Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 28. ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ ΒΕΡΡΟΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΣ ΚΗ΄!!
ΑΡΣΕΝΙΟΣ ΒΕΡΡΟΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν διάνοιαν, πρὸς τὸν Θεὸν ἀνατείνων, βίον ἐνθεώτατον, ἀρεταῖς κοσμούμενον ἔσχες Ἅγιε, καὶ ποιμὴν ἄριστος, τῆς Βεῤῥοίας ὤφθης, εὐδοκίᾳ τῇ τοῦ κρείττονος, καὶ ιαθωδήγησας, τὸν λαὸν Κυρίου Ἀρσένιε, πρὸς τρίβον τὴν σωτήριον, τῇ διδασκαλίᾳ τῆς γλώσσης σου· ὅθεν καὶ ἀθλήσας, νομίμως δι’ ἀγάπην τοῦ Χριστοῦ, διπλῶν στεφάνων ἠξίωσαι, παρὰ τοῦ Παντάνακτος.

Λάμπων θείῳ Πνεύματι, ὡς ἀληθὴς Ἱεράρχης, τοῦ λαοῦ σου πρόμαχος, ὤφθης ἀπροσμάχητος ἰερώτατε, καὶ στεῤῥπως ἤνεγκας, ὁρμὰς τῶν βαρβάρων, ὧν τὸ θράσος καὶ τὴν ἔπαρσιν, εἰς γῆν κατέβαλες, ὅπλοις εὐσεβείας καὶ χάριτος, καὶ μαρτυρίου αἵμασι, τὴν στολήν σου Πάτερ ἐφοίνιξας· ὅθεν σου τὴν μνήμην, τελοῦντες τὴν σεπτὴν χρεωστικῶς, Ἱερομάρτυς Ἀρσένιε, πόθῳ σε γεραίρομεν.

Ἤνεγκας στεῤῥότατα, τὰς τῆς σαρκὸς ἀλγηδόνας, καὶ πληγὰς καὶ μάστιγας, καὶ καθείρξεις Ἅγιε ὡς ἀσώματος, τῆς σεπτῆς ποίμνης σου, θεολήπτῳ γνώμῃ, προθυόμενος Ἀρσένιε, ὡς ποιμὴν ὡς γνήσιος, καὶ τοῦ Ἀρχιποίμενος πρόβατον· ἐντεῦθεν καταβέβληκας, τῶν υἱῶν τῆς Ἄγαρ τὸ φρύαγμα, καὶ Χριστῷ προσήχθης, ὡς θῦμα καὶ θυσία καθαρά, καθικετεύων ἑκάστοτε, ὑπὲρ τῶν τιμώντων σε.

Ξίφει τὸν αὐχένα σου, ἀποτμηθεὶς Ἱεράρχα, ῥείθροις τῶν αἱμάτων σου, τῆς Βεῤῥοίας ἅπασαν τὴν γῆν ἤρδευσας, καὶ φυτὸν πάγκαρπον, ἐξ αὐτῆς προῆλθεν, διατρέφον τὰς ψυχὰς ἡμῶν, καρποῖς τῆς πίστεως, καὶ τῆς ἀληθοῦς ἐπιγνώσεως, καὶ ψυχικῆς στεῤῥότητος, καὶ ἐλευθερίας τῆς κρείττονος· ὅθεν σε τιμῶμεν, ὡς μύστην καὶ θεράποντα Χριστοῦ, Ἱερομάρτυς Ἀρσένιε, Βεῤῥοιαίων στήριγμα.

Δόξα. Ἦχος β’.
Τῶν ἀρετῶν τὴν αὔλακα τέμνων, ἱερωσύνης ἐκληρώσω τὴν στολήν, καὶ εὐσεβείας τοῖς καρποῖς, τὴν σὴν ποίμνην διέθρεψας, Ἱεράρχα Ἀρσένιε. Τῷ γὰρ λόγῳ τῆς χάριτος, τῶν πιστῶν παιδεύων τὸ φρόνημα, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, μαρτυρικοῖς πόνοις ὡμίλησας, ἀθλητικὸν ὑπελθὼν ἀγῶνα. Καὶ νῦν τῆς ἄνω ζωῆς λαβόμενος, ὑπὲρ ἡμῶν ἱκέτετε, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλην σου τὴν ζωήν, θελήματι τῷ θείῳ, Ἀρσένιε ἰθύνων, ἐν αἵματι οἰκείῳ, τὴν σὴν στολὴν ἐλάμπρυνας.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἤνεγκας καρτερῶς, τυραννικὴν μανίαν, ὡς θεῖος Ἱεράρχης, ὑπὲρ τῆς εὐσεβείας, λαμπρῶς ἀγωνιζόμενος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Βέῤῥοια τὴν σεπτήν, μνήμην σου ἑορτάζει, τῇ σῇ ποιμαντορίᾳ, ἐνθέως καυχωμένη, Ἱερομάρτυς ἔνδοξε.

Δόξα. Τριαδικόν.
Σύνθρονε παντουργέ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον, πρεσβείαις εὐπροσδέκτοις, τοῦ Σοῦ Ἱερομάρτυρος.

Καὶ νῦν. Θεοτοκίον.
Κόλπων τῶν πατρικῶν, μὴ ἀποστὰς ὁ Λόγος, ἐν Σοὶ Κόρη ηὐλίσθη, καὶ ὤφθη τοῖς ἀνθρώποις, τεχθεὶς ἐκ τῶν αἱμάτων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖος πρόεδρος, Βεῤῥοίας ὤφθης, καὶ ἑδραίωμα, τοῦ σοῦ ποιμνίου, Ἱερομάρτυς θεόφρον Ἀρσένιε· ὡς ὑπὲρ ταύτης οὖν χαίρων ἠγώνισαι, πάσης αὐτὴν διαφύλαττε θλίψεως, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πάτερ Ἀρσένιε φωτί, ἀρετῶν λαμπόμενος, ἀρχιερεὺς ὤφθης ἔνθεος, βουλῇ τῇ ἄνωθεν, καὶ Μαρτύρων πόνοις, τὴν δοθεῖσαν χάριν σοι, ἐσφράγισας ἀθλήσας στεῤῥότατα· διὸ τὴν μνήμην σου, Βεῤῥοιαίων ἡ Μητρόπολις, ἑορτάζει πόθῳ εὐφημοῦσά σε.

Πάτερ Ἀρσένιε ποιμήν, ὤφθης ἀληθέστατος, ὡς τοῦ Χριστοῦ μύστης γνήσιος· διὸ προτέθυσαι, θεολήπτῳ γνώμῃ, ὑπὲρ τῶν προβάτων σου, καὶ ἤσχυνας ἀνόμων τὸ φρύαγμα, τῇ καρτερίᾳ σου· διὰ τοῦτο διπλοῦν στέφανον, ἐκομίσω παρὰ τοῦ Παντάνακτος.

Πάτερ Ἀρσένιε ἐν σοί, χαίρει θείῳ Πνεύματι, ἡ ἱερὰ κληρουχία σου, ὕμνοις τιμῶσά σε, ἡ ἐν τῇ Βεῤῥοίᾳ, Ἐκκλησίᾳ Ἅγιε, κηρύττουσα τὸν ἔνθεον βίον σου, καὶ τὰ παλαίσματα, τῆς ἁγίας σου ἀθλήσεως· δι’ ὧν ταύτην, ἐν Χριστῷ ἐστήριξας.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ποιμένα καὶ πρόεδρον, καὶ διδάσκαλον ἔνθεον, καὶ τεῖχος ἀπόρθητον καὶ ἑδραίωμα, ἡ Ἐκκλησία γεραίρει σε, Βεῤῥοίας Ἀρσένιε, ἣν ἐποίμανας καλῶς, ὑπὲρ ἧς καὶ τὸ αἷμά σου, Πάτερ κέχυκας, ἐκτελοῦσα τὴν μνήμην σου τὴν θείαν, ἣν περίσωζε ἐκ πάσης, ἐπιβουλῆς τοῦ ἀλάστορος.

Οὐ τυράννων τὸ φρύαγμα, οὐ βασάνων ἠ ἔφοδος, τῆς ψυχῆς σου ἔσεισαν τὴν ἀκρόπολιν· σὺ γὰρ ὡς ἄσαρκος ἤνεγκας, στρεβλώσεις καὶ μάστιγας, καὶ κακώσεις τῆς εἱρκτῆς, Ἱεράρχα Ἀρσένιε, καὶ ἐστήριξας, θεμελίῳ τῆς πίστεως θεόφρον, τῶν πιστῶν τὰς διανοίας, ὡς ἀῤῥάγεστατος πρόβολος.

Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὴν στολὴν τὴν ὑπέρτιμον, ἱερῶς ἐφοίνιξας ἱερώτατε, καὶ τῆς ἀπάτης τοὺς ἄνθρακας, εἰς τέλος κατέσβεσας· διὰ τοῦτο οἱ πιστοί, ὡς σοφὸν Ἱεράρχην σε μακαρίζομεν, καὶ ὡς Μάρτυρα θεῖον τοῦ Σωτῆρος, καὶ μεσίτην ἡμῶν μέγαν, πρὸς τὴν Τριάδα Ἀρσένιε.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἀστὴρ φαεινὸς ἀνέτειλεν, ἡ τοῦ Ἱερομάρτυρος Ἀρσενίου μνήμη, τὴν Ἐκκλησίαν εὐφραίνουσα· ὑπὲρ ταύτης γὰρ στεῤῥῶς ἀθλήσας, τοὺς υἱοὺς αὐτῆς παιδεύει τὰ κρείττονα, καὶ πάντας διεγείρει, βοῆσαι αὐτῷ· χαίροις, ὁ τοῦ Εὐαγγελίου ἐργάτης ἀληθής, καὶ τοῦ Χριστοῦ μιμητὴς πανάριστος· χαίροις, ὁ προθύμως τυθεὶς ὑπὲρ τῶν προβάτων, ἐν μαρτυρικοῖς ἄθλοις, καὶ ἀνδρείᾳ ψυχῆς, τῶν ἀντικειμένων καταπαλαίσας τὰς τάξεις· χαίροις, ὁ τῆς Βεῤῥοίας ποιμήν, καὶ λύχνος φωταυγής, τῆς Μακεδονίας καύχημα, καὶ τῆς Ἑλλάδος ἁπάσης, ἱερὸν ἀγλάϊσμα. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Ἱερομάρτυς ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγάλλεται ἐνθέως, ἡ πόλις Βεῤῥοίας, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Ἱερομάρτυς Ἀρσένιε· εὐσέβειας γὰρ τοῖς δόγμασι, ταύτην ἐτείχησας, ἱερουργῶν ὁσίως, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον. Καὶ τὴν ζωὴν εὐκαίρως προϊέμενος, θάνατον προείλου, ἵνα ταύτην Χριστῷ προσαγάγῃς, ἀσινῆ καὶ ἀπήμαντον, ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἐπιβουλῆς. Καὶ τῇ στεῤῥᾷ ἀθλήσει σου, ἐπὶ πλεῖον στηριχθεῖσα τῇ καλῇ ὁμολογίᾳ, τὰ σὰ κηρύττει προτερήματα, τῷ Σωτῆρι βοῶσα· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Ταῖς ἀρεταῖς κοσμήσας τὸν βίον, τὴν ἐξ ὕψους ἐνεδύσω δύναμιν, ὡς τῆς Τριάδος θεράπων γνήσιος, Ἱεράρχα Ἀρσένιε· ἐν σοφίᾳ γὰρ λόγων, καὶ ἔργων λαμπρότητι, καὶ χρηστότητος πλούτῳ, τὴν ἐν σοὶ ἐκφαίνων δωρεάν, ἐν ταῖς ὁδοῖς Κυρίου κατεύθυνας, τὴν τοῦ Χριστοῦ ἐκλογάδα. Καὶ μυστικαῖς θυσίαις, τῶν ψυχῶν τὸν ῥύπον ἀφαιρῶν, ἀμέμπτως ἱεράτευσας, τῷ Σωτῆρι τῶν ὅλων. Οὗ τοῖς ἴχνεσι πιστῶς ἀκολουθῶν, τὸν θάνατον Αὐτοῦ ἐζήλωσας, χερσὶν ἀνόμων τυθείς. Ἀλλ’ ὡς τῆς ἄνω ζωῆς μέτοχος, καὶ Μαρτύρων κοινωνός, ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τὴν ἱερατικὴν ἀμπεχόμενος στολήν, τῆς σῆς ποίμνης πρόμαχος, ἀκλινὴς καὶ ἀήττητος ὤφθης, Ἱεράρχα Ἀρσένιε· ἐν ἀνδρείᾳ γὰρ ψυχῆς, τῷ ἐπελθόντι ἀντετάξω ἐχθρῷ, καὶ τῷ οἰκείῳ ὑποδείγματι ἐπαίδευσας, τῶν πιστῶν τὸ φρόνημα, ὑπερορᾶν μὲν σαρκός, καὶ τὸν θησαυρὸν τῆς πίστεως διαφυλάττειν ἄσυλον· ὡς γὰρ χρυσὸς ἐν καμίνῳ, ταῖς αἰκίαις δοκιμασθείς, τυραννικὴν εἷλες ὠμότητα, καὶ μαρτυρικὴν ἐπλούτησας λαμπρότητα. Καὶ νῦν Χριστῷ παρεστώς, ὡς Ἱερομάρτυς ἔνδοξος, πρέσβευε Ἅγιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ὡς Ἱεράρχης ἔνθεος, θεοπρεπῶς ἐποίμανας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, θεοφόρε Ἀρσένιε· ἀποστολικῷ ζήλῳ κοσμούμενος· ὡς δὲ Μάρτυς ἀληθής, τῶν παθῶν τοῦ Σωτῆρος, τὸν ἀλαζόνα ἐχθρὸν κατηγωνίσω, συμμαχίᾳ τῇ ἄνωθεν. Καὶ δι’ ἀμφοτέρων δόκιμος φανεὶς Κυρίῳ, τῆς ἄνω Βασιλείας τὸ δηνάριον ἔλαβες, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης. Πρέσβευε οὖν μακάριε, θανάτου ἁμαρτία ςῥύεσθαι, τοὺς τελοῦντας τὴν μνήμην σου.
Καὶ νῦν...Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον.Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Βεῤῥοίας λαμπτήρ, Μακεδονίας τὸ περίβλεπτον καύχημα, Ἀρσένιε Ἱεράρχα, ὁ τὴν ψυχήν σου τιθείς, ὑπὲρ τῶν προβάτων ὡς ὁ Κύριος, υἱῶν τῆς παιδίσκης γάρ, ἐπελθόντων τῇ ποίμνῃ σου, οἷάπερ λύκων, ὑπομείνας τὴν ἔφοδον, τῆς ἀθλήσεως, ἐκομίσω τὸν στέφανον· ὅθεν ἡ κληρουχία σου, τῷ θείῳ σου Αἵματι, καταρδευθεῖσα πλουσίως, ἀνθεῖ ἀεὶ τὴν εὐσέβειαν, καὶ σὲ μακαρίζει, ἐκτελοῦσά σου τὴν μνήμην, τὴν ἀεισέβαστον.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Χαίροις, Ἀρχιερεῦ τοῦ Χριστοῦ, Εὐαγγελίου ὁ ἐργάτης ὁ δόκιμος, ὁ θρέψας λόγῳ σου θείῳ, τῶν εὐσεβῶν τὰς ψυχάς, ὡς σοφίας πλήρης καὶ συνέσεως, ὁ ζήλῳ τῷ κρείττονι, καὶ ἀγάπης πληρώματι, πάντων προκρίνας, τὸν ἐπώδυνον θάνατον, τὴν ἀθάνατον, προξενοῦντά σοι ἔλλαμψιν· ξίφει γὰρ τὸν αὐχένα σου, τμηθεὶς ἐναπέτεμες, τῆς δυσσεβείας τὸ θράσος, Ἱερομάρτυς Ἀρσένιε. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Πᾶσαν, τῶν διωκτῶν τὴν ὁρμήν, ἀπεριτρέπτῳ ὑπομείνας φρονήματι, ὡς μύστης τῆς θείας δόξης, καὶ Ἱεράρχης σοφός, καὶ τῆς Ἐκκλησία στῦλος ἄσειστος, μαστίγων τὴν ἔφοδον, καὶ ὀνείδη καὶ σκώμματα, νοΐ τελείῳ, ὑπερεῖδες Ἀρσένιε, καὶ νενίκηκας, ἐν Χριστῷ τῷ Σωτῆρί σου· ὅθεν ἡ τῆς Βεῤῥοίας σε, γεραίρει Μητρόπολις, ὡς εὐκλεῆ ποιμενάρχην, καὶ ἀντιλήπτορα μέγιστον, ᾗ δίδου ὑψόθεν, τῆς θερμῆς σου εὐλογίας, Πάτερ τὰς χάριτας.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ οἰκείῳ αἵματι, τὴν καλὴν κυρώσας ὁμολογίαν, τῶν πιστῶν τὰς ψυχὰς ἐστήριξας, ἐν ταῖς θλίψεσι, μὴ πτύρεσθαι, Ἱεράρχα Ἀρσένιε· ἀνενδότῳ γὰρ ψυχῇ, ὑπὲρ τῆς ποίμνης προείλου θανεῖν, τυραννικὴν ὑπεριδὼν ἰταμότητα, ὡς τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἑπόμενος. Καὶ νῦν τῆς δόξης Αὐτοῦ, θεωρὸς χρηματίζων, ὑπὲρ ἡμῶν ἱκέτευε, Ἱερομάρτυς μακάριε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖος πρόεδρος, Βεῤῥοίας ὤφθης, καὶ ἑδραίωμα, τοῦ σοῦ ποιμνίου, Ἱερομάρτυς θεόφρον Ἀρσένιε· ὡς ὑπὲρ ταύτης οὖν χαίρων ἠγώνισαι, πάσης αὐτὴν διαφύλαττε θλίψεως, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ὄρθρος φαεινός, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, τῆς Βεῤῥοίας τῇ πόλει, ἣν πόθῳ ἑορτάζοντες, Βεῤῥοιαίων συστήματα, ἐκβοῶμέν σοι· Ἱερομάρτυς Κυρίου, ῥύου πάντοτε, τὸν σὸν λαὸν πάσης βλάβης, παμμάκαρ Ἀρσένιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀθλήσει ἐλάμπρυνας τὴν ἱεράν σου στολήν, καὶ πᾶσαν κατέβαλες τῶν τῆς παιδίσκης υἱῶν, βουλὴν τὴν παράνομον· ὅθεν τοῖς Βεῤῥοιεῦσι, τοῖς ἐν σοὶ καυχωμένοι, αἴτει παρὰ Κυρίου, οἰκτιρμῶν θείων δόσεις· Ἀρσένιε παμμάκαρ, Ἀγγέλων συνόμιλε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχης ἐδείχθης Χριστοῦ θεόληπτος, ἱερατεύσας ὁσίως τῷ ἐν ὑψίστοις Θεῷ, καὶ Μαρτύρων κοινωνὸς Πάτερ γενόμενος, κατεπάτησας στεῤῥῶς, τοῦ ἐχθροῦ τὰς μηχανάς, ἀθλήσει σου τῇ ἁγίᾳ· διό σε Χριστὸς ὁ Λόγος, λαμπρῶς ἐδόξασεν Ἀρσένιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀπαρνησάμενος αὐτόν, εὐαγγελικῶς τῷ κόσμῳ διέπρεψας, Ἱεράρχα Ἀρσένιε. Καὶ τῆς λαχούσης σοι ποίμνης προμηθούμενος, πρὸς ἀθλητικοὺς ἀπεδύσω ἀγῶνας, ἀλογήσας τῆς σαρκός, καὶ οἰκείοις πάθεσιν Χριστὸν δοξάσας. Οὗ τῆς δόξης νῦν ἐντρυφῶν, ὑπὲρ ἡμῶν ἱκέτευε, Ἱερομάρτυς δεόμεθα.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Αἶνον εἰσφέρω τῷ Ἀρσενίῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Αΰλοις λαμπόμενος φωτοχυσίαις, Χριστοῦ τοῦ παντάνακτος, Πάτερ Ἀρσένιε, λάμψον μοι φῶς τῷ νοΐ, ὅπως ὑμνήσω ἐν ᾠδαῖς, τὴν θείαν μνήμην σου.
Ἰσχὺν τὴν ἀήττητον, ἐξ ὕψους ἔχων, ὀφρὺν τὴν ἀτίθασον, εἰς γῆν κατέβαλες, Ἀγαρηνῶν ἀσεβῶν, καὶ ἠγωνίσω ἀνδρικῶς, ὑπὲρ τῆς ποίμνης σου.
Ναὸς θείου Πνεύματος, ὢν Ἱεράρχα, δοχεῖα ἐτέλεσας, Τριάδος ἔμψυχα, διδασκαλίᾳ σοφῇ, τῶν εὐσεβούντων τὰς ψυχάς, καὶ χαίρων ἤθλησας.
Θεοτοκίον.
Ὀρέων ὑπέρτερον, ἀΰλων ὤφθης, τὸ ὄρος τὸ ἅγιον, τοῦ Παντοκράτορος, ὡς ὁ Προφήτης βοᾷ· Παρθενομῆτορ Μαριάμ, Χριστὸν κυήσασα.

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Νόμου τῆς χάριτος τὴν ἔλλαμψιν, πᾶσιν ἀναπτύσσων Ἀρσένιε, λύεις τὸν ζόφον τῶν παθῶν, διδαγμάτων λαμπρότησι, καὶ Κυρίῳ ἱεράτευσας, θεόφρον ὡς ἄγγελος.
Ἐν Ἱεράρχαις ἱερώτατος, ὤφθης θεοῤῥῆμον Ἀρσένιε, καὶ ἐναθλήσας καρτερῶς, Ἀθλοφόρος περίδοξος, τοῦ Σωτῆρος ἀναδέδειξαι· διὸ εὐφημοῦμέν σε.
Ἰσχὺν λαμβάνει ἐν ταῖς θλίψεσι, βλέπων ὁ λαὸς τῆς Βεῤῥοίας σε, ὑπὸ χειρῶν τῶν δυσσεβῶν, αἰκιζόμενον Ἅγιε, καὶ ψυχῆς σου τὴν στεῤῥότητα, Ἀρσένιε ἤνεσε.
Θεοτοκίον.
Σεσαρκωμένον τὸν πρὶν ἄσαρκον, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον, τέξασα Κόρη ὑπὲρ νοῦν, τοὺς ἀνθρώπους ἀπήλλαξας, τῆς ἀρχαίας παραβάσεως, αἰνοῦντας τὴν δόξαν Σου.

Κάθισμα. Ἦχος α’. Χορὸς ἀγγελικός.
Ὑπῆλθες ἀνδρικῶς, τῶν Μαρτύρων τὸ σκάμμα, Ἀρσένιε σοφέ, ποιμενάρχα Βεῤῥοίας, καὶ θῦμα εὐπρόσδεκτον, σεαυτὸν προσενήνοχας, τῷ παντάνακτι, τιθεὶς χερσὶ τῶν ἀνόμων· ὅθεν ἅπαντες, Ἱερομάρτυς τιμῶμεν, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.





ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Φωτισμῷ θείου Πνεύματος, φωστὴρ νεόφωτος ἀνεδείχθης, Ἐκκλησίας Πάτερ Ὅσιε, ὑπὲρ ἧς καὶ ἤθλησας, γνώμῃ θεολήπτῳ Ἀρσένιε.
Ἐντολῶν τοῦ παντάνακτος, καλλιεργῶν τὸν θεῖον σπόρον, καρδιῶν Πάτερ ταῖς αὔλαξι, πολὺν καρπὸν ἤνεγκας, τῷ σὲ θαυμαστῶς ἱκανώσαντι.
Ῥωμαλέως ἀνθέστηκας, τῶν παρανόμων ταῖς ἐπινοίαις, καὶ τῆς τούτων βλάβης Ὅσιε, τὴν σὴν ποίμνην ἔσωσας, οἷάπερ ποιμὴν γνησιώτατος.
Θεοτοκίον.
Ὡς τεκοῦσα τὸν Κύριον, τῆς τοῦ δραπέτου κυριαρχίας, λύτρωσαί με τὸν ἱκετήν Σου, Κόρη παντευλόγητε, καὶ τῷ θείῳ φόβῳ με τείχισον.

ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην.
Τὴν σὴν ἀνδρείαν ἔπτηξεν, ἐχθρὸς δυσμενής· σὺ γὰρ ὥσπερ ἄλλου ὑπέμεινας πάσχοντος, πικρὰς βασάνους Πάτερ Ὅσιε· δι’ ὧν εὐσεβείας, τὴν δύναμιν ἐκλάμπεις.
Ὡς ἔχων ἐν καρδίᾳ σου, τὸ ὕδωρ τὸ ζῶν, ἀπτόητος ἔστης, παμμάκαρ Ἀρσένιε, βυθῷ ὑδάτων βυθιζόμενος, καὶ τῶν πολεμίων, ἐβύθισας τὸ θράσος.
Αἱρόμενος πρὸς Κύριον, νοΐ καθαρῷ, τὸν ἐντὸς ὑδάτων βυθισμὸν ὑπήνεγκας, καὶ τῷ βυθῷ Πάτερ τῶν πόνων σου, ὁ βύθιος δράκων, Ἀρσένιε ἐπνίγη.
Θεοτοκίον.
Ῥυσθῆναί με ἱκέτευε, ἐχθροῦ συνοχῆς, τὸν ἐκ Σοῦ τεχθέντα δι’ ἄπειρον ἔλεος, Θεογεννῆτορ παναμώμητε, καὶ τῷ θείῳ πόθῳ, πτερῶσαι τὴν ψυχήν μου.

ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Στόμα ἔχων ἱερόν, τῇ σῇ ποίμνῃ διδαχάς, ἀναβλύζεις ἱεράς, ὥσπερ νάματα ζωῆς, Ἀρσένιε, καὶ καταρδεύεις, πιστῶν τὸ φρόνημα.
Ἐν εἱρκτῇ κατακλεισθείς, κατῃκίσθης ἀπηνῶς, καὶ τμηθεὶς τὴν κεφαλήν, πρὸς αἰώνιον ζωήν, ἀνέδραμες, Ἱερομάρτυς, θεῖε Ἀρσένιε.
Νεκρωθεὶς ὑπὲρ Χριστοῦ, τύπον ἔλιπες σαυτόν, ἐναρέτου ἀγωγῆς, καὶ ἀγάπης ἀψευδοῦς, Ἀρσένιε, τῷ σῷ ποιμνίῳ, ἀνευφημοῦντί σε.
Θεοτοκίον.
Ἰησοῦν τὸν Ποιητήν, τῶν αἰώνων καὶ Θεόν, σωματώσασα ἁγνή, σώζοντα τοὺς γηγενεῖς, σωθῆναί με, Θεογεννῆτορ, Αὐτὸν ἱκέτευε.




Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ τῆς Βεῤῥοίας εὐκλεὴς ποιμενάρχης, ὡς τοῦ Σωτῆρος μιμητὴς καὶ θεράπων, ὑπὲρ τῆς ποίμνης τὴν ζωὴν προτέθεικεν, ὁ σοφὸς Ἀρσένιος, ἐναθλήσας νομίμως· ὅθεν καὶ δεδόξαστα, δόξῃ τῇ οὐρανίῳ, καὶ ἱκετεύει πάντοτε Χριστόν, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Ὁ Οἶκος.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ, καὶ μύστης τῶν ἀῤῥήτων, καὶ τῆς ἀγάπης θησαυρός, καὶ πίστεως ἐκφάντωρ, τὸ Εὐαγγέλιον Αὐτοῦ, λόγῳ καὶ ἔργῳ ἀληθεῖ, ἱερουργεῖς θεοπρεπῶς, Ἀρσένιε παμμάκαρ. Καὶ τὴν ἐγχειρισθεῖσάν σοι ποίμνην ψήφῳ Θεοῦ, καλῶς καὶ ὁσίως ὁδηγεῖς, ἐπὶ τὰς τρίβους τῶν θείων ἐνταλμάτων, ἵνα ζωὴν δρέψωνται αἰώνιον. Καὶ τὸν ἐπελθόντα ἐχθρόν, οἷα λύκον βαρὺν τῇ σῇ πόλει, οὐδόλως ἐπτοήθης· ἀλλ’ ἀπτοήτῳ καρδίᾳ, καὶ ποιμαντικῇ εὐτολμίᾳ, τὴν μανίαν καὶ τὸ θράσος αὐτοῦ ἤσυχνας. Καὶ τῶν βασάνων τὰς ποινάς, καὶ τὰς κακώσεις τῆς φρουρᾶς, καὶ τὴν τομὴν τῆς κεφαλῆς, ἀγαλλομένῃ ἔφερες ψυχῇ, Ἱερομάρτυς μακάριε. Καὶ νῦν Χριστὸν ἱκέτευε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρσενίου, ἐπισκόπου Βεῤῥοίας
Ποιμὴν ὢν Ἀρσένιος Βεῤῥοίας μέγας,
προθύμως τέθνηκεν ὑπὲρ τοῦ ποιμνίου.
Ἀρσενίου Θεουδέος τάμον δειρὴν ἄνδρος αἱμάτων.
Οὗτος, ἦν Μητροπολίτης ἐν Μακεδονίᾳ Βεῤῥοίας, ἀκμάζων τῷ 14ῳ ἢ 15ῳ αἰῶνι, καὶ ποιμαίνων εὐαγγελικαῖς πόαις τὸ ἑαυτοῦ ποίμνιον, σοφίᾳ παντοδαπεῖ, καὶ πάσῃ ἀρετῇ κοσμούμενος. Τῷ τότε καιρῷ, ὁ τοῖς καλοῖς βασκαίνων ἐχθρός, διήγειρε τὰ τῶν Ἀγαρηνῶν βάρβαρα φῦλα, ἅτινα ἀπελθόντα, ἐληΐζοντο καὶ ἠρήμουν τὴν Μακεδονίαν. Ὁ δὲ ἱερὸς Ἀρσένιος, λόγοις ἀνδρείας ἐνεθάῤῥυνε τὰ τῶν Βεῤῥοιαίων πληρώματα. Ἁλωθείσης δὲ τῆς πόλεως Βεῤῥοίας ὑπὸ τῶν βαρβάρων, συνελήφθη παρ’ αὐτῶν ὁ θεῖος Ἀρσένιος, ὅστις ποικιλοτρόπως αἰκισθεὶς καὶ βασανισθεὶς καὶ χλευασθείς, ἀκλόνητος ἔμεινεν ἐν τῇ ἀμωμήτῳ πίστει, προθέμενος ἑαυτὸν ὑπὲρ τοῦ ποιμνίου καὶ οὕτω ξίφει ἀπετμήθη τὴν κεφαλήν.

Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
θείας τετευχώς, Εὐτυχές, κληρουχίας.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑλικωνίδος καὶ Ἀλεξάνδρου ἐν Κορίνθῳ
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.
Ὁ Ἀλέξανδρος σὺν τῇ Ἑλικωνίδι,
ἤθλησας στεῤῥῶς ὑπὲρ ἀγάπης θείας.
Αὕτη ἧν ἐπὶ Γορδιανοῦ καὶ Φιλίππου τῶν Βασιλέων, ἐκ πόλεως Βυταλίας ἐν ἄλλοις, Θεσσαλονίκης. Συσχεθεῖσα δὲ, καὶ πρὸς Περίνιον τὸν Δοῦκα Κορίνθου ἀχθεῖσα, καὶ τοῖς εἰδώλοις θῦσαι μὴ πεισθεῖσα, ἀλλὰ τὸν Χριστὸν ἀληθῆ ὄντα Θεὸν κηρύξασα, πρῶτον μὲν δεσμεῖται τοὺς π’΄οδας ἐν ζυγῷ βοῶν καὶ πτερνίζεται. Εἶτα, λυθέντος μολύβδου καὶ ἀσφάλτου καὶ πίσσης, ἐν αὐτοῖς βληθεῖσα, ἀβλαβὴς ἐξέρχεται· καὶ οὕτω ξυρᾶται τὴν κεφαλὴν, καὶ πῦρ φέρει καθ’ ὅλου τοῦ σώματος. Ἀνελθοῦσα δὲ, καὶ εἰς τὸν ναὸν τῶν εἰδώλων εἰσελθοῦσα, τὸ τῆς Ἀθηνᾶς ξόανον, καὶ τοῦ Διὸς, καὶ τοῦ Ἀσκληπιοῦ δι’ εὐχῆς κατέῤῥάξεν εἰς γῆν· εἶτα τέμνεται τοὺς μασθοὺς. Διαδεξαμένου δὲ τὸν τύραννον Ἰουστίνου τοῦ Ἀνθυπάτου, ἀχθεῖσα καὶ πρὸς αὐτὸν ἡ Μάρτυς, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις σπονδὰς ἐνεγκεῖν, ἐν καμίνῳ ῥίπτεται· τῆς δὲ φλογὸς μὴ ἁψαμένῃς αὐτῆς, ἀλλ’ ἐκ τῶν στρατιωτῶν ἑβδομήκοντα ἄνδρας λυμηναμένης, ἐν κραββάτῳ πυρωθέντι ἁπλοῦται. Ἐπιφανέντων δὲ τῶν Ἀρχαγγέλων Μιχαὴλ καὶ Γαβριὴλ, τὰς ἐκτακείσας αὐτῆς ἐν ταῖς βασάνοις σάρκας ὑγείωσαν· ἀλλὰ καὶ ἔτι, ἀβλαβὴς διαφυλαχθεῖσα, θηρίοις ἐκδίδοται· ὧν οὐδενὸς αὐτῆς ἁψαμένου, ἐκ τῶν ὑπηρετούντων δὲ μᾶλλον δι’ αὐτῶν ἀναιρεθέντων ἀνδρῶν ρκ΄ τὴν διὰ ξίφους ἀπόφασιν δέχεται· καὶ οὕτως ἐν οὐρανοῖς στεφηφόρος ἀνέρχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρήσκεντος, Παύλου καὶ Διοσκορίδου
Ἐν τῇ καμίνῳ Σεδρὰχ Διοσκορίδης,
Mισὰχ δὲ Παῦλος, Aὐδεναγὼ δὲ Kρήσκης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ διὰ Χριστόν σαλοῦ
Παύλου τὸ ῥῆμα καὶ μεταστὰς Ἀνδρέας
ἡμεῖς γε μωροὶ διὰ Χριστὸν κεκράγει.
Ὁ μακάριος οὗτος καὶ ὅσιος πατὴρ ἡμῶν Ἀνδρέας, Σκύθης ὧν τῷ γένει, ἐπωλήθη ὡς δοῦλος ἄρχοντί τινι, τῆς Βασιλίδος τῶν πόλεων, ᾧ ὄνομα Θεόγνωστος, κατὰ μὲν τὸν βίον αὐτοῦ ἐπὶ τῆς βασιλείας Λέοντος Α´ τοῦ Θρᾳκὸς (457-474), κατὰ νεωτέρους δὲ ἐρευνητὰς τὸ δεύτερον ἥμισυ τοῦ θ´ αἰῶνος. Ἔχων ἀγαθὴν φύσιν καὶ ὀξεῖαν διάνοιαν πλεῖστα τῶν μαθημάτων, καὶ δὴ τὰ ἑλληνικὰ καὶ θεῖα, ἐν βραχεῖ ἐκαρπώσατο, εὔνουν αὐτῷ τὸν Θεόγνωστον προσκτησάμενος, μυρίοις τε ἄλλοις κεκοσμημένος χαρίσμασιν. Οὕτω τοιγαροῦν διάγων καὶ ὑπὸ πάντων φιλούμενος εἶδε τὸν Χριστὸν ἐν ὁράματι, καλοῦντα αὐτὸν εἰς τὸν βίον τῆς σαλότητος καὶ λέγοντα: Τρέχε οὖν τὸν καλὸν ἀγῶνα γυμνὸς καὶ γενοῦ σαλὸς δι᾿ ἐμέ. Ἠκολούθησεν ἔκτοτε τῷ τραχεῖ τῆς διὰ Χριστὸν σαλότητος βίῳ, ἐμπαίζων τὸν κόσμον ποικίλαις προσποιήσεσι καὶ σαλότησι καὶ ἐμπαιζόμενος ὑπὸ τῶν ἀνθρώπων, ἄστεγος, πένης καὶ ξένος, κακοπαθῶν ἐν τῷ καύματι καὶ τῷ ψύχει, ἔχων σύμβουλον ἐν τῇ ἀρχῇ τῶν ἀγώνων ἱερέα τινὰ τοῦ ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας Νικηφόρον, ὅστις συνέγραψε καὶ τὸν κατὰ πλάτος θαυμαστὸν αὐτοῦ βίον, συνόμιλόν τε καὶ μαθητὴν εὐγενῆ καὶ ἄμεμπτον νέον, Ἐπιφάνιον καλούμενον, οὗ προεῖπεν ὁ ὅσιος τὴν εἰς πατριάρχην ἀνάδειξιν. Προσευχομένου ποτὲ τοῦ ἰσαγγέλου Ἀνδρέου ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, παρόντος καὶ τοῦ Ἐπιφανίου, ὠράθη αὐτοῖς ἡ Ὑπεραγία Θεοτόκος, εἰσερχομένη ἐν τῷ ναῷ μετὰ συνοδίας Ἁγίων καὶ εἶτα ἀπὸ τῆς πύλης τοῦ Ἱεροῦ Βήματος ἁπλοῦσα τὸ μαφόριον Αὐτῆς ὡς σκέπην ἐπὶ τὸν περιεστῶτα λαόν. Τὸ δρᾶμα αὐτὸ τοῦ Ὁσίου ἐστάθη αἰτία, ἵνα ὁρίσῃ ἡ Ἐκκλησία τὴν ἑορτὴν τῆς Ἁγίας Σκέπης, ἀγομένην τὸ πάλαι τῇ α´ Ὀκτωβρίου, νῦν δὲ τῇ κη´ τοῦ αὐτοῦ μηνός. Προϊδὼν τὸ τέλος αὐτοῦ, πολλά τε περὶ τοῦ τέλους τῆς Βασιλίδος καὶ τοῦ Ἀντιχρίστου διδάξας, ἀσπασθεὶς καὶ χαιρετήσας τὸν Ἐπιφάνιον ἐπορεύθη εἰς τὸν συνήθη αὐτῷ τόπον, ἔνθα ἄστεγος μετὰ τῶν κυνῶν ἔζη, καὶ ἀνακλιθεὶς ἐπὶ τῆς γῆς παρέδωκε τὸ πνεῦμα αὐτοῦ, μετατεθεὶς εἰς τὴν θαλπωρὴν καὶ γλυκύτητα τοῦ Παραδείσου, οἰκίαν ἀχειροποίητον ἐν οὐρανοῖς κτησάμενος καὶ πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικήτα, ἀρχιεπισκόπου Χαλκηδόνος

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Σενατόρου, ἐπισκόπου Μιλάνου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερμανοῦ, ἐπισκόπου Παρισίων

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μήτρου, ἀθλήσαντος ἐν ἔτει 1794
Οὗτος ἥτον ἀπὸ τὸν Μωρέα, εὐσεβῶν γονέων υἱὸς, ὤν δὲ μικρὸν παιδίον, ἔως ἔνδεκα ἐτῶν, διὰ τὴν νηπιοφροσύνην του ἠπατήθη ἐκ τῶν Ἀγαρηνῶν, καὶ ἠρνήθη τὸν Χριστὸν, καὶ ἔγινεν Τοῦρκος, καὶ αὐξάνων εἰς τὴν ἡλικίαν προσεκολλήθη εἰς διαφόρους Πασσάδες καὶ μὲ παρέλευσιν χρόνων προεβιβάσθη εἰς διάφορα Ὀφφίκια, εἰς τρόπον ὅτι ἔγινε καὶ Ἰμπροχώραγας, ἤτοι Ἕπαρχος. Ὅμως, ἐλθὼν εἰς ἑαυτὸν, ἥλθεν εἰς τὴν Τριπολιτςὰν, καὶ πωλήσας ὅλα τὰ περὶ αὐτὸν εὑρισκόμενα, ἐπῆγεν εἰς τοὺς συγγενεῖς του, καὶ ἐξομολογηθεὶς εἰς Πνευματικὸν τὴν ἁμαρτίαν του, ἔκαμε τὴν πρέπουσαν διόρθωσιν, κατὰ τὴν ἱερὰν τάξιν τῆς Ἐκκλησίας μας, καὶ οὕτως ἐπολιτεύετο ὡς εὐλαβὴς καὶ θεοφοβούμενος Χριστιανὸς χρόνους δέκα. Ἐγνωρίσθη ὅμως ὑπὸ τινων γνωρίμων του Ἀγαρηνῶν εἰς Μυστρὰν, οἱ ὁποῖοι ἔπιασαν αὐτὸν, καὶ τὸν ἔφεραν εἰς τὸν Ἡγεμόνα τὴς Τριπολιτσὰς. Μένοντας ὅμως στέῤῥεος ὁ Ἅγιος εἰς τὴν πίστιν του, ἐκλείσθῃ εἰς τὴν εἰρκτὴν καὶ ἐν τἐέλει ἀπεκεφαλίσθῃ ἐν ἔτει 1794, Κυριακὴ τὴς Πεντηκοστὴς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἐπισκόπου Ῥοστώβ Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεροντίου Μητροπολίτου Μόσχας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Σωφρονίου Βουλγαρίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἑλένας Μαντούροβα τῆς Ῥωσσίδος.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἡ κάμινος Σωτήρ.
Ὡς θῦμα λογικὸν προσενήνεξαι, Χριστῷ ἀποτμηθεὶς τὸν αὐχένα σου, Ἱερομάρτυς ἔνδοξε, ἀεὶ ὑπὲρ ἡμῶν δυσωπῶν.
Γενναίως ἀντετάξω Ἀρσένιε, ἐχθροῖς τοῖς ἐπελθοῦσι τῇ ποίμνῃ σου, καὶ ταύτην διετήρησας, ἀπήμαντον τῆς βλάβης αὐτῶν.
Ἐν σοὶ τῶν Βεῤῥοιαίων ὁ σύλλογος, ἀγάλλεται θεόφρον Ἀρσένιε· ποιμένα γάρ σε κέκτηται, καὶ μέγαν ἐν κινδύνοις φρουρόν.
Θεοτοκίον.
Ῥοαῖς τῶν οἰκτιρμῶν Σου ἀπόπλυνον, τὸν ῥύπον τῆς καρδίας μου ἄχραντε, καὶ πάσης με ἀπάλλαξον, μανίας τοῦ δολίου ἐχθροῦ.

ᾨδὴ η’. Ὕμνον σοι προσφέρομεν.
Αἵμασιν οἰκείοις σου Ἱεράρχα, Χριστοῦ τὸ αἷμα τὸ ζωηφόρον, ἐκβοῶν ἐδόξασας· εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Σὲ τὸν ἀπειρόκακον Πάτερ ποίμενα, κάκιστοι ἄνδρες πλήρεις αἱμάτων, χαλεπῶς ἠκίζοντο, εὐλογοῦντα στόματι θείῳ, τῆς δόξης τὸν Κύριον.
Ἵδρυσας ἐν τῇ πέτρᾳ τῆς εὐσεβείας, πιστῶν τὸ φρόνημα τῷ σῷ λόγῳ, ἱερὲ Ἀρσένιε, καὶ αὐτοὺς ἐστήριξας Πάτερ, τῷ σῷ ὑποδείγματι.
Θεοτοκίον.
Μήτηρ καὶ Παρθένος ἀληθῶς ἐδείχθης, Θεὸν τεκοῦσα σεσαρκωμένον, Θεοτόκε πάναγνε· διό Σου τὸν ἄῤῥητον τόκον, ὑμνοῦντες δοξάζομεν.

ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Ὁ Βεῤῥοιαίων ποιμὴν καὶ διδάσκαλος, ἀνευφημείσθω ὁ θεῖος Ἀρσένιος· Μάρτυς γὰρ ἀήττητος, ὤφθη τοῦ παντάνακτος ὑπὲρ τῆς ποίμνης θανατωθεὶς προθύμως, καὶ ἀθανάτου ζωῆς κατηξίωται.
Ὑπὲρ τῆς ποίμνης σου ταύτης Ἀρσένιε, Χριστὸν τὸν πάντων ποιμένα καὶ Κύριον, ἐκτενῶς ἱκέτευε, ὡς ἂν πάσης ῥύηται, ἐπιφορᾶς καὶ κινδύνων πολυτρόπων, ὡς πρὸς Αὐτὸν παῤῥησίαν κτησάμενος.
Ὑπερφυέσιν ἀκτῖσι λαμπόμενος, τῆς Τριφαοῦς ἑνιαίας Θεότητος, σκότους μὲ ἀπάλλαξον, τῶν παθῶν Ἀρσένιε, καὶ τὸν παρόντα μου ὕμνον Πάτερ δέχου, ἀντιπαρέχων μοι χάριν τὴν ἄνωθεν.
Θεοτοκίον.
Ὑψίστου ὤφθης καθέδρα πυρίμορφος, τοῦ προελθόντος ἁγνὴ ἐξ αἱμάτων Σου· ὅθεν με συμπτώσεως, παθημάτων ἔγειρον καὶ ἐπὶ πέτραν Παρθένε μετανοίας, τὴν κλονουμένην ψυχήν μου στερέωσον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἱεραρχίας ἔνδυμα, ἀξίως ἐνδυσάμενος, Ἀρχιερεὺς θεοφόρος, καὶ ἀληθὴς ποιμενάρχης, τῆς Ἐκκλησίας πέφηνας, Ἀρσένιε μακάριε, καὶ ὑπὲρ ταύτης ἤθλησας, ἀνδρειοτάτῃ καρδίᾳ, Ἱερομάρτυς Κυρίου.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἀληθῆ Ἱεράρχην Χριστοῦ Ἀρσένιον, τὸν τῆς Βεῤῥοίας μέγαν, ποιμενάρχην καὶ στῦλον, τὸν αἵματι ἰδίῳ πρὸς οὐρανόν, μετὰ δόξης χωρήσαντα, ἀνευφημήσωμεν πάντες χρεωστικῶς, ὡς σεπτὸν Ἱερομάρτυρα.

Τῶν ἐπελθόντων τυράννων τὸ θράσος ᾔσχυνας, Ἀρσένιε παμμάκαρ, τῇ ἀτρέπτῳ σου στάσει, καὶ ὤφθης τοῦ ποιμνίου σου στηριγμός, λόγοις ἅμα καὶ πράξεσι· διὸ τιμᾷ σου τὴν μνήμην τὴν ἱεράν, μακαρίζων σου τὴν ἄθλησιν.

Τὴν ἐκτομὴν τοῦ αὐχένος χαίρων ὑπέμεινας, καὶ ῥείθροις τῶν αἱμάτων, τῆς Βεῤῥοίας τὴν χθόνα, κατήρδευσας πλουσίως· ὅθεν ἡμῖν, ἀνεβλάστησεν Ἅγιε, δένδρον γλυκύκαρπον τρέφον τοὺς εὐσεβεῖς, τοῖς καρποῖς τοῦ μαρτυρίου σου.

Τῶν Βεῤῥοιαίων τὰ στίφη χαίρουσιν Ἅγιε, τῇ σῇ ποιμαντορίᾳ, καὶ ἀθλήσει ἁγίᾳ, τὴν μνήμην σου τελοῦντες τὴν ἱεράν, καὶ πιστῶς ἐκβοῶντές σοι· σκέπε τὴν ποίμνην σου ταύτην πάσης ὀργῆς, ἱερώτατε Ἀρσένιε.

Δόξα. Ἦχος πλ. α΄.
Ἱερομάρτυς Ἀρσένιε, τίς σου τὰς ἀρετὰς ἐξείπει, καὶ τὴν ἐν ἀθλήσει ἀνδρείαν; Εὐαγγελικῶς γὰρ νέμων, τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς Ἀποστόλων ὁμόχηλος, ἐχθρῶν ἐπιδραμόντων οἷα λύκων Πάτερ, τὴν ἔφοδον ὑπέστης, καὶ ἄθλοις μαρτυρικοῖς, τὴν σὴν ποίμνην ἐστήριξας. Καὶ καλῶς ἀγωνισάμενος, διπλῶν ἐπάθλων, παρὰ Κυρίου ἠξίωσαι· διὸ Βέῤῥοια ἡ πόλις σου, τῇ σῇ ποιμαντικῇ προστρέχει σκέπῃ, καὶ ἐκ βαθέων βοᾷ σοι· ποιμὴν ἡμῶν ἁγιώτατε, καὶ Μάρτυς τοῦ πάντων Θεοῦ, τὴν σὴν εὐλογίαν δίδου, τῇ τιμώσῃ σε κληρουχίᾳ σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ Βεῤῥοίας θεῖος ποιμήν, ὁ ὑπὲρ τῆς ποίμνης, ἐναθλήσας καρτερικῶς· χαίροις Ἱεράρχα, καὶ Μάρτυς τοῦ Σωτῆρος, Μακεδονίας κλέος, Πάτερ Ἀρσένιε.



ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος Ἱεράρχης καὶ Μάρτυς, Αὐτὸν δυσώπει πάσης ῥύεσθαι βλάβης, Ἱερομάρτυς Ἅγιε Ἀρσένιε, καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς πιστῶς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ τῶν πταισμάτων αἴτησαι ἡμῖν, παρὰ Κυρίου, διδόναι συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σῶζε κινδύνων ἡμᾶς, ὦ Πάτερ. γερασίμου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν οὐρανίοις Πάτερ χοροῖς, σὺν αὐτοῖς δυσώπει, πάσης ῥύεσθαι ἀπειλῆς, καὶ πάσης ἀνάγκης τῆς ἐν βίῳ, τοὺς σὲ τιμῶντας παμμάκαρ Ἀρσένιε.
Ὡς Μάρτυς καὶ θεῖος ἱερουργός, πολλὴν εὗρες χάριν, Ἱεράρχα παρὰ Χριστοῦ· διὸ τὰς αἰτήσεις ἀεὶ πλήρου, τῶν προσιόντων σοι Πάτερ Ἀρσένιε.
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἡμᾶς διανύειν, ἀπὸ πάσης ἐπιβουλῆς, ἀξίωσον θείαις σου πρεσβείαις, πρὸς τὸν Σωτῆρα τῶν ὅλων Ἀρσένιε.
Θεοτοκίον.
Ἐτέχθη νηδύος Σου ἐξ ἁγνῆς, ὁ πάντων Δεσπότης, τὴν κατάραν τὴν τοῦ Ἀδάμ, λύων Θεοτόκε· οὗ τῷ πόθῳ, τὰς διανοίας ἡμῶν Κόρη σύνδησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καθελὼν τὴν μανίαν τὴν τοῦ δεινοῦ δράκοντος, τῇ ἀθλητικῇ σου ἐνστάσει, Πάτερ Ἀρσένιε, τούτου κατάβαλε, τὴν καθ’ ἡμῶν φερομένην, ἀπάτην ἑκάστοτε, τῇ προστασίᾳ σου.
Ἱεράρχα Κυρίου καὶ Ἀθλητὰ ἔνδοξε, κλέος Βεῤῥοιαίων καὶ δόξα, Πάτερ Ἀρσένιε, ἡμᾶς ἀπάλλαττε, τῆς τῶν παθῶν ἀδοξίας, ταῖς πρὸς τὸν φιλάνθρωπον, θερμαῖς πρεσβείαις σου.
Νοσημάτων παντοίων καὶ συμφορῶν Ἅγιε, καὶ δυσχερειῶν πολυτρόπων, καὶ περιστάσεων, ἀτρώτους φύλαττε, ἐπιστασίαις σου θείαις, τοὺς σὲ μακαρίζοντας, Πάτερ Ἀρσένιε.
Θεοτοκίον.
Δόξα οὖσα Ἀγγέλων καὶ βασιλὶς ἄχραντε, ὡς τὸν Βασιλέα τῆς δόξης, Χριστὸν κυήσασα, δόξης τῆς κρείττονος, καὶ Βασιλείας τῆς ἄνω, πάντας καταξίωσον, τοὺς Σὲ δοξάζοντας.

Διάσωσον, Ἱερομάρτυς Ἀρσένιε ταῖς λιταῖς σου, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς τῶν Βεῤῥοιαίων πέφηνας, ὡς τούτων ποιμήν, καὶ πρέσβυς πρὸς τὸν Κύριον, Ἀρσένιε μακάριε· διὰ τούτων πρόστηθι ἑκάστοτε, καὶ ἐξ ἡμῶν ἀπότρεπε ἀεί, δεινὰς προσβολὰς τοῦ πολεμήτορος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπελθὼν τὸ μαρτύριον, γνώμῃ ἀδιστάκτῳ Πάτερ Ἀρσένιε, πρὸς ὁδὸν ἡμᾶς κατεύθυνον, θείων μαρτυρίων τοῦ παντάνακτος.
Νάμα βλῦσον πρεσβείαις σου, θείας παρακλήσεως ἱερώτατε, τοῖς ἐν πόνοις καὶ κακώσεσι, τὴν ζωὴν τελοῦσιν ὡς φιλάγαθος.
Ὡς μεσίτης θερμότατος, ἡμῶν πρὸς τὸν Κύριον ἀεὶ πρέσβευε, δοῦναι ἄφεσιν Ἀρσένιε, τῶν πλημμελημάτων ὧν ἡμάρτομεν.
Θεοτοκίον.
Νέον βρέφος ἐκύησας, τὸν Δημιουργὸν τῶν ὅλων καὶ Κύριον· ὅθεν καίνισόν πανάχραντε, τὴν παλαιωθεῖσάν μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤρεμον ζωήν, καὶ ἀτάραχον καὶ ἄλυπον, διανύειν καταξίωσον ἡμᾶς, τοὺς προστρέχοντας Ἀρσένιε τῇ σκέπῃ σου.
Μέγας ἀρωγός, Βεῤῥοιαίων ἀναδέδειξαι, ὡς ποιμὴν ἡμῶν Ἀρσένιε σοφός· διὰ τοῦτο ἐσαεὶ ἡμῶν προΐστασο.
Αἴγλῃ μυστικῇ, πρεσβειῶν σου Πάτερ Ὅσιε, διασκέδασον τὸν ζόφον τῶν παθῶν, τὸν καλύπτοντα τὸν νοῦν ἡμῶν Ἀρσένιε.
Θεοτοκίον.
Σκέπασον ἡμᾶς, πάσης βλάβης τοῦ ἀλάστορος, Θεοτόκε τῇ Σῇ σκέπῃ τῇ θερμῇ, καὶ πταισμάτων ἡμῖν αἴτησαι συγχώρησιν.       

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς θεῖος, Ἱερομάρτυς Κυρίου, παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένος, μὴ διαλίπῃς ἡμᾶς ἀπαλάττων, ἐπηρειῶν χαλεπῶν τοῦ ἀλάστορος, καὶ συντριμμάτων ψυχικῶν, καὶ παθῶν τῶν τοῦ σώματος Ἅγιε.
Ποιμένα, καὶ ὁδηγόν σε πλουτοῦντες, τῇ σεπτῇ σου καταφεύγομεν σκέπῃ, πάσῃ ἀνάγκῃ καὶ θλίψει ἐν βίῳ, Ἱερομάρτυς Κυρίου Ἀρσένιε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, ὀδυνῶν καὶ πικρῶν περιστάσεων.
Ἀθλήσας, ὑπὲρ Κυρίου νομίμως, τῶν ἀνόμων τὴν μανίαν καθεῖλες· διὸ ἐν νόμῳ τῷ θείῳ ἀξίως, ἐμπολιτεύεσθαι Πάτερ ἐνίσχυσν, τοὺς ἐν καρδίᾳ καθαρᾷ, τὴν θερμήν σου ζητοῦντας βοήθειαν.
Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν τῶν αἰώνων, Ὃν ἐκύησας ἁγνὴ ὑπὸ χρόνον, Παρθενομῆτορ δυσώπει ἀπαύστως, τὰ χρόνιά μου νεκρῶσαι παθήματα, καὶ αἰωνίου με ζωῆς, κληρονόμον ποιῆσαι καὶ μέτοχον.
Διάσωσον, Ἱερομάρτυς Ἀρσένιε ταῖς λιταῖς σου, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ἱερομάρτυς Χριστοῦ ἀξιάγαστε, τῶν Βεῤῥοιαίων προστάτα καὶ πρόβολε, μὴ παύσῃ κινδύνων ῥυόμενος, καὶ μηχανῶν καὶ σκανδάλων τοῦ ὄφεος, Ἀρσένιε τοὺς σὲ μακαρίζοντας.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Λῦσον ἡμῖν Ἅγιε, τὴν χαλεπὴν ἀθυμίαν, καὶ τὸ βάρος κούφισον, ἐπελθούσης θλίψεως ταῖς πρεσβείαις σου, καὶ χαρὰν κρείττονα, αἴτησαι θεόθεν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἡμῖν δεόμεθα, τοῖς εἰλικρινῶς προσιοῦσί σοι, Ἀρσένιε μακάριε, Ἱερομαρτύρων ἀγλάϊσμα, καὶ τὸν πολεμοῦντα, ἡμᾶς καταπολέμησον ἐχθρόν, τῇ κραταίᾳ ἀντιλήψει σου, ἵνα σε γεραίρομεν.








ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐντολῶν τοῦ Κυρίου τὴν ὁδὸν διοδεύειν ἡμᾶς ἐνίσχυσον, ὡς ἂν πρὸς αἰωνίους, μονὰς Ἱερομάρτυς, καταπαύσωμεν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥῶσιν σώματος δίδου καὶ ψυχῶν σωτηρίαν ταῖς ἱκεσίαις σου, καὶ πᾶσαν εὐπραγίαν, καὶ θείαν εὐλογίαν, τοῖς βοῶσιν Ἀρσένιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γεωργεῖν Ἱεράρχα διδαγμάτων ἁγίων τὰ θεῖα σπέρματα, ὡς ἂν ζωὴν ἀγήρω, τρυγήσωμεν ἀξίως, ἐνδυνάμωσον Ἅγιε, τοὺς εὐφημοῦντας πιστῶς, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
Ἐκ γαστρός Σου ἀχράντου ἐν μορφῇ τῇ βροτείᾳ ὁ πάντων Κύριος, ὡς Ἥλιος τῆς δόξης, ἀνέτειλε Παρθένε, Οὗ ταῖς αἴγλαις καταύγασον, τὴν ζοφεράν μου ψυχήν, ἵνα Σε μεγαλύνω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥάβδῳ ἀΰλῳ, ἐπισκοπῆς σου τῆς θείας, καθοδήγησον τοὺς τρίβους σωτηρίας, Ἀρσένιε Πάτερ, τοὺς λογικούς σου ἄρνας.
Ἀφ’ ὕψους ἴδε, ὡς συμπαθὴς ποιμενάρχης, τοὺς προσπίπτοντας τῇ θείᾳ σου εἰκόνι, καὶ τούτοις χορήγει, Ἀρσένιε σὴν χάριν.
Σαρκὸς ὀδύνας, καὶ ψυχικὰς ἀσθενείας, Πάτερ ἴασαι ἡμῶν τῶν ἐκ καρδίας, τῇ σῇ προστασίᾳ, Ἀρσένιε φοιτώντων.
Θεοτοκίον.
Ἰσχύν μοι δίδου, κατὰ παθῶν ὀλεθρίων, Κόρη πάναγνε καὶ ἄφεσιν πταισμάτων, μητρικῇ πρεσβείᾳ, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστης εὐκλήριας, κατηξιωμένος, ὡς Ἱεράρχης καὶ Μάρτυς Ἀρσένιε, μεγάλων πόνων ἀτρώτους ἡμᾶς διάσωζε.
Ὀδύνης ψυχοφθόρου, λύτρωσαί με Πάτερ, καὶ τὴν κατ’ ἄμφω ὑγείαν μοι δώρησαι, ἵνα ὑμνῶ σε Ἀρσένιε παμμακάριστε.
Ὑψόθεν ἀεὶ δίδου, τῇ σῇ κληρουχίᾳ, τῆς πατρικῆς σου εὐνοίας τὰς χάριτας, ἀνακειμένῃ Ἀρσένιε τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ὑπέρτερόν με δεῖξον, κοσμικῶν φροντίδων, καὶ ῥυπαρῶν ἐννοιῶν καὶ προλήψεων, θεοχαρίτωτε Κόρη ἵνα δοξάζω Σε.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τῶν Βεῤῥοιαίων, ποιμενάρχην καὶ ὁδηγόν, τιμήσωμεν πάντες, Ἀρσένιον τὸν θεῖον, ὡς πρέσβυν πρὸς τὸν Κτίστην, ἡμῶν θερμότατος.
Τὴν ζωήν σου τέθηκας ἐν χαρᾷ, ὑπὲρ τῆς σῆς ποίμνης, τοῦ Σωτῆρος ὡς μαθητής, Ἀρσένιε μάκαρ· διὸ Μαρτύρων στέφει, Χριστὸς ὁ ἀθλοθέτης, σὲ ἐστεφάνωσε.
Χαίροις ὦ Ἀρσένιε ἱερέ, Βεῤῥοίας προστάτα, καὶ μεσῖτα πρὸς τὸν Χριστόν· χαίροις Ἐκκλησίας, ἀστὴρ ὁ φωτοφόρος, Μακεδονίας χαῖρε, πυρσὸς ἀκοίμητον.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, καὶ υἱῶν τῆς ἄγαρ, κατεπάτησας τὴν βουλήν· ὅθεν πάσης ῥῦσαι, βουλῆς κακομηχάνου, ἡμᾶς Ἱερομάρτυς, τοὺς σὲ γεραίροντας.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, ἀεὶ ἐκδυσώπει, ὑπὲρ πάντων τῶν εὐσεβῶν, τῶν σὲ ἀνυμνούντων, Ἀρσένιε τρισμάκαρ, ὡς ἂν πάσης ἀνάγκης ἀπολυτρώμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.




Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θρόνῳ, παριστάμενος Χριστοῦ, σὺν ἀρχιερεῦσιν Ἁγίοις, καὶ θείοις Μάρτυσιν, Ἅγιε Ἀρσένιε, Ἱερομάρτυς σοφέ, σὺν αὐτοῖς καθικέτευε, τὸν πάντων Δεσπότην, δοῦναι ὧν ἡμάρτομεν, πταισμάτων ἄφεσιν, ἅμα, καὶ κινδύνων τὴν λύσιν, καὶ ἐπηρειῶν ὀλεθρίων, λύτρωσιν τοῖς πόθῳ σε γεραίρουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου