Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 20. ΟΣΙΟΣ ΝΙΚΟΛΑΟΣ ΚΑΒΑΣΙΛΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ Κ΄!!
ΝΙΚΟΛΑΟΣ ΚΑΒΑΣΙΛΑΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥίζης εὐγενοῦς ὡς ἀληθῶς, ὄρπηξ νοητὸς ἀνεδείχθης, μάκαρ Νικόλαε, καὶ Χριστῷ προσήγαγες, καρποφορίαν λαμπράν, γεωργίᾳ τῇ κρείττονι, ζωῆς ἐναρέτου, θεία κατορθώματα, καὶ λόγον ἔνθεον. Ὅθεν σὺν Ἁγίοις χορεύων, καὶ ζωῆς τρυφῶν τῆς ἀλήκτου, μέμνησο ἡμῶν τῶν μεμνημένων σοῦ.

Λόγῳ καὶ σοφίᾳ δαψιλεῖ, καὶ περιφανεῖ πολιτείᾳ, ἐμπρεπῶν Ὅσιε, μύστης ἐνθεώτατος, ὤφθης τῆς χάριτος, καὶ τοῖς πᾶσιν αἰδέσιμος, καὶ τῶν Ὀρθοδόξων, δογμάτων ἑδραίωμα, καὶ στόμα ἔνθεον. Ὅθεν ἡ Χριστοῦ Ἐκκλησία, ὡς ὑφηγητὴν θεηγόρον, Ἅγιε Νικόλαε γεραίρει σε.

Γλῶσσαν θεοκίνητον πλούτων, βίου παιδευτὴς ἐναρέτου, ὤφθης Νικόλαε· πᾶσι γὰρ τῷ λόγῳ σου, ἐκφαίνεις Ὅσιε, φερωνύμως τὰς χάριτας, καὶ τὰς ἀντιδόσεις, νίκης τῆς ἐκ πράξεων, ἔργων τῆς πίστεως. Ὅθεν ὡς διδάσκαλον θεῖον, καὶ μυσταγωγὸν θείας δόξης, πάντες οἱ πιστοὶ ὑμνολογοῦμέν σε.

Ἔῤῥει ἐκ χειλέων σου σοφέ, οἵα γλυκασμὸς ἀμβροσίας, καὶ νέκταρ ἄϋλον, λόγος ὁ σωτήριος Πάτερ Νικόλαε, καὶ πιστῶν τὴν διάνοιαν, ἀεὶ κατευφραίνει, καὶ πικρίαν ἅπασαν, παθῶν ἐξήρανε· σὺ γὰρ ἐν Χριστῷ τῷ Σωτῆρι, φθέγγῃ καὶ ἡμῶν τὰς καρδίας, θείου φωτισμοῦ πληροὶς ἑκάστοτε.

Σκεῦος ἀρετῆς ἀναδειχθείς, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ, Πάτερ Νικόλαε, ἅπασιν αἰδέσιμος, ὤφθης τῷ βίῳ σου, βασιλεῦσι καὶ ἄρχουσι, δημόταις οἰκείοις, ξένοις καὶ αὐτόχθοσιν, ὡς ἐνθεώτατος· σὺ γὰρ ὡς σοφὸς καὶ ἀγχίνους, καὶ ὡς εὐσεβείας ἐκφάντωρ, νέμεις ἡμῖν πᾶσι τὰ σωτήρια.

Θείῳ λαμπρυνόμενος φωτί, ἐν Θεσσαλονίκῃ ἐκλάμπεις, τῇ σῇ πατρίδι σοφέ, καὶ Κωνσταντινούπολις προτερημάτων τῶν σῶν, καὶ τῆς θείας σοφίας σου, καρποὺς τοὺς ἡδίστους, χαίρουσα ἐτρύγησε, Χριστὸν δοξάζουσα· σὺ γὰρ ἐν ταῖς πόλεσι ταύταις, πολλαχὼς τὸν πλοῦτον ἐκφαίνεις, τῆς ἓν σοὶ οἰκούσης θείας χάριτος.

Δόξα. Ἦχος πλ. β´.
Τῆς θύραθεν σοφίας, κάτοχος γενόμενος, τῆς ἄνωθεν γνώσεως θησαυρὸς ἐδείχθης, τῇ καθαρᾷ σοῦ ζωῇ, θεόφρον Νικόλαε· ἐν γὰρ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἀναχθείς, τὸ κρεῖττον προέκρινας, καὶ Θεῷ συνείναι ἠγάπησας, ὑπεριδὼν τὰ χαμαὶ συρόμενα· καὶ τῷ θείῳ θελήματι, τὸν σὸν ἰθύνας βίον, περίβλεπτος ἐν πᾶσιν ὤφθης, πρὸς εὐσεβείας τρίβους ἀσφαλῶς ὁδηγῶν, τῷ λόγῳ τῆς χάριτος· ὅθεν ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονε, καὶ τῶν αἰωνίων ἀγαθῶν μετέσχες, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Καὶ νῦν. Ὁ αὐτός.
Τὶς μὴ μακαρίσει σὲ Παναγία Παρθένε...,


Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκειμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ὡς καλῶς ἐπαιδεύθης, καὶ νομίμως ἤθλησας, τῆς ἀρετῆς τὸν ἀγῶνα, θεοφόρε Νικόλαε· τὴν γὰρ σοφίαν ἐκ παιδὸς φιλήσας, φίλος Θεοῦ ἀνεδείχθης, καὶ τῶν χαρίτων τῷ στεφάνῳ, παρ᾿ αὐτοῦ ἐκοσμήθης· καὶ καταλλήλως διαπρέψας, ταῖς ἐναρέτοις πράξεσιν, ἁγιοπρεπὼς τὸν βίον ἥνυσας, καὶ Ἁγίων τοῖς δήμοις συνήφθης· μεθ᾿ ὧν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β´.
Ἐξ εὐσεβοῦς βλαστήσας ῥίζης, δένδρον κατάκαροὸν πέφηνας, μυστικαῖς ἀρδείαις θαλλόν, καὶ ἐγκρατείας πόνοις γεωργούμενον, Νικόλαε Ὅσιε· τῇ τῶν κρειττόνων γὰρ μελέτη, ὠραΐσας τὸν νοῦν, ἐν ὑπεροχῇ σοφίας ἐμεγαλύνθης, ὡς εὐθὺς τῇ καρδίᾳ, καὶ ταπεινὸς τῷ πνεύματι καὶ ἐναρέτοις τρόποις, τὸν Χριστὸν δοξάσας, παρ᾿ αὐτοῦ δεδόξασαι, ἐν τῇ ἀλήκτῳ ζωῇ· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ τιμῶντες τὴν μνήμην

Ἦχος γ´.
Τῇ ἐναρέτῳ ζωῇ, καταλαμπρύνας τὴν ψυχήν, τῆς ἀρετῆς μυσταγωγὸς ἐγένου, καὶ πάσης εὐσεβείας διδάσκαλος, Νικόλαε πάνσοφε· τῆς γὰρ θείας ἐπιπνοίας, στόμα θεῖον ὤφθης, σωτηρίας ῥήματα προϊέμενος ἀφθόνως, καὶ Ὀρθοδόξων δογμάτων, ἀναπτύσσων τὴν ἀκρίβειαν, ἐν Ἐκκλησίᾳ Δαβιτικῶς Ὁσίων, ὡς τοῦ Πνεύματος ὄργανον· διὸ τοῖς σοῖς λόγοις νουθετούμενοι, ἐπαξίως ἑορτάζομεν, τὴν σὴν ἁγίαν μνήμην Ἅγιε.

Ἦχος δ´.
Ὡς τῷ βίῳ θεόληπτος, καὶ τῇ γλώσσῃ θεοειδὴς καὶ πολύσοφος, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, ἐκκαλύπτεις τοὺς θησαυρούς, καὶ τοῦ Εὐαγγελίου διατρανοῖς τὸν λόγον, θεηγόρε Νικόλαε. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, δεόμεθα Πάτερ, ῥύεσθαι ἡμᾶς τῆς τοῦ σεισμοὺ ἀπειλῇς, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τὸν ἓν διδασκάλοις θεῖον, καὶ ἐν ῥήτορσι θεόσοφον, Νικόλαον τὸν ἔνδοξον, πᾶσα ἡ τοῦ Χριστοῦ Ἐκκλησία τιμάτω· δικαιοσύνης γὰρ λόγον, ἀφθόνως ἐπήγασεν, ὡς ὕδωρ ἁλλόμενον, εἰς ζωὴν αἰώνιον· καὶ τὰς λογικὰς ἀρούρας ἀρδεύσας, πρὸς εὐκαρπίαν πνευματικήν, ἐν ὁσιότητι καὶ ἐγκρατεῖα, τὸν βίον τετέλεκε· καὶ ἐν ταῖς τῶν Ἁγίων σκηνώσας λαμπρότησι, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Πάτερ Νικόλαε πολύς, ἓν σοφία γέγονας, καὶ ἐν τοῖς λόγοις περίβλεπτος, καὶ οἰκειότατος, βασιλεῦσιν ὤφθης, ὡς θεράπων γνήσιος, Χριστοῦ τοῦ Βασιλέως τῆς κτίσεως· ὂν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος...
Πάτερ Νικόλαε Θεοῦ, τὸν νόμον τὸν ἅγιον, ἀεὶ μελέτην ποιούμενος, τὸν νοῦν ἡγίασας, καὶ τὴν σὴν καρδίαν, δοχεῖον ὑπερτιμον, τῶν θείων ἐπιλάμψεων ἔδειξας, λαμπρύνων ἅπαντας, θεηγόροις σου διδάγμασι, καὶ ἰθύνων, πρὸς βίον ὑπέρτερον.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Πάτερ Νικόλαε βλαστός, ὤφθης εὐθαλέστατος, Θεσσαλονίκης καὶ καύχημα· διὸ γεραίρει σε, καὶ πιστῶς βοώ σοι· Φύλαττε τὴν πόλιν σου, ὁμοῦ σὺν Δημητρίῳ τῷ Μάρτυρι, ἐκ πάσης θλίψεως, καὶ σεισμοὺ φρικτῆς κλονήσεως, ἀπειλούσης, ἡμῖν δεινὸν ὄλεθρον.

Δόξα. Ἦχος πλ. δ´.
Τῆς σοφίας ἐραστής, ἀπὸ παιδὸς ἐδείχθης, ὑπεραρθεὶς τῶν γεηρῶν, Νικόλαε Ὅσιε· καὶ βίῳ σεμνῷ ταύτην θεραπεύσας, τῶν παρ᾿ αὐτῆς ἀγαθῶν, δαψιλὼς ἐτρύφησας, καὶ ἐν λόγῳ ἀμφιδέξιος ὤφθης, καὶ ὑφηγητὴς τῶν κριττόνων ἐχρημάτισας. Καὶ νῦν τῆς ἄνω τρυφῆς, ἐπαξίως μετέχων, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος, καὶ ὑποφήτης σοφός, δογμάτων τῆς πίστεως, καὶ ἀρετῶν ἱερῶν, Νικόλαε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ βίου καὶ λόγου. Ὅθεν Θεσσαλονίκη, τῇ σῇ δόξῃ καυχάται, καὶ πόθῳ ἑορτάζει, τὴν πάνσεπτον μνήμην σου.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.














Εἰς τὸν Ὄρθρον.

Μετὰ τὴν α´. Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Σοφία ἀληθεῖ, κοσμηθεὶς θεηγόρε, σοφίας θεϊκής, ἀνεδείχθης δοχεῖον, καὶ ἅπασι διδάγματα, τὰς καρδίας εὐφραίνοντα, Πάτερ ἔβλυσας· διὸ τὴν θείαν σοῦ μνήμην, ἑορτάζοντες, ἀσματικῶς σὲ τιμῶμεν, Νικόλαε Ὅσιε.
Θεοτοκίον.
Τεκούσα ἐν σαρκί, τὸν Ὑπερθεὸν Λόγον, ἐθέωσας ἡμῶν, τὴν οὐσίαν Παρθένε· διὸ ὡς αἰτίαν σε, σωτηρίας δοξάζομεν, καὶ βοῶμέν σοι· Ῥῦσαι ἡμᾶς Θεοτόκε, τοῦ ἀλάστορος, τῆς χαλεπῆς ἐπηρείας, ταῖς σαῖς ἀντιλήψεσι.

Μετὰ τὴν β´. Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατεῖᾳ κοσμήσας τὴν πολιτείαν σου, τῆς ἀρετῆς ἀνεδείχθης θεῖον ὑπόδειγμα, καὶ σοφὸς ὑφηγητὴς τῆς θείας πίστεως· ὅθεν ὡς μύστην ἱερόν, τῶν δογμάτων τῶν ὀρθῶν, Νικόλαε σὲ τιμῶμεν, καὶ τὴν σὴν μνήμην τελοῦντες, Χριστὸν δοξάζομεν τὸν Κύριον.
Θεοτοκίον.
Ἀποῤῥήτως κυήσασα μετὰ σώματος, τὸν Ὑπερούσιον Λόγον εἰς σωτηρίαν ἡμῶν, Ἀειπάρθενε Ἁγνὴ Θεογεννήτρια, ἀνεκαίνισας ἡμᾶς, καὶ ἀνύψωσας ἐκ γῆς, πρὸς ἄφθαρτον βασιλείαν, δοξολογοῦντας Παρθένε, τοῦ τοκετοῦ σου τὸ μυστήριον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δι' ἀρετῆς καὶ πολιτείας ἀμέμπτου, Θεοῦ θεράπων ἀληθῶς ἀνεδείχθης, καὶ Ἐκκλησίας πρόμαχος Νικόλαε· ἡ Θεσσαλονίκη γάρ, καὶ ἡ Βύζαντος πόλις, τὰ σὰ προτερήματα, καὶ σοφίας τὸν πλοῦτον, ὁμολογοῦσι στόματι λαμπρῷ, καὶ τὴν ἁγίαν σοῦ, μνήμην γεραίρουσι.
Θεοτοκίον.
Ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, σωματωθεὶς ἐκ τῶν ἁγνῶν σου αἱμάτων, δι᾿ εὐσπλαγχνίαν Δέσποινα ἀμέτρητον, κόσμου σὲ ἀνέδειξε, προστασίαν καὶ σκέπην ὅθεν σοι προστρέχομεν, εἰσαεῖ καὶ βοῶμεν· Ῥύου ἡμᾶς δεινῶν ἐπιφοράς, καὶ πάσης βλάβης, Παρθένε Πανύμνητε.

Τὸ α΄ ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη... Ζήτει αὐτὸ τῇ ε´. Δεκεμβρίου.
Ο Ν´.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησον μὲ ὁ Θεὸς...
Τῶν ἀρετῶν ταῖς ἰδέαις, τὴν τῆς ψυχῆς εἰκόνα ἀναμορφώσας, τὰ ὑπὲρ νοῦν ἐμυήθης ἐκ θείας ἑνώσεως, Νικόλαε Ὅσιε· ἡ τῆς Ἁγίας Τριάδος γὰρ ἐνεργεῖα, ἐν σοὶ σκηνώσασα, τῆς εὐσεβείας ἔνθουν σὲ ὑφηγητὴν ἀνέδειξε· πᾶσι γὰρ παρέχεις λόγον σωτήριον, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου οὒ ἡ ἀκροστιχίς. Τῷ Νικολάῳ αἴνεσιν προσάδῳ. Γερασίμου.
ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί.
Τῷ φωτισμῷ, τῆς Τρισηλίου ἐλλάμψεως, θεουργικῶς λαμπόμενος, Πάτερ Νικόλαε, φῶς μοι θεῖον ἐξαίτει, ὑμνῆσαί σου τὴν μνήμην, τὴν ἀξιέπαινον.
φθης φυτόν, ἐξ εὐκλεοῦς ῥίζης Ὅσιε, πανευθαλὲς καὶ εὔοσμον, καὶ προσενήνοχας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ὀσμὴν τὴν τῆς σοφίας, Πάτερ τὴν κρείττονα.
Νόμῳ Θεοῦ, ἐμμελετὼν ἐκ νεότητος, τὰ τῆς σαρκὸς σκιρτήματα, πάντα ἐνέκρωσας, καὶ τὸν νοῦν σου θεόφρον, καθήλωσας τῷ φόβῳ τοῦ Παντοκράτορος.
Θεοτοκίον.
να ἡμᾶς, ἀνακαλέσῃ ὁ Κύριος, πρὸς ἀφθαρσίαν Ἄχραντε, ἐκ σοῦ σεσάρκωται, μὴ τραπεὶς τὴν οὐσίαν, καὶ ὤφθη τοῖς ἀνθρώποις, διπλοῦς δι᾿ ἔλεος.

ᾨδὴ γ´. Ἐν πέτρᾳ μὲ τῆς πίστεως.
Καθαρὰς τὴν ψυχήν σου παθῶν κηλῖδος, δοχεῖον ἀνεδείχθης τοῦ Παρακλήτου, Νικόλαε κραυγάζων δι᾿ ἐγκρατείας· οὔκ ἐστιν ἅγιος, πλὴν σοῦ Φιλάνθρωπε, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.
Οἱ λόγοι σου ὡς νέκταρ ἀθανασίας, εὐφραίνουσι καρδίας καὶ τὰς αἰσθήσεις, Νικόλαε τῶν πίστει ἀναβοώντων· οὔκ ἐστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.
Λαμπρύνας τὴν ζωήν σου δι᾿ εὐσεβείας, φωστὴρ λαμπρὸς ἐδείχθης τῆς Ἐκκλησίας, Νικόλαε καὶ γέρας Θεσσαλονίκης, ἢν ἀεὶ φύλαττε, ἐκ πάσης θλίψεως, καὶ σεισμοὺ συντρίψεως, ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
γγέλων ἀνεδείχθης ἁγιωτέρα, ἁπάντων ἀσυγκρίτως Παρθενομῆτορ· τὸν τούτων γὰρ Δεσπότην καὶ Βασιλέα, ἀφράστως τέτοκας, δι᾿ ἀγαθότητα, κόσμον ἐκλυτρούμενον, τῆς πάλαι πτώσεως.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τοῦ κόσμου ὑπέρτερος, καίτοι ἐν κοσμῶ τελῶν, ἐδείχθης Νικόλαε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ γνώμης στεῤῥότητι· ὅθεν σε μετὰ τέλος, ἡ οὐράνιος δόξα, δέδεκται θεοφόρε, ὡς θεράποντα θεῖον καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑπὲρ ἡμῶν ἱκέτευε.
Θεοτοκίον.
Ἐκύησας Ἄχραντε, δίχα τροπῆς καὶ φυρμού, τὸν πάντων δεσπόζοντα, δι᾿ εὐσπλαγχνίαν πολλήν, ἡμᾶς ἀναπλάττοντα· ὅθεν τὸν ὑπὲρ νοῦν σου, μεγαλύνομεν τόκον, ὑμνοῦντές σου Θεοτόκε, τὰ πολλὰ μεγαλεῖα· ὅτι παντὸς τοῦ κόσμου, προστασία πέφηνας.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
ς θεράπων θερμότατος, Χριστοῦ τοῦ πάντων Βασιλέως, τοῖς ἐν γῇ ἄρχουσιν, ὤφθης αἰδέσιμος.
ρεταῖς λαμπρυνόμενος, τῶν εὐσεβῶν Νικόλαε δογμάτων, ὤφθης διδάσκαλος, καὶ φύλαξ ἄριστος.
λαρὸς μὲν τοῖς τρόποις σου, θεοειδὴς δὲ τῷ λόγῳ ἐδείχθης, Νικόλαε μάκαρ, ὡς μύστης ἔνθεος.
Θεοτοκίον.
Νέκρωσάν μου πᾶν σκίρτημα, τῆς ἐμπαθοῦς σαρκός μου Θεοτόκε, καὶ καταύγασόν με, φωτὶ τῆς χάριτος.


ᾨδὴ ε´. Μεσίτης Θεοῦ.
δέξω σοφέ, ἐκ Θεοῦ σοφίας χύμα ἄνωθεν· ἔνθεν ῥήτωρ ἔνθεος, καὶ τῆς Ἐκκλησίας λύχνος πάμφωτος, Νικόλαε ὠράθης, λαμπρύνων τὰς ψυχὰς ἡμῶν.
Σοφίαν τὴν σήν, βασιλεῖς καὶ ἄρχοντες ᾐδέσθησαν, καὶ τῷ θείῳ λόγῳ σου, Πάτερ τὰ προσήκοντα δεχόμενοι, δεξιὸν παραστάτην, ἐπλούτουν σὲ Νικόλαε.
θύνων τὸν νοῦν, πρὸς τῶν ἐφετῶν Πάτερ τὸ ἔσχατον, ὅλος ἐνθεώτατος, λόγῳ καὶ σοφίᾳ καὶ θεόληπτος, Νικόλαε ἐφαίνου, τοῖς πόθῳ προσπελάζουσι.
Θεοτοκίον.
Νοός μου Ἁγνή, πᾶσαν διασκέδασον σκοτόμαιναν, καὶ φωτὶ μὲ λάμπρυνον, τῷ τῆς μετανοίας ἱκετεύω σε, ἵνα πᾶσαν ἐκφύγω, τοῦ δυσμενοῦς ἐπήρειαν.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Πολλοστὸς ἐν σοφίᾳ γενόμενος, ἐν δυνάμει λόγου καὶ τρόπων λαμπρότητι, διέλαμψας Νικόλαε, καὶ πιστῶν τὰς καρδίας ἐφαίδρυνας.
ῦσαι πάσης ἀνάγκης καὶ θλίψεως, τὴν ἐνεγκαμένην σὲ πόλιν Νικόλαε, καὶ ταύτην διαφύλαττε, ἐκ σεισμοὺ ἀπειλῇς ταῖς πρεσβείαις σου.
λοτρόπως Θεῷ ἀνακείμενος, ἐν Θεσσαλονίκη ὁσίως διέπρεψας, καὶ τὴν Κωνσταντινούπολιν, καταυγάζεις τῷ λόγῳ Νικόλαε.
Θεοτοκίον.
Σαρκωθεὶς ἐξ ἀχράντων αἱμάτων σου, ὁ Δημιουργὸς τῶν ὅλων καὶ Κύριος, Παρθένε ἐλυτρώσατο, τῆς ἀρχαίας κατάρας τὸν ἄνθρωπον.

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Λόγῳ ἐνθέῳ ἀνύων τὸν βίον σου, περιφανὴς ἐν σοφίᾳ καὶ χάριτι, καὶ ἐν λόγου δυνάμει γενόμενος, τῆς εὐσεβείας διδάσκαλος πέφηνας· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.
Ὁ Οἶκος.
Ἀπὸ νεότητος σοφέ, ἀνατεθεὶς Κυρίῳ, τῶν ἐνταλμάτων τοῦ Θεοῦ, ἐν διανοίᾳ καθαρᾷ, ἐβάδισας τὰς τρίβους· καὶ τῆς σοφίας καταλαβὼν τὸ ἄκρον, πολὺς ἐν φρονήσει, καὶ μέγας ἐν γνώσει παντοδαπεῖ ἀνεδείχθης ἐν τῷ κόσμῳ· τῆς γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ζωηφόρου ἐνεργείας τοῦ Παρακλήτου τὰς διαδόσεις εἰσεδέξω, καὶ τῆς εὐσεβείας μυσταγωγεὶς τὴν λαμπρότητα, καὶ ἐναρέτου ζωῆς τὴν ἀκρίβειαν, καὶ τῶν θείων δογμάτων τὸ ἀπαραχάρακτον κῦρος, ὡς ἀληθείας ὑποφήτης θεόσοφος, καὶ τοῦ Χριστοῦ θεράπων γνήσιος· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.

Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Καβάσιλα.
Ἁγίων συμμέτοχος σαφῶς ἐγένου
Ζωὴν βιώσας Νικόλαε ἁγίαν.
Νικολέω θεοῖο φέρτατον κῦδος ᾄσμασιν ὕδωρ.
Οὗτος ἤκμαζε τῷ δεκάτῳ καὶ τετάρτῳ καὶ δεκάτῳ πέμπτῳ αἰῶνι, γεννηθεὶς ἐν Θεσσαλονίκῃ. Τοκέας ἔσχε περιφανεῖς καὶ ἐνδόξους, παρ᾿ ὧν ἀρίστοις ἤθεσι καὶ πάσῃ εὐσεβείᾳ ἀνατραφείς, καὶ σεμνῶς παιδαγωγηθείς, ἐγένετο κάτοχος ἀμφιλαφοῦς καὶ παντοδαποῦς σοφίας καὶ γνώσεως, καὶ πολὺς ἐν λόγοις, θεηγόρον γλῶσσαν πλουτήσας, τῇ ἐπιπνοίᾳ τοῦ Ἁγίου Πνεύματος. Καὶ ἀμέμπτῳ διαγωγῇ, καὶ θεοπρεπεῖ πολιτείᾳ διαπρέπων, ποθητὸς καὶ οἰκεῖος τοῖς βασιλεῦσι καὶ ἄρχουσι κατέστη. Ὁσίως δὲ καὶ σωφρόνως, ἐν πάσῃ ἀρετῇ διαγαγὼν τὸν βίον, πρὸς τὰς οὐρανίους μετέστη μονάς, καὶ ἰσότιμος Ἁγίων γέγονεν, αἰωνίου δόξης καὶ ζωῆς ἀξιούμενος.




Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Οὗτος ὁ μακάριος, ἐκ παίδων ἑαυτὸν τῷ Θεῷ ἀναθείς, σκεῦος θεῖον καὶ δοχεῖον θείου Πνεύματος γέγονεν. Ὅθεν καὶ ὑπὸ τῆς θείας χάριτος τὴν ἱερωσύνην ψήφῳ Θεοῦ λαβών, καλῶς καὶ θεοφιλῶς ἐποίμανε τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, λόγοις προσηνέσι καταφωτίσας τὸ τῆς Ἐκκλησίας πλήρωμα. Διὸ καὶ τὴν Ὠριγένους πλάνην ἐπιπολάζουσαν ἰδών, ὡς ἄριστος ποιμήν, πυρὶ θείῳ ταύτην κατέφλεξε, πᾶσαν τὴν ἀχλὺν καὶ σκοτόμαιναν ἐκμειώσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι. Ἡ δὲ τῶν λόγων αὐτοῦ ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ εἰς πᾶσαν τὴν γῆν ἐξελήλυθεν. Ὅθεν μὴ φέρων ὁ ἐχθρὸς τὴν παῤῥησίαν καὶ ἔνστασιν τοῦ μεγάλου, ὁπλίζει τοὺς ἑαυτοῦ ὑπουργοὺς πρὸς τὴν τούτου ἀναίρεσιν. Ὁ δέ, πρὸ τῆς μαρτυρίας νέκρωσιν ζωηφόρον ἐνδυσάμενος, ξίφει τὴν κεφαλὴν τμηθείς, πρὸς τήν κρείττονα ζωὴν μετετέθη· πρῶτον μὲν ἱερουργῶν τὸν ἀμνὸν τοῦ Θεοῦ, ὕστερον δὲ θυόμενος, προσήχθη τῷ Χριστῷ θυσία ζῶσα· ὅθεν καὶ διπλοῖς στεφάνοις κατεκοσμήθη ὁ γενναῖος πρόμαχος τῆς ἀληθείας· καὶ αἵμασι μαρτυρικοῖς τὸ τέλος ἀπενεγκάμενος, ἀνεπαύσατο αἰωνίως. Οὗτος ὁ θεῖος τῷ ὄντι τοῦ Θεοῦ Ἱερεύς τε καὶ Μάρτυς κατέλιπεν ἡμῖν συγγράμματα τῆς αὐτοῦ φιλοπονίας, πάσης γνώσεως καὶ ὠφελείας τυγχάνοντα. Ἀλλὰ καὶ περὶ τῶν μελλόντων σαφέστατα προεθέσπισε, καὶ προηγόρευσεν εὐκρινέστατα περί τε τῶν βασιλειῶν ἐναλλαγάς, καὶ μεταβολὰς καὶ μεταποιήσεις, καὶ ἐθνῶν ἐκδρομάς, καὶ χωρῶν καὶ τόπον ἐρημώσεις καὶ ἀφανισμούς· περί τε ὀρθοδόξων καὶ αἱρετικῶν βασιλέων, καὶ περὶ τῆς συντελείας τοῦ κόσμου, καὶ περὶ τοῦ Ἀντιχρίστου καὶ τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ ἀφανισμοῦ καὶ πανωλεθρίας πάσης σαρκὸς ἀνθρωπίνης. Ταῦτα πάντα σαφέστατα ὁ θεῖος οὗτος προεθέσπισε.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ κατάθεσις τῶν λειψάνων καὶ περιβολαίων τῶν Ἁγίων Ἀποστόλων Λουκᾶ, Ἀνδρέου καὶ Θωμᾶ, τοῦ προφήτου Ἐλισσαίου καὶ τοῦ μάρτυρος Λαζάρου, ἅτινα κατετέθησαν ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων τῶν μεγάλων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν ἐρήμῳ δύω ἅγιοι Ἀσκηταί, ἐν εἰρήνῃ τελειοῦνται.
Ἀνιπτόσαρκοι καὶ χαμαιεῦναι δύω,
Ψυχὰς πλύναντες, ὕψος ᾤκησαν πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος, ὁ Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Κάλλη παρελθὼν φθαρτά, Κάλλιστ᾿ εὐθύφρον,
Κάλλη βλέπεις νῦν, ἃ φθαρῆναι οὐκ ἔνι.
Οὗτος, πρότερον ἐνασκουμένος ἐν τῇ κατὰ τὸ ὄρος τοῦ Ἄθω Σκήτει τοῦ Μαγουλὰ, ὕστερον ἀνέβη εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως, ἐπὶ Ἰωάννου Κατακουζηνοῦ, ἐν ἔτει ατν [1350], μετὰ τὸν Πατριάρχην Ἰσίδωρον. Πατριαρχεῦσας δὲ χρόνους δύω, ἐπαραιτήθηκε καὶ ἐμόνασε εἰς τὴν ἐδικήν του Μονὴ τοῦ Μάμαντος. Ἐρχομένου στὸ θρόνο τοὺ Ἰωάννου Παλαιολόγου, ὁ Κάλλιστος, ἐλθῶν ἀπὸ Τενέδου, ἔγινεν δεύτερον Πατριάρχης. Ὕστερον δὲ, ἀποσταλεῖς πρέσβις εἰς τὰς Φέρας, ἀσθένησε πολλὰ καὶ ἐτελεύτησε ἐκεί. Ἐρχόμενας εἰς τὰς Φέρας, ἐπέρασε ἀπὸ τὸ Ἅγιον Ὄρος καὶ συνατήσας τὸν Ἅγιο Μάξιμο τὸν Καυσοκαλύβην, ἤκουσε ἐξ αὐτοῦ: Οὗτος ὁ γέρων, τὴν γραῖάν του [ἧτοι τὴν Κωνσταντινούπολιν], ἔχασεν. Καὶ ἀπερχομένου, ἔψαλεν ὅπισθεν αὐτοῦ τό: Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ἀλληλούϊα .

Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις τὴς Ὑπεραγίας Θεοτόκου, τῆς Ὁδηγητρίας, εἰς ἡ ἱερὰ ταῦτης εἰκῶν, ἐν τὴν Μονὴ τοῦ Ξενοφώντος εὑρίσκεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Ἀθανασίου του Πεντασχοινίτου, τοῦ ἐν Κύπρῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ημᾶς.

ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς.
γίως τὴν σήν, πολιτείαν ἥνυσας θεόπνευστε, καὶ τῶν Ἁγίων ὁμοδίαιτος, ἐν οὐρανοῖς ἐχρημάτισας· μεθ᾿ ὧν θείας δόξης μετέχων, ἐκβόας ἀγαλλόμενος. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Δυνάμει τῶν σῶν, μελιῤῥύτων λόγων καὶ τῇ χάριτι, τῇ ἐξ αὐτῶν καὶ τῇ γλυκύτητι, ἰὸν ἐξαίρεις τῶν θλίψεων, καὶ πιστοὺς εὐφραίνεις καὶ ψάλλειν, τούτους προτρέπεις Νικόλαε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς θεῖον βλαστόν, ὡς θεόληπτον θεράποντα Κυρίου, Θεσσαλονίκη μακαρίζει σέ, ἢν διαφύλαττε πάντοτε, ἐκ σεισμοὺ καὶ πάσης ἀνάγκης, ἐκβοώσαν Νικόλαε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Γαλήνην ἀεί, καὶ εἰρήνην τῇ ψυχῇ μου δίδου Κόρη, καὶ ταραχῆς πάσης καὶ θλίψεως, τὸν νοῦν μου ἄτρωτον φύλαττε, ἵνα ἐν πολλῇ ἡσυχίᾳ, ἀναβοῶ Παναμώμητε· εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.

ᾨδὴ η´. Τὸν ἓν καμίνῳ τοῦ πυρός.
ν Βυζαντίῳ ὡς πυρσός, διαλάμπεις τῇ λαμπρότητι τοῦ λόγου, καὶ αἀύλωνν βασιλείων, ἔνδον χωρῶν ποθητός, τοῖς ἄναξιν ὤφθης Νικόλαε, τούτους κατευθύνων, τῷ φόβῳ τοῦ Κυρίου.
ώμη Θεοῦ ἐνισχυθείς, πάσης θλίψεως κατίσχυσας, εἰς τέλος, καὶ ὁσίως τὸν βίον διατελέσας σοφέ, Ὁσίων συνήφθης τοῖς τάγμασι, καὶ ταῖς τῶν Ἁγίων, χορείαις συνετάγης.
πὸ σεισμοὺ καταστροφῆς, ἀπὸ πάσης συνοχῆς καὶ δυσχερείας, καὶ ἐκ πάσης ἀνάγκης, σῷζε ἀεὶ ἀσινῆ, ταῖς σαῖς πρὸς Χριστὸν παρακλήσεσι, τὴν βλαστήσασαν σέ, Θεσσαλονίκην Πάτερ.
Θεοτοκίον.
Σκέπε ἐκ πάσης ἀπειλῆς, καὶ σεισμοὺ τοῦ βαρυτάτου Θεοτόκε, τοὺς πιστοὺς σοῦ ἱκέτας, τοὺς προσιόντας ἀεί, τῇ σῇ προστασίᾳ Πανάχραντε, καὶ ὑπερυψοῦντας, τὴν ἄφραστον σοῦ δόξαν.

ᾨδὴ θ´. Ἡ πρὸ ἡλίου φωστῆρα.
θυνας σοφὲ τὴν ζωήν σου, τῷ φωτὶ τῆς θείας πίστεως, καὶ τὰ τοῦ σκότους ἅπαντα προσκόμματα, διελήλυθας ἀβλαβῶς, καὶ πρὸς τὸ φῶς ἐσκήνωσας, Νικόλαε μακάριε, τῆς ὑπὲρ λόγον ἀπολαύσεως.
Μέγας ἐν τοῖς λόγοις ἐδείχθης, καὶ ἐν πράξεσι θεόληπτος, θεοπρεπῶς σοφὲ πολιτευσάμενος· διὰ τοῦτο τῆς ὑπὲρ νοῦν, ἠξίωσαι λαμπρότητος, ἐν μετοχῇ θεουμένος, τῇ θεϊκη Πάτερ Νικόλαε.
ρμῳ νοητῷ προσωρμίσθης, τὴν τοῦ βίου πλεύσας θάλασσαν, καὶ τοῦ ἐχθροῦ βυθίσας τὴν κακόνοιαν, καὶ τὸ ὕδωρ τὸ τῆς ζωῆς, ὑπερφυῶς δεχόμενος, ὑπὲρ ἡμῶν ἱκέτευε, διὰ παντὸς Πάτερ Νικόλαε.
Θεοτοκίον.
ψιστον Θεὸν τετοκυῖα, μετὰ σώματος δ᾿ ἔλεος, σωματικῶν μὲ ῥῦσαι περιστάσεων, καὶ νοσοῦσάν μου τὴν ψυχήν, θεράπευσον Πανάμωμε, καὶ ἐννοιῶν μὲ λύτρωσαι, χαμαιπετῶν τῇ ἀντιλήψει σου.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἓν σοφία λαμψάντα, καὶ βίου καθαρότητι, καὶ λόγων θείων δυνάμει, ὑμνήσωμεν ἐπαξίως, Νικόλαον τὸν Ὅσιον, Θεσσαλονίκης βλάστημα, καὶ ἱερὸν διδάσκαλον, τῶν Ὀρθοδόξων δογμάτων, καὶ ἀρετῶν οὐρανίων.
Θεοτοκίον.
Τὸν πάντων βασιλεύοντα, καὶ Ποιητὴν τῆς κτίσεως, Χριστὸν τεκοῦσα ἀφράστως, ἀνακαλούμενον κόσμον, Ἀγγέλων ὤφθης ἄνασσα, καὶ τῶν βροτῶν διάσωσμα, Παρθενομῆτορ Δέσποινα· διὸ σὲ ὑμνολογοῦμεν, οἱ διὰ σοῦ σεσῳσμένοι.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Γνώμην οὐρανόφρονα, ἐπιδειξάμενος Ὅσιε, πολιτείαν κατάλληλον, τῷ πόθῳ διήνυσας, ὡς ἀπὸ καρδίας, Χριστὸν ἀγαπήσας, παρ᾿ οὗ ἐδέξω δαψιλώς, τὸ τῆς σοφίας δῶρον ὑπερτιμον, Νικόλαε μακάριε, πάντων Ἁγίων ἰσότιμε, μεθ᾿ ὧν πρέσβευε πάντοτε ὑπὲρ τῶν εὐφημούντων σε.

Ὕψωσας πρὸς Κύριον, ἀπὸ παιδὸς τὴν διάνοιαν, καὶ αὐτοῦ τὴν λαμπρότητα, θερμῶς ἐξεζήτησας, ὁλικὴ ἐφέσει, γηΐνων τὴν σχέσιν, ἀποβαλῶν καὶ τοῦ φωτός, τοῦ ὑπερφώτου δεχθεὶς ἀμάρυγμα· ἐντεῦθεν ἐνδιέπρεψας, δι᾿ εὐσεβείας Νικόλαε, καὶ ζωῆς καθαρότητι, καὶ δογμάτων ὀρθότητι.

Λόγῳ τῆς σοφίας σου, καὶ διδαχῶν τῇ λαμπρότητι, θεοφόρε Νικόλαε, ὡς μύστης οὐράνιος, τοὺς πιστοὺς εὐφραίνεις, καὶ τὸν πόθον τούτων, μετεωρίζεις πρὸς Χριστόν, ὡς εὐσεβείας θεῖος διδάσκαλος, καὶ στόμα, θεοκίνητον, τῆς ὑπὲρ νοῦν ἀγαθότητος, καὶ θεόπνευστον ὄργανον, τῆς τοῦ Πνεύματος χάριτος.

Ὤφθης ἐνθεώτατος, τοῦ Βασιλέως τῆς κτίσεως, τῇ σεμνῇ πολιτείᾳ σου, θεράπων Νικόλαε· ἔνθεν βασιλεῖς σε, ᾐδέσθησαν Πάτερ, καὶ ἐπευφραίνεται ἐν σοί, Θεσσαλονίκη ἡ σὲ βλαστήσασα, ἢν φύλαττε ἀκλόνητον, ἐκ τοῦ τῆς γῆς κλόνου Ὅσιε, σεισμικῶν τε δονήσεων, ἀσινεῖς σῴζων ἅπαντας.

Δόξα. Ἦχος β´.
Φιλοσοφίας τῆς θείας, γεωργήσας τὰς χάριτας, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, μυσταγωγεὶς τὴν λαμπρότητα, παμμάκαρ Νικόλαε· καὶ θεοῤῥήμονι γλώσσῃ, ἐν λόγῳ καλλιεπεῖ, τῆς Ὀρθοδόξου λατρείας, ἀναπτύσσων τὸ κάλλος, πρὸς ἀναβάσεις θείας, καὶ ἐπιδόσεις ἱεράς, καθοδηγεὶς τοὺς θεόφρονας. Ἀλλ᾿ ὡς Ἁγίων συνὼν τάξεσι, πρέσβευε ὑπὲρ τῶν τιμώντων σέ.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Λόγῳ καὶ σοφίᾳ πνευματικῇ, λαμπρῶς διαπρεπῶν, ὡς τῷ βίῳ διαπρεπής, διδάσκαλος θεῖος, τῆς Ἐκκλησίας ὤφθης, Νικόλαε παμμάκαρ, Ἀγγέλων σύσκηνε.




ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς αἰωνίου μετασχὼν εὐφροσύνης, ὑπὲρ ἡμῶν διὰ παντὸς ἐκδυσώπει, τῶν σὲ τιμώντων Ὅσιε Νικόλαε, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ πὰσης στενώσεως, καὶ δεινῶν συμπτωμάτων, καὶ πληρωθῶμεν θείου φωτισμοῦ, οἱ τῇ θερμῇ σοῦ, πρεσβείᾳ προστρέχοντες.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὒκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ᾿ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ Ψαλμός.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς· «Νίκην Νικόλαε ἡμῖν δίδου. Γερασίμου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ναμάτων πληρούμενος θεϊκῶν, ταῖς σαῖς ἱκεσίαις, ἡμῖν ὄμβρησον νοητῶς, σταγόνας τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι Νικόλαε Ὅσιε.
σχὺν ἡμῖν αἴτει παρὰ Θεοῦ, ὡς ἂν τῆς ἰσχῦος, κατισχύσωμεν τοῦ ἐχθροῦ, Νικόλαε Πάτερ καὶ ἀμέμπτως, ἐπὶ τῆς γῆς τὴν ζωὴν διανύσωμεν.
Κακίας μὲ λύτρωσαι τῶν παθῶν, καὶ πρὸς ἀπαθείας, καθοδηγεῖ μὲ τὴν ὁδόν, καὶ δίδου σοφίαν τῷ νοΐ μου, ὡς τῆς σοφίας Νικόλαε ὄργανον.
Θεοτοκίον.
λίου τῆς δόξης θεία λαμπάς, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, καὶ φωτισμῷ νοητῷ μὲ καταύγασον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νόμῳ θείῳ ἰθύνας, τὴν σὴν ζωὴν Ἅγιε, πάσης ἀνομίας καὶ πλάνης, ἡμᾶς ἀπάλλαξον, καὶ νόμοις πίστεως, καὶ ἐντολαῖς τοῦ Σωτῆρος, ἡμᾶς πολιτεύεσθαι, Πάτερ ἐνίσχυσον.
Νοῦν θεόφρονα δίδου, ἀποπληροῦν πάντοτε, τοῦ Θεοῦ τὸ θέλημα μάκαρ, ψυχῆς θερμότητι, καὶ ἀποτρέπεσθαι, τὰς καθ᾿ ἡμῶν ἐπηρείας, Ἅγιε Νικόλαε, τοῦ πολεμήτορος.
λασμὸν ἡμῖν αἴτει, παρὰ Θεοῦ Ἅγιε, καὶ τῶν καθ᾿ ἑκάστην πταισμάτων, τὴν ἀπολύτρωσιν, ὡς ἂν Νικόλαε, δι’ εὐσεβείας ἁπάσης, τοῦ Θεοῦ τὸ ἔλεος, ἐπισπασώμεθα.
Θεοτοκίον.
Καταφύγιον μέγα, Χριστιανῶν πέφηνας, ἡ τὸν Θεὸν Λόγον ἀφράστως, κυοφορήσασα, Παρθένε Ἄχραντε· ὅθεν κἀμὲ πεφευγότα, τῇ σῇ σκέπῃ ῥῦσαί με, πάσης κακώσεως.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης, καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σοῦ προστασίᾳ.
Ἐπιβλέψον ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, ἐδείχθης ἐνδιαίτημα, ἀμέμπτῳ ζωῇ, Νικόλαε μακάριε· διὸ ἡμᾶς ἀπάλλαξον, σοφιστείας ἁπάσης τοῦ Ὄψεως, ὡς ἂν σεμνῶς ἐν συνέσει πολλῇ, βαδίζωμεν τρῖβον τὴν σωτήριον.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
θεράπων ὁ γνήσιος, Ἅγιε Νικόλαε τοῦ Παντάνακτος, καθικέτευε δεόμεθα, πάσης λυτρωθῆναι ἡμᾶς θλίψεως.
Λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ φιλοσοφίᾳ μάκαρ τῆς πίστεως, καταυγάζεις τὰς ψυχὰς ἡμῶν, πρὸς γνῶσιν τὴν κρείττονα Νικόλαε.
ρετῶν σκεῦος γέγονας, ἐν αἷς καθοδηγεῖ ἡμᾶς Νικόλαε, ἵνα μέτοχοι γενώμεθα, τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.
Θεοτοκίον.
ξ ἀχράντων αἱμάτων σου, σαρκωθεὶς ὁ Λόγος Κόρη δι’ ἔλεος, ἀλογίας πάσης ῥύεται, τοὺς σὲ Θεοτόκον καταγγέλοντας.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
νυσας καλῶς, τὴν ζωὴν μάκαρ Νικόλαε· διὰ τοῦτο ἐνδυνάμωσον ἡμᾶς, ἐναρέτως ἐν τῷ κόσμῳ ἀναστρέφεσθαι.
Μύστης γεγονώς, τοῦ Θεοῦ τῆς ἀγαθότητος, μυσταγώγησον ἡμᾶς ταῖς σαῖς λιταῖς, ἅπαν εἶδος θείων πράξεων Νικόλαε.
λεων ἡμῖν, ταῖς πρεσβείαις σου ἀπέργασαι, τὸν Σωτῆρα καὶ φιλάνθρωπον Θεόν, ὡς τῆς δόξης θεωρὸς αὐτοῦ Νικόλαε.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου ἅπαν φρόνημα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, καὶ πρὸς τρίβους μετανοίας με ὁδήγησον.

ᾨδὴ στ´. Τὴν δέησιν.
Δοχεῖον, τοῦ Παρακλήτου ἐδείχθης, τῇ λαμπρότητι τῆς σῆς πολιτείας· ὅθεν ταῖς σαῖς πρὸς Θεὸν μεσιτείαις, σκεύη ἡμᾶς τῆς αὐτοῦ ἀγαθότητος, ἀνάδειξον δι᾿ ἀρετῆς, θεομάκαρ Νικόλαε Ὅσιε.
θύνας, πρὸς ἀρετὴν τὴν ζωήν μου, πηδαλίῳ τῆς πρεσβείας σου Πάτερ, πρὸς ἀσφαλῆ μὲ κυβέρνησον ὅρμον, τῆς σωτηρίας Νικόλαε Ἅγιε, ἵνα συμμέτοχος ὀφθῷ, μετὰ τέλος τῆς ἄνω λαμπρότητος.
Δραγμάτων, τῆς μυστικῆς γεωργίας, κομιζόμενος τὸν πλοῦτον θεόφρον, σὺν τοῖς χοροῖς τῶν Ἁγίων ἁπάντων, τῆς τῶν παθῶν μὲ πτώχειας ἀπάλλαξον, Νικόλαε Πάτερ σοφέ, καὶ τροφῇ νοητῇ μὲ διάθρεψον.
Θεοτοκίον.
θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ καθέδρα ἡ λαμπρὰ τοῦ Δεσπότου, Εὐλογημένη Παρθένε Μαρία, ἀπὸ κοπρίας παθὼν μὲ ἀνάστησον, καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ζωῆς ἐνάρετου ἐπίδοσιν.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σοῦ προστασίᾳ.᾿
Ἄχραντε, ἡ διὰ λόγου...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῆς σοφίας θεράπων Νικόλαε, καὶ μυστογράφος τῆς χάριτος ἔνθεος, ἡμῖν θείαν αἴτησαι σύνεσιν, τοῦ συνιέναι Κυρίου τὸ θέλημα, ὡς ἂν θείας δόξης μετάσωμεν.






Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὤσει κέδρος ἡ ἓν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν οἰκῶ Κυρίου...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὀΥῖος, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, ἐναρέτων πράξεων, θείαις ἐπιδόσεσιν ὤφθης Ἅγιε, καὶ λαμπτὴρ πάμφωτος, τῆς Ὀρθοδοξίας· διὰ τοῦτο σοῦ δεόμεθα· Ἡμᾶς ἐδραίωσον, ταύτης ταῖς σεπταῖς παραδόσεσι, καὶ ἅπαν δόγμα ἔκφυλον, πόῤῥω ἀποῤῥίπτειν ἑκάστοτε, καὶ Χριστὸν ἀπαύστως, ἱκέτευε Νικόλαε σοφέ, ἵνα τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
ψηλῇ διανοίᾳ, τὴν τοῦ Πνεύματος χάριν ὑποδεξάμενος, χαρίτωσον τὰς φρένας, Νικόλαε παμμάκαρ, τῶν βοώντων ἑκάστοτε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
νώσει θείᾳ ἐκλάμπων, καὶ σοφίᾳ ποικίλῃ Πάτερ Νικόλαε, ἐκ πάσης ἀφροσύνης, καὶ γνώμης σφαλλομένης, τοὺς βοῶντας ἀπαλλάττε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ναρέτως βιώσας, τῶν Ἁγίων συνόμιλος ὤφθης Ὅσιε· μεθ᾿ ὢν Χριστὸν δυσώπει, ῥυσθῆναι πάσης βλάβης, τοὺς βοῶντας Νικόλαε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥυπωθεὶς τὴν καρδίαν, πλημμελείαις ἀμέτροις καὶ παραβάσεσι, βοῶ σοι Θεοτόκε, τοῦ ῥύπου τῆς κακίας, κάθαρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ σε ἀεὶ Ὑπερευλογημένη.

ᾨδὴ η´. Τὸν Βασιλέα.
νωθεν ἴδε, ἡμῶν τὸν πόθον καὶ πλήρου, τὰ αἰτήματα Νικόλαε παμμάκαρ, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σοφίας, αἴγλη, οἵα σοφὸς καὶ ἀγχίνους, καταπύρσευσον ἡμῶν τὰς διανοίας, Νικόλαε Πάτερ, πρὸς θείαν εὐδοκίαν.
λύος πάσης, τῆς ἐμπαθοῦς ζωῆς ῥῦσαι, ταῖς πρεσβείαις σου Νικόλαε θεόφρον, τοὺς ὑπερυψοῦντας, Χριστὸν τὸν Βασιλέα.
Θεοτοκίον
Μῆτερ Κυρίου, καὶ Ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀποπλῦνον τὸν ῥύπον, τῆς σῆς εὐσπλαγχνίας, τοῖς ζωηῤῥύτοις ῥείθροις.






ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
λόφωτος Κυρίῳ, παρεστὼς παμμάκαρ, ταῖς φωτοφόροις πρεσβείαις σου λύτρωσαι, ἐκ σκοτασμοὺ ἁμαρτίας ἡμᾶς Νικόλαε.
πέρτερον τὸν νοῦν μου, ὑλικῶν φροντίδων, ἐπιστασία σου δεῖξον Νικόλαε, καὶ ἐννοιῶν οὐρανίων πλῆσόν με δέομαι.
Μὴ παύσῃ ἱκετεύων, Νικόλαε μάκαρ, τὴν Παναγίαν Τριάδα δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἓν πίστει μακαριζόντων σέ.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, τῆς ἐπηρείας τοῦ ὄφεως λύτρωσαι, τὴν ταπεινήν μου καρδίαν ἵνα δοξάζω σέ.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ ἀμέμπτου βίου, ὑποτύπωσις ἀληθής· χαίροις τοῦ Σωτῆρος, θεοειδὴς θεράπων, Νικόλαε παμμάκαρ, Ἁγίων σύσκηνε.
Ζήσας ἐν τῷ κόσμῳ θεοπρεπώς, ὡς τῶν ἐνταλμάτων, τοῦ Κυρίου ἐκπληρωτής, χάριτος τῆς θείας, ἀξίως ἐπληρώθης, Νικόλαε καὶ ὤφθης, στόμα θεόσοφον.
Λόγῳ καὶ σοφίᾳ πνευματικῇ, Πάτερ διαπρεπῶν, ὡς δοχεῖον τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, Νικόλαε φαιδρότης, καὶ τῆς Ὀρθοδοξίας, ἄστρον πολυφωτον.
Ἄναξι καὶ ἄρχουσι ποθητός, Νικόλαε ὤφθης, ὡς θεράπων Χριστοῦ σοφός· ἔνθεν σου τὴν χάριν, ὑμνεῖ Θεσσαλονίκη, ἐν σοὶ σεμνυνομένη, Πάτερ θεόσοφε.
Στόμα πλῆρες χάριτος ἐσχηκώς, ὤφθης εὐσεβείας, ὑποφήτης περιφανής, καὶ τῶν Ὀρθοδόξων, δογμάτων θεῖος κῆρυξ, ἐν Πνεύματι Ἁγίῳ, μάκαρ Νικόλαε.
Σὺν Ἀγγέλοις Πάτερ καὶ σὺν χοροῖς, τῶν Ἁγίων πάντων, οἷα τούτων συγκοινωνός, πρέσβευε ἀπαύστως, Νικόλαε Κυρίῳ, τοῦ ῥύεσθαι κινδύνων, ἡμᾶς καὶ θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἢν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύων θεϊκῆς, σὺν τοῖς ἀπ᾿ αἰῶνος Ἁγίοις, ὡς τούτων σύσκηνος, Ἅγιε Νικόλαε, ἀπαύστως πρέσβευε, τῇ Τριάδι δεόμεθα, ὑπὲρ τῶν τιμώντων, τὰ σὰ προτερήματα, καὶ τοὺς καμάτους σου, ῥύεσθαι ἡμᾶς πάσης βλάβης, καὶ ἐξ ἀναγκῶν πολυτρόπων, καὶ ἐπερχομένων πικρῶν θλίψεων.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου