐμῶν ἁμαρτιῶν. Καὶ ὁ μακάριος· Ἡ ἡμετέρα εὐχή, Βασιλεῦ, οὐδὲν ἰσχύει πρὸς ταῦτα, πρὸς Θεὸν δέ σου ἡ
Πίστις, καὶ ἡ τούτου μεγάλη καὶ ἀήττητος δύναμις. Τότε πεσὼν ἐπὶ τῆς γῆς,
προσηύξατο ἐφ᾿ ὥραν ἱκανήν· καὶ ἀναστάς, λέγει τῷ Βασιλεῖ· Κέλευσον γενέσθαι μεγάλην πυρκαϊὰν μέσον τῆς πλατείας ὁδοῦ, ἐν ᾧ τόπῳ ἡ
στήλη τοῦ σοῦ Πατρὸς ἵδρυται· καὶ οἱ μέλλοντες ταύτην ἀνάπτειν, προσμενέτωσαν
ἐκεῖ, τὴν ἐμὴν ἐκδεχόμενοι ἄφιξιν. Καὶ τοῦ Βασιλέως τοῦτο προστάξαντος, ὁ
Ἅγιος εἰσελθών, τὰ θύρας τῶν Βασιλικῶν ταμείων ἀνέῳξε, καὶ ἅπαντες ἔφυγον·
μήκοθεν δέ τινες ἑστῶτες καὶ βλέποντες, φόβῳ καὶ τρόμῳ συνείχοντο. Ὁ δὲ Ἅγιος,
τύπτων τὸ θηρίον δι᾿ ἧς ἐπεφέρετο ῥάβδου, ἤνυεν οὐδέν, καὶ ἡ ἡμέρα ἤδη
παρήρχετο, καὶ πάντες ᾤοντο θανατωθῆναι τὸν Ἅγιον. Ἀλλὰ τὸ ὄμμα εἰς οὐρανοὺς
ἀνατείνας, καὶ τὸν Κύριον ἐπικαλεσάμενος, τὴν ῥάβδον τῷ στόματι τοῦ θηρίου
ἐμβάλων, εἶπεν· Ἐν ὀνόματι τοῦ Κυρίου μου
Ἰησοῦ Χριστοῦ, ἀκολούθει μοι. Καὶ ὁ δράκων, ἐνδακὼν τὴν ῥάβδον, ἠκολούθει
τῷ Ἁγίῳ, ὡς ὑπό τινος διωκόμενος.
Ὁ
γοῦν μακάριος, ἐξελθὼν ἀπὸ τῶν Βασιλείων, καὶ πᾶσαν τὴν λεωφόρον διοδεύσας
μέχρι τοῦ φόρου, τὴν ῥάβδον ἕλκων ἐπὶ τῆς γῆς, δι᾿ ἧς καὶ τὸν δράκοντα, τὸ
ἄκρον ἐνδακόντα τῆς ῥάβδου καὶ συρόμενον ὑπ᾿ αὐτῆς, ἐξέπληξεν ἅπαντας. Ἦν γὰρ
φοβερὸς ὁ δράκων τὴν θέαν, ἑξήκοντα πήχεις ἔχων τὸ μῆκος, ὡς ἔλεγον. Καὶ
πλησιάσας ὁ Ἅγιος τῇ πυρκαϊᾷ, φησὶ πρὸς τὸν δράκοντα· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν ἐγὼ ὁ ἐλάχιστος κηρύσσω, εἴσελθε μέσον
τῆς πυρκαϊᾶς. Ὁ δὲ φοβερὸς ἐκεῖνος δράκων, καμάρας εἶδος ποιήσας, καὶ
ὑποκυρτώσας ἑαυτόν, καὶ μέγα ἐκταθείς, ἔῤῥιψεν ἑαυτὸν ἐν μέσῳ τοῦ πυρός, καὶ
παρανάλωμα τούτου γέγονε. Καὶ πάντες, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν,
ἐξεπλάγησαν, ὅτι τοιοῦτον φωστῆρα καὶ θαυματουργὸν ἀνέδειξεν αὐτοῖς ἐν ταῖς
ἡμέραις αὐτῶν. Τότε ὁ Βασιλεύς, τὸν Ἅγιον διαφερόντως τιμήσας καὶ εὐχαριστήσας,
τὸν χαρακτῆρα τῆς ὄψεως αὐτοῦ ἐκέλευσε σανίδι ἐντυπώσασθαι. Καὶ τούτου
γενομένου, ἐν τῷ Βασιλικῷ ταμείῳ τοῦτον ἐπέθετο, εἰς ἀποτροπὴν παντὸς ἐναντίου.
Τὸν Ἅγιον οὖν κατασπασάμενος, ἀπέστειλεν οἴκαδε.
Μετὰ
δὲ τὸ ἐξελθεῖν τὸν Ἅγιον ἐκ τῆς Πόλεως, καὶ πρὸς τὸν οἰκεῖον ἀφικέσθαι θρόνον,
οἱ τῆς Ναβάτου αἱρέσεως, φθόνον πολὺν ὠδινήσαντες κατ᾿ αὐτοῦ, ἐν οἷς εἰώθει ὁ
ἀοίδιμος διέρχεσθαι στενωποῖς καὶ κρημνώδεσι τόποις παρακαθίσαντες,
ἐγκεκρυμμένοι σὺν ῥοπάλοις καὶ ξίφεσι, τοῦ μακαρίου ἐκείνου διερχομένου,
αἰφνιδὸν ὡς ἄγριοι θῆρες ἐπαναστάντες ἐκ τῆς ἐνέδρας, ὁ μέν, ξύλῳ, ὁ δὲ, λίθῳ,
ἕτερος, ξίφει, κατὰ τοῦ κρημνοῦ τὸν Ἅγιον ἠκόντιζον. Καὶ ῥίψαντες αὐτὸν ἀπὸ τοῦ
μεγάλου ὕψους ἐπὶ τὸν κρημνόν, οὐκ ὀλίγας αὐτῷ πληγὰς ἐπέθεντο, ὡς πρὶν οἱ
Ἰουδαῖοι τῷ Πρωτομάρτυρι Στεφάνῳ. Ὁ δὲ Ἅγιος, ἐν τῷ ποταμῷ ῥιφεὶς ἡμιθανής,
μικρὸν ἀφυπνώσας, καὶ τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν διάρας, Κύριε, μὴ στήσῃς αὐτοῖς, ἔλεγε, τὴν
ἁμαρτίαν ταύτην. Καὶ ἔτι αὐτοῦ προσευχομένου, γυνή τις ἐναγὴς καὶ
ἀκάθαρτος, λίθον ἄρασα μέγαν, καὶ τὸν κρόταφον τοῦ Ἁγίου κρούσασα, τὸ
λειπόμενον τῆς ζωῆς αὐτοῦ ἀφείλετο ἡ δυστυχὴς καὶ ταλαίπωρος· καὶ ἡ μὲν τούτου
ἁγία ψυχὴ ἐν χερσὶν ἤδη ἦν τοῦ Θεοῦ· ἡ δὲ ἐναγὴς ἐκείνη γυνή, πονηρῷ πνεύματι
ληφθεῖσα, διὰ τοῦ αὐτοῦ λίθου τὸ ἴδιον ἔτυπτε στῆθος. Ὡσαύτως δὲ καὶ πάντες, οἱ
τοῦ φόνου κοινωνήσαντες, ὑπὸ ἀκαθάρτων πνευμάτων ἐπαιδεύοντο. Τὸ δὲ Λείψανον
τοῦ Ἁγίου ἐν ἀχυρῶνι τινὶ κρύψαντες, ἀνεχώρησαν· ἀλλ᾿ ὁ γεωργός, οὗ ὁ ἀχυρὼν
ἦν, εἰσελθὼν ἐπὶ τῷ δοῦναι τροφὴν τοῖς ἑαυτοῦ ζώοις, ἀκούσας οὐρανίων ᾀσμάτων
δοξολογίαν, μηνυτὴς γέγονε τοῦ μακαρίου Πατρός.
Τοῦτο
ἀναμαθόντες οἱ οἰκήτορες τῆς Πόλεως Γαγγρῶν, συνήχθησαν ἐκεῖσε, καὶ κοινῇ
θρηνήσαντες, ἔλαβον τὸ Ἅγιον Λείψανον· καὶ ἀνακομίσαντες τῇ ἑαυτῶν πόλει,
κατέθεντο ἐν ἐπισήμῳ τόπῳ. Ἡ δὲ γυνὴ ἐλθοῦσα, καὶ τύπτουσα ἑαυτὴν τῷ λίθῳ δι᾿
οὗ τὸν Ἅγιον ἔκτεινε, τοῦ θείου Λειψάνου κατατεθέντος, εὐθέως ἰάθη, ὡσαύτως καὶ
οἱ λοιποὶ τοῦ Ἁγίου φονεῖς, καὶ ἑτέρων πολλῶν ἐν τῇ τοῦ Ἁγίου κηδείᾳ
τελεσθέντων θαυμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Περσίδι
μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα
Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ
γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Αὐδᾶς,
ἐνισχύοντος ὑψίστου Λόγου,
Καθεῖλεν
ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
Ἀθλητικῷ
κλυστῆρι, τῷ πάλῳ λέγω,
Πᾶν Βενιαμὶν
ψυχικὸν κενοῖ βάρος.
Ἐν τοῖς ὄνυξι
κάλαμον δεδεγμένοι,
Σφᾶς Μάρτυρας
γράφουσιν ἄνδρες ἐννέα.
Ζώων ταμεῖα
Μαρτύρων τὰ σαρκία
Μῦς
ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν
γυμνὸς συρόμενος τελειοῦται.
Γυμνὸν
συρέντα τὸν Μένανδρον ἐν πέτραις,
Στολὴν ὁ
Χριστὸς ἐνδύει σωτηρίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες,
συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.
Φυλὴ πεσοῦσα
συγγενὴς διὰ ξίφους,
Φῦλα
τροποῦται τῶν πεσόντων ἐκ πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βλάσιος,
ὁ ἐξ Ἀμορίου, ἐν εἰρήνῃ τελειοῦται.
Καρπούς,
Βλάσιε, ἀρετῶν ἐκβλαστάνεις,
Οὕς περ
τρυγᾷς νῦν ἐν πόλῳ μετ᾿ Ἀγγέλων.
Ὁ Ὅσιος Στέφανος ὁ
θαυματουργός, ἐν εἰρήνῃ τελειοῦται.
Τὸν δὲ
Στέφανον ἀστεφῆ πῶς ἐλλίπω,
Τὸν
θαυματουργόν, ὃν στέφει Θεοῦ χάρις;
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμπαθείᾳ τελείᾳ
σεμνυνόμενος Πάτερ πτωχοῖς ἐπήρκεσας, καὶ πᾶσιν ἀῤῥωστοῦσιν, ὑγείας ἐγνωρίσθης,
ἀναμέλπουσι πρόξενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐνοχλοῦσας ἀῤῥώστοις
θεασάμενος μυίας Πάτερ ἀπήλασας, μηδολως προσπελάζειν, αὐτοῖς παρεγγυήσας, μετὰ
ταῦτα Ἀκάκιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Βότρυν ὥσπερ ἐκθλίψας τὴν
διάνοιαν οἶνον ἡμῖν ἐκέρασας, εὐφραίνοντα καρδίαν, νοήμασι μεγίστοις, καὶ βοᾷν
προτρεπόμενον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὡς αἰτίαν Σε πάντες τὴν
ἡμῶν σωτηρίας θεοχαρίτωτε, ὑμνοῦμεν καθεκάστην, οἱ δοῦλοί Σου καὶ πίστει,
μακαρίζομεν λέγοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Οἱ θεοῤῥήμονες παῖδες.
Μετὰ τῆς ἄνω χορείας
ἱεράρχα, μετὰ Ἁγίων ἁπάντων τὸν ὑπεράγιον Κύριον, ἁγιᾶσαι καὶ σῶσαι ἡμᾶς, Πάτερ
πρέσβευε.
Ἀλαλαγμῷ τοὺς βατράχους
θορυβοῦντας, γαληνοτάτῳ σου λόγῳ ἐπιτιμήσας μὴ φθέγγεσθαι, ἀλλὰ μένειν ἀλάλους,
Ἀκάκιε ἔδειξας.
Κατὰ τοῦ λήρου συγγράψας
Νεστορίου, λόγους ὡς λίθους τιμίους, τὴν Ἐκκλησίαν ἐστήριξας, ἐπὶ πέτραν
ἀμώμου, μακάριε πίστεως.
Θεοτοκίον.
Ῥεῖθρον ὑπάρχουσα Κόρη
ἀφθαρσίας, καταφθαρέντα πολλαῖς με ἁμαρτιῶν ἐπικλήσεσι, τῆς ἐν Σοὶ θεραπείας,
Παρθένε ἀξίωσον.
ᾨδὴ
θ΄. Ὄρους παρῆλθες τῆς φύσεως.
Ἰσχυροτάτῃ δεήσει σου,
Πάτερ οὐρανοὺς κλειομένους ἀνέωξας καὶ πέτραν παραδόξως πηγάζειν ἔπεισας, εἰς
δόξαν τοῦ Σωτῆρος, τοῦ σὲ δοξάσαντος Ἀκάκιε.
Ὡς μέγας ἤστραψας ἥλιος, ἐκ
Μελιτινῆς τὰς ἀκτίνας τῶν λόγων σου, θαυμάτων τε τὸ φέγγος πέμπων Ἀκάκιε καὶ
πάντας καταυγάζων, τοὺς εὐσεβῶς σε μακαρίζοντας.
Σοφίᾳ λόγων κοσμούμενος,
φέγγγει τε πολλῶν ἰαμάτων Ἀκάκιε καὶ ἀρχιερωσύνης ἐμπρέπων κάλλεσι, μετέβης τῶν
ἐν κόσμῳ, πρὸς ὑπερκόσμιον ἀπόλαυσιν.
Ἡ θεία μνήμη σου σήμερον,
τὴν ὑπ’ οὐρανὸν συγκαλεῖται ὑμνῆσαί σου, τοὺς πόνους τοὺς ἀγῶνας τὰ
κατορθώματα, Ἀκάκιε τρισμάκαρ, φωταγωγὲ τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον.
Φωτὸς τερπνὸν οἰκητήριον,
ὤφθης ἀληθῶς τοῦ πάντα φωτίσαντος, ὁλόφωτε Παρθένε διό με φώτισον, κακίᾳ
ποτισθέντα, ὅπως ἐν πίστει μεγαλύνω Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου