ΙΟΥΝΙΟΣ ΙΕ΄!!
ΙΕΡΩΝΥΜΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν
στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Γένους
τὴν λαμπρότητα, καὶ κοσμικὴν περιφάνειαν, νουνεχὲς καταλέλοιπας, σοφὲ Ἱερώνυμε,
ἔρωτι ἁγίῳ, καὶ ζωῆς ἁγίας, τὰς ἀναβάσεις μελετῶν, Χριστοῦ τοῖς ἴχνεσιν
ἠκολούθησας, πτωχεύσας δὲ τῷ πνεύματι, κατεπλουτίσθης ταῖς χάρισι, διὰ βίου
λαμπρότητος, δωρεῶν τῶν τοῦ Πνεύματος.
Γνώσεως
τῆς θύραθεν, τελειότατα φρονήματι, ἐν μεθέξει γενόμενος, σοφίας τῆς ἄνωθεν,
ἐραστὴς ἐδείχθης, καὶ τῷ Γρηγορίω, τῷ θεολόγῳ προσελθών, θεολογίας πάσης τὴν
ἔλλαμψιν, ἐδέξω Ἱερώνυμε, τῇ θεολήπτῳ καρδίᾳ σου, καὶ τοῖς πᾶσιν ἐπήγασας,
σωτηρίας διδάγματα.
Χαίρων
προσωμίλησας, ἐφέσει Πάτερ τοῦ κρείττονος, πτερωθεὶς τὴν διάνοιαν, σοφὲ
Ἱερώνυμε, τοῖς ἐν τῇ ἐρήμῳ, Ὁσίοις Πατράσι, καὶ τούτων ὤφθης μιμητής,
ἀπονεκρώσας σαρκὸς τὸ φρόνημα, καὶ βίον τὸν ἰσάγγελον, ἀσκητικῶς βιωσάμενος,
καὶ Ἀγγέλων συμμέτοχος, μετὰ τέλος γεγένησαι.
Ἤσκησας
ὡς ἄγγελος, ἐν Βηθλεὲμ Ἱερώνυμε, ἱεροῖς ἀγωνίσμασι, καὶ σκεῦος ἐπάξιον, τῆς
Τριάδος ὤφθης· ἔνθεν ἐδομήσω, Μονὰς ἁγίας τῷ Θεῷ, ὁσίων πράξεων παιδευτήρια,
καὶ τούτων ἐχρημάτισας, ὡς πλήρης θείας ἐλλάμψεως, ὑποφήτης θεόληπτος, καὶ
διδάσκαλος ἔνθεος.
Δόξα.
Ἦχος δ´.
Τῶν
ὑλικῶν φροντίδων τὸν νοῦν χωρίσας, ἐν τῇ μελέτη τοῦ θείου νόμου, ὅλον σαυτὸν
ἐπέδωκας, Ἱερώνυμε Ὅσιε· καὶ ἐν αὐτῷ τὸν τῆς σοφίας θεραπεύσας χορηγόν, ἐδέξω
παρ᾿ αὐτοῦ, τὸν θησαυρὸν τῆς χάριτος, καὶ μακαρισμοῦ θείου ἠξίωσαν καὶ νῦν τῆς
ἄνω τρυφῶν μακαριότητος, αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων...
Ἀποστιχα.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον
τὴν σὴν ψυχήν, Τριάδος Πάτερ δείξας, ἀμέμπτῳ πολιτείᾳ, φωστὴρ τῆς εὐσέβειας,
ἐγένου Ἱερώνυμε.
Στίχ.
Τὸ στόμα μου λαλήσει σοφίαν...
Χαίροις
τῶν ἀρετῶν, ὁ θεῖος ὑποφήτης, καὶ τῆς Ὀρθοδοξίας, τὸ θεηγόρον στόμα, θεόφρον
Ἱερώνυμε.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος...
Ὅλος
ἱερωθείς, ἀσκητικοῖς ἀγῶσι, θεράπων θεοφόρος, Θεοῦ τοῦ ἐν Τριάδι, ἐδείχθης
Ἱερώνυμε.
Δόξα.
Τριαδικόν.
Ἕνα
σὲ ἐν τρισί, προσώποις ὀρθοδόξως, Θεὸν λαμπρῶς κηρύττει, Τριὰς ὑπεραγία, ὁ
θεῖος Ἱερώνυμος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἥνωται
τῇ μορφῇ, ἐν σοὶ τῇ ἀνθρωπίνῃ, ὁ Λόγος ἀσυγχύτως, Παρθένε, καὶ ὠράθη, τῷ κόσμῳ
ὡς ηὐδόκησε.
Νῦν
ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΝ
ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
τοῦ κόσμου τὴν εὔκλειαν, καὶ φθαρτὴν περιφάνειαν, νουνεχὼς κατέλιπες θείῳ
ἔρωτι, τὸν σὸν σταυρὸν ἦρας Ὅσιε, καὶ χαίρων τοῖς ἴχνεσιν, ἠκολούθησας Χριστοῦ,
σεαυτὸν ἀρνησάμενος, Ἱερώνυμε· καὶ λαμπρύνας τὸν νοῦν πράξεσι θείαις, εὐσέβειας
ὑποφήτης, περιφανὴς ἐχρημάτισας.
Θεοκίνητον
ὄργανον, ἐπιπνοίας τῆς ἄνωθεν, Πάτερ Ἱερώνυμε ἀναδέδειξαι, ἐν Βηθλεὲμ ὥσπερ
ἄγγελος, βιώσας μακάριε, καὶ καθάρας σέαυτον, ὑλικῆς πάσης σχέσεως ἔνθεν
ἔβλυσας, διδαγμάτων πλημμύραν οὐρανίων, καὶ πιστῶν τὰς διανοίας, χάριτι θείᾳ
κατήρδευσας.
Ἐν
ἐρήμῳ τὸ πρότερον, τῆς Συρίας διέλαμψας, καὶ ἐπὶ τὴν Αἴγυπτον Πάτερ ὕστερον,
οἷα φιλόπονος μέλισσα, γενόμενος Ὅσιε, τῶν Ὁσίων Ἀσκητῶν, ἐμυήθης τὴν ἔλλαμψιν,
καὶ ἐσκήνωσας, ἐν τῇ γῆ τῇ ἁγία ἁγιάζων, διδαχαῖς σου ταῖς ἁγίαις, τῶν εὐσεβῶν
τὰ συστήματα.
Ἐν
τῷ βίῳ περίβλεπτος, ἀρετῶν τελειότητι, Πάτερ Ἱερώνυμε ἐχρημάτισας, καὶ ἐν σοφία
περίδοξος, ὡς πλήρης ἐλλάμψεως, τῆς του Πνεύματος σαφῶς, διὰ λόγου καὶ πράξεως,
φαίνων ἅπασιν, εὐσέβειας τὸ κάλλος θεοφόρε, καὶ ζωῆς τῆς ἰσαγγέλου, τὴν
κεκρυμμένην λαμπρότητα.
Καὶ
ἡ Ῥώμη ἐτρύφησε, τῆς πλούσιας σοῦ χάριτος, Πάτερ ἱερώτατε Ἱερώνυμε, ἡ Βηθλεὲμ
δὲ ἐδέξατο, ἀμέσως τοῦ βίου σου, τὴν αὐγὴν τὴν μυστικήν, δι᾿ ἧς κόσμῳ ὡς
πάμφωτον, ἄστρον ἐλαμψας, ἐφαπλὼν τὰς ἀκτῖνας τῶν σῶν λόγων, καὶ λαμπρύνων
θεοφόρε, Ἐκκλησιῶν τὴν εὐπρέπειαν.
Ὡς
ἐνθέως ἀκήκοας, θεολήπτῳ φρονήματι, Γρηγορίου Ὅσιε τοῦ παμμάκαρος, θεολογίας
τῆς κρείττονος, μύστης ἐχρημάτισας, ὡς δὲ φίλος ἀληθής, Αὐγουστίνου γενόμενος,
ἀπεκάλυψας, μετὰ πότμον αὐτῷ τὴν ἄνω δόξαν μεθ᾿ ὧν πρέσβευε ἀπαύστως, ταύτης
τυχεῖν τοὺς τιμῶντάς σε.
Δόξα.
Ἦχος β´.
Παντοδαπεῖ
κεκοσμημένος γνώσει, τήν του Χριστοῦ πτωχείαν ἠγάπησας, ἤ πρόσκαιρον ἔχειν
ἀπόλαυσιν, Ἱερώνυμε Ὅσιε ὅθεν πᾶσι χαίρειν εἰπών, ἀγγελικῶς τὸν βίον
διελήλυθας, καὶ τῆς ἀπ’ οὐρανοῦ σοφίας, θεοειδὴς ὤφθης μύστης, ἀνακαθάρας τὸν
νοῦν ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἐν σοι σκηνώσασα, στόμα θεῖον σὲ ἔδειξε, καὶ
ἐνάρετου βίου ὑποτύπωσιν, τῇ Ἐκκλησίᾳ Πάτερ· διὸ ἑορτάζει σου, τὴν μνήμην τὴν
πάνσεπτον.
Καὶ
νῦν. Ὁ αὐτός.
Παρῆλθεν
ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο
καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός,
δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα.(ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν· Ἰδιόμελα. Ἦχος α΄.
Τὴν
ἀληθῆ σοφίαν ποθήσας, τῶν χαμαὶ συρομένων ἀπέστης, οὐρανίῳ φρονήματι, Ἱερώνυμε
Πάτερ· καὶ ἐν ἐρήμοις τὸν Θεὸν ἐκζητήσας, τοῦ πόθου εὗρες τὴν πλήρωσιν, θεωθεὶς
ἐν μεθέξει· ὅθεν ταμεῖον τῆς χάριτος, καὶ πλοῦτος θείας ζωῆς, ἔργῳ καὶ λόγῳ
ὤφθης, τῇ τοῦ Χριστοῦ Ἐκκλησία· ταύτην γὰρ παιδεύεις, πρὸς τὸν νυμφίον καὶ
Σωτῆρα ἀφορᾶν, τὸν δωρούμενον διά σου, τοῖς πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος
β´.
Ἀγγελικὴν
ζωὴν ἑλόμενος, ἀπανθούσης εὐκλείας ἐμάκρυνας, ὡς σοφὸς καὶ ἀγχίνους, Ἱερώνυμε
Ὅσιε· καὶ τοῦ φωτὸς τὰ ὅπλα ἐνδυσάμενος, τὸν τοῦ σκότους κατηγωνίσω ἄρχοντα,
καὶ πολιτείας ἁγίας, μυσταγωγὸς ἐδείχθης ἱερός, πρὸς ἀρετὴν ἀλείφων, καὶ ὁδηγῶν
πρὸς τελειότητα, τοὺς τὸ πῦρ δεξαμένους, τῆς θείας ἀγάπης· ὁ γὰρ θεόληπτος βίος
σου, εὐσέβειας προβάλλεται καρπούς, καὶ πάντας πιστοῦται, τῆς μελλούσης δόξης
τὰς ἀπαρχάς· ἧς Πάτερ μετασχοίημεν, οἱ πόθῳ τιμῶντές σε.
Ἦχος
γ΄.
Τῷ
ἱερῷ Γρηγορίῳ μαθητευθείς, θεολογίας ἀκρίβειαν, καὶ λόγων λαμπρότητα ἐμυήθης,
θεοφόρε Ἱερώνυμε· καὶ τῶν ἀῤῥήτων τὴν γνῶσιν δεξάμενος, Εὐαγγελικῶς καινὰ καὶ
παλαιά, ἐκ τοῦ θησαυροῦ τῆς καρδίας σου ἐξήγαγες· δι᾿ ὧν τῶν μὲν πιστῶν τὰς
καρδίας ἐστήριξας, τῆς ἀληθείας τοῖς δόγμασιν, αἱρετικῶν δὲ τὰς φληναφίας
διέλυσας, τῇ ἰσχύϊ τῶν λόγων σου· Χριστὸς γὰρ ὁ διὰ σοῦ λαλῶν, δοξάζει τὸν βίον
σου, καὶ παρέχει διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Ἦχος
δ´.
Τῶν
ἀρετῶν τὴν αὔλακα τέμνων, τῆς εὐσέβειας διδάσκαλος, ἐν Ῥώμῃ ὤφθης, Θεηγόρε
Πάτερ Ἱερώνυμε· καὶ τὰ κρείττονα ζηλῶν χαρίσματα, τοῖς ἐν Αἰγύπτῳ ἀσκηταῖς
προσωμίλησας· ἐντεῦθεν ἐν Παλαιστίνη ἐπιστάς, θείων Μονῶν δομήτωρ ἐγένου, καὶ
τῆς μοναστικῆς πολιτείας ἐν Βηθλεέμ, ὑφηγητὴς ἐδείχθης θεοειδέστατος· καὶ τὴν
Ἐκκλησίαν πλουτήσας, θεοπνεύστοις συγγραφαῖς, τῆς αἰωνίου ζωῆς ἠξίωσαι,
πρεσβεύων Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. β´.
Ὅσιε
Πάτερ, τῆς ἐν πνεύματι ζωῆς, τὰς ἀναβάσεις διελθών, τῶν κατ᾿ αὐτὴν ἐπιδόσεων,
τὴν σοφίαν ἐκτήσω· ὅθεν ὡς πράξας καλῶς τοῦ Κυρίου τὸ θέλημα, ἀσφαλῶς
διδάσκεις, δι᾿ οἰκείων πόνων, τῶν ἀρετῶν τὴν ἀντιμισθίαν· καὶ τῆς αϊδίου δόξης
μετάσχων, τῷ θείῳ Αὐγουστινω ἐκκαλύπτεις, τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν.
Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Ἱερώνυμε πάνσοφε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ
νῦν. Θεοτοκίον. Θεοτόκε σὺ εἰ ἡ ἄμπελος...
Εἰς
τὸν Στίχον· Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ ἐνθεώτατος νοῦς, φιλοσοφίας μυστικῆς ἐνδιαίτημα· σοφίας τῆς κάτω στόμα, καὶ
ταμεῖον λαμπρόν, καὶ τῆς ἄνω δόξης θεῖον ἐσοπτρον, σοφὲ Ἱερώνυμε, εὐσέβειας
διδάσκαλε, ἠθῶν ἁγίων, φυτοκόμος πανάριστος, μύστης ἔνθεος, ἀρετῶν τελειότητος·
σκεῦος τὸ πολυτίμητον, τῶν λόγων τῆς χάριτος, ἀσκητικῆς πολιτείας, φοῖνιξ
γλυκύκαρπος Ὅσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίρων
ἀπὸ τῆς Ῥώμης φυγών, ἐπὶ τὴν Αἴγυπτον χωρεῖς Ἱερώνυμε, καὶ βίου τοῦ ἰσαγγέλου,
τῶν θεοφόρων ἀνδρῶν, πᾶσαν ἀνεμάξω τὴν λαμπρότητα· ἐντεῦθεν κατέλαβες, Βηθλεὲμ
τὴν ἑξάκουστον, καὶ ἐνάρετου, πολιτείας ὑπόδειγμα, τῇ ἀσκήσει σου, μονασταῖς
ἐχρημάτισας· ὅθεν καὶ τὴν ἀκρίβειαν, διδάσκεις τῆς πίστεως, καὶ τῶν Γραφῶν τῶν
ἁγίων, λογογραφεὶς τὴν εὐθύτητα, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στίχ.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις
τῆς αἰωνίου ζωῆς, ὁ κοινωνὸς καὶ κληρονόμος καὶ μέτοχος, ὁ ταύτης τῷ
Αὐγουστίνῳ, τὰς ὑπὲρ νοῦν ἀμοιβάς, καὶ τὰ ὑπὲρ λόγον Πάτερ δόματα, δυνάμει τοῦ
Πνεύματος, εἶναι φήσας ἀπόῤῥητα, γνωστὰ δὲ μόνον, τοῖς αὐτῶν μετὰ θάνατον,
ἀπολαύουσι, καθαρῶς Ἱερώνυμε. Ὅθεν σὺν τούτῳ πρέσβευε, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὡς
ἂν αὐτῶν τῆς εὐκλείας, συγκληρονόμοι γενώμεθα, οἱ πόθῳ τιμῶντες, τὴν ἐτήσιον
σοῦ μνήμην, καὶ ἀεισέβαστον.
Δόξα
Ἦχος πλ. δ´.
Τῷ
τοῦ Πνεύματος φωτί, καταλαμφθεὶς τὴν διάνοιαν, φωστὴρ ἀειφανὴς ἐν κόσμῳ, ὤφθης
σοφὲ Ἱερώνυμε· ὅλην γὰρ ἐφείλκυσας, ἐν σοι τὴν θείαν ἐπίπνοιαν, καθαρθεὶς πάσης
φθαρτῆς σχέσεως, καὶ ἀγγελικῶς πολιτευσάμενος· ὅθεν ὡς θεῖαι λαμπάδες, ἀπὸ
Ἀνατολῶν μέχρι Δυσμῶν φαίνουσιν, αἱ συνθῆκαι τῶν λόγων σου, καὶ τῷ Χριστῷ
προσάγουσι, τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν
ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὴν
σοφίαν τιμήσας Ἱερώνυμε Ὅσιε, παρ’ αὐτῆς ἐτιμήθης οὐρανίοις χαρίσμασι, καὶ
γέγονας φωστὴρ περιφανής, βιώσας ὥσπερ ἄγγελος ἐν γῇ· διὰ τοῦτο σοῦ τὴν μνήμην
τὴν ἱεράν, τελοῦμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, χάριν ἡμῖν καὶ ἔλεος.
Ἕτερον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Σοφία
καὶ χάριτι κεκοσμημένος λαμπρῶς, ὁσίως ἐβίωσας, ἐν ἐγκρατείᾳ πολλῇ, σοφὲ
Ἱερώνυμε· ὅθεν τῆς τοῦ Σωτῆρος, Ἐκκλησίας ἐδείχθης, πάμφωτος λύχνος Πάτερ,
ἀρετῶν ταῖς ἀκτῖσι· καὶ νῦν Χριστὸν δυσώπησον, ὑπὲρ τῶν τιμώντων σέ.
Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον...
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετά
τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, Ἱερώνυμε Πάτερ, ἀνέτειλας ἡμῖν · ἐναρέτοις ἰδέαις, καὶ φέγγει τῷ
τῆς χάριτος, καταυγάζεις τὰ πέρατα· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζομεν, καὶ τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σὲ μεγαλύναντα.
Θεοτοκίον.
Ἀφράστως
τὸν Χριστόν, ἀπεκύησας Κόρη, ὡς μόνη ἐκλεκτή, ἐξ αἰῶνος φανεῖσα, καὶ κόσμον
ἀνεκαίνισας, τῇ κυήσει σοῦ Ἄχραντε· ὅθεν ἅπαντες, ὡς τῆς ἡμῶν σωτηρίας,
ἀνυμνοῦμεν σέ, πηγὴν αἰτίαν καὶ ῥίζαν, καὶ πύλην οὐράνιον.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ γραμματεὺς τῆς οὐρανίου σοφίας, ὁ ἱερὸς
τιμάσθω Ἱερώνυμος· βίον γὰρ ἰσάγγελον, ἐπὶ γῆς βιοτεύσας, ὄργανον πολυφωνον,
εὐσέβειας ἐδείχθη, ἀναφωνοῦν διδάγματα ζωῆς, τοῖς προσιούσιν, αὐτῷ μετὰ
πίστεως.
Θεοτοκίον.
Ὁ
τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, ἀρχὴν λαβὼν ἐκ τῶν ἁγνῶν σοῦ αἱμάτων, δι᾿
εὐσπλαγχνίας πέλαγος ἀμέτρητον, ἄνθρωπος γεγένηται, ὁ ἢν μείνας ἀτρέπτως, καὶ
ἡμᾶς ἐῤῥύσατο, τῆς ἀρχαίας κατάρας, τοὺς ἀνυμνοῦντας Κόρη εὐσεβῶς, τῆς σῆς
λοχείας, τὸ μέγα μυστήριον.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ
σοφίᾳ τῇ θείᾳ καταυγασθείς, ὡς τὴν κάτω παιδείαν ἐκπαιδευθείς, ἀξίως τῆς
κλήσεως, τὴν ζωὴν διελήλυθας, καὶ θείων διδαγμάτων, πλημμύραν ἀνέβλυσας, ἐκ τῶν
ταμείων Πάτερ, ἀντλῶν τῶν τοῦ Πνεύματος· ὅθεν ὡς φωστῆρα, καὶ διδάσκαλον θεῖον,
τιμῶμεν τῆς πίστεως, καὶ θερμῶς ἐκβοῶμέν σοι, Ἱερώνυμε Ὅσιε πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
σου.
Θεοτοκίον.
Σαρκωθεὶς
ἐξ αἱμάτων σου τῶν ἁγνῶν, ὁ τὸ εἶναι τοῖς πᾶσι παρεσχηκώς, Θεός τε καὶ
ἄνθρωπος, τοῖς ἐν γῇ ὤφθη Πάναγνε, πρὸς οὐρανὸν ἀνάγων, τὸ γένος τὸ βρότειον,
ἔργῳ καὶ λόγῳ δείξας, πῶς δεῖ πολιτεύεσθαι· ὅθεν πρὸς εἰσόδους, τῆς ζωῆς τῆς
ἀμείνω, ἡμᾶς καθοδήγησον, διὰ βίου σεμνότητος, Θεοτόκε Πανάχραντε, πρεσβεύουσα
τῷ σῷ Υἵῳ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει,
ἀεὶ τῇ πρεσβείᾳ σου.
Τὸ
α´ Ἀντίφωνον τοῦ δ´ ἤχου καὶ τὸ Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ ὁσίου αὐτοῦ.
Στίχ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Εὐαγγέλιον
τὸ τοῦ Ἁγίου Ἀντωνίου.
Ὁ Ν´.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον.
Ἦχος πλ. β´. Στίχ. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ἀσκητικῇ
ἐμπρέψας πολιτείᾳ, τῆς θεϊκῆς χορηγίας ἐκφαίνεις τὸν πλοῦτον, Ἱερώνυμε πάνσοφε
καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, τῆς τοῦ Κυρίου σοῦ χαρᾶς ἠξίωσαι, ὡς τὸ δοθέν
σοι τάλαντον, καλῶς ἐμπορευσάμενος. Αὐτῆς καὶ ἡμᾶς, ἀξιωθῆναι πρέσβευε, Θεῷ τῷ
σὲ δοξάσαντι.
Εἶτα
οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὐ ἡ Ἀκροστιχὶς
Ἱερώνυμον μακαρίζω τὸν μέγαν. Γερασίμου.
Ἱερώνυμον μακαρίζω τὸν μέγαν. Γερασίμου.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ἱερωνύμου
τοῦ σοφοῦ θεράποντος, τῆς σῆς χρηστότητος, ταῖς πανευπροσδέκτοις, ὁ Θεὸς
δεήσεσι, τὸν νοῦν μου φωταγώγησον, καὶ παράσχου μοι λόγον, ὅπως ὑμνήσω γηθόμενος,
τούτου τὰ σεπτὰ ἀγωνίσματα.
Ἐκ
ῥίζης θείας καὶ λαμπρὰς ἐβλάστησας, ὡς κλάδος εὔκαρπος, καὶ τῆς εὐσεβείας,
γεωργεῖς τὰς χάριτας, παμμάκαρ Ἱερώνυμε, ὁλοτρόπως ποθήσας, τὴν τῆς σοφίας
λαμπρότητα, δι᾿ ἧς τῶν κρειττόνων ἠξίωσαι.
Ῥήσεσι
θείαις τοῦ Χριστοῦ ἑπόμενος, ἀνενδοιάστῳ ψυχῇ, κοσμικῆς εὐκλείας, ὁλικῶς
ἐμάκρυνας, καὶ τὸν Σταυρὸν ἀράμενος, ἠκολούθησας Πάτερ, ἀσκητικοῖς ἀγωνίσμασι,
τῷ σὲ θαυμαστῶς μεγαλύναντι.
Θεοτοκίον.
Ὡραϊσμένη
παρθενίας κάλλεσι, καὶ ἀπαστράπτουσα, τοῖς ὑπερφυέσι, Πνεύματος χαρίσμασιν,
Εὐλογημένη Πάναγνε, τὸν Ὑπέρθεον Λόγον, σωματοφόρον γεγέννηκας, κόσμον τῆς
φθορᾶς ἐκλυτρούμενον.
ᾨδὴ
γ´. Οὐρανίας ἁψῖδος.
Νοῦν
τὸν σὸν ἀνατείνων, ὁλοσχερῶς Ὅσιε, πρὸς τὴν ὑπερκόσμιον δόξαν, τοῦ
Παντοκράτορος, δόξαν ἀπέῤῥιψας, τὴν ἀπανθούσαν ἐμφρόνως, καὶ φωτὸς πεπλήρωσαι,
τοῦ ὑπὲρ ἔννοιαν.
Ὑποφήτης
παιδείας, τῆς γεηρᾶς γέγονας, ἅπαν ἐξ αὐτῆς ταμιεύσας, σοφῶς ὠφέλιμον ἔνθεν τῆς
κρείττονος, καὶ οὐρανίου σοφίας, Πάτερ Ἱερώνυμε, ὤφθης θησαύρισμα.
Μετανάστης
ἐγένου, πάσης φθαρτῆς σχέσεως, καὶ πρὸς τὰς ἐρήμους χωρήσας, νοΐ θεόφρονι, βίον
ἰσάγγελον, μετὰ σαρκὸς ἠρετίσω, Πάτερ Ἱερώνυμε, ὡς ἐνθεώτατος.
Θεοτοκίον.
Ὁ
τῶν ὅλων Δεσπότης, σάρκα ἐκ σοῦ ἔλαβεν, ἔμψυχον καὶ ἐννουν Παρθένε, ὑπὲρ
κατάληψιν, καὶ κόσμον ἔσωσε, τῆς Παλαιᾶς καταδίκης ὅθεν μεγαλύνομεν, Κόρη τὴν
δόξαν σου.
Κάθισμα.
Ἦχος γ´. Θείας πίστεως.
Θείου
Πνεύματος, τῇ ἐπιπνοίᾳ, γλῶσσαν ἔνθεον, καταπλουτήσας, μυστογράφος ἐδείχθης τῆς
χάριτος, τὴν τῶν Γραφῶν σαφηνίζων ἀκρίβειαν, καὶ ἀρετῶν ἀναπτύσσων τὴν ἔλλαμψιν
ὅθεν πρέσβευε, θεόσοφε Ἱερώνυμε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θείου
Πνεύματος, τῇ ἐπελεύσει, τὸν συνάναρχον, τοῦ Θεοῦ Λόγον, ἐν νηδύϊ σου συνέλαβες
Ἄχραντε, καὶ ἀποῤῥήτως αὐτὸν ἐσωμάτωσας, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν ὅθεν
ἅπαντες, ὑμνοῦμεν τὰ μεγαλεία σου, Παρθένε ἡμῶν μέγα ἱλαστήριον.
ᾨδὴ
δ´. Σύ μου ἰσχύς.
Νᾶμα
ζωῆς, τῆς μυστικῆς Πάτερ ἠντλησας, καὶ σοφίας, γλυκασμὸν οὐράνιον, ἐκ Γρηγορίου
τοῦ ἱεροῦ, τῶν σεπτῶν χειλέων, θεολογίας τῆς σάλπιγγος, ἐφέσει τῶν κρειττόνων,
ὡς ἐφοίτησας τούτῳ, Ἱερώνυμε μύστα τῆς χάριτος.
Μοναστριῶν,
ὑφηγητὴς ἐνθεώτατος, ἀνεδείχθης, Πάτερ Ἱερώνυμε, καὶ Μοναστῶν τύπος ἀρετῶν,
λόγῳ θεοσόφῳ, διδάσκων καὶ ὑποδείγματι· Μονὰς γὰρ δύο Πάτερ, ἐν Βηθλεὲμ
ἱδρύσας, ὁδηγὸς αὐτῶν ὤφθης καὶ στήριγμα.
Ἀποχωρῶν,
ὡς τετρωμένος τῷ ἔρωτι, τῆς ἀγάπης, τοῦ Σωτῆρος Ὅσιε, ἀπὸ τῆς Ῥώμης γνώμη στεῤῥή,
ἐπὶ τὰς ἐρήμους, τὰς τῆς Αἰγύπτου ἐσκήνωσας, μυούμενος τοῦ βίου, τῶν ἐκεῖ
ἀσκουμένων, τὰς ὑψώσεις σοφὲ Ἱερώνυμε.
Καταλιπών,
πᾶσαν φθαρτῶν περιφάνειαν, τὴν πτωχείαν, τοῦ Χριστοῦ ἠγάπησας, βίον ποθήσας
ἀσκητικόν· ἔνθεν ἑπομένως, τῇ πολιτεία σου ἔσχηκας, σὺν Παύλῃ τῇ ὁσίᾳ, χορὸν
θείων παρθένων, Ἱερώνυμε Πάτερ θεόληπτε.
Θεοτοκίον.
Ἀγγελικῶν,
σὺ διακόσμων Πανάμωμε, ἀνωτέρα, ἀσυγκρίτως πέφηνας, καὶ λαμπρότερα ὡς ἀληθῶς
τὸν γὰρ Κτίστην τούτων, καὶ βασιλέα ἐκύησας, ἡμῖν ὀδοποιούντα, σωτηρίας τὴν
τρῖβον, τοῖς ὀρθὰ Θεοτόκον φρονοῦσί σε.
ᾨδὴ
ε´. Ἵνα τί με ἀπώσω;
Ῥητορεύων
τὰ θεία, καὶ λογογραφῶν ἐν Πνεύματι Ὅσιε, στόμα θεῖον ὤφθης, καὶ σοφὸς
Ἐκκλησίας διδάσκαλος, καὶ αἱρετιζόντων, τὰς μεθοδείας διαλύεις, τῇ ἰσχύϊ τῶν
θείων ῥημάτων σου.
Ἰθυνόμενος
Πάτερ, ἐπὶ τὸν σκοπὸν τῆς ἄνωθεν κλήσεως, ἀρετῶν ἀσκήσει, Βηθλεὲμ ἐν τῇ πόλει
ἐβίωσας, ἄγγελος καθάπερ, τὰς σὰς Μονὰς ταῖς διδαχαῖς σου, ἀσφαλῶς κατευθύνων
πρὸς Κύριον.
Ζήλῳ
τῆς εὐσεβείας, Πάτερ πυρπολούμενος ψυχῆς εὐθύτητα, τὴν τοῦ Ὠριγένους, φληναφίαν
καὶ δόξαν τὴν μάταιον, λόγοις σου πανσόφοις, Ὀρθοδοξία διαλάμπων, διελέγχεις
σοφὲ Ἱερώνυμε.
Θεοτοκίον.
Ὡς
Θεὸν τετοκυῖα, τὸν ἀπεριόριστον φύσει Θεότητος, ἐν μορφῇ βροτείᾳ, ὑπὲρ λόγον
καὶ νόμον τῆς φύσεως, Κεχαριτωμένη, ἀναλλοιώτως σαρκωθέντα, τῆς ἀπάτης τοῦ
ὄφεως ῥῦσαί με.
ᾨδὴ
στ´. Ἰλάσθητί μοι Σωτήρ.
Τῆς
γνώσεως τοῦ Θεοῦ, πλήρης γενόμενος Ὅσιε, καθάρας σου τὴν ψυχήν, πάσης
ματαιότητος, πληροὶς τὰς ψυχὰς ἡμῶν, λόγοις θεοσόφοις, εὐφροσύνης τῆς του
Πνεύματος.
Ὁ
νοῦς σου θεοειδής, δι᾿ ἀρετῆς ἐχρημάτισεν, ὁ λόγος σου δαψιλής, Πάτερ ἐκ
χειλέων σου, ὡς ὕδωρ χεόμενος, ἄρδει Ἐκκλησίας, Ἱερώνυμε τὰς αὔλακας.
Νοήσαι
τῶν οὐρανῶν, τὴν δόξαν τὴν ἀνεκλάλητον, θελήσας ὁ ἱερός, Αὐγουστίνος Ἅγιε, ὑπὸ
σοῦ μεμύηται, ταύτην ἀνωτέραν, τῆς ἀνθρώπων εἶναι γνώσεως.
Θεοτοκίον.
Μαρία
Μῆτερ Θεοῦ, τῆς παρθενίας τὸ σκήνωμα, ἀγνεύειν μὲ ἐν παντί, ψυχή τε καὶ σώματι,
ἀξίωσον δέομαι, καὶ τῆς μετανοίας, ταῖς ἀκτῖσι μὲ καταύγασον.
Κοντάκιον.
Ἦχος β´. Τοὺς ἀσφαλεῖς.
Τὸν
εὐκλεῆ, τῶν ἀρετῶν διδάσκαλον, καὶ μυστικήν, τῆς εὐσέβειας σάλπιγγα, Ἱερώνυμον
τὸν μέγιστον, μελωδικὼς ἀνευφημήσωμεν ἐν κόσμῳ γὰρ ὁσίως πεπολίτευται, καὶ
μύστης τῆς σοφίας ὤφθη ἔνθεος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Ὁ
Οἶκος.
Σοφίαν
ἐκ νεότητος ποθήσας, καὶ ταύτην ὁλοτρόπως ἐκζητήσας, τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν, ὡς
σφαλλομένων νουνεχώς, ἐμίσησας τὴν σχέσιν καὶ τὸν ζυγὸν τοῦ Σωτῆρος ἄρας,
ἀσκητικῆς ζωῆς πρὸς τελειότητα ἔδραμες, ἀπαρνησάμενος σαυτόν, καὶ ἅπαν φρόνημα
σαρκός, νεκρώσας θεοφόρε ἐντεῦθεν τῇ πρὸς Θεὸν μυστικὴ ἑνώσει, ἐν μετοχῇ θείᾳ
ἐθεώθης, καὶ τῆς σοφίας τὸν δοτῆρα ἐθεράπευσας, τὸν δόντα σοι λόγον σοφίας καὶ
γνώσεως· δι’ ὅ, σοφὲ Ἱερώνυμε, μοναστῶν ὑποφήτης καὶ ἀλείπτης γέγονας, καὶ
Ἐκκλησίας λύχνος ἀείφωτος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Συναξάριον.
Τῇ
ΙΕ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἱερωνύμου.
Ἱερώνυμον
τὸν μέγαν τεθνηκότα.
Μέγας
μένει στέφανος οὐκ ἀπεικότως.
Δεκάτη
πέμπτη Ἱερωνύμοιο ἦτορ ἔνθεν ἦραν.
Οὗτος ὁ μακάριος ὥρμητο ἐκ
Δαλματίας, καὶ ἦν ἀκμάζων τῷ τετάρτῳ αἰῶνι. Γονεῖς ἔσχεν εὐσεβεῖς καὶ πλούτῳ
κομώντας, καὶ ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας καὶ γνώσεως, ὡς καὶ ἑτέρων
γλωσσῶν. Ποθῶν τὸν μοναχικὸν βίον, ἠρνήσατο πάντα καὶ ἑαυτὸν Εὐαγγελικώς, καὶ
ἀπῆλθε, πρότερον ἐν ταῖς ἐρήμοις τῆς Συρίας καὶ Αἰγύπτου, τῶν ἐκεῖσε ὁσίων
ἀσκητῶν τὰ ἱερὰ ἐν ἀσκήσει μυούμενος παιδεύματα, καὶ εἶτα ἐν Βηθλεέμ, ὄνθα
ἐγκατασταθείς, δύο ἱερὰς ἀνῳκοδόμησε μονάς, ἀνδρῶν τε καὶ γυναικῶν, ὢν ὤφθη
καθηγητὴς καὶ διδάσκαλος. Ἐφιέμενος τοῦ μεγίστου ἐν θεολογίᾳ ἀκροάσασθαι
Γρηγορίου, παρεγένετο ἐν Κωνσταντινουπόλει ὢ οἰκειωθεὶς ἐμαθήτευσε, μυηθεὶς τὰ
κρείττονα. Συνεδέδετο πνευματικὴ φιλία καὶ κοινωνία τῷ ἱερῷ Αὐγουστῖνῳ, μεθ’ οὐ
ἐν δυνάμει σοφίας καὶ λόγου ταῖς αἱρετικαῖς ἐρεσχελίαις ἀντικατέστη· ὡ,
μεταστὰς τῶν τῄδε, ἐμφανισθεὶς ἐν θεωρία, παρηγγυᾶτο ὡς πάντη ἀδύνατον γράψαι
ἀνθρώπῳ τὴν δόξαν τῆς οὐρανίου πόλεως· ἐπειρᾶτο γὰρ ὁ θεῖος Αὐγουστίνος παραστήσαι
διὰ λόγων τὴν δόξαν τῶν δικαίων ἐν οὐρανοῖς. Ἀφικόμενος εἰς Ῥώμην, μέγας ἐν
ἀρετῇ καὶ περίβλεπτος ἐν παντοδαπεῖ γνώσει ἐγνωρίσθἡ καὶ τοῖς πᾶσιν αἰδέσιμος
ἐγένετο. Συνέγραψε πλεῖστα ἐν Ἁγίῳ Πνεύματι, καὶ πόσαν αἵρεσιν ἤλεγξε καὶ τὴν
ἁγίαν Γραφὴν τῶν ζιζανίων ἐκάθηρε· καὶ γενόμενος πλήρης ἡμερῶν ἐκοιμήθη ἐν
ἔτει, υκ´ἐν Βηθλεέμ.
Ταῖς
αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, καὶ πάντων σοῦ τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Θεοῦ συγκατάβασιν.
Ἐπλήσθης
ἐλλάμψεως, τοῦ Παναγίου Πνεύματος Ἅγιε, ἁγιότητι βίου, ψυχὴν ἀγνίσας καὶ πᾶσαν
ἔννοιαν· ὅθεν τῷ κόσμῳ ὡς ἥλιος ἐλαμψας, διδασκαλίας φωτί, καταφωτίζων ἡμᾶς.
Γνωρίσας
ἐν Πνεύματι, τῷ Αὐγουστινω τῷ θείῳ Ἅγιε, ὡς ἀνέκφραστος ἐστιν, ἡ τῶν δικαίων
δόξα αἰώνιος, τοῦτον διήγειρας ψάλλειν τῷ Κτίσαντι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Ἁγίων
μιμούμενος, τῶν ἐν Αἰγύπτῳ Πατέρων Ὅσιε, τὰς λαμπρὰς ἀριστείας, καθάπερ ἄγγελος
πεπολίτευσαι, ἐν Βηθλεὲμ ἐκβοὼν Ἱερώνυμε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ναμάτων
τῆς χάριτος, ὡς πολυχεύμων κρήνη ὑπάρχουσα, Θεοτόκε Παρθένε, βλύσον μοι ὕδωρ
ζωῆς τῆς κρείττονος, καὶ τῶν παθῶν μου τὸν ῥύπον ἀπόπλυνον, ἵνα τῆς δόξης
Χριστοῦ, μέτοχος γένωμαι.
ᾨδὴ
η´. Ἑπταπλασίως κάμινον.
Γνώσεως
πάσης σκήνωμα, ἀπαθείας κειμήλιον, καὶ Ὀρθοδοξίας ἀληθὴς διδάσκαλος, φωτὸς θείου
ἐμπλεος, καὶ θησαυρὸς πολύτιμος, θείων διδαγμάτων, Ἱερώνυμε ὤφθης, βοῶν
ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐκ
Βηθλεὲμ ἐξέλαμψας, εἰς ὑφήλιον ἅπασαν, ταῖς τῶν διδαχῶν σου ὑποθήκαις πάνσοφε,
ἠθῶν καθαρότητα, καὶ ἀρετῶν λαμπρότητα, καὶ Ὀρθοδοξίας, ἐκδιδάσκων τὸ κάλλος,
καὶ πάντας διεγείρων, Ἱερώνυμε ψάλλειν Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ῥώμη
ἡ περιάκουστος, τῶν καλῶν σοῦ τρυφήσασα, τῆς ἐν σοι σοφίας ἠγάσθη τὴν ἔλλαμψιν
ἐν ταύτῃ γὰρ Ὅσιε, περιφανὴς διδάσκαλος, ὤφθης ἀληθῶς, πρὸς ἀρετὴν ἐπανάγων,
τοὺς πίστει δεχόμενους, Ἱερώνυμε Πάτερ, τῶν θείων σοῦ ῥημάτων, τὸν σπόρον
θεοφόρε.
Θεοτοκίον.
Ἁγιωτέρα
πέφηνας, τῶν ἁγίων δυνάμεων, τῆς ὑπερκοσμίου Θεοτόκε τάξεως· τὸν ταύτης γὰρ
τέτοκας, δημιουργὸν καὶ Κύριον, ἐξ ἀπειρογάμου, καὶ ἄχράντου νηδύος· διὸ
ἁγίασόν μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, Ὑπεραγία Κόρη, ἁγίαις σοῦ πρεσβείαις.
ᾨδὴ
θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Σοφίας
οὐρανίου καταυγασθείς, τῷ φωτὶ Ἱερώνυμε Ὅσιε, περιφανής, ὤφθης εὐσεβείας
ὑφηγητής, καὶ βίου ὑποτύπωσις, καὶ τῆς ἐγκράτειας ὑπογραμμός· διὸ σὲ θεοφόρε,
στεφάνῳ ἀφθαρσίας, ὁ Ζωοδότης ἐστεφάνωσε.
Ἰθύνας
σου τὸν βίον ἐπιμελῶς, πρὸς Θεὸν Ἱερώνυμε Ὅσιε, πάσῃ σπουδῇ, καὶ φρονήσει Πάτερ
καὶ ἀρετή, τῶν μοναστῶν ὑπόδειγμα, ὤφθης δι´ἀγώνων πνευματικῶν, καὶ θεῖος
μυστογράφος, τῶν θείκων λογίων, ὡς Παρακλήτου ἐνδιαίτημα.
Μεγίστης
εὐκληρίας ἐν οὐρανοῖς, ἠξιώθης σοφὲ Ἱερώνυμε, ἀσκητικῶς, δρόμον σου τελέσας τὸν
ἱερόν, καὶ τῶν Ἀγγέλων σύσκηνος, ὤφθης καὶ Ἁγίων συγκοινωνός· μεθ´ὧν ἀεὶ
δυσώπει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν εὐαγῆ μνήμην σου Ἅγιε.
Ὁσίως
ἐν σοφία παντοδαπεῖ, καὶ σεμνῆς πολιτείας τοῖς σκάμμασιν, ἐπὶ τῆς γῆς, τὸν
Χριστὸν δοξάσας ἐν οὐρανοῖς, δόξης ἐδείχθης μέτοχος, Πάτερ Ἱερώνυμε θαυμαστής.
Αὐτῆς οὖν θεοφόρε, κάμε τὸν σὲ ὑμνούντα, ταῖς σαῖς πρεσβείαις καταξίωσον.
Θεοτοκίον.
Ὑμνοῦμεν
τῆς λοχείας σου τῆς φρικτῆς, τὸ πανθαύμαστον Κόρη μυστήριον ὅτι Θεός, ὤφθη τοῖς
ἀνθρώποις σωματικῶς, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τῶν βροτῶν τὴν φύσιν
προσειληφώς, καὶ σὲ Θεογεννῆτορ, τοῦ κόσμου προστασίαν, καὶ σωτηρίαν
ἐναπέδειξε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Φιλοσοφία
κρείττονι, τὸν νοῦν καθάρας Ὅσιε, τῆς ὑπερσόφου σοφίας, λαμπρὸν δοχεῖον
ἐδείχθης, καὶ θεοφόρον ὄργανον, τοῦ Παναγίου Πνεύματος, παμμάκαρ Ἱερώνυμε, καὶ
ἀγωγῆς ἐνάρετου, τύπος δι´ἔργων ὁσίων.
Θεοτοκίον.
Χριστὸν
τὸν ὑπεράγαθον, ὑπερφυῶς κυήσασα, τὴν αἰωνίαν τῷ κόσμῳ, λύτρωσιν χορηγοῦντα,
Παρθένε ὑπεράμωμε, αὐτὸν δυσώπει δέομαι, δοῦναι κάμοι συγχώρησιν, ὧν ἔπραξα ἐν
τῷ βίῳ, καὶ σώσαι μὲ Θεοτόκε.
Εἰς
τοὺς Αἰνούς, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ´. Ὢ
τοῦ παραδόξου θαύματος!
Πάτερ
σοφὲ Ἱερώνυμε, ἀνατεθεὶς τῷ Θεῷ, καταλλήλως ἐβίωσας, ὥσπερ ἄλλος ἄγγελος, ἐν τῷ
κόσμῳ θεόληπτε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ πρὸς τὰ ἄνω κατεπειγόμενος
ὅθεν τῆς κρείττονος, δωρεᾶς ἠξίωσαι, καὶ μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, βίου
λαμπρότητι.
Πάτερ
σοφὲ Ἱερώνυμε, ἀνακαθάρας τὸν νοῦν, τῆς σοφίας τοῦ Πνεύματος, ἀνεδείχθης
ὄργανον, θείῳ φέγγει λαμπόμενος· ὅθεν τῷ κόσμῳ ζωῆς διδάγματα, ὡς ὑποφήτης
θεῖος ἐπήγασας, πάντων ἐπάρδοντα, τὰς καρδίας Ὅσιε, πρὸς ἀρετῶν, εὐκαρπίαν
ἔνθεον διὸ τιμῶμέν σε.
Πάτερ
σοφὲ Ἱερώνυμε, ἐν τῇ Συρία τὸ πρίν, καὶ Αἰγύπτῳ τὸ δεύτερον, βίον τὸν
ἰσάγγελον, πεπολίτευσαι Ἅγιε, ἐν Βηθλεὲμ δὲ τὸν θεῖον δρόμον σου, καλῶς τελέσας
πρὸς ὑπερκόσμιον, πόλιν ἀνέδραμες, πρὸς Χριστοῦ δεχόμενος, τὰς ἀμοιβάς, τῶν
κατορθωμάτων σου, τῶν θείων Ὅσιε.
Πάτερ
σοφὲ Ἱερώνυμε, τῷ ἱερῷ συνδεθείς, Γρηγορίῳ τῷ μάκαρι, θείας οἰκειώσεως, τῷ
συνδέσμῳ ἐν χάριτι, καὶ Αὐγουστίνου φίλος γενόμενος, ἀεὶ δυσώπει σὺν τούτοις
Ἅγιε, τὸν Πανοικτίρμονα, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, καὶ τῆς οἰκειώσεως,
τυχεῖν τῆς κρείττονος.
Δόξα.
Ἦχος πλ. α´.
Τῷ
λόγῳ τῆς χάριτος, τὴν θύραθεν σοφίαν εὐθύνας, πάντα τὰ σὰ διέθου εἰς ὑπουργίαν
τῆς δόξης τοῦ Χριστοῦ ἐν αὐτῷ γὰρ ζῶν καὶ κινούμενος, τῆς αἰωνίου ζωῆς τὸ
κάλλος, ὡς ἐν ἐσόπτρω ἐκφαίνεις, τῇ τοῦ βίου λαμπρότητι· καὶ τὰ ἄνω φρονεῖν καὶ
ζητεῖν, τὰς διανοίας ἡμῶν παιδεύων, φυτοκόμος ἀρετῶν, καὶ τῆς Ἐκκλησίας
κοσμήτωρ, Ἱερώνυμε Πάτερ ὤφθης. Ἀλλ’ ὡς τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον,
ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε Θεοτόκε Παρθένε...
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου