Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 28. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΛΕΞΑΝΔΡΟΣ & ΕΛΙΚΩΝΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΗ΄!!
ΑΛΕΞΑΝΔΡΟΣ & ΕΛΙΚΩΝΙΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Δυάδα Μαρτύρων τὴν σεπτήν, δεῦτε ἀνυμνήσωμεν, Ἑλικωνίδα τὴν πάνσεμνον, καὶ τὸν Ἀλέξανδρον, τοὺς ἐν τῇ Κορίνθῳ, ἀνδρικῶς ἀθλήσαντας, καὶ πλάνης τὴν ἰσχὺν καταλύσαντας, Χριστοῦ τῇ χάριτι. ᾯ πρεσβεύουσι δωρήσασθαι, ἡμῖν πᾶσι πταισμάτων συγχώρησιν.

Οἰκείοις σου μέλεσι Χριστόν, Ἀθλητὰ Ἀλέξανδρε, ἀθλητικῶς ἐμεγάλυνας, ἀθλήσας ἄριστα, καὶ βραβεῖον νίκης, παρ’ Αὐτοῦ ἐπάξιον, ἀπείληφας ὡς Μάρτυς ἀήττητος· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τὸ πῦρ τῆς ἀγάπης τοῦ Χριστοῦ, δεξαμένη πάνσεμνε, πυρὸς παμφάγου οὐκ ἔδεισας, ὁρμὴν τὴν ἄσχετον, δρόσον δεχομένη, τοῦ Ἁγίου Πνεύματος· διὸ Ἑλικωνὶς στεῤῥῶς ἤνυσας, καθάπερ ἄσαρκος, τοὺς ἀγῶνας τῆς ἀθλήσεως, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.

Τριάδος λαμπόμενος φωτί, ξυνωρὶς πανθαύμαστε, τὴν Ἐκκλησίαν πυρσεύετε, θείαις λαμπρότητι, σὺν Ἑλικωνίδι, Ἀθλητὰ Ἀλέξανδρε, καὶ σκότος τῶν παθῶν ἐκδιώκετει· διὸ ἡ Κόρινθος, τὴν ἁγίαν ὑμῶν ἄθλησιν, μακαρίζει τὸν Χριστὸν δοξάζουσα.

Δόξα. Ἦχος α’.
Τοῦ μαρτυρίου τὴν τρίβον ἀνύσαντες, ἐν πλατυσμῷ θείας ἀγάπης, Ἑλικωνὶς καὶ Ἀλέξανδρε, τοῦ ἐχθροῦ τὰς μεθοδείας ἐστενώσατε, καὶ πρὸς πλάτος τῆς ἄνω δόξης, λαμπροφανῶς ἐσκηνώσατε. Πάντα γὰρ ἐλίπετε, μόνον Χριστὸν ποθήσαντες, τὸν παρέχοντα δι’ ὑμῶν, τοῖς πιστοῖς τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλον ὑμῶν τὸν νοῦν, ὑψώσαντες Κυρίῳ, Ἀλέξανδρε παμμάκαρ, σὺν τῇ Ἑλικωνίδι, μαρτυρικῶς ἠθλήσατε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ῥείθροις σου τῶν σεπτῶν, Ἀλέξανδρε αἱμάτων, τὴν τῆς Κορίνθου χθόνα, ἡγίασας ἀθλήσας, ὑπὲρ Χριστοῦ στεῤῥότατα.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρουσα ἐν Χριστῷ, τοὺς δριμυτάτους πόνους, ὡς ἄσαρκος ὑπέστης, Ἑλικωνὶς καὶ δόξης, ἀκαταλήπτου ἔτυχες.

Δόξα. Τριαδικόν.
Δύναμιν παρὰ Σοῦ, ὦ Τριλαμπὴς Θεότης, λαμβάνοντες ἐν πίστει, οἱ Μάρτυρες οἱ θεῖοι, περιφανῶς ἠρίστευσαν.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε τῶν Ἀθλητῶν, στεφάνωμα καὶ δόξα, Θεογεννῆτορ Κόρη, καὶ τῶν ἁμαρτανόντων, τὸ μέγα ἱλαστήριον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Ἐν Κορίνθῳ ἐνθέως ἀγωνισάμενοι, Ἑλικωνὶς μακαρία σὺν Ἀλεξάνδρῳ κλεινῷ, τὸν ἀντίπαλον ἐχθρὸν κατεπαλαίσατε, καὶ τῆς δόξης τοῦ Χριστοῦ, μετασχόντες ἐν χαρᾷ, ὡς Μάρτυρες ἀληθείας, ἐκδυσωπεῖτε ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Μαρτυρικὴ πανδαισία πρόκειται σήμερον, Ἑλικωνὶς γὰρ πᾶσι, ἡ σεμνὴ Ἀθληθόρος, ὁμοῦ σὺν Ἀλεξάνδρῳ τῷ Ἀθλητῇ, τοῖς πιστοῖς παρατίθεται, τὰς ἑαυτῶν ἀριστείας δι’ ὧν Χριστόν, τὸν Σωτῆρα ἐμεγάλυναν.

Τὴν τοῦ Σταυροῦ πανοπλίαν ἀμφιασάμενος, Ἀλέξανδρε παμμάκαρ, πρὸς μεγάλους ἀγῶνας, ἐχώρησας καὶ ἤθλησας ἀνδρικῶς, δι’ ἀγάπην τοῦ Κτίστου· καὶ νῦν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Τὴν γυναικείαν ἀσθένειαν ἀποῤῥίψασα, Ἑλικωνὶς θεόφρον, στεῤῥοτάτῃ καρδίᾳ, ἠγώνισαι νομίμως ὑπὲρ Χριστοῦ, τοῦ λαμπρῶς σε δοξάσαντος· Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων τοὺς ἀγῶνάς σου.

Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πόνοις ὁμιλήσαντες, τοῖς ἀνυποίστοις μακάριοι, καὶ ποικίλαις κολάσεσι, πρὸς ἄπονον ἤρθητε, ζωήν τε καὶ δόξαν, τὴν τριλαμπεστάτην, Ἑλικωνὶς ἡ εὐκλεής, καὶ ὁ Ἀλέξανδρος ὁ πανεύφημος· διὸ ὑμᾶς ἡ Κόρινθος, ὡς ἐν αὐτῇ ἐναθλήσαντα, μακαρίζει γεραίρουσα, τὰ λαμπρὰ ὑμῶν σκάμματα.

Ξίφει τὸν αὐχένα σου, ἀποτμηθεὶς ἀναπέτεμες, Ἀθλοφόρε Ἀλέξανδρε, ἐχθροῦ τοῦ ἀλάστορος, τὴν δύναμιν πᾶσαν, καὶ χοροῖς Ἀγγέλων, καὶ Ἀθλητῶν πανευκλεῶν, συνηριθμήθης θέσει θεούμενος, ἐν μετοχῇ τῇ κρείττονι, τοῦ σὲ ἀξίως δοξάσαντος, Ὃν ἱκέτευε Ἅγιε, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.

Πάντα ὑπερβέβηκας, ἐν τῇ ἑνώσει τοῦ κρείττονος, τὰ δεινὰ κολαστήρια, πυρὸς τοῦ παμφάγου γάρ, ὤφθης ἀνωτέρα, φέρουσα Ἁγία, τὸ ἀναλίσκον θεῖον πῦρ, τὴν μοχθηρίαν ὡς ὕλην εὔπρηστον, καὶ ξίφει τὸ μακάριον, Ἑλικωνὶς τέλος εὕρηκας, καὶ πρὸς δόξαν ἀνέδραμες, μηδαμῶς λῆξιν ἔχουσαν.





Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας γηπονοῦντες τὴν ἄρουραν, πίστεως ἀρότρῳ, τῆς ἀθανάτου ζωῆς ἠνέγκατε, τοὺς καρποὺς θείῳ Πνεύματι, παναοίδιμοι Μάρτυρες. Χωρισθέντες γὰρ τῆς ὕλης, πρὸς ἀθλητικοὺς ἀγῶνας ἀπεδύσασθε, καὶ τῶν ἀντικειμένων τὰς τάξεις, ἀνενδότοις ἄθλοις καθείλετε. Τὴν γὰρ ἄνωθεν συμμαχίαν, θερμῶς ἐπικαλούμενοι, πασῶν περιεγένεσθε, τῆς σαρκὸς τῶν ὀδυνῶν, τὴν ψυχὴν στομούμενοι, τῇ τοῦ Χριστοῦ ἀγαπήσει. Ἀλλ’ ὦ Ἀλέξανδρε ἀήττητε, καὶ Ἑλικωνὶς γυναικῶν ὡράϊσμα, Κυρίῳ πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
























Λιτή. Ἦχος α΄.
Τοὺς διττοὺς Ἀθλοφόρους, τοὺς τῆς Τριάδος τὴν δόξαν ἐκλάμποντας, Ἑλικωνίδα καὶ Ἀλέξανδρον, μαρτυρικοῖς ἐπαίνοις στέψωμεν. Τοῦ μαρτυρίου γὰρ τὸ στάδιον, ἀνενδότῳ ὑπελθόντες καρδίᾳ, ἐχθρῶν τὴν πλάνην κατήσχυναν, καὶ τῆς ἐν Χριστῷ ἀληθείας τὸ κράτος, πᾶσιν ἐτράνωσαν, ὑπερφυῶς ἀγωνισάμενοι. Καὶ θαύμασι δοξασθέντες, ἐν προοιμίῳ ὑπέφηναν, τῶν μελλόντων ἀγαθῶν τὴν ἀπόλαυσιν. Αὐτῆς ἡμᾶς ἀξίωσον, ταῖς αὐτῶν παρακλήσεσι, φιλάνθρωπε Κυρίε.

Ἦχος β΄.
Μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν, ἐν τῷ ὁμολογεῖν Χριστοῦ τὸ ὄνομα, ἐπὶ ἀπίστων εὐτόλμως, Ἀθλητὰ Ἀλέξανδρε. Καὶ παντοίων ἀλγηδόνων μὴ πτήξας τὴν δριμύτητα, τοῖς πᾶσιν ὑπέδειξας, τῆς θείας ἀγάπης τὴν δύναμιν. Τοῦ Σωτῆρος γὰρ τοῖς ἴχνεσιν, ἀκλινῶς ἑπόμενος, ὡς χρυσὸς ἐδοκιμάσθης, ταῖς ποιναῖς τῆς ἀθλήσεως. Καὶ δόκιμος ἐν πᾶσι φανείς, καὶ τῷ στρατολογήσαντι ἀρέσας, οὐρανίων ἐπάθλων, παρὰ Χριστοῦ ἠξίωσαι, τοῦ παρέχοντος ἡμῖν πταισμάτων ἄφεσιν.

Ἦχος γ΄.
Τὸ τῆς φύσεως χαῦνον, οὐρανόφρονι νοΐ παριδοῦσα, οὐκ ἐφείσω σαρκὸς φθειρομένης, δαπανωμένης ταῖς αἰκίαις, Ἐλικωνὶς πανθαύμαστε· ὅλη γὰρ θεόληπτος, καὶ πλήρης θείου φωτός, ἐν τῷ καιρῷ τῶν ἀγώνων, μακαρία πέφηνας. Καὶ πολλῶν πόνων πεῖραν λαβοῦσα, καὶ πυρὸς τὴν φύσιν νικήσασα, ἀγγελικῆς ὀπτασίας, καὶ ἐπικουρίας ἔτυχες· ὅθεν θῆρές σε ἠδέσθησαν, καὶ ὁ πάντων Δεσπότης καὶ Κύριος, ὡς προσφορὰν λογικήν, τοὺς ἱερούς σου καμάτους δεξάμενος, οὐρανίου δόξης σε ἠξίωσεν. ᾯ ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Ἐν ἀνδρείᾳ ψυχῆς, ἀγωνισάμενοι νομίμως, τὴν ἀνομίαν κατεπάτησαν, Ἀλέξανδρος σὺν Ἑλικωνίδι, ὑπεραρθέντες τῶν γηΐνων. Τῷ Σωτῆρι γὰρ Χριστῷ, ἑαυτοὺς ἀναθέμενοι, ὡς σκύβαλα πάντα ἡγήσατο, τρυφάς, δόξας, βασάνους, ἵνα μόνα τὰ ἀΐδια κερδήσωσιν· ὅθεν ὡς σύμμορφοι, τῶν παθῶν τοῦ Χριστοῦ, καὶ τῆς δόξης συμμέτοχοι γεγόνασει, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Ἀθλητῶν ἡ δυάς, τῆς Τρισηλίου ἐπιλάμψεως ἔσοπτρα, Ἀλέξανδρε στρατιῶτα, τοῦ Βασιλέως Χριστοῦ, σὺν Ἑλικωνίδι τῇ θεόφρονι, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τῆς ἀθλήσεως, οἱ τῆς ἀπάτης, καθελόντες τὸ φρύαγμα, καὶ τὸ ὄνομα, τοῦ Σωτῆρος δοξάσαντες, Μάρτυρες παναοίδιμοι, Ἀγγέλων συμμέτοχοι, οἱ ἐν Κορίνθῳ τὸ σκάμμα, τῆς εὐσεβείας ἀνύσαντες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, τῶν Ἀθλητῶν κοινωνός, μεγαλομάρτυς Ἀθλοφόρε Ἀλέξανδρε, ὁ πᾶσαν τὴν δυναστείαν, τοῦ παλαμναίου ἐχθροῦ, θριαμβεύσας ὅπλοις θείας πίστεως, ὁ ξίφει τὴν κάραν σου, ἐκτμηθεὶς ἀνδρικώτατα, καὶ τῶν αἱμάτων, καταρδεύσας τοῖς ῥεύμασι, τὴν διάνοιαν, τῶν τιμώντων σε Ἅγιε· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, εὐκλείας ἠξίωσαι, τῶν σῶν ἀγώνων τὰ γέρα, παρὰ Χριστοῦ κομιζόμενος. ᾯ πρέσβευε μάκαρ, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ θεῖον ἔλεος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Ἑλικωνὶς θαυμαστή, ἡ ἀριστεύσασα ἐν πόνοις ἀθλήσεως, καὶ πᾶσαν καταβαλοῦσα, τῶν δυσμενῶν τὴν ὀφρύν, τῇ σοι δεδομένῃ ῥοπῇ ἄνωθεν, ἡ φύσιν νικήσασα, τοῦ πυρὸς θείῳ Πνεύματι, καὶ τῶν εἰδώλων, τοὺς βωμοὺς καταῤῥίψασα, τῇ πρὸς Κύριον, ἱκεσίᾳ σου πάνσεμνε· ἔνθεν θηρῶν τὰ στόματα, εἰς τέλος ἐφίμωσας, καὶ νικηφόρος ἀνῆλθες, πρὸς τὸν οὐράνιον θάλαμον, Χριστὸν δυσωποῦσα, τοῖς τιμῶσί σε διδόναι, πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος δ΄.
Τὴν ἐν ἄθλοις καρτερίαν ὑμῶν, καὶ τῆς ψυχῆς τὸ εὔτολμον, οἱ ἀντικείμενοι ἐθαύμασαν, Μάρτυρες ἔνδοξοι. Τῷ γὰρ θείῳ κάλλει ἀτενίζοντες, ὥσπερ ἄλλου πάσχοντος ἠνέγκατε, τὰς τῶν πικρῶν βασάνων ἐπιφοράς, Χριστοῦ τὸ ὄνομα ὁμολογοῦντες· δι’ οὗ σωτηρία πᾶσι δέδοται. Ἀλλ’ ὦ Ἀλέξανδρε μακάριε, καὶ Ἑλικωνὶς θεόφρον, τῶν Ἀγγέλων συνόμιλοι, σὺν αὐτοῖς πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Ἐν Κορίνθῳ ἐνθέως ἀγωνισάμενοι, Ἑλικωνὶς μακαρία σὺν Ἀλεξάνδρῳ κλεινῷ, τὸν ἀντίπαλον ἐχθρὸν κατεπαλαίσατε, καὶ τῆς δόξης τοῦ Χριστοῦ, μετασχόντες ἐν χαρᾷ, ὡς Μάρτυρες ἀληθείας, ἐκδυσωπεῖτε ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς δίφωτος λαμπάς, τὴν Χριστοῦ Ἐκκλησίαν, πυρσεύετε ἀεί, ταῖς αὐγαῖς τῶν ἀγώνων, ὑμῶν τῆς ἀθλήσεως, καὶ ἐπάθλων ὧν εὕρατε, ὦ Ἀλέξανδρε, Ἑλικωνίς τε Ἁγία· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὠς Μάρτυς Ἀλέξανδρος Ἑλικωνίς τε ὁμοῦ, ἀθλήσει δοξάσαντες τὸν Βασιλέα Χριστόν, λαμπρῶς ἐδοξάσθησαν· ὅθεν ἡ ἐν Κορίνθῳ, Ἐκκλησίᾳ ἁγία, τούτων τοῖς θείοις πόνοις, καυχωμένη γεραίρει, αὐτῶν τὴν θείαν μνήμην, Χριστὸν μεγαλύνουσα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Στεῤῥῷ φρονήματι, ὁμολογήσαντες, Χριστοῦ τὴν σάρκωσιν, Ἅγιοι Μάρτυρες, τὴν τῶν εἰδώλων χαλεπήν, ἠσχύνατε ἐξαπάτην, ἔνδοξε Ἀλέξανδρε, Ἀθλητῶν ἐγκαλλώπισμα, Ἑλικωνὶς θεόληπτε, γυναικῶν σεμνῶν καύχημα· διὸ πανηγυρίζομεν πόθῳ, μνήμην ὑμῶν τὴν φωτοφόρον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον, Μαρτυρικόν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ ἐξ ὕψους σοφίᾳ, τὸν νοῦν ἐλλαμπόμενοι, τῷ τοῦ σκότους ἄρχοντι ἀντικατέστησε, ἀθλητικαῖς ἐνστάσεσιν, ἐν τῇ ἀπαρνήσει τῆς σαρκός, καλλίνικοι Μάρτυρες. Καὶ τὸ βραβεῖον τῆς νίκης, παρὰ Χριστοῦ κομισάμενοι, ἀγγελικαῖς συνήφθητε χορείαις, μαρτυρικῇ δόξῃ κλεϊζόμενοι. Ἀλλ’ ὦ Ἑλικωνὶς καὶ Ἀλέξανδρε, ἀδιαλείπτως δυσωπεῖτε, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Ἑλικωνίδα καὶ Ἀλέξανδρον μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἐλλάμψει, τοῦ παναγίου Πνεύματος, καταλαμπόμενοι, σὺν Ἀλεξάνδρῳ ὦ Ἑλικωνίς, φῶς μοι θεῖον βραβεύσατε, λιταῖς ὑμῶν πρὸς Κύριον, ὑμῶν ὑμνοῦντι τὰ παλαίσματα.
Λεόντων, τῶν νοητῶν ἐθλάσατε, τὰς μύλας Ἅγιοι, τοῦ μαρτυρίου πόνοις ἱεροῖς, καὶ νομίμως ἀθλήσαντες, ἀγγελικῆς λαμπρότητος, ἐν οὐρανοῖς κατηξιώθητε.
Ἰλύος, τῆς ἐν τῷ κόσμῳ σχέσεως, τὸν νοῦν καθάραντες, σὺν Ἀλεξάνδρῳ ὦ Ἑλικωνίς, πρὸς τὸ φῶς ἠτενίσατε, τῆς οὐρανίου γνώσεως, ἀθλητικῶς ἀγωνιζόμενοι.
Κακίας, τὸν εὑρετὴν καθείλετε, Μάρτυς Ἀλέξανδρε, Ἑλικωνίς τε σκεῦος ἀρετῶν, μαρτυρίου παλαίσμασι, καὶ πρὸς Χριστοῦ εἰλήφατε, τῆς ἀφθαρσίας τὸ διάδημα.
Θεοτοκίον.
Ὡς Μήτηρ, παναληθὴς καὶ ἄφθορος, τοῦ Παντοκράτορος, τὴν ἐφθαρμένην πάθεσι πολλοῖς, Θεοτόκε καρδίαν μου, ἐκκάθαρον καινίζουσα, ἐν ταύτῃ πνεῦμα ἐπιγνώσεως.

ᾨδὴ γ’. Οὐκ ἐν σοφίᾳ.
Νόμῳ τῷ θείῳ, τὴν ψυχήν σου τειχίσας Ἀλέξανδρε, τῶν ἀνόμων τὰς βουλάς, ἀθλητικῶς κατεπάτησας, καὶ Μάρτυς περίδοξος, ὤφθης τοῦ Κτίσαντος.
Ἰσχύϊ θείᾳ, Ἑλικωνὶς τὸ χαῦνον τοῦ θήλεος, ἐπιῤῥώσασα στεῤῥῶς, ἐχθροῦ τὸ κράτος συνέτριψας, καὶ πόνους ἀθλήσεως, Χριστὸν ἐδόξασας.
Δόξαν τὴν θείαν, τοῦ Σωτῆρος κηρύττοντες Μάρτυρες, μαρτυρίου ταῖς αὐγαῖς, ἐν τῇ Κορίνθῳ ἐκλάμπετε, ὡς ἄστρα πολύφωτα, Χριστοῦ εἰς αἴνεσιν.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν ἀνθρώπων ὤφθης διάσωσμα, ὡς κυήσασα Χριστόν, τὸν Βασιλέα τῆς κτίσεως· διὸ Κόρη σῶσόν με, τῆς νῦν κακώσεως.

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ἐπτερωμένοι τοῦ Χριστοῦ τῇ ἀγάπῃ, τὰ τῶν βασάνων ὑπερέιδετε ἄλγη, τὴν τῶν μελλόντων δόξαν προορώμενοι, ἔνδοξε Ἀλέξανδρε, Ἀθλητὰ γενναιόφρον, Ἑλικωνὶς πανθαύμαστε, καρτερίας ἡ στήλη· καὶ μεταστάντες νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύετε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.



ᾨδὴ δ’. Δι’ ἀγάπησιν οἰκτίρμον.
Καταβέβληκας τὴν πλάνην τῆς δυσσεβείας, Ἀλέξανδρε παμμάκαρ, ψυχικῂ ἐνστάσει, καὶ πᾶσιν ὑπέδειξας, τὴν αἴγλην τῆς πίστεως.
Ἀναφθεῖσάν σοι οὐδόλως κατεπτοήθης, τὴν πυρὰν θεόφρον, φλεγομένη τῷ πόθῳ, Ἑλικωνὶς πάνσεμνε, Χριστοῦ τοῦ νυμφίου σου.
Ἰσχυρότατοι δειχθέντες κατὰ τῆς πλάνης, τῆς πίστεως ἰσχύϊ, τὸ ἀνίσχυρον θράσος, ἐχθροῦ κατεβάλετε, ἀήττητοι Μάρτυρες.
Ἀνωτέραν πάσης βλάβης καὶ δυσχερείας, τὴν πόλιν Κορίνθου, ἔνθα τὸν ἀγῶνα, τὸν μέγαν ἠνύσατε, τηρήσατε Μάρτυρες.
Θεοτοκίον.
Λυτρωθέντες τῷ Σῷ τόκῳ τῆς ἁμαρτίας, εὐλογημένη Κόρη, ὕμνον Σοι προθύμως προσάγομεν λέγοντες· Σὺ εἶ ἡμῶν λύτρωσις.

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Ἔκλινας κεφαλήν, ὡς Χριστοῦ δοῦλος γνήσιος, τῇ ἐκτομῇ τῇ τοῦ ξίφους, ἐν πολλῇ εὐφροσύνῃ, Ἀλέξανδρε μακάριε.
Ξύρισμα κεφαλῆς, καὶ μελῶν τὴν κατάφλεξιν, καὶ ἐκτομὴν τῶν μαστῶν σου, Ἑλικωνὶς θεόφρον, γνώμῃ στεῤῥᾷ ὑπέμεινας.
Ἄνωθεν ὁ Χριστός, ὑμῖν δέδωκε δύναμις, ἐν τῷ καιρῷ τῶν ἀγώνων, Ἑλικωνὶς τρισμάκαρ, καὶ ἔνδοξε Ἀλέξανδρε.
Νέκρωσιν τοῦ Χριστοῦ, μιμησάμενοι Ἅγιοι, τὸν δι’ Αὐτὸν ἑκουσίως, δι’ ἀθλήσεως πόνων, θάνατον ὑπεδέξασθε.
Θεοτοκίον.
Δίδου μοι κατ’ ἐχθροῦ, τοῦ ἀεὶ πολεμοῦντός με, ἰσχὺν ἁγνὴ Θεοτόκε, ὡς ἂν τούτου νικήσω, τὸ κράτος τὸ ὀλέθριον.

ᾨδὴ στ’. Θύσω σοι.
Ῥείθροις σου, τῶν ἱερῶν αἱμάτων κατήρδευσας, τῶν Κορινθίων τὴν πόλιν, Ἀθλητὰ Ἀλέξανδρε καρτερόφρον· διὰ τοῦτο, τὴν ἁγίαν γεραίρει σου ἄθλησιν.
Ὅρμημα, τῶν ἀγρίων θηρῶν ἐχαλίνωσας, Ἑλικωνὶς μακαρία· σοῦ τὴν ἀρετὴν γὰρ Μάρτυς ἠδέσθη, καὶ ἀλόγων, θείῳ λόγῳ φύσις ἀτίθασος.
Νόμιμον, μαρτυρίου ἀγῶνα ἀνύσαντες, νόμῳ φραττόμενοι θείῳ, τῆς δικαιοσύνης παρὰ Κυρίου, Ἀθλοφόροι, τὸ ἀμάραντον στέφος εἰλήφατε.
Θεοτοκίον.
Μαρία, Θεοτόκε Παρθένε πανάμωμε, ἐκ μώμου πάσης κακίας, ῥῦσαι τὴν ψυχήν μου κεκαμωμένην, ἐπηρείαις, τοῦ πικροῦ κοσμοκράτορος.






Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τοὺς ἐν ἀθλήσει Χριστὸν μεγαλύναντας, Ἑλικωνίδα καὶ θεῖον Ἀλέξανδρον, συμφώνως τιμήσωμεν λέγοντες· ὡς Ἀθλοφόροι Κυρίου περίδοξοι, αἰτεῖτε ἡμῖν τὸ θεῖον ἔλεος.
Ὁ Οἶκος.
Ὥσπερ ἀστέρες φαεινοί, τῆς θείας φωταυγείας, ἐκλάμπετε περιφανῶς, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Ἑλικωνὶς ἡ θαυμαστή, ἐν γυναιξὶν Ἁγία, καὶ Ἀλέξανδρος ὁ ἔνδοξος, ἐν Μάρτυσιν Ἁγίοις. Πυρωθέντες γὰρ τῇ θείᾳ ἀγάπῃ, τῶν γεηρῶν ὑπερείδετε τὸν πόθον, καὶ ἀπαρνησάμενοι ἑαυτούς, πρὸς μαρτυρικοὺς ἀγῶνας, καιρῷ ἰδίῳ ἕκαστος, ἀνδρειοτάτῃ φρενὶ προσεχωρήσατε. Καὶ τοῦ Σωτῆρος κηρύξαντες τὸ μέγα ὄνομα, μεγίστοις πόνοις ὑπεβλήθητε, καὶ τοῦ μεγαλαύχου ἐχθροῦ τὴν ὀφρῦν καθείλετε, μαρτυρικῶς ἀριστεύσαντες, καὶ ἀνώτεροι αἰκισμῶν καὶ ἀλγηδόνων, δυνάμει θείᾳ, ἀναφανέντες μακάριοι· ἔνθεν ἡ Κόρινθος, ἐν ᾗ τὸν τῆς ἀθλήσεως μέγαν ἀγῶνα διηνύσατε, ἁγιασθεῖσα τοῖς αἵμασιν ὑμῶν, μακαρίζει ὑμᾶς ὁμοῦ ᾠδαῖς πνευματικαῖς, καὶ κράζει· ὡς Ἀθλοφόροι Κυρίου περίδοξοι, αἰτεῖτε ἡμῖν τὸ θεῖον ἔλεος.

Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑλικωνίδος καὶ Ἀλεξάνδρου ἐν Κορίνθῳ
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.
Ὁ Ἀλέξανδρος σὺν τῇ Ἑλικωνίδι,
ἤθλησας στεῤῥῶς ὑπὲρ ἀγάπης θείας.
Ἀλεξάνδροιο ὁμᾷ Ἑλικωνίδος ἄεθλα ἀείδω.
Αὕτη ἧν ἐπὶ Γορδιανοῦ καὶ Φιλίππου τῶν Βασιλέων, ἐκ πόλεως Βυταλίας ἐν ἄλλοις, Θεσσαλονίκης. Συσχεθεῖσα δὲ, καὶ πρὸς Περίνιον τὸν Δοῦκα Κορίνθου ἀχθεῖσα, καὶ τοῖς εἰδώλοις θῦσαι μὴ πεισθεῖσα, ἀλλὰ τὸν Χριστὸν ἀληθῆ ὄντα Θεὸν κηρύξασα, πρῶτον μὲν δεσμεῖται τοὺς π’΄οδας ἐν ζυγῷ βοῶν καὶ πτερνίζεται. Εἶτα, λυθέντος μολύβδου καὶ ἀσφάλτου καὶ πίσσης, ἐν αὐτοῖς βληθεῖσα, ἀβλαβὴς ἐξέρχεται· καὶ οὕτω ξυρᾶται τὴν κεφαλὴν, καὶ πῦρ φέρει καθ’ ὅλου τοῦ σώματος. Ἀνελθοῦσα δὲ, καὶ εἰς τὸν ναὸν τῶν εἰδώλων εἰσελθοῦσα, τὸ τῆς Ἀθηνᾶς ξόανον, καὶ τοῦ Διὸς, καὶ τοῦ Ἀσκληπιοῦ δι’ εὐχῆς κατέῤῥάξεν εἰς γῆν· εἶτα τέμνεται τοὺς μασθοὺς. Διαδεξαμένου δὲ τὸν τύραννον Ἰουστίνου τοῦ Ἀνθυπάτου, ἀχθεῖσα καὶ πρὸς αὐτὸν ἡ Μάρτυς, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις σπονδὰς ἐνεγκεῖν, ἐν καμίνῳ ῥίπτεται· τῆς δὲ φλογὸς μὴ ἁψαμένῃς αὐτῆς, ἀλλ’ ἐκ τῶν στρατιωτῶν ἑβδομήκοντα ἄνδρας λυμηναμένης, ἐν κραββάτῳ πυρωθέντι ἁπλοῦται. Ἐπιφανέντων δὲ τῶν Ἀρχαγγέλων Μιχαὴλ καὶ Γαβριὴλ, τὰς ἐκτακείσας αὐτῆς ἐν ταῖς βασάνοις σάρκας ὑγείωσαν· ἀλλὰ καὶ ἔτι, ἀβλαβὴς διαφυλαχθεῖσα, θηρίοις ἐκδίδοται· ὧν οὐδενὸς αὐτῆς ἁψαμένου, ἐκ τῶν ὑπηρετούντων δὲ μᾶλλον δι’ αὐτῶν ἀναιρεθέντων ἀνδρῶν ρκ΄ τὴν διὰ ξίφους ἀπόφασιν δέχεται· καὶ οὕτως ἐν οὐρανοῖς στεφηφόρος ἀνέρχεται.

Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
θείας τετευχώς, Εὐτυχές, κληρουχίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρήσκεντος, Παύλου καὶ Διοσκορίδου
Ἐν τῇ καμίνῳ Σεδρὰχ Διοσκορίδης,
Mισὰχ δὲ Παῦλος, Aὐδεναγὼ δὲ Kρήσκης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ διὰ Χριστόν σαλοῦ
Παύλου τὸ ῥῆμα καὶ μεταστὰς Ἀνδρέας
ἡμεῖς γε μωροὶ διὰ Χριστὸν κεκράγει.
Ὁ μακάριος οὗτος καὶ ὅσιος πατὴρ ἡμῶν Ἀνδρέας, Σκύθης ὧν τῷ γένει, ἐπωλήθη ὡς δοῦλος ἄρχοντί τινι, τῆς Βασιλίδος τῶν πόλεων, ᾧ ὄνομα Θεόγνωστος, κατὰ μὲν τὸν βίον αὐτοῦ ἐπὶ τῆς βασιλείας Λέοντος Α´ τοῦ Θρᾳκὸς (457-474), κατὰ νεωτέρους δὲ ἐρευνητὰς τὸ δεύτερον ἥμισυ τοῦ θ´ αἰῶνος. Ἔχων ἀγαθὴν φύσιν καὶ ὀξεῖαν διάνοιαν πλεῖστα τῶν μαθημάτων, καὶ δὴ τὰ ἑλληνικὰ καὶ θεῖα, ἐν βραχεῖ ἐκαρπώσατο, εὔνουν αὐτῷ τὸν Θεόγνωστον προσκτησάμενος, μυρίοις τε ἄλλοις κεκοσμημένος χαρίσμασιν. Οὕτω τοιγαροῦν διάγων καὶ ὑπὸ πάντων φιλούμενος εἶδε τὸν Χριστὸν ἐν ὁράματι, καλοῦντα αὐτὸν εἰς τὸν βίον τῆς σαλότητος καὶ λέγοντα: Τρέχε οὖν τὸν καλὸν ἀγῶνα γυμνὸς καὶ γενοῦ σαλὸς δι᾿ ἐμέ. Ἠκολούθησεν ἔκτοτε τῷ τραχεῖ τῆς διὰ Χριστὸν σαλότητος βίῳ, ἐμπαίζων τὸν κόσμον ποικίλαις προσποιήσεσι καὶ σαλότησι καὶ ἐμπαιζόμενος ὑπὸ τῶν ἀνθρώπων, ἄστεγος, πένης καὶ ξένος, κακοπαθῶν ἐν τῷ καύματι καὶ τῷ ψύχει, ἔχων σύμβουλον ἐν τῇ ἀρχῇ τῶν ἀγώνων ἱερέα τινὰ τοῦ ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας Νικηφόρον, ὅστις συνέγραψε καὶ τὸν κατὰ πλάτος θαυμαστὸν αὐτοῦ βίον, συνόμιλόν τε καὶ μαθητὴν εὐγενῆ καὶ ἄμεμπτον νέον, Ἐπιφάνιον καλούμενον, οὗ προεῖπεν ὁ ὅσιος τὴν εἰς πατριάρχην ἀνάδειξιν. Προσευχομένου ποτὲ τοῦ ἰσαγγέλου Ἀνδρέου ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, παρόντος καὶ τοῦ Ἐπιφανίου, ὠράθη αὐτοῖς ἡ Ὑπεραγία Θεοτόκος, εἰσερχομένη ἐν τῷ ναῷ μετὰ συνοδίας Ἁγίων καὶ εἶτα ἀπὸ τῆς πύλης τοῦ Ἱεροῦ Βήματος ἁπλοῦσα τὸ μαφόριον Αὐτῆς ὡς σκέπην ἐπὶ τὸν περιεστῶτα λαόν. Τὸ δρᾶμα αὐτὸ τοῦ Ὁσίου ἐστάθη αἰτία, ἵνα ὁρίσῃ ἡ Ἐκκλησία τὴν ἑορτὴν τῆς Ἁγίας Σκέπης, ἀγομένην τὸ πάλαι τῇ α´ Ὀκτωβρίου, νῦν δὲ τῇ κη´ τοῦ αὐτοῦ μηνός. Προϊδὼν τὸ τέλος αὐτοῦ, πολλά τε περὶ τοῦ τέλους τῆς Βασιλίδος καὶ τοῦ Ἀντιχρίστου διδάξας, ἀσπασθεὶς καὶ χαιρετήσας τὸν Ἐπιφάνιον ἐπορεύθη εἰς τὸν συνήθη αὐτῷ τόπον, ἔνθα ἄστεγος μετὰ τῶν κυνῶν ἔζη, καὶ ἀνακλιθεὶς ἐπὶ τῆς γῆς παρέδωκε τὸ πνεῦμα αὐτοῦ, μετατεθεὶς εἰς τὴν θαλπωρὴν καὶ γλυκύτητα τοῦ Παραδείσου, οἰκίαν ἀχειροποίητον ἐν οὐρανοῖς κτησάμενος καὶ πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικήτα, ἀρχιεπισκόπου Χαλκηδόνος

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Σενατόρου, ἐπισκόπου Μιλάνου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερμανοῦ, ἐπισκόπου Παρισίων

Ποιμὴν ὢν Ἀρσένιος Βεῤῥοίας μέγας,
προθύμως τέθνηκεν ὑπὲρ τοῦ ποιμνίου.
Οὗτος, ἦν Μητροπολίτης ἐν Μακεδονίᾳ Βεῤῥοίας, ἀκμάζων τῷ 14ῳ ἢ 15ῳ αἰῶνι, καὶ ποιμαίνων εὐαγγελικαῖς πόαις τὸ ἑαυτοῦ ποίμνιον, σοφίᾳ παντοδαπεῖ, καὶ πάσῃ ἀρετῇ κοσμούμενος. Τῷ τότε καιρῷ, ὁ τοῖς καλοῖς βασκαίνων ἐχθρός, διήγειρε τὰ τῶν Ἀγαρηνῶν βάρβαρα φῦλα, ἅτινα ἀπελθόντα, ἐληΐζοντο καὶ ἠρήμουν τὴν Μακεδονίαν. Ὁ δὲ ἱερὸς Ἀρσένιος, λόγοις ἀνδρείας ἐνεθάῤῥυνε τὰ τῶν Βεῤῥοιαίων πληρώματα. Ἁλωθείσης δὲ τῆς πόλεως Βεῤῥοίας ὑπὸ τῶν βαρβάρων, συνελήφθη παρ’ αὐτῶν ὁ θεῖος Ἀρσένιος, ὅστις ποικιλοτρόπως αἰκισθεὶς καὶ βασανισθεὶς καὶ χλευασθείς, ἀκλόνητος ἔμεινεν ἐν τῇ ἀμωμήτῳ πίστει, προθέμενος ἑαυτὸν ὑπὲρ τοῦ ποιμνίου καὶ οὕτω ξίφει ἀπετμήθη τὴν κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μήτρου, ἀθλήσαντος ἐν ἔτει 1794
Οὗτος ἥτον ἀπὸ τὸν Μωρέα, εὐσεβῶν γονέων υἱὸς, ὤν δὲ μικρὸν παιδίον, ἔως ἔνδεκα ἐτῶν, διὰ τὴν νηπιοφροσύνην του ἠπατήθη ἐκ τῶν Ἀγαρηνῶν, καὶ ἠρνήθη τὸν Χριστὸν, καὶ ἔγινεν Τοῦρκος, καὶ αὐξάνων εἰς τὴν ἡλικίαν προσεκολλήθη εἰς διαφόρους Πασσάδες καὶ μὲ παρέλευσιν χρόνων προεβιβάσθη εἰς διάφορα Ὀφφίκια, εἰς τρόπον ὅτι ἔγινε καὶ Ἰμπροχώραγας, ἤτοι Ἕπαρχος. Ὅμως, ἐλθὼν εἰς ἑαυτὸν, ἥλθεν εἰς τὴν Τριπολιτςὰν, καὶ πωλήσας ὅλα τὰ περὶ αὐτὸν εὑρισκόμενα, ἐπῆγεν εἰς τοὺς συγγενεῖς του, καὶ ἐξομολογηθεὶς εἰς Πνευματικὸν τὴν ἁμαρτίαν του, ἔκαμε τὴν πρέπουσαν διόρθωσιν, κατὰ τὴν ἱερὰν τάξιν τῆς Ἐκκλησίας μας, καὶ οὕτως ἐπολιτεύετο ὡς εὐλαβὴς καὶ θεοφοβούμενος Χριστιανὸς χρόνους δέκα. Ἐγνωρίσθη ὅμως ὑπὸ τινων γνωρίμων του Ἀγαρηνῶν εἰς Μυστρὰν, οἱ ὁποῖοι ἔπιασαν αὐτὸν, καὶ τὸν ἔφεραν εἰς τὸν Ἡγεμόνα τὴς Τριπολιτσὰς. Μένοντας ὅμως στέῤῥεος ὁ Ἅγιος εἰς τὴν πίστιν του, ἐκλείσθῃ εἰς τὴν εἰρκτὴν καὶ ἐν τἐέλει ἀπεκεφαλίσθῃ ἐν ἔτει 1794, Κυριακὴ τὴς Πεντηκοστὴς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἐπισκόπου Ῥοστώβ Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεροντίου Μητροπολίτου Μόσχας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Σωφρονίου Βουλγαρίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἑλένας Μαντούροβα τῆς Ῥωσσίδος.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Ἐν τῇ καμίνῳ τῶν δεινῶν, δρόσον παρακλήσεως θείας, Ἑλικωνὶς ἡ θαυμαστή, καὶ Ἀλέξανδρος ἅμα δεχόμενοι, πῦρ καὶ ἅπασαν βάσανον, καθυπέμειναν ἀθλοῦντες γενναιοφρόνως.
Λάμποντες θείαις ἀστραπαῖς, ἄνωθέν σοι ὤφθησαν Μάρτυς, ὁ Μιχαὴλ καὶ Γαβριήλ, ὑγιοῦντες τὰς πληγὰς τοῦ σοῦ σώματος, καὶ ἰσχύν σοι παρέχοντες, διολέσαι μακαρία ἐχθροῦ τὸ κράτος.
Πρὸς ἐκτομάς τε καὶ ποινάς, καὶ θηρῶν ὁρμὴν τῶν ἀγρίων, παραταξάμενοι στεῤῥῶς, εὐτονώτεροι πάντων ἐδείχθητε, συμμαχίᾳ τῇ ἄνωθεν, ὦ Ἀλέξανδρε συνάμα Ἑλικωνίδι.
Θεοτοκίον.
Ὠς πλατυτέρα οὐρανῶν, τὸν ἀπεριόριστον φύσει, φέρεις δι’ ἔλεος πολύ, ταῖς ἀγκάλαις Σου Παρθένε ὡς νήπιον· διὸ ῥῦσαί με ἄχραντε, τῆς παθῶν στενοχωρίας τῶν ψυχοφθόρων.

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Γενναιότητι γνώμης ἠρίστευσαν, ἐν Κορίνθῳ τῇ πόλει ἀθλήσαντες, Ἑλικωνὶς ἡ πάνσεμνος, καὶ Ἀλέξανδρος ἅμα, εὐλογοῦντες τὸν αὐτοὺς ἐνισχύσαντα Κύριον.
Ἐν καμίνῳ ῥιφθεῖσα ἀπήμαντος, τῇ τοῦ Πνεύματος δρόσῳ πεφύλαξαι, Ἑλικωνὶς καὶ ἔφλεξας, τῷ πυρὶ τῶν ἀγώνων, τῆς ἀπάτης, τὰς ἀκάνθας νομίμως ἀθλήσασα.
Ῥείθροις θείων αἱμάτων Ἀλέξανδρε, τῶν εἰδώλων τὴν πλάνην κατέσχεσας, καὶ τοὺς πιστοὺς ἐδρόσισας, εὐσεβῶς ἀναμέλπειν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἀπειράνδρως Χριστὸν σωματώσασα, Παναγία Παρθένε πανύμνητε, σωματικῶν με λύτρωσαι, παθημάτων καὶ πάσης ἐπηρείας, τοῦ ἀεὶ πολεμοῦντός με δράκοντος.

ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Σήμερον ἡ Κόρινθος χαίρει, ὑμῶν τὴν μνήμην τὴν ἁγίαν, ὦ Ἑλικωνὶς θεοφόρε, σὺν Ἀλεξάνδρῳ τῷ θείῳ ἄγουσα, ᾗ ἐξαιτεῖσθε Μάρτυρες, παρὰ Χριστοῦ χάριν καὶ ἔλεος.
Ἴασιν ψυχῶν καὶ σωμάτων, καὶ σωτηρίαν καὶ εἰρήνην, ὦ Ἑλικωνὶς ἐξαιτεῖτε, σὺν Ἀλεξάνδρῳ ἡμῖν ἑκάστοτε, τοῖς πόθῳ ἑορτάζουσι, τὴν μακαρίαν ὑμῶν ἄθλησιν.
Μόνον τὸν Σωτῆρα τῶν ὅλων, ἀπὸ ψυχῆς θερμῶς ποθοῦντες, πάντα τὰ ἐν βίῳ ἡδέα, οἷα σφαλλόμενα κατελίπετε, καὶ μαρτυρίου στάδιον, Ἅγιοι Μάρτυρες ἠνύσατε.
Οἱ φωτὶ τῆς δόξης Κυρίου, σὺν τοῖς Ἀγγέλοις ὁμιλοῦντες, ὦ Ἑλικωνὶς μακαρία, σὺν Ἀλεξάνδρῳ τὸ σκότος λύσατε, τὸ τῆς ψυχῆς μου δέομαι, τοῦτον τὸν ὕμνον μου δεχόμενοι.
Θεοτοκίον.
Ὕψιστον Θεὸν σαρκοφόρον, ἀναλλοιώτως τετοκυῖα, τὴν ἀλλοιουμένην ψυχήν μου, ταῖς ἐπηρείαις τοῦ πολεμήτορος, οἰκτείρησον πανάμωμε, καὶ ταύτην φόβῳ θείῳ στήριξον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἑλικωνὶς ἡ πάνσεμνος, καὶ ὁ κλεινὸς Ἀλέξανδρος, κραταιωθέντες τῇ πίστει, τῆς παναγίας Τριάδος, ἀνδρειοφρόνως ἤθλησαν, καὶ τὸν ἐχθρὸν κατήσχυναν, καὶ τοῖς οἰκείοις αἵμασιν, ἀνέβλυσαν ἐν Κορίνθῳ, πηγὴν ἁγίων χαρίτων.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ὦ Ἀλέξανδρε σοφέ, ὅτι τὸν ἀγῶνα τὸν θεῖον, ὑπὲρ τῆς πάντων ζωῆς, πίστεως θερμότητι, καὶ στεῤῥοτάτῃ ψυχῇ, θεοφρόνως διήνυσας, καὶ τοῖς τῶν Μαρτύρων, δήμοις συνηρίθμησαι, ὡς Μάρτυς ἔνδοξος· ὅθεν, σὺν αὐτοῖς ἐκδυσώπει, ἄφεσιν πταισμάτων δοθῆναι, τοῖς τὴν θείαν μνήμην σου γεραίρουσι.

Χαίροις, ὦ σεμνὴ Ἑλικωνίς, σὺ γὰρ ἀγαπήσει τῇ θείᾳ, σ’ αὐτὴν στομώσασα, ὅρους δὲ τῆς φύσεως, ἐκβᾶσα ἔνδοξε, ὑπὲρ φύσιν ἠγώνισαι, καὶ εὐτονωτέρα, πυρὸς καταφλέγοντος, καὶ τῶν θηρῶν τῆς ὁρμῆς, ὤφθης, τῇ ἑνώσει τῇ θείᾳ, καὶ τῆς οὐρανίου παστάδος, γέγονας συμμέτοχος ἀοίδιμε.

Χαίροις, Ἀθλοφόρων ξυνωρίς, ἡ Ἑλικωνὶς ἡ θεόφρων, τῶν θηλειῶν στολισμός, Ἅγιε Ἀλέξανδρε, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, οἱ νομίμως ἀθλήσαντες, ἐν πόλει Κορίνθου, καὶ Χριστὸν δοξάσαντες, οἰκείοις μέλεσιν· Ὃν νῦν ἐκτενῶς δυσωπεῖτε, ἄφεσιν πταισμάτων διδόναι, τοῖς εἰλικρινῶς ὑμᾶς γεραίρουσι.

Ὅτε, δι’ ἀγώνων ἱερῶν, πλάνης καὶ ἀπάτης τὴν φλόγα, πᾶσαν ἐσβέσατε, Ἅγιε Ἀλέξανδρε, Ἑλικωνίς τε κλεινή, τότε φέγγει τῆς πίστεως, οἷάπερ λαμπάδες, πάντων τὴν διάνοιαν, κατεφωτίσατε· ὅθεν, τῷ φωτὶ τῆς Τριάδος, ἤδη συγχορεύοντες σκότους, τῶν ἁμαρτιῶν ἡμᾶς λυτρώσασθε.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ ἰσχύϊ τῆς πίστεως, ξενοπρεπῶς ἀγωνισάμενοι, ξένων ἐπάθλων ἐτύχετε, Ἑλικωνὶς καὶ Ἀλέξανδρε, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος. Τὸ γὰρ ὄνομα Αὐτοῦ, ἐναντίον ἡγεμόνων καὶ τυράννων κηρύξαντες, ἀθλητικῶς ἀντικατέστητε, τοῖς δυσσεβέσι δόγμασι, θεολήπτῳ καρδίᾳ. Καὶ τῆς εὐσεβείας ὑπελθόντες τὸν ἀγῶνα, οὐρανίου δόξης, ἐπαξίως ἠξιώθητε· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν ὑμῶν δεήσεσι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις τῶν Μαρτύρων ἡ ξυνωρίς, Ἀλέξανδρε μάκαρ, στρατιῶτα τοῦ Ἰησοῦ· χαίροις Ἀθληφόρε, Ἑλικωνὶς θεόφρον, Ἀγγέλων συμπολῖται, καὶ ἰσοστάσιοι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου