Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 7. ΟΣΙΟΣ ΣΑΒΒΑΣ ΚΑΛΥΜΝΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ Ζ΄!!
ΣΑΒΒΑΣ ΟΣΙΟΣ ΚΑΛΥΜΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Καλυμνίων ἡ νῆσοε τέρπου καὶ χόρευε, τοῦ θεοφόρου Σάββα, ἐκτελοῦσα τὴν μνήμην· ἐν σοὶ γὰρ ὥσπερ ἄστρον νεοφανές, τῇ τοῦ Πνεύματος χάριτι, ἀναδειχθεὶς ὡς βιώσας θεοπρεπῶς, καταυγάζει σε τοῖς θαύμασι.

Ἐν ταῖς ἐσχάταις ἡμέραις Σάββα μακάριε, ἀσκητικῶς βιώσας, τῶν Ὁσίων τῶν πάλαι, ἰσότιμος ἐδείχθης καὶ κοινωνός, ὡς δηλοῖ ἐνεργέστατα, ἡ εὐωδία λειψάνων σου τῶν σεπτῶν, καὶ θαυμάτων ἡ ἐνέργεια.

Τῶν εὐσεβῶν ποδηγέτης λόγῳ τῆς χάριτος, μοναζουσῶν δὲ θεῖος, ὁδηγὸς καὶ ἀλείπτης, πρὸς θείας ἀναβάσεις τῶν ἀρετῶν, τῇ σεπτῇ πολιτείᾳ σου, ὡς ἀληθῶς ἀνεδείχθης Σάββα σοφέ· διὰ τοῦτό σε γεραίρομεν.

Τῷ σῷ ἁγίῳ λειψάνῳ χαίρει καὶ γάννυται, καθαγιαζομένη, δωρεαῖς σου ἁγίαις, Κάλυμνος ἡ νῆσος Σάββα σοφέ, ᾧ καὶ πίστει προστρέχουσα, ὡς ἀρωγὸν καὶ προστάτην καὶ βοηθόν, μακαρίζει σε ἑκάστοτε.

Δόξα. Ἦχος δ΄.
Ἀσκητικὴν ἐπιδειξάμενος ζωήν, ἐνθέῳ ἔρωτι, οὐρανόφρων ὤφθης καὶ θείληπτος, ἐν παντὶ τῷ βίῳ, Σάββα Πατὴρ ἡμῶν. Τῶν γὰρ χαμαὶ συρομένων τὸν νοῦν χωρίσας, πρὸς μετάρσιον πορείαν, τῆς ἐν Θεῷ πολιτείας, ἀνεπτερώθης τῷ πνεύματι. Καὶ ἐν ὁσιότητι ἀρετῶν διαλάμψας, ἀμέμπτως Χριστῷ εὐηρέστησας, δοξάσας Ἀυτόν, ἐν ταῖς καθ’ ἡμᾶς ἡμέραις· ὅθεν τῆς ἄνω δόξης ἀξίως τετύχηκας, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τρόποις ἀσκητικοῖς, ἁμιλληθεὶς Ὁσίοις, τοῖς πάλαι Πάτερ Σάνβα, δεδοξασμένος ὤφθης, τοῦ Πνεύματος τῇ χάριτι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πλοῦτον πνευματικόν, τὸ θεῖον λείψανόν σου, ἡ Κάλυμνος πλουτοῦσα, κηρύττει Πάτερ Σάββα, τὴν χάριν τῶν θαυμάτων σου.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρει μοναζουσῶν, τὸ στῖφος Πάτερ Σάββα, τῇ σῇ καθηγεσίᾳ, καὶ θείᾳ προστασίᾳ, ὁσίως ἰθυνόμενον.

Δόξα. Τριαδικόν.
Ὦ ἄναρχε Τριάς, ὑμνοῦμέν Σου τὴν δόξαν, ὅτι τὸν θεῖον Σάββα, ὡς ἀκριβῆ Σου λάτρην, θεουργικῶς ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον.
Μύστης Σου ἀληθής, ὁ θεοφόρος Σάββας, ὡράθη Θεοτόκε· διὸ καὶ τῆς πλουσίας, εὐνοίας Σου ἠξίωται.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Γόνος γέγονας, Γάνου καὶ Χώρας, μέγα καύχημα, νήσου Καλύμνου, παμμακάριστε Σάββα Πατὴρ ἡμῶν, καὶ γὰρ ὁδὸν διελθὼν τῆς ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπετυχες, διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Καλύμνου τὸ κλέος καὶ θεῖον ἔφορον, καὶ τῶν πάλαι Ὁσίων τὸν ἰσοστάσιον, εὐφημήσωμεν πιστοὶ Σάββα τὸν Ὅσιον· ὅτι δεδόξασται λαμπρῶς, ὡς θεράπων τοῦ Χριστοῦ, θαυμάτων τῇ ἐνεργείᾳ, καὶ διανέμει τοῖς πᾶσι, παρὰ Θεοῦ χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῶν πάλαι ὁμότροπος θεοφόρων γενόμενος, ἀρετῶν λαμπρότητι Σάββα Ὅσιε, τούτων ἰσότιμος πέφηνας, ἐν δόξῃ τῇ κρείττονι, καὶ θαυμάτων δωρεᾷ, καὶ ποικίλοις χαρίσμασι, θείου Πνεύματος· διὰ τοῦτο τὴν μνήμην σου τὴν θείαν, χαρμοσύνως ἐκτελοῦμεν, πνευματικῶς ἀγαλλόμενοι.

Τὸ τῆς Θράκης ἐκβλάστημα, καὶ Καλύμνου τὸ καύχημα, καὶ μεσίτην ἔνθεον πρὸς τὸν Κύριον, τῆς ἐν τῷ Ἄθωνι Σκήτεως, Χριστοῦ τῆς Προμήτορος, γόνον τὸν πνευματικόν, καὶ φυτὸν εὐθαλέστατον, εὐφημήσωμεν, τὸν θεόφρονα Σάββα ἐπαξίως, μοναστῶν τὸ νέον γέρας, καὶ ἱερέων τὸ σέμνωμα.

Ἐκ νεότητος Ὅσιε, τῷ Χριστῷ ἠκολούθησας, πολιτείαν ἔνθεον βιωσάμενος, πρώην ἐν Σκήτῃ μὲν Ἅγιε, Ἄννης τῆς Προμήτορος, εἶτα πόθῳ δὲ θερμῷ, ἔνθα πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, ἐν Καλύμνῳ δὲ Πάτερ καταπαύσας, ἁγιάζεις ταύτην Σάββα, τῷ παναγίῳ λειψάνῳ σου.

Καὶ τῷ βίῳ θεόληπτος, καὶ τῷ τρόπῳ μειλίχιος, καὶ τῷ λόγῳ ἔμπλεως θείας χάριτος, ὡς τῆς σοφίας τῆς ἄνωθεν, πλουτήσας τὴν ἔλλαμψιν, τῇ ἀμέμπτῳ σου ζωῇ, ἀληθῶς ἐχρημάτισας, Σάββα Ὅσιε, ἐκπαιδεύων τοὺς πάντας θεοφρόνως, πρὸς μετάνοιαν γνησίαν, καὶ ἀρετῶν τὴν κατόρθωσιν.

Ὡς κατεῖδον τὸ σῶμά σου, ἀδιάφθορον Ὅσιε, φέρον θείας χάριτος τὰ γνωρίσματα, μετὰ ταφὴν πολυχρόνιον, μεγάλως ἐξέστησαν, καὶ ἐδόξασαν Χριστόν, τὸν λαμπρῶς σε δοξάσαντα, πλείστοις θαύμασι, καὶ ὀσμῇ οὐρανίου εὐωδίας· δι’ ἧς δαίμονας διώκεις, καὶ θεραπεύεις τοὺς πάσχοντας.

Ὡς προστάτην θερμότατον, ἀνυμνεῖ σε ἡ Κάλυμνος, καὶ πιστῶς προστρέχουσα τῷ λειψάνῳ σου, μετὰ δακρύων κραυγάζει σοι· Πάτερ συμπαθέστατε, καὶ ποιμὴν ἡμῶν καλέ, μὴ ἐλλείπῃς ῥυόμενος, πάσης θλίψεως, τὴν παροῦσάν σου νῆσον οὐρανόθεν, καὶ Μονήν σου τὴν ἁγίαν, σκέπε ἀεὶ καὶ περίεπε.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς νεοφανὴς ἀστὴρ ἀνέτειλεν, ὁ θεοφόρος Σάββας, ὁ ἄρτι Θεὸν δοξάσας, καὶ ταῖς νοηταῖς αὐτοῦ ἀκτῖσι, τὴν Ἐκκλησίαν καταλαμπρύνει. Δεῦτε οὖν, τὴν μνήμην αὐτοῦ ἑορτάσωμεν, τῷ παρ’ αὐτοῦ φωτὶ λαμπόμενοι, ἐν ἀγαλλιάσει βοῶντες· χαίροις, ὁ ἐν τοῖς παροῦσι χαλεποῖς καιροῖς, τὴν τελείαν ἀρετὴν κατορθώσας, καὶ τέλειος καὶ δόκιμος ἐν πᾶσι, Θεῷ ἀναφανείς· χαίροις, ὁ τῶν Ὁσίων ὁμόζηλος, καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων, κοινωνὸς καὶ ὁμόσκηνος· χαίροις, τῆς νήσου Καλύμνου ἀρωγός, τῆς Θράκης βλαστὸς ἱερός, καὶ τοῦ Ἁγιωνύμου Ὄρους κλέος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, Ὅσιε Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ νῆσος Καλύμνου, Σάββα τὸν Ὅσιον, ὡς θησαυρὸν πλουτοῦσα· ὡς ἀρετῆς γὰρ πρακτικὸς μυσταγωγός, παρὰ Θεοῦ σοι δέδοται, περιὼν μὲν τῷ βίῳ, ὁδηγὸς σωτήριος, καὶ ἀληθὴς διδάσκαλος, ἐναρέτων ἔργων. Μεταστὰς δὲ τῶν τῇδε, καὶ τῷ Χριστῷ ἀμέσως ἐγγίζων, πρεσβευτὴς πρὸς Αὐτὸν ἑτοιμότατος, καὶ φύλαξ καὶ ἔφορος, ἐν εὐκαιρίαις καὶ θλίψεσι. Καὶ τὸ σεπτὸν αὐτοῦ σκήνος, πίστει καὶ πόθῳ περικυκλοῦσα, τὴν ἐξ αὐτοῦ ἀρωματίζουσαν χάριν, καρπώθητι κράζουσα· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Ἀκολούθησας Χριστῷ ἐκ νεότητος, ἐν τῷ θελήματι Αὐτοῦ τὰ σὰ διαβήματα, κατεύθυνας Πάτερ· ἔνθα ἐν Ὄρει τοῦ Ἄθωνος, μοναστικῶς ἐγγυμνασάμενος, ἐν Παλαιστίνῃ τῇ ἁγίᾳ, ἁγιωσύνης τοὺς καρπούς, δαψιλῶς ἐγεώργησας. Τῆς σαρκὸς γὰρ τὸ φρόνημα, ὅλον μετεστοιχείωσας, πρὸς θείαν ἀγάπησιν, ἐν φόβῳ Κυρίου. Καὶ ἐν Καλύμνῳ γεγονώς, ἐξ ὧν ἐταμιεύσω ἀγαθῶν, ταύτῃ μετέδωκας, ὡς τοῦ Χριστοῦ μιμητής· διὸ Σάββα Ὅσιε, ἑορτάζομεν τὴν μνήμην σου.

Ἦχος γ΄.
Τῆς ἐναρέτου σου ζωῆς, ὁ κεκρυμμένος πλοῦτος, καὶ ἡ ἐκ Θεοῦ δοθεῖσα χάρις σοι, μετὰ τέλος ἡμῖν ἔγνωσται, ἀναφανδὸν Σάββα Ὅσιε· ὢ τοῦ θαύματος! Οἵας δόξης ἠξίωσαι, δεδοξασμένε Πάτερ, εἰς ἀμοιβὴν τῶν καμάτων σου! Τὸ γὰρ θεῖον σῶμά σου, χαριτωθὲν θείῳ Πνεύματι, καὶ λαμπρυνθὲν τῆς ἀφθαρσίας τῇ δωρεᾷ, σῶον καὶ ἄφθαρτον, ἐκ τοῦ τάφου ἀνακεκόμισται. Καὶ ὀσμὴν ζωῆς ἀποπνέον, καὶ εὐωδίαν θείαν ἀρωματίζον, ποικίλα παρέχεις ἰάματα· ᾧ πίστει καὶ δέει προσερχόμενοι, ἀποστολικῶς κραυγάζομεν· Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Δόξα. Ἦχος δ΄.
Τὸν ἐν Ὁσίοις νεοφανῆ, καὶ ἐν ἱερεῦσιν Ὅσιον, Σάββα τὸν θεόφρονα, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Τῶν γὰρ πάλαι Ὁσίων, ἀναζωγραφήσας τὴν ἀρετήν, ἐν ἑαυτῷ ἡμῖν ὑπέδειξε, τῆς μελλούσης δόξης τὰς ἀμοιβάς. Τούτων γὰρ τὰς ἀπαρχάς, ἐν Καλύμνῳ στηλογραφεῖ, ἐν τῇ πολυειδεῖ ἐκφάνσει τῆς θείας χάριτος. Καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, ἀσκητικὴν ἐπιδειξάμενος ἅμιλλαν, πρὸς βίον Πάτερ τὸν θεῖον, ἐν ὁλοτρόπῳ σπουδῇ, τῶν πάλαι Ὁσίων Σάββα Ὅσιε· ἐντεῦθεν διέπρεψας, πολιτείας λαμπρότητι, καὶ ἀπαθείας, θησαυρὸς ἐχρημάτισας, νέμων ἅπασι, κατ’ ἀξίαν τὰ πρόσφορα, λόγῳ μὲν διορθούμενος, ψυχῶν τὴν κατάστασιν, ἔργῳ δὲ θείῳ ῥυθμίζων, πρὸς ἀρετῶν τελειότητα, τούς σοι προσιόντας, καὶ αἰτούμενος τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Νέος, τῆς Ἐκκλησίας ἀστήρ, ἄρτι ἐφάνης εὐδοκίᾳ τῇ κρείττονι, λαμπόμενος ταῖς ἀκτῖσι, τῆς καθαρᾶς σου ζωῆς, καὶ τοῦ Παρακλήτου ταῖς ἐλλάμψεσι· δι’ ὧν τὴν διάνοιαν, καταυγάζεις ἑκάστοτε, τῶν Ὀρθοδόξων, πρὸς ἀγάπησιν ἔνθεον, φαίνων ἅπασιν, ἀρετῆς τὴν ἀντίδοσιν, Σάββα ἀξιοθαύμαστε, Ἁγίων ὁμόσκηνε, τῶν Καλυμνίων τὸ κλέος, Δωδεκανήσου ἀγλάϊσμα· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὤφθη, μετὰ χρονίαν ταφήν, δεδοξασμένον ἀφθαρσίας τῇ χάριτι, τὸ σκῆνός σου θεοφόρε, ἁγιασμοῦ δωρεάς, καὶ ὀσμὴν θαυμάτων παρεχόμενον· ἐντεῦθεν ἡ Κάλυμνος, θησαυρὸν ὡς οὐράνιον, τοῦτο πλουτοῦσα, ἐγκαυχᾶται τῇ δόξῃ σου, καὶ προστρέχει σοι, ἐκ μυχίων βοῶσά σοι· σκέπε καὶ δθαφύλαττε, τὴν νῆσόν σου Ἅγιε, τὴν πρὸς τὴν σὴν ἀφορῶσαν, συμπαθεστάτην ἀντίληψιν, καὶ δίδου σοῖς τέκνοις, εὐλογίαν σου τὴν θείαν, Σάββα Πατὴρ ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἡμέρας καὶ νυκτὸς μελετήσας, τῆς φθορᾶς τὸ κάλυμμα, ἀπεξεδύσω Ὅσιε. Βαβαὶ τοῦ θαύματος! Πῶς ἐν τῇ θνητῇ σαρκί σου, τῆς ἀθανασίας τὴν εἰκόνα, προτυποῖς ἐμφανέστατα; Τὸ γὰρ θεῖον σκῆνός σου, ἀφθαρτισθέν, θείῳ Πνεύματι, τῆς αἰωνίου ζωῆς, τῆς ἀποκειμένης τοῖς Ἁγίοις, μυροθήκη πᾶσι πρόκειται· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, Σάββα μακάριε, οἱ τιμῶντες τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Γόνος γέγονας, Γάνου καὶ Χώρας, μέγα καύχημα, νήσου Καλύμνου, παμμακάριστε Σάββα Πατὴρ ἡμῶν, καὶ γὰρ ὁδὸν διελθὼν τῆς ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπετυχες, διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Καλύμνου τὸ κλέος καὶ θεῖον ἔφορον, καὶ τῶν πάλαι Ὁσίων τὸν ἰσοστάσιον, εὐφημήσωμεν πιστοὶ Σάββα τὸν Ὅσιον· ὅτι δεδόξασται λαμπρῶς, ὡς θεράπων τοῦ Χριστοῦ, θαυμάτων τῇ ἐνεργείᾳ, καὶ διανέμει τοῖς πᾶσι, παρὰ Θεοῦ χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεόφωτος ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐδείχθης ἀληθῶς, προμηθείᾳ ἀῤῥήτῳ, λαμπρύνων ταῖς σαῖς χάριτις, καὶ θαυμάτων λαμπρότητι, Σάββα Ὅσιε, τῶν εὐσεβῶν τὰς καρδίας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, πιστῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸν πάντων Ποιητήν, ἐν μορφῇ τῇ βροτείᾳ, δι’ ἔλεος πολύ, ἀποῤῥήτως τεκοῦσα, ἐκαίνισας τὸ φύραμα, τῶν ἀνθρώπων τῷ τόκῳ Σου, ἀπειρόγαμε, εὐλογημένη Μαρία· ὅθεν ἅπαντες, τῶν μεγαλείων Σου Κόρη, ὑμνοῦμεν τὸ μέγεθος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ Κάλυμνος τέρπεται ὡς θησαυρὸν ἀληθῆ, τὸ θεῖόν σου λείψανον χαριτωθὲν ἐκ Θεοῦ, πλουτήσασα Ὅσιε· ὅθεν σε καὶ προστάτην, εὐμενῆ κεκτημένη, μνήμην σου τὴν ἁγίαν, ἑορτάζει βοῶσα· μὴ παύσῃ μου προστατεύειν, Σάββα Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τεχθεὶς ἐξ αἱμάτων Σου ὁ τῶν ἁπάντων Θεός, σαρκὶ ὡς ηὐδόκησεν ἄνευ τροπῆς καὶ φυρμοῦ, Παρθένε πανάμωμε, πάντων Σε ποιημάτων, ἀνωτέραν δεικνύει, κόσμου δὲ προστασίαν, καὶ προσφύγιον μέγα· τῇ Σῇ γὰρ Θεοτόκε, πρεσβείᾳ σωζόμεθα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ τοῦ Πνεύματος χάρις τοῦ παντουργοῦ, τῷ τιμίῳ λειψάνῳ σου καὶ σεπτῷ, σκηνώσασα Ὅσιε, τοῦτο ἄφθαρτον ἔδειξεν, ἀρωματίζον πᾶσιν, ὀσμὴν τὴν οὐράνιον, καὶ τῶν πιστῶν εὐφραῖνον, ἀεὶ τὴν διάνοιαν· ὅθεν καὶ θαυμάτων, ἀναβλύζον τὰ ῥεῖθρα, ἰᾶται τοὺς πάσχοντας, καὶ διώκει τοὺς δάιμονας, Σάββα Πάτερ μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Φωτοφόρε λυχνία καὶ χρυσαγής, ἡλιόμορφε θρόνε καὶ λογικέ, Χριστοῦ τοῦ Παντάνακτος, τὴν ψυχήν μου καταύγασον, ἐσκοτισμένην οὖσαν, παθῶν ἀμαυρότησι, τῇ φωτοφόρῳ λάμψει τῆς Σῆς ἀγαθότητος· ὅλῃ γὰρ καρδίᾳ, τῇ Σῇ σκέπῃ προστρέχω, τυχεῖν ἐξαιτούμενος, τῆς πλουσίας εὐνοίας Σου, Θεοτόκε κραυγάζων Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, καὶ φωτὸς τοῦ ἀΰλου, ἀκτῖνα οὐράνιον.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν πνευματικὴν ὑπελθὼν πολιτείαν, τῶν κατ’ αὐτὴν ἐπιδόσεων, ὑποτύπωσις ὤφθης. Καὶ τῶν ἐν αὐτῇ καλῶν, τὴν μετουσίαν ὑπεμφαίνων, ἐν ταπεινοφροσύνῃ καὶ πραότητι, καὶ ἀπλάστοις ἤθεσι, τὴν ζωὴν ἐκόσμησας· διὸ ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονε, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης. Οὗ καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Σάββα ἀξιάγαστε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Κάλυμνος χαίρει ἐν σοί, ὦ Σάββα. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, τῇ σῇ ἀγαθότητι, ὡς ἂν ὑμνήσω φαιδρῶς, τὸν σὸν Ὅσιον, Σάββαν τὸν θεοφόρον, τὸν ἄρτι τὸ θέλημα, τὸ σὸν τελέσαντα.
Ἁγίων τοῖς ἴχνεσιν, ἀπὸ νεότητος Ὅσιε, ἀμέμπτως ἐβάδισας, ἐν ταπεινώσει πολλῇ· ὅθεν μέτοχος, αὐτῶν τῆς εὐκληρίας, καὶ δόξης ἰσότιμος, Σάββα γεγένησαι.
Λαμπτὴρ ὡς νεόφωτος, τῇ Ἐκκλησίᾳ ἀνέτειλας, ἀκτῖσι τοῦ βίου σου, τῶν εὐσεβῶν τὰς ψυχάς, Σάββα Ὅσιε, θερμαίνων καὶ ἐγείρων, ζηλοῦν τὰ χαρίσματα, Πάτερ τὰ κρείττονα.
Θεοτοκίον.
Ὑμνοῦντα τὴν δόξαν Σου, τὴν ὑπερύμνητον Δέσποινα, παθῶν ἀδοξίας με, καὶ τυραννίδος πικρᾶς, ἀπολύτρωσαι, καὶ φόβῳ τοῦ Υἱοῦ Σου, τὸν νοῦν μο καθήλωσον, τῇ Σῇ χρηστότητι.












ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Μακρύνων οἰκείων καὶ πατρίδος, τὸν Ἄθω κατέλαβες σπουδῇ, καὶ ἐν τῇ Σκήτῃ Ὅσιε, τῆς Ἄννης τῆς Προμήτορος, μοναστικῶς ἐσκήνωσας, ἀσκητικῶς γυμναζόμενος.
Νοός σου ἁπάσας τὰς κινήσεις, ἰθύνας τῷ νόμῳ τοῦ Θεοῦ, τὸ τῆς σαρκός σου φρόνημα, ἐνέκρωσας μακάριε, καὶ τῆς ζωῆς τῷ πνεύματι, ὅλον σαὐτὸν καθυπέταξας.
Ὁσίων ὁ νέος θιασώτης, τὸ σκεῦος τῶν θείων ἀρετῶν, ἀγάπης τὸ θησαύρισμα, ὑμνείσθω θείοις ᾄσμασι, Σάββας ὁ θεοδόξαστος, τῶν Καλυμνίων τὸ καύχημα.
Θεοτοκίον.
Σκηνὴ τοῦ Θεοῦ ἁγνὴ τοῦ ζῶντος, ὑπέρτιμος ὤφθης καὶ λαμπρά, τοῦ προελθόντος Ἄχραντε, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου· διό τῶν οὐρανίων με, σκηνῶν ἀξίωσον δέομαι.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν κεκρυμμένην σου ζωὴν καὶ ἁγίαν, ὁ μεγαλόδωρος Σωτὴρ μετὰ τέλος, τοῖς εὐσεβέσι Πάτερ ἐφανέρωσεν, ἄφθαρτον γὰρ ἔδειξεν, εὐωδίαν ἐκπνέον, τὸ σεπτόν σου λείψανον, καὶ ἰάσεις παρέχον, ᾧ προσιόντες Σάββα εὐλαβῶς, ἀνευφημοῦμεν τὰ σὰ προτερήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, ἁμαρτανόντων καταφύγιον μέγα, καὶ τεθλιμμένων ἀληθὴς παράκλησις, πλῆσον τὴν καρδίαν μου, ἀληθοῦς εὐφροσύνης, ἐξ αὐτῆς διώκουσα, ἀθυμίας τὰ νέφη, καὶ τῷ φωτὶ τῶν θείων ἐντολῶν, τὰς τοῦ νοός μου, κινήσεις κατεύθυνον.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Χαίρων ἔδραμες θεόφρον, ὡς διψῶσά τις ἔλαφος, ἔνθα τοῦ Σωτῆρος, ἔστησαν οἱ πόδες οἱ ἅγιοι, καὶ τῶν ναμάτων τῆς χάριτος ἐτρύφησας, Σάββα Ὅσιε, ὁσιωθεὶς τὴν καρδίαν σου.
Ἀκακίᾳ διαπρέπων, καὶ ἀπλάστοις ἐν ἤθεσι, τῆς ἱερωσύνης, Πάτερ τὴν στολὴν περιβέβλησαι, καὶ ἱερεὺς τοῦ Σωτῆρος ὤφθης ἔνθεος, ᾧ καὶ ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ῥήσεις σου τὰς γλυκυτάτας, ἐνθυμούμεναι Ὅσιε, καὶ τῷ σῷ λειψάνῳ, πίστει καὶ χαρᾷ παριστάμεναι, αἱ σαὶ μονάστριαι πόθῳ ἐκβοῶσί σοι· σκέπε Ἅγιε, ἡμᾶς τὰ τέκνα σου πάντοτε.
Θεοτοκίον.
Ἐκ γαστρός Σου τῆς ἀχράντου, σαρκοφόρος ἀνέτειλε, τῆς δικαιοσύνης, Κόρη ὁ ἀνέσπερος Ἥλιος, Οὗ ταῖς ἀκτῖσι τὸν νοῦν μου φωταγώγησον, ἵνα κράζω Σοι· δόξα Παρθένε τῇ δόξῃ Σου.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἱέρευσας Ὅσιε, ἐν πάσῃ ὁσιότητι, καὶ ἐν εὐθυτάτῃ διανοίᾳ, τῷ Θεῷ Λόγῳ Σάββα μακάριε, καὶ ὥσπερ θυσίαν καθαράν, τούτῳ προσενήνοχας, τοὺς ὁσίους καμάτους σου.
Ἐξέστησαν ἅπαντες, ἡνίκα σου τὸ λείψανον, ἄφθαρτον καὶ πλῆρες εὐωδίας, ἀπὸ τοῦ μνήματος ἀνεκόμισαν, καὶ τῆς σῆς ἁγίας βιοτῆς, Πάτερ ἐμυήθησαν, ἐξ αὐτοῦ τὴν λαμπρότητα.
Νοσοῦσι τὴν ἴασιν, τοῖς πίστει καταφεύγουσι, Πάτερ τῇ σῇ λάρνακι παρέχεις, καὶ θεραπεύεις, δυσηκοΐαν δεινήν, τῶν τὴν σὴν ἀντίληψιν θερμῶς, αἰτουμένων Ἅγιε, ὡς θεράπων τοῦ Κτίσαντος.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ἐκ Σοῦ φανεὶς ὁ ἄκτιστος, κτίζεται ἀτρέπτως ὑπὲρ λόγον, καὶ ἀνακτίζει τὴν σαθρωθεῖσαν ἡμῶν, φύσιν παραβάσει τοῦ Ἀδάμ, μόνη παντευλόγητε, Θεοτόκε πανύμνητε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁ τῆς Καλύμνου ὑπέρμαχος, καὶ Θράκης τὸ ἐξαίρετον βλάστημα, Σάββας ὁ Ὅσιος, μεγαλυνέσθω τοῖς ᾄσμασι, τὸ τῆς Ὀρθοδοξίας νέον ἐντρύφημα.
Ἱερωσύνης κοσμούμενος, ἀμέμπτως τῷ Θεῷ ἱεράτευσας, Σάββα Πατὴρ ἡμῶν, καὶ σὺν Ἁγίοις δεδόξασαι, ἁγίως σου τὸν βίον, τελέσας Ἅγιε.
Ὡς μυροθήκη τοῦ Πνεύματος, ὀσμὴν ἀθανασίας μυρίπνοον, πνέει ἑκάστοτε, τὸ ἱερὸν Πάτερ σκῆνός σου, παθῶν τὴν δυσωδίαν, διῶκον Ὅσιε.
Θεοτοκίον.
Σαρκὶ τεκοῦσα τὸν ἄσαρκον, καὶ μείνασα Παρθένε ἀμόλυντος, μετὰ τὴν κύησιν, σαρκός μου Κόρη τὸ σύντριμμα, καὶ τῆς ψυχῆς τὴν νόσον, ἴασαι ἄχραντε.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Καλυμνίων ἡ νῆσος, τὴν ἁγίαν μνήμην σου, ἀγαλλομένῃ καρρδίᾳ, ἔσχε γάρ, ὡς θεοδώρητον ὄντως πλοῦτον, σκῆνός σου, τὸ θεοδόξαστον Πάτερ Σάββα, ᾧ προστρέχουσα ἐν πίστει, ῥῶσιν λαμβάνει, ψυχῆς καὶ σώματος.
Ὁ Οἶκος.
Ἀγαλλιᾶται ἐν χαρᾷ, Χριστοῦ ἡ Ἐκκλησία, ὁρῶσά σου τὴν ἐκ Θεοῦ, τιμὴν καὶ δόξαν τὴν πολλήν, καὶ εὔκλειαν τὴν θαυμαστήν, ἠγλαϊσμένε Πάτερ Σάββα. Σὺ γηὰρ ἐν τοῖς χαλεποῖς τούτοις καιροῖς, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἀμέμπτος, ἀληθινός, ἀκέραιος, ἄκακος καὶ ὅσιος εὑρέθης, ἀμέμπτως ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου πορευόμενος, καὶ τῶν πάλαι Ἁγίων, τὴν ἁγίαν ἐχαρακτήρισας ζωήν· διὸ Κάλυμνος ἡ νῆσος, τῶν θεοσδότων σου καλῶν πλουσίως ἀπολαύουσα, τὸ ἱερόν σου λείψανον, ὡς κιβωτὸν ἁγιασμοῦ ἐθησαύρισεν· ᾧ πανευλαβῶς σπεύδουσα, πᾶσαν καρποῦται ἐξ αὐτοῦ ὠφέλειαν, καὶ ἀεὶ λαμβάνει τὰ αἰτήματα, καὶ ῥῶσιν ψυχῆς καὶ σώματος.

Συναξάριον.
Τῇ Ζ τοῦ αὐτοῦ Μηνός, ὁ Ὄσιος Σάββας ὁ ἐν Καλύμνῳ ἀσκήσας, ἐν ἔτει 1947, ἐν εἰρήνῃ τελειοῦται.
Σάββα τοῖς πάλαι ἁμιλληθεὶς Ἁγίοις,
σὺν τούτοις δεδόξασαι θαύμασι πλείστοις.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου καὶ τῆς μητρὸς αὐτοῦ Θεοκλείας.
Καλλιόπιος ἔμπαλιν παγεὶς ξύλῳ,
τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Μαξιμιανοῦ τοῦ βασιλέως, υἱὸς γεγονὼς Θεοκλείας, τὴν εἰς Χριστὸν πίστιν δεδιδαγμένος. Ὥρμητο δὲ ἐκ Πέργης τῆς Παμφυλίας, τραφεῖς παρὰ τῇ μητρὶ εὐσεβῶς, καὶ ταῖς θείαις ἐμμελετήσας γραφαῖς. Ἐπικειμένου δὲ τοῦ κατὰ τῶν Χριστιανῶν διωγμοῦ, ἑαυτὸν ἐπιῤῥώσας, καὶ παρὰ τῆς μητρὸς παραινέσεις πρὸ τὸ θανεῖν ὑπὲρ τοῦ κατὰ Χριστὸν μαρτυρίου δεξάμενος, αὐτόκλητος ἦλθε πρὸς τὸν ἡγεμόνα Μάξιμον εἰς Πομπίου πόλιν, καὶ ἐνώπιον αὐτοῦ τὸ τοῦ Χριστοῦ ὄνομα κηρύξας, εἰς τοὐπίσω τὰς χεῖρας δεσμεῖται, καὶ μολυβδέσι τύπτεται, καὶ ἐπὶ τροχοῦ κατατείνεται, καὶ κάτωθεν πυρὶ κατακαίεται. Ἀγγέλου δὲ ἐπιστασίᾳ, ὅ,τε τροχὸς ἔστη, καὶο διεψυχράνθη τὰ πῦρ, φρικτῶς δὲ τοῖς ὁρῶσι, διασπαραχθέντων αὐτοῦ τῶν μελῶν, ὁ Ἅγιος φανείς, ἐβλήθη ἐν τῇ φυλακῇ· ἐν ᾗ ἡ μήτηρ αὐτοῦ εἰσελθοῦσα, ἀπέματτε τοὺς ἐκ τῶν τραυμάτων αὐτοῦ καταῤῥέοντας ἰχῶρας. Διαδοῦσα δὲ τὴν οὐσίαν αὐτῆς ἅπασαν πτωχοῖς, καὶ τοὺς παῖδας καὶ τὰς παιδίσκας πεντήκοντα ὄντας, ἀπαλλάξασα τῆς δουλείας, συνῆν καὶ συνέψαλλε τῷ Ἁγίῳ. Φωτὸς δὲ περὶ τὴν φυλακὴν ἐν τῷ μέσῳ τῆς νυκτὸς γενομένου, καὶ φωνῆς ἄνωθεν ἐνεχθείσης, δι’ ἧς ἡ τοῦ Μάρτυρος παῤῥησία, καὶ ὁμολογία ἐμακαρίζετο, ἔτι μᾶλλον ἐπτερώθη πρὸς τοὺς ἀγῶνας· ὅθεν ἐπὶ τούτοις ἀνένδοτος μένων, σταυρωθῆναι κατεδικάσθη. Ἐκοινώνει δὲ πάντως τῶν δεσποτικῶν Παθῶν, οὐ τῷ τοῦ θανάτου τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ καιρῷ καθ’ ὃν ταῦτα συνέβαινε, τῆς μεγάλης καὶ ἁγίας Πέμπτης ἐφισταμένης πρὸ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. Σταυρωθεὶς τοίνυν κατὰ κεφαλῆς, τοῦτο τῆς μητρὸς αἰτησαμένης, καὶ πέντε χρυσίους ἐπιδούσης ὑπὲρ τούτου τοῖς διώκταις, ἐπιγενομένης τε τῆς Παρασκευῆς περὶ τρίτην ὥραν, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Κατενεχθέντι δὲ αὐτῷ ἡ μήτηρ περιχυθεῖσα καὶ λειποψυχήσασα, ἀφῆκε καὶ αὐτὴ τὴν ψυχήν, καὶ συγκατατέθη τῷ Ἁγίῳ Μάρτυρι καὶ υἱῷ αὐτῆς

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Γεωργίου, ἐπισκόπου Μυτιλήνης
Ἔχει Μυτιλήνη σε καὶ τεθνηκότα,
ὡς ζῶντα, Γεώργιε, προστάτην μέγαν.
Οὗτος τὸν Χριστὸν ἐξ ἁπαλῶν ὀνύχων ποθήσας, τὸν μοναστὴν ὑπέρχεται βίον. Πᾶσαν δὲ ἀρετὴν ἐξασκήσας, ταπεινοφροσύνην ὡς ἄλλος οὐδεὶς ἐξησκήσατο· ἐλεήμων πάνυ γενόμενος, εἰς τὸν θρόνον Μυτιλίνης ἀνάγεται, ἐν ᾧ καλῶς διαπρέψας, καὶ τοὺς εἰκονομάχους τῷ περιόντι τῆς σοφίας ἐγκαταπλήξας, καὶ τὴν ἰδίαν πλάνην ἐπιγνῶναι τούτους ποιήσας, καὶ ἐν σώματι τελῶν διὰ τῆς ὑπερβαλλούσης ἐγκρατείας, Ἀγγέλοις ἁμιλληθείς, ντοῦ βίου μεθίσταται. Διὰ θείου ἀστέρους τῆς ἐξόδου αὐτοῦ, οὐ μόνον αὐτῷ μηνυθείσης, ἀλλὰ καὶ πάσῃ τῇ αὐτοῦ ποίμνῃ. Πηγὰς δὲ θαυμάτων ἐκ τῶν αὐτοῦ λειψάνων, τοῖς προσιοῦσι χαριζόμενος, πᾶσιν ἐστὶν ἀξιέραστος.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ρουφῖνος ὁ Διάκονος, μαχαίρᾳ τελειοῦται.
Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ῥουφῖνος,
σφάττει παλαιόν, τὸν διάβολον λύκον.

Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία Μάρτυς Ἀκυλίνη, τὰς χεῖρας ὀπίσω δεσμευθεῖσα, καὶ τὴν κοιλίαν φλεχθεῖσα, τελειοῦται.
Ὀπισθόχειρα σχοινίοις στρεβλουμένην,
ἐμπροσθίως φλέγουσι τὴν Ἀκυλῖναν.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Διακόσιοι Μάρτυρες οἱ ἐν Σινώπῃ, ξίφει τελειοῦνται.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Βυζαντίου.
Βίον βιώσας ὡς ἀσώματος Πάτερ,
κλῆρον λέληφας τὴν Ἀσωμάτων πόλιν.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν καὶ θαυματουργὸς Γεράσιμος ἐγεννήθη ἐν Ὑψωμαθείοις τῆς Κωνσταντινουπόλεως ἐκ γονέων εὐσεβῶν. Παιδιόθεν διεκρίνετο διά τε τὸ ἦθος καὶ τὴν περὶ τὰ γράμματα ἐπίδοσιν καὶ ἐπιμέλειαν, μαθητεύσας δὲ παρὰ τοῖς σοφοῖς διδασκάλοις τῆς πατρίδος του, ἐν συνεχείᾳ μετ᾽ ὀλίγα έτη ἀπὸ τῆς ἱδρύσεως τῆς Πατμιάδος Σχολῆς, ἦλθεν εἰς Πάτμον καὶ ἐμαθήτευσε παρὰ τῷ Μεγάλῳ τοῦ Γένους διδασκάλῳ Μακαρίῳ τῷ Καλογερᾷ κατὰ προτροπὴν Ἀγαπίου Βουλισμᾶ τοῦ ᾽Ιθακησίου καὶ Μανουὴλ τοῦ Ὑψηλάντου, ὅστις καὶ συνέστησεν αὐτὸν εἰς τὸν Μακάριον.
Ἀποφοιτήσας τῆς Σχολῆς προσελήφθη ὑπὸ τοῦ Μακαρίου ὡς ὑποδιδάσκαλος, δι᾿ ἀδελφικῆς δὲ φιλίας συνδεθεὶς μετ᾿ αὐτοῦ, συνηγωνίσατο μετὰ τοῦ Μακαρίου, ἐπὶ δεκαπενταετίαν σχεδὸν τὸν καλὸν ὑπὲρ τῆς παιδεύσεως τοῦ Γένους ἀγῶνα, βοηθῶν ἐν πᾶσι τῷ διδασκάλῳ καὶ ἀναλαβὼν δὲ τὴν σχολαρχίαν, τὴν αὐτὴν κατέβαλε σπουδὴν περί τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν παίδευσιν τῆς μαθητιώσης ἑλληνίδος νεότητος, ἥτις ἐν αὐτῷ διεώρα τὸν κατὰ πάντα ἄξιον διάδοχον τοῦ ἀποιχομένου μεγάλου διδασκάλου.
Τραπείσης οὖν, ἐπὶ τὰ χείρω τῆς νόσου (λιθιάσεως) ὑφ᾿ ἧς ἀπὸ πολλοῦ κατετρύχετο, δὲν ἠδυνήθη νὰ ἐξακολουθήσῃ ἐπὶ μακρὸν τὸ ἔργον τοῦτο καὶ ἠναγκάσθη νὰ ἀπέλθῃ εἰς Σμύρνην πρὸς θεραπείαν. Μὴ ἀπαλλαγεὶς ὅμως αὐτῆς, εἰ καὶ διέτριψεν ἐν Σμύρνῃ ἐν όλον ἔτος, ἐπανῆλθεν εἰς Πάτμον καὶ ἡρξατο αὖθις διδάσκων ἀλλὰ μετὰ πόνου πολλοῦ· ἀλλὰ μετ᾿ οὐ πολὺ ἠναγκάσθη νὰ διακόψῃ τὴν διδασκαλίαν καὶ ἀναθεὶς τὴν διεύθυνσιν τῆς Σχολῆς εἰς Βασίλειον τὸν Κουταληνόν, ἀπῆλθε πρὸς θεραπείαν εἰς Κρήτην, ὅπου καὶ ἐξεδήμησεν εἰς Κύριον τὸ 1740.
Οὖτος ὁ ἅγιος Γεράσιμος ἦν διαπρεπὴς λόγιος καὶ διδάσκαλος τῶν ἀρίστων, ἔξοχος δ᾿ ἐν ἀρετῇ, ἐφ῾ ᾧ καὶ συγκαταρίθμηται ἐν τοῖς ἁγίοις, ζῶν δὲ ἐπεκαλεῖτο ἄκακος. Ἔναμίλλως τῷ διδασκάλῳ διέκρινε καὶ αὐτὸν φιλοπατρία ἁγνὴ καὶ μέγας ὑπὲρ τῆς θρησκείας τῶν πατέρων ζῆλος, πασῶν δὲ τῶν χριστιανικῶν ἀρετῶν ἦν ἐργάτης ἅμα καὶ διδάσκαλος.
Τούτου τοῦ ἁγίου τὸν θάνατον μαθόντες οἱ ἐν τῆ Μονῆ τῆς Πάτμου συναδελφοὶ αὐτοῦ ἀπῆλθον εἰς Κρήτην ὅπως παραλάβωσι τὸν ἀνεκτίμητον τοῦτον θησαυρόν, ὁλόκληρον τὸ σῶμα τοῦ Ἁγίου, ἵνα ἀποθησαυρισθῇ εἰς τὴν Ἱερὰν ἡμῶν Μονήν. Ἐπὶ τούτῳ ἀντέστησαν αὐτοῖς οἱ Κρῆτες, λέγοντες, ὅτι: τηλικοῦτον θησαυρὸν ὃν ἀπέστειλεν ἡμῖν ὁ Παντοκράτωρ Θεός, ἀδύνατον ἵνα δώσωμεν εἰς ἄλλους. Τότε οἱ ἡμέτεροι ἀθυμίᾳ καὶ λύπῃ βαρυτάτῃ συσχεθέντες, μετὰ θρήνων πολλῶν παρεκάλουν αὐτοὺς λέγοντες· Δότε οὖν καὶ ἡμῖν τὴν ἁγίαν κεφαλὴν τοῦ Ὁσίου ἢ μίαν τῶν χειρῶν αὐτοῦ, ἤ τι ἄλλο μέρος τοῦ ἁγίου σώματος, ὅπως ἔχῃ τοῦτο ὡς μέγα θησαύρισμα ἡ ἱερὰ ἡμῶν Μονή, ἐν ᾗ ὁ τρισμακάριστος ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ τοὺς ἀσκητικοὺς ἀγῶνας καὶ πᾶσαν ἀρετὴν κατώρθωσεν ἐν Αὐτῆ καὶ ἐν τῷ Ἁγίῳ Σπηλαίῳ τῆς ἱερᾶς Ἁποκαλύψεως, ἔνθα ἱερατεύων ἐτύγχανεν. Ἐκεῖνοι δὲ εἶπον: Δικαία ἡ αἴτησις ὑμῶν καὶ ἡμεῖς παραδεχόμεθα· ἀλλὰ τίς τολμήσει ἀποκόψαι ἢ τὴν κεφαλήν, ἤ τι ἄλλο μέρος τοῦ σκήνους;. Οἱ δὲ ἡμέτεροι εἰς τὴν εὐσπλαγχνίαν καὶ βοήθειαν τοῦ Παντοδυνάμου Θεοῦ καταφυγόντες, ἔδωκαν γνώμην ὅπως ποιήσωσι συμφώνως ἅπαντες παννύχιον ἀγρυπνίαν μετὰ ἐνθέρμων δακρύων καὶ παρακλήσεων ὑπὲρ τοῦ τοιούτου μεγάλου καὶ ὑψηλοῦ ἔργου.
Τελεσθείσης δὲ τῆς ἀγρυπνίας, κατὰ τὸν καιρὸν τῆς Θείας Λειτουργίας ψαλλομένου τοῦ Χερουβικοῦ Ὕμνου, ὦ τῶν θαυμασίων σου Χριστὲ Βασιλεῦ!, κόπτεται αὐτομάτη ἡ ἱερὰ Δεξιὰ τοῦ Λειψάνου καὶ πίπτει ἐπὶ τοῦ τάπητος· ταύτην δὲ λαβόντες οἱ ἡμέτεροι ἀπεκόμισαν εἰς τὴν ἱερὰν ἡμῶν Μονήν, καὶ ἐν ἀργυρᾷ κεχρυσωμένη θήκῃ καταθέσαντες, ὑπάρχει πρόχειρον ἰατρεῖον ἐν πάσαις ταῖς νόσοις τῶν προσερχομένων Αὐτῆ μετ᾿ εὐλαβείας Χριστιανῶν εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ τοῦ Κυρίου ἡμῶν.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Λεύκιος, ὁ κτήτωρ τῆς Ἱερᾶς Μονῆς Κοιμήσεως Θεοτόκου Βολοκολάμσκ Ῥωσίας, ἐν ἔτει 1492, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Δανιὴλ ὁ θαυματουργός, τοῦ Περεγιασλὰβλ τῆς Ῥωσίας, ἐν ἔτει 1540, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Τύχωνος, Πατριάρχου Μόσχας.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Ἀγαπητὸς ὁ Τυφλός, ὁ ἀσκήσας ἐν τῇ Μονῇ Βαλάμῳ Φιλανδίας, ἐν ἔτει 1905, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἀκηλιδώτον ζωὴν πολιτευσάμενος Σάββα μακάριε κηλίδων καὶ μολυσμῶν, ψυχὰς ἀπεκάθηρας, πολλὰς τῷ λόγῳ σου, τῶν ἐκ πίστεως, θερμῆς προσπελαζόντων σοι, ὡς θεράποντι Κυρίου.
Βοᾷ Ὅσιε εὐφήμως σου τὰ θαύματα ἡ νῆσος Κάλυμνος ἃ ἐνεργεῖ θαυμαστῶς, τὸ θεῖόν σου λείψανον· ὅθεν καὶ σπεύδουσι, τούτῳ πάντοτε, ἐκ πάσης νήσου χαίροντες, καὶ καρποῦται τὰς αἰτήσεις.
Βίον ἔνθεον ἐβίωσας μὲν πρότερον ἐν Σκήτῃ Ἅγιε τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐν πόλει ἁγίᾳ δέ, Σιὼν διέπρεψας, ὡς θεόληπτος, καὶ ἐκ Καλύμνου ἔδραμες, πρὸς σκηνὰς τὰς οὐρανίους.
Θεοτοκίον.
Ἀνερμήνευτος ὁ τόκος Σου καὶ ἄφραστος πέλει πανάχραντε τὸν γὰρ τῶν ὅλων Θεόν, ἐν Σοὶ σωματούμενον, ἀῤῥήτως ἔσχηκας, καὶ ἐκύησας, Αὐτὸν ὥσπερ ἠθέλησε, σώζοντα τοὺς Σὲ ὑμνοῦντας.




ᾨδὴ η᾿. Παῖδας εὐαγεῖς.
Γνώσει τῆς ζωῆς τῆς μακαρίας, καὶ ταύτης τῶν ἐναρέτων ἐπιδόσεων, διαλάμπων Ὅσιε, οἷα πρακτικώτατος, ἐργάτης θείων πράξεων ἔνθους ὑπούργησας, ἐν Μάνδρᾳ, Νεκταρίου τοῦ θείου, μεθ’ οὗ Πάτερ Σάββα, τῆς ἀνω τρυφᾷς δόξης.
Ἔνδυμα τὸ τῆς ἱερωσύνης, ὃ Πάτερ ἀξίως περιβέβλησαι, ἱεροῖς καμάτοις σου, καὶ σεπτοῖς ἱδρῶσί σου, λαμπρότερον ἀνέδειξας καὶ ἱερώτερον, μεθ’ οὗ καί, ἀνελήλυθας Σάββα, εἰς ναὸν τὸν ἄνω, τῆς δόξης τοῦ Κυρίου.
Ῥῶσιν καὶ ταχεῖαν θεραπείαν, ἡ χεὶρ ἡ ἐξηραμμένη καὶ παράλυτος, ἐκ τοῦ θείου σκήνους σου, γυναικὸς τῆς σώφρονος, εὑροῦσα Σάββα Ὅσιε, πάντας ἐξέπληξεν, εὐθὺς γάρ, ὑγιὴς καθωράθη, καὶ τῶν σῶν θαυμάτων, ἐκήρυττε τὴν χάριν.
Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε, ἡ μόνη τὸν Θεὸν Λόγον σωματώσασα, πάντας ἐπανάγοντα, πρὸς τὴν πρώτην εὔκλειαν, ἐξ ἧς πάλαι πεπτώκαμεν, φθόνῳ τοῦ ὄφεως, ἐκ πάσης, γεηρᾶς προσπαθείας, ὕψωσον τὸν νοῦν μου, πρὸς ἔρωτα τὸν θεῖον.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Στέφος εὐπρεπές, καὶ δόξα ἀΐδιον Πάτερ εὑράμενος, ὡς καλῶς τελέσας σου, τὸν τῆς ἀσκήσεως δρόμον Ὅσιε, ὁρᾷς Ἀγγέλων τάγματα, καὶ φῶς τὸ ἄδυτον, καὶ Ἁγίων, τάξεσιν ἠρίθμησαι, ὡς αὐτῶν μιμητὴς καὶ ὁμότροπος
Ἴασαι ἡμῶν, ψυχῶν τὰ νοσήματα Σάββα μακάριε, καὶ σωμάτων κούφισον, ἅπαντα πόνον τῇ ἐπισκέψει σου· σὲ γὰρ προστάτην ἔχομεν καὶ ἀντιλήπτορα, καὶ τῇ θείᾳ, σκέπῃ σου προστρέχομεν, ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Μέγαν ἀρωγόν, ἡ Κάλυμνος ἔσχε σε Σάββα μακάριε, προμηθείᾳ κρείττονι· διὸ καὶ πίστει ἀνακραυγάζει σοι· ἀεὶ σκέπε με Ἅγιε, καὶ Χριστῷ πρέσβευε, σὺν τῷ θείῳ, Χριστοδούλῳ σώζεσθαι, Δωδεκάνησον πᾶσαν ἐκ θλίψεων.
Ὅρμημα παθῶν, θλιβόντων με Ἅγιε, καὶ τυραννούντων με, στῆσον τῇ σῇ χάριτι, καὶ ἐκ τοῦ πλούτου τῶν χαρισμάτων σου, μετάδος τῇ καρδίᾳ μου, πρὸς γνῶσιον κρείττονα, καὶ τὸν ὕμνον, τὸν παρόντα δέξαι μου, Πάτερ Σάββα ὡς δῶρον εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὕψιστον Θεόν, σαρκὶ ὁμιλήσαντα ἐκ τῶν αἱμάτων Σου, πλούτῳ ἀγαθότητος, κυοφορήσασα ὑπὲρ ἔννοιαν, εὐλογημένη πάναγνε, τὸν νοῦν μου ὕψωσον, χαμαιζήλων, ἐννοιῶν καὶ λόγων τε, πρὸς ὑψώσεις ἀγάπης τοῦ Κτίσαντος.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου νῆσος Κάλυμνος, ἐν κόλποις σου κατέχουσα, τὸ χαριτόβρυτον σκῆνος, Σάββα τοῦ θεοφόρου, τοῦ ἄρτι ἀναλάμψαντος, ἀσκητικοῖς χαρίσμασι, καὶ σοὶ ἀεὶ βραβεύοντος, τὰς δαψιλεῖς χορηγίας, τῆς ἑαυτοῦ χορηγίας.
Θεοτοκίον.
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν ἀνθρώπων στήριγμα, καὶ προστασία τοῦ κόσμου, οἱ ἅπερ Μήτηρ Κυρίου, ὑπάρχεις παναμώμητε, Κυρία μου καὶ Δέσποινα· διὸ κἀμὲ ἀπάλλαξον, τῆς τῶν παθῶν δυναστείας, καὶ σῶσόν με παρ’ ἐλπίδα.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Σάββα, θεοφόρε Ὅσιε, τῆς ἐναρέτου ζωῆς, ἐραστὴς ἐνθεώτατος, ὤφθης ἐκ νεότητος, ἀνενδότῳ φρονήματι· ὅθεν Κυρίῳ κατηκολούθησας, πάντας τὸν κόσμον, ἀπαρνησάμενος· ὢ οἵας χάριτος, ἀληθῶς ἠξιώσαι παρὰ Θεοῦ! ὡς βίον οὐράνιον, πολιτευσάμενος.

Σάββα, θεόφρον Πατὴρ ἡμῶν, νεοφανὴς ὡς ἀστήρ, τοῖς πιστοῖς ἀνατέταλκας, καὶ αὐγάζεις Ἅγιε, ταῖς ἀκτῖσι τοῦ βίου σου, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα, Ὀρθοδοξίας, φαίνων τὴν ἔλλαψιν· ὢ τῶν χαρίτων σου! Δι’ ὧν τὴν σκοτόμαιναν τὴν χαλεπήν, λύεις τῶν αἱρέσεων, καὶ νέφη θλίψεων.

Σάββα, Καλύμνου τὸ καύχημα, σὲ παιδευτὴν ἱερόν, καὶ διδάσκαλον ἔνθεον, ζῶντα ἐπλουτήσαμεν, λόγοις ἅμα καὶ πράξεσι, καὶ μετὰ τέλος προστάτην μέγιστον, καὶ πρὸς τὸν Κτίστην, πρέσβυν θερμότατον· ὅθεν τὸ σκῆνός σου, πίστει προσπτυσσόμενοι τὸ ἱερόν, καθαγιαζόμεθα, ψυχὰς καὶ σώματα.

Ὢ τοῦ παραδόξου θαύματος! Μετὰ ταφὴν ἱεράν, καὶ χρονίαν κατάθεσιν, ἐν τῷ τάφῳ Ἅγιε, ἀδιάφθορον δέδοται, τοῖς εὐσεβέσι τὸ θεῖον σῶμά σου, εὐωδιάζον καὶ πλῆρες χάριτος· ὢ τῆς μεγίστης σου, δωρεᾶς ἧς ἔτυχες παρὰ Θεοῦ! ἐξ ἧς καὶ τοῖς τέκνοις σου, μετάδος Ὅσιε.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῶν ἀρετῶν τὴν τρίβον, ἀκλινῶς ἐβάδισας, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐκ χειρὸς Κυρίου ἐδέξω. Πάντα γὰρ τὰ σὰ ἀναθεὶς τῷ Σωτῆρι, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν ῥυθμίσας, τῶν γεηρῶν ὑπερίπτασο, ὡς ἐν ἀσύλῳ θησαυρῷ τὸν νοῦν τηρήσας ἐκ τῶν ἐν κόσμῳ ἡδέων, καὶ τῶν σκανδάλων τοῦ ὄφεως. Καὶ ἐν ἀληθεῖ ὁσιότητι, θεοειδὴς γενόμενος, τῶν ἀπ’ αἰῶνος Ἁγίων, τῆς στάσεως ἠξίωσαι. Μεθ’ ὧν Χριστὸν ἱκέτευε, Σάββα παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῆς Καλύμνου ὁ ἀρωγός, καὶ Δωδεκανήσου, λαμπαδοῦχος νεοφανής· χαίροις ὁ παρέχων, τοῖς πάσχουσι τὴν ῥῶσιν, ὦ Σάββα θεοφόρε, Ὁσίων σύσκηνε.
Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, τὴν πιστῶς τιμῶσαν, τὸ σὸν λείψανον τὸ σεπτόν, καὶ ναυτιλλομένοις, καὶ πᾶσι Καλυμνίοις, ὦ Σάββα θεοφόρε, βοήθει πάντοτε.


























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κοινωνὸς τῶν ἀπ’ αἰῶνος Ὁσίων, καὶ τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ Καλυμνίων μέγα καταφύγιον, δίδου τὰ αἰτήματα, τοῖς πιστῶς προσιοῦσι, Σάββα Πάτερ Ὅσιε, τῷ σεπτῷ σου λειψάνῳ, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, παρὰ Κυρίου, ἐξαίτει ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δίδου, ὦ Σάββα, ἡμῖν σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τοῦ Πνεύματος ἱερόν, Σάββα θεοφόρε, τὰς δεήσεις τῶν εὐσεβῶν, δέχου πατρικῇ σου συμπαθείᾳ, καὶ πᾶσι δίδου τὴν χάριν σου Ὅσιε.
Ἰδού σοι προσήλθομεν εὐλαβῶς, καὶ τῶν σῶν λειψάνων προσπτυσσόμεθα τὴν σορόν, ὡς ἂν κομισώμεθα ἐκ ταύτης, ἁγιασμὸν καὶ παθῶν ἀπολύτρωσιν.
Δυνάμεις θαυμάτων ὡς ἐνεργῶν, θαυμάστωσον Πάτερ, τὴν σὴν χάριν καὶ ἐν ἐμοί, καὶ παῦσον ψυχῆς μου τὴν ὀδύνην, ὡς τοῦ Χριστοῦ μιμητὴς Σάββα Ὅσιε.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, φωτὶ τῆς θερμῆς Σου προστασίας, τὰ τῶν παθῶν ἡμῶν νέφη διάλυσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπὸ πλήθους πταισμάτων καταβληθεὶς γέγονα, δοῦλος τῶν παθῶν θεοφόρε, νοΐ ἀγνώμονι, ἀλλ’ ἡ πρεσβεία σου, ἐξαγαγέτῳ με Πάτερ, τῆς παρούσης θλίψεως, καθικετεύω σε.
Ὡς θερμόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχει σε προνοίᾳ Κυρίου, ἡ νῆσος Κάλυμνος· διὸ καὶ κράζει σοι· ἐκ πειρασμῶν καὶ κινδύνων, ἀσινῆ με φύλαττε, Σάββα μακάριε.
Στηριγμὸς κλονουμένων ὡς ἀληθῶς πέφηνας, Πάτερ ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐν θείῳ Πνεύματι· διὸ κλονούμενον, κἀμὲ ἐχθροῦ ἐπηρείαις, ἐν τῷ φόβῳ στήριξον, Σάββα τοῦ κτίσαντος.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς αἴτιον, καὶ μετὰ τὸν τόκον Παρθένος, ἄφθορος μείνασα, θεοχαρίτωτε, φθοροποιῶν νοημάτων, τὴν ψυχήν μου λύτρωσαι, τῇ Σῇ χρηστότητι.
Διάσωσον, τοὺς προσιόντας τῇ θήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάβης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ ἀντιλήπτωρ μέγιστος, καὶ σκέπη στεῤῥά, τῶν Καλυμνίων πέφηνας· διὸ τὴν σὴν βοήθειαν, καθ’ ἑκάστην αἰτοῦμεν βοῶντές σοι· μὴ παύσῃ διέπειν καὶ φρουρεῖν, ὦ Σάββα ἡμᾶς τοὺς σὲ γεραίροντας.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βοηθὸς ἐν ταῖς θλίψεσι, καὶ ἐν τοῖς κινδύνοις ῥύστης ὀξύτατος, Πάτερ Σάββα ἔσο πάντοτε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Βρύει χάριν ἀέναον, ἡ τοῦ σοῦ λειψάνου θήκη μυρίπνοος, καὶ ἰᾶται Σάββα Ὅσιε, τὰ δυσώδη πάθη, θείῳ Πνεύματι.
Ἀσθενοῦσι τὴν ἴασιν, δίδου Πάτερ Σάββα ὡς συμπαθέστατος, καὶ κυβέρνα ἀσφαλέστατα, τοὺς ναυτιλλόμενος τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τὴν ἐσκοτισμένην ψυχήν μου πάθεσι, τῇ πρεσβείᾳ Σου καταύγασον, καὶ τῷ θείῳ φόβῳ με συνέτισον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, Καλυμνίων ὤφθης Ἅγιε· διὰ τοῦτο ἀποδίωκε ἀεί, ἀφ’ ἡμῶν τὰ τοῦ ἐχθροῦ πικρὰ σκάνδαλα.
Ἴασαι δεινάς, ἀσθενείας Σάββα Ὅσιε, τῶν σπευδόντων τῇ ἁγίᾳ σου σορῷ, καὶ αἰτούντων τὴν ταχεῖάν σου ἀντίληψιν.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ παντοίων θλιβερῶν ἐπιφορῶν, Πάτερ Σάββα ἀβλαβεῖς ἡμᾶς διάσωζε.
Θεοτοκίον.
Σκέπη ἀσφαλής, τῶν ἀνθρώπων καὶ διάσωσμα, τῶν ποικίλων τοῦ ἐχθροῦ ἐπιβουλῶν, σκέπασόν με Θεοτόκε τὸν ἱκέτην Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγίασεν, ἐν ἐσχάτοις σε χρόνοις, Ὃν ἐδόξασας Θεὸν τῷ σῷ βίῳ, Σάββα θεόφρον· διὸ ἁγιάζεις, ἁγιασμῷ τοῦ ἁγίου λειψάνου σου, τοὺς τρυχομένους χαλεπῶς, ἐναγέσι παθήμασιν Ἅγιε.
Ναμάτων, πεπληρωμένος ἀΰλων, θεοδόξαστε Πατὴρ ἡμῶν Σάββα, καθάπερ ὕδωρ ζωῆς ἀναβλύζεις, τὸν γλυκασμὸν τῆς δοθείσης σοι χάριτος, καὶ τὴν πικρίαν τῶν δεινῶν, ἐξ ἡμῶν ἀπελαύνεις ἑκάστοτε.
Χειρί σου, τῇ πατρικῇ θεοφόρε, ἀσφαλῶς τοὺς ἐν θαλάσσῃ κυβέρνα, καὶ δίδου εὔπλοιαν τούτοις παμμάκαρ, τρικυμιῶν καὶ κινδύνων ῥυόμενος, καὶ ἔσο Σάββα νοερῶς, κυρβενήτης αὐτοῖς ἀσφαλέστατος.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τετοκυῖα, ἐκλυτρούμενον ἡμᾶς τῆς κατάρας, εὐλογημένη θεόνυμφε Κόρη, ἁμαρτανόντων θερμὸν ἱλαστήριον, ἁμαρτιῶν μου τῶν πολλῶν, ἱλασμὸν καὶ τὴν ἄφεσιν αἴτησαι.
Διάσωσον, τοὺς προσιόντας τῇ θήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάβης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Καλυμνίων θερμῶς προϊστάμενος, ὡς δοξασθεὶς τῇ τοῦ Πνεύματος χάριτι, παρέχεις τοῖς χρήζουσι πάντοτε, τὴν σὴν ταχεῖαν ἐν πᾶσι βοήθειαν· διό σε ὑμνοῦμεν, Σάββα Ὅσιε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄστρον ὡς νεόφωτον, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι Πάτερ ἔλαμψας, καὶ φωτὶ Ὅσιε, τῶν σῶν θαυμασίων, ἀπελαύνεις τὴν σκοτόμαιναν, παθῶν καὶ θλίψεων, τῶν προσπελαζόντων τῇ σκέπῃ σου, καὶ νέμεις τοῖς αἰτοῦσί σε, χάριν καὶ ὑγείαν καὶ ἔλεος· διό σοι βοῶμεν· μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, Σάββα θεόφρον μακάριε, ὑπὲρ τῶν τιμώντων σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥέει ἄφθονος χάρις ἐκ τοῦ θείου λειψάνου σου Σάββα Ὅσιε, καὶ παύει τὰς ὀδύνας, καὶ λύει ἀῤῥωστίας, καὶ παρέχει ἑκάστοτε, τοῖς προσιοῦσι πιστῶς, χαρὰν καὶ εὐφροσύνη.
Ἰατρεύσας τὴν χεῖραν τὴν ξηρὰν οῦ γυναίου τοῦ προσελθόντος σοι, ἰάτρευσον παμμάκαρ, κἀμοῦ τοῦ σοῦ ἱκέτου, τῆς ψυχῆς τὰ συντρίμματα, καὶ καχεξίας δεινάς, πικρῶς με τυραννούσας.
Νοσημάτων παντοίων θεραπεύεις τοὺς πίστει σοι καταφεύγοντας, καὶ λύεις Πάτερ Σάββα, δεινὴν δυσηκοΐαν, καὶ ψυχῶν τὴν κατήφειαν, τῶν ἐκβοώντων θερμῶς, τὸ θεῖον ὄνομά σου.
Θεοτοκίον.
Γνώρισόν μοι τὴν τρίβον τὴν σωτήριον Κόρη ἐν ᾗ πορεύσομαι, δεινῶς γὰρ ἐπλανήθην, τῶν θείων ἐνταλμάτων, ἀλλὰ Σύ με ἀνθέλκυσον, καὶ πρὸς ὁδὸν ἀσφαλῇ, ἴθυνον τὴν ζωήν μου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ πάσης νήσου, τοὺς καταφεύγοντας Πάτερ, τῷ λειψάνῳ σου εὐλόγει οὐρανόθεν, καὶ χορήγει τούτοις, ὦ Σάββα τὰς αἰτήσεις.
Ῥῶσιν εὑρίσκει, πᾶς προσιὼν τῇ σῇ θήκῃ, Σἀββα Ὄσιε καὶ οἴκοι ἐπιστρέφει, πλήρης εὐφροσύνης, κηρύττων σου τὴν χάριν.
Ἄνωθεν σκέπε, τὴν σὴν Μονὴν θεοφόρε, καὶ τὴν Κάλυμνον σύμπασαν τὴν σὴν νῆσον, ἣν παρὰ Κυρίου, ὡς σχοίνισμα ἐκτήσω.
Θεοτοκίον.
Σαρκὶ τεκοῦσα, τὸν ὑπερούσιον Λόγον, ἀειπάρθενε Μαρία Θεοτόκε, Τοῦτον ἐκδυσώπει, εἰρήνην δοῦναι κόσμῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺς ἡ προϊοῦσα, ἐκ τοῦ σοῦ λειψάνου, τὰς ἀσθενείας ἰᾶται ἑκάστοτε, τῶν προσιόντων σοι Σάββα, θερμῆς ἐκ πίστεως.
Μὴ παύσῃ προστατεύων, ταύτης σου τῆς νήσου, τῆς πλουτησάσης τὸ θεῖόν σου λείψανον, καὶ κεκτημένης σε Σάββα, μέγα προσφύγιον.
Ὁ μέγας τῆς Καλύμνου, ῥύστης καὶ προστάτης, τοὺς Καλυμνίους τὰ τέκνα σου Ὅσιε, οἷα πατὴρ πάσῃ ὥρᾳ φιλόστοργος.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, τοῦ Ποιητοῦ καὶ κτισμάτων μεθόριον, τῆς αἰωνίου με δόξης, μέτοχον ποίησον

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, τῆς Θράκης ὁ γόνος, καὶ Καλύμνου ἡ καλλονή· Σάββα θεοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ πάντων τῶν Ἁγίων ὁ ἰσοστάσιος.
Ὅλῃ τῇ καρδίᾳ καὶ τῇ ψυχῇ, Χριστὸν ἀγαπήσας, ὤφθης ἔνθους τῇ ἀρετῇ, καὶ σαὐτὸν καθάρας, προσύλου προσπαθείας, τοῦ Πνεύματος ἐγένου, σκεῦος πολύτιμον.
Βρύει τῶν λειψάνων σου ἡ σορός, χάριν ἰαμάτων, χορηγίᾳ τῇ θεϊκῇ· ὅθεν Πάτερ Σάββα, οἱ ταύτῃ προσιόντες, κομίζονται ὑγείαν, ψυχῆς καὶ σώματος.
Χαίροις τῆς Καλύμνου θεῖος πυρσός, καὶ Δωδεκανήσου, ἐγκαλλώπισμα ἱερόν, καὶ τῆς ἐν τῷ Ἄθῳ, Σκήτης Ἁγίας Ἄννης, βλαστὸς ὁ θεοφόρος, Σάββα πανόσιε.
Χαίρει ἡ Μονή σου ἡ ἱερά, ἔχουσα ἐν κόλποις, τοῦ λειψάνου σου τὴν σορόν, Σάββα θεοφόρε, καὶ εὐλαβῶς βοᾷ σοι· ὁδήγει καὶ νῦν Πάτερ, ἡμᾶς πρὸς Κύριον.
Τοὺς ναυτιλλομένους καὶ ἐν μακρᾷ, πλέοντας θαλάσσῃ, διαφύλαττε ἀβλαβεῖς, καὶ τοῖς θλιβομένοις, καὶ πάσχουσι ποικίλως, δίδου ὦ Πάτερ Σάββα, τὴν σὴν βοήθειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Πάτερ τῷ σεπτῷ σου λειψάνῳ, σκέπε καὶ φύλαττε, πάσης περιστάσεως, καὶ πειρασμῶν χαλεπῶν, τοῖς ἐν βίῳ δὲ κάμνουσι, καὶ πάσχουσι μάκαρ, δίδου τὴν ἐκλύτρωσιν, ὡς συμπαθέστατος, πάντας δὲ τοὺς πλέοντας σκέπε, τῶν ἐν τῇ θαλάσσῃ κινδύνω, θεοφόρε Σάββα τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου