Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 16. ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΝ Τῌ ΜΟΝῌ ΤΟΥ ΟΣΙΟΥ ΣΑΒΒΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΪΟΣ ΙΣΤ΄!!

ΤΩΝ ΑΓΙΩΝ ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΠΑΤΕΡΩΝ

ΤΩΝ ΕΝ Τῌ ΜΟΝῌ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΒΑ ΑΝΑΙΡΕΘΕΝΤΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πατέρων πληθὺν τὴν ἱεράν, δεῦτε μακαρίσωμεν, τοὺς ἐναρέτως βιώσαντας, πόνοις ἀσκήσεως, ἐν τῇ θείᾳ Λαύρᾳ, Σάββα τοῦ θεόφρονος, καὶ πόνους μαρτυρίου ἐνέγκαντας, αὐτοῖς κραυγάζοντες· θεοφόροι παμμακάριστοι, δυσωπεῖτε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τεμνόμενοι ξίφει κεφαλάς, ἀσκηταί μακάριοι, καὶ μεληδὸν συγκοπτόμενοι, ὡς ἄρνες τίμιοι, χερσὶ τῶν βαρβάρων, τῷ Χριστῷ προσήσχθητε, ὡς θύματα σεπτὰ καὶ ἀμώμητα, καὶ διπλοῦν στέφανον, ἐπαξίως ἐκομίσασθε, δυσωποῦντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Χριστοῦ τὸν ζυγὸν τὸν ἐλαφρόν, φέροντες μακάριοι, βαρβαρικὴν ἰταμότητα, στεῤῥῶς ὑπέστητε, καὶ ποικίλοις τρόποις, θάνατον δεξάμενοι, ζωὴν πρὸς ἀτελεύτητον ἤρθητε, Ὁσιομάρτυρες, καὶ Μαρτύρων τοῖς στρατεύμασι, καὶ Ὁσίων χαίροντες συνήφθητε.

 

Ἰσάγγελον ἔχοντες ζωήν, ἀσκηταὶ μακάριοι, ἀθλητικῶς προσηνέχθητε, Χριστῷ γηθόμενοι, καὶ διπλῶν βραβείων, παρ’ Αὐτοῦ ἐτύχετε, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύοντες· ἀλλ’ ἱκετεύομεν, μὴ ἐλλίπητε πρεσβεύοντες, τοῦ σωθῆναι τοὺς ὑμᾶς γεραίροντας.

 

Δόξα. Ἦχος β΄.

Ἐξ ἁπαλῶν ὀνύχων, ἀνατεθέντες τῷ Χριστῷ, τῶν ἐντολῶν Αὐτοῦ ἐργάται δόκιμοι, ἀληθῶς ἐδείχθητε, θεοφόροι Πατέρες. Καὶ ὁλικῶς αὐτῷ ἀτενίζοντες, βαρβαρικὴν οὐκ ἐπτοήθητε ἔφοδον, ὁμοφροσύνῃ ψυχῆς, καὶ στεῤῥοτάτῃ γνώμῃ. Καὶ ἀπηνῶς θανατούμενοι, ῥοπάλοις καὶ πυγμαῖς καὶ ξίφεσι, μαρτυρικῶν ἐπάθλων ἠξιώθητε, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅμιλος ἱερός, Πατέρων θεοφόρων, μαρτυρικοῖς ἀγῶσιν, ἐκλάμψαντες τῷ κόσμῳ, ἡμᾶς καταφαιδρύνουσι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Αἵμασιν ἱεροῖς, ἀρδεύσαντες τὴν Λαύραν, τοῦ θεοφόρου Σάββα, τῆς δόξης τοῦ Κυρίου, Πατέρες ἠξιώθητε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις τῶν ἀσκητῶν, ὑπέρτιμε χορεία, Ὁσίων καὶ Μαρτύρων, συμμέτοχοι ἐν πᾶσι, στεῤῥοὶ Ὁσιομάρτυρες.

 

Δόξα. Τριαδικόν.

Φέγγει τριαδικῷ, λαμπόμενοι ἀΰλως, Πατέρες θεοφόροι, βαρβαρικὴν μανίαν, οὐδόλως ἐπτοήθητε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄραντες τὸν Σταυρόν, τοῦ Σοῦ Υἱοῦ Παρθένε, οἱ Ὅσιοι Πατέρες, μαρτυρικῷ θανάτῳ, Αὐτῷ προσανηνέχθησαν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος

Χωρῶν ἐκ διαφόρων ὡρμημένοι προσήλθετε, Σάββα τοῦ Ὁσίου τῇ Λαύρᾳ καὶ ὁσίως βιώσαντες, ὑπέστητε βαρβάρων τὴν ὁρμήν, καὶ ὤφθητε Μαρτύρων κοινωνοί· διὰ τοῦτο εὐφημοῦμεν ᾀσματικῶς, ὑμᾶς Ὁσιομάρτυρες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι’ ὑμῶν ἡμῖν πταισμάτων ἄφεσιν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ὁσίων Πατέρων. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δήμος, θεοφόρων ἀσκητῶν, κατηγλαϊσμένων ἐνθέως, οἰκείῳ αἵματι, σήμερον ἐξέλαμψαν, δίκην ἀστέρων λαμπρῶν, οἱ ἐν Λαύρᾳ ἐμπρέψαντες, Σάββα τοῦ Ὁσίου, καὶ κόσμον πυρσεύουσιν, θείοις χαρίσμασιν· δεῦτε, τὴν σεπτὴν αὐτῶν μνήμην, ὕμνοις ἑορτάσωμεν πάντες, τούτων τὰ παλαίσματα γεραίροντες.

 

Πόθῳ, τετρωμένοι τοῦ Χριστοῦ, κόσμου κατελείψατε πάντα, Πατέρες Ὅσιοι, καὶ ὁμοῦ βιώσαντες, βίον ἰσάγγελον, τὴν βαρβάρων ὑπέστητε, ὁρμὴν στεῤῥοψύχως, ὑφ’ ὧν θανατούμενοι, ποικίλοις τρόποις ὁμοῦ, ὥσπερ προσφορὰ τῷ Δεσπότῃ, καὶ ὁλοκαρπώματα θεῖα, χαίροντες προσήχθητε μακάριοι.

 

Ὅλῃ, διανοίᾳ καὶ ψυχῇ, τοῦ καλοῦ Ποιμένος Πατέρες, Χριστοῦ τοῖς ἴχνεσιν, ὡς ἄρνες ἑπόμενοι, οὐκ ἐπτοήθητε, τῶν βαρβάρων τὴν ἔφοδον, καὶ πικρὰς ὀδύνας, φέροντες ὑπέστητε, στεῤῥῶς τὸν θάνατον· ὅθεν, πρὸς ζωὴν τὴν ἀγήρω, καὶ τὴν ἐπουράνιον μάνδραν, ἐν ἀγαλλιάσει ἐσκηνώσατε.

 

Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὴν τοῦ κόσμου τερπνότητα, νουνεχῶς ἀρνησάμενοι, τῆς σαρκὸς τὸ φρόνημα ἐνεκρώσατε, ἀσκητικοῖς ἀγωνίσμασι, Πατέρες μακάριοι, καὶ Μαρτύρων κοινωνοί, τῇ ἐκχύσει τοῦ αἵματος, ἀνεδείχθητε· διὰ τοῦτο ὑμῶν τὴν θείαν μνήμην, ἑορτάζοντες ὑμνοῦμεν, ὑμῶν τὰ θεῖα παλαίσματα.

 

Τῶν βαρβάρων τὴν ἔφοδον, οὐδαμῶς ἐπτοήθητε, ἄνωθεν δεχόμενοι θείαν δύναμιν, καὶ ὁμοφρόνως ἐδέξασθε, τὸν βίαιον θάνατον, ἰταμότητι πολλῇ, θεοφόροι μακάριοι, καὶ ἀνήλθετε, πρὸς τὰς ἄνω σκηνώσεις νικηφόροι, Ἀθλητῶν τε καὶ Ὁσίων, λελαμπρυσμένοι ταῖς χάρισιν.

 

Ὥσπερ θύματα ἄμωμα, τῷ Χριστῷ προσηνέχθητε, ὑποστάντες θάνατον βιαιότατον, χερσὶ βαρβάρων μακάριοι, καὶ χάριν παρέχετε, τοῖς τιμῶσιν εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν ἄθλησιν, καὶ τὰ λείψανα, προσκυνοῦσιν ἐν πίστει θεοφόροι, ἃ πλουτεῖ ἡ σεπτὴ Λαύρα, Σάββα τοῦ θείου Πατρὸς ἡμῶν.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τοῦ Σωτῆρος τῷ ζυγῷ, ὑποσχόντες τὸν αὐχένα, πάντα τὰ ἐν κόσμῳ ἀπώσασθε, οὐρανόφρονι ψυχῇ, Πατέρες Ὅσιοι· ἐν μιᾷ γὰρ γνώμῃ τὸν θεῖον ἀγῶνα εἵλεσθε, καὶ προθύμῳ καρδίᾳ, τὸν τῆς ἀσκήσεως δρόμον ἠνύσατε. Καὶ ἐπελθόντων βαρβάρων, ἐνεγκόντες τὴν φοράν, ἀνηκέστοις πληγαῖς, καὶ βιαίῳ θανάτῳ, ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθητε· διὸ Χριστὸς ὁ Κύριος, τὴν προσφορὰν ὑμῶν δεξάμενος, διπλοῖς βραβείοις ὑμᾶς ἠμείψατο. Καὶ νῦν Αὐτῷ πρεσβεύετε, ὡς Ὅσιοι καὶ Μάρτυρες, παῤῥησίαν πλουτοῦντες, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ ἡγιασμένου Σάββα Λαύρα, ἐν κόλποις κατέχουσα, πληθὺν Ὁσίων Πατέρων. Τούτους γὰρ ἀνέδειξας, τελείους ἄνδρας τῷ Χριστῷ, δι’ ἀρετῶν ὁσίων, καὶ τῇ προθύμῳ ἐκχύσει, τοῦ οἰκείου αἵματος. Τῇ τῶν βαρβάρων γὰρ ἀπηνείᾳ, ὡς ἱερεῖα λογικά, τῷ Σωτῆρι προσήχθησαν, ὡς ἄρνες σφαγιασθέντες. Καὶ νῦν Ἀγγέλοις συνόντες, ἀπαύστως πρεσβεύουσι, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.

 

Ἦχος β΄.

Τὴν τῶν Ὁσίων ὑπέρτιμον χορείαν, οἷα θεράποντες Χριστοῦ θεοειδεῖς, καὶ ἀρετῶν δένδρα κατάκαρπα, ᾀσματικῶς ἐγκωμιάσωμεν. Μιᾷ γὰρ γνώμῃ ἠγωνίσαντο, ἐν ἐγκρατείᾳ πολλῇ, καὶ πολιτείας καθαρότητι, καὶ συντονίᾳ θείων ἔργων· ἔνθεν ὁμοφρόνως διήνυσαν, τὸ τῆς ἀθλήσεως στάδιον, τυραννικὴν μανίαν μὴ καταπτήξαντες. Καὶ ποικίλοις τρόποις θανατούμενοι, τῷ Σωτῆρι ἐβόων· δέξαι Κύριε τὰς ψυχὰς ἡμῶν· ὅτι τῇ ἀγάπῃ Σου Λόγε, ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν, κατασκηνώσωμεν οὖν Δέσποτα, ἐν τῷ φωτὶ τοῦ προσώπου Σου.

 

 

 

 

 

 

Ἦχος γ΄.

Τῷ ἀρότρῳ τῶν ἀρετῶν, τὴν τῆυς ψυχῆς γεωργοῦντες ἄρουραν, πολὺν καρπὸν Χριστῷ ἠνέγκατε, θεοφόροι Πατέρες μακάριοι· ἔξω κόσμου καὶ σαρκὸς γὰρ πολιτευόμενοι, τῶν ὑπὲρ δωρεῶν ἠξιώθητε, σῶμα καὶ ψυχὴν τῆς προσύλου σχέσεως ἐκκαθάραντες. Καὶ μαρτυρικῷ τέλει, τὴν κεκρυμμένην ἐν ὑμῖν λαμπρότητα, ὑπὲρ ἥλιον λάμπουσαν, πᾶσιν ἐδέιξατε. Ἀλλ’ ὦ στεῤῥοὶ Ὁσιομάρτυρες, θύματα Χριστοῦ λογικά, μὴ παύσησθε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ΄.

Ἀγγελικῆς πολιτείας τὸν δίαυλον, ἐν ὁμοφροσύνῃ ἀνύοντες, ἀθλητικοῖς πόνοις τὴν ζωὴν ἐσφραγίσατε, Ὁσιομάρτυρες Χριστοῦ· ἐν ἀγάπῃ γὰρ συνδούμενοι, τὴν ἑνότητα τῆς ψυχῆς ἀδιάῤῥηκτον ἐτηρήσατε, αἰκιζόμενοι πικρῶς, καὶ ἀνηλεῶς στρεβλούμενοι καὶ θανατούμενοι. Καὶ τοῦ ἀοράτου ἐχθροῦ συντρίψαντες τὸ κέρας, τῶν αἰωνίων ἀγαθῶν ἠξιώθητε. Αὐτῶν καὶ ἡμεῖς μετασχοίημεν, οἱ τελοῦντες τὴν μνήμην ὑμῶν, λιταῖς ὑμῶν δεόμεθα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τῶν Ὁσίων χορός, τῆς ἰσαγγέλου πολιτείας κειμήλια, ἀγάπης θείας ταμεῖα, τῆς ἐγκρατείας πυρσοί, ταπεινοφροσύνης καταγώγια, τοῦ κόσμου γὰρ Ἅγιοι, τὰ τερπνὰ καταλείψαντες, ὅλον τὸν πόθον, πρὸς Χριστὸν δὲ ὑψώσαντες, θείας χάριτος, ἀνεδείχθητε ὄργανα· ὅθεν καὶ ἐναθλήσαντες, ἀνδρείῳ φρονήματι, τὸν καθ’ ὑμῶν ἐπελθόντα, δόλιον καθείλετε· καὶ νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Χαίροις, ὁ τῶν Ὁσίων χορός, οἱ ἐκ νεότητος σαὐτοὺς ἀναθέμενοι, τῷ πάντων Θεῷ καὶ Κτίστῃ, καὶ ἀνενδότῳ ψυχῇ, ἐντολὰς τὰς θείας ἐκπληρώσαντες· συντόνῳ νηστείᾳ γάρ, καὶ παννύχοις ἐν στάσεσι, ἐκ παντὸς ῥύπου, τὴν ψυχὴν καὶ διάνοιαν, ἐκκαθάραντες, ἐνεργείᾳ τῆς χάριτος, ἄγγελοι μετὰ σώματος, ἐν γῇ καθωράθητε, καὶ ταπεινοὶ τῇ καρδίᾳ, καὶ πλήρεις θείας πραότητος, αἰτούμενοι πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

 

 

 

 

 

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ὁ τῶν Ὁσίων χορός, οἱ δι’ ἀσκήσεως καὶ πόνων ἀθλήσεως, τὴν δύναμιν τῆς τελείας, πρὸς τὸν Σωτῆρα Χριστόν, καὶ στεῤῥᾶς ἀγάπης πᾶσι δείξαντες· ἐντεῦθεν ἰσότιμοι, τῶν Ὁσίων ἐδείχθητε, καὶ τῶν Μαρτύρων, ἀληθῶς ἰσοστάσιοι, ἀξιούμενοι, ἀποῤῥήτου λαμπρότητος· ὅθεν ὑμῶν τὰ λείψανα, ἡ Λαύρα κατέχουσα, τοῦ θείου Σάββα γεραίρει, ὑμῶν τὴν μνήμην μακάριοι. Αὐτῇ καὶ ἡμῖν τε, ἐξαιτεῖσθε οὐρανόθεν, τὸ μέγα ἔλεος

 

 

Δόξα. Ἦχος πλ. δ’.

Τῶν αἱμάτων τὴν πρόσχυσιν, ἀσκητικοῖς κεράσαντες ἱδρῶσιν, ὡς μύρον πολύτιμον, Χριστῷ προσενηνόχατε. Τῶν ἀοράτων γὰρ ἐχθρῶν, καὶ ὁρατῶν τὰς ὁρμάς, μηδόλως πτήξαντες, νομίμως κατ’ αὐτῶν ἠγωνίσασθε, Ὁσιομάρτυρες παμμακάριστοι. Καὶ βιαίῳ θανάτῳ, τὴν ἀθάνατον ζωὴν ὠνησάμενοι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι γεγόνατε. Καὶ νῦν, Ἀγγέλοις συνόντες, μὴ παύσητε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος

Χωρῶν ἐκ διαφόρων ὡρμημένοι προσήλθετε, Σάββα τοῦ Ὁσίου τῇ Λαύρᾳ καὶ ὁσίως βιώσαντες, ὑπέστητε βαρβάρων τὴν ὁρμήν, καὶ ὤφθητε Μαρτύρων κοινωνοί· διὰ τοῦτο εὐφημοῦμεν ᾀσματικῶς, ὑμᾶς Ὁσιομάρτυρες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι’ ὑμῶν ἡμῖν πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ζωὴν τὴν ἰσάγγελον ἐν θεολήπτῳ ψυχῇ, ἐν Λαύρᾳ ἠνύσατε τοῦ Σάββα τοῦ θαυμαστοῦ, Πατέρες μακάριοι· ξίφει δὲ ἐκτμηθέντες, ταῖς χερσὶ τῶν βαρβάρων, δόξης ἀκαταλύτου, ἠξιώθητε ἅμα, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς θύματα δεκτά, θεοφόροι Πατέρες, προσήχθητε Χριστῷ, ταῖς χερσὶ τῶν ἀνόμων, τεμνόμενοι στρεβλούμενοι, καὶ πικρῶς θανατούμενοι· ὅθεν εὕρατε, τὰς ἀμοιβὰς τῶν καμάτων, ἱκετεύοντες, ὑπὲρ ἡμῶν τῶν τιμώντων, ὑμᾶς θείοις ᾄσμασι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἐν τῇ Μονῇ ἐκ διαφόρων πατρίδων, τοῦ θεοφόρου ἐληλύθατε Σάββα, ὡς τετρωμένοι τοῦ Χριστοῦ τῷ ἔρωτι, καὶ ἐν ταύτῃ ἄσαρκον, διανύσαντες βίον, μαρτυρίου στέφανον, ἐκομίσασθε ὄντως, ὑπ’ ἀσεβῶν ἀνθρώπων κεφαλάς, ἀποτμηθέντες, Πατέρες θεοφόροι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀρετῶν διαλάμποντες τῷ φωτί, τῶν βαρβάρων ὑπέστητε τὴν ὁρμήν, ἀνδρείῳ φρονήματι, τῶν ἐχθρῶν τὰ φρυάγματα, εἰς γῆν καταβαλόντες, δυνάμει τοῦ Πνεύματος, ὡς ξένοι τῶν ἐν κόσμῳ, καὶ πάροικοι Ὅσιοι· ὅθεν οὐρανίων, δωρεῶν μετασχόντες, Ἀγγέλων συνόμιλοι, ἀληθῶς ἀνεδείχθητε, θεοφόροι μακάριοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς μακαρίζουσι πόθῳ, ὑμῶν τὰ παλαίσματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀσκητικῆς ζωῆς κομῶντες τοῖς καρποῖς, ἀθλητικὴν ἀνδρείαν ἐπεδείξασθε, ἐν τῇ ἐπιδρομῇ τῶν ἀτιθάσων ἀνδρῶν, Πατέρες παμμακάριστοι. Παρ’ ὧν ἀνηλεῶς συγκοπτόμενοι, καὶ οἰκείοις αἵμασι περιῤῥεόμενοι, ὡς ἱερεῖα ὁλόκληρα, καὶ προσφοραὶ λογικαί, Κυρίῳ προσήχθητε. Καὶ νῦν ἐν Ἐκκλησίᾳ τῶν πρωτοτόκων αὐλιζόμενοι, καὶ τὸ ἀμήχανον κάλλος Χριστοῦ ὁρῶντες, πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων Πατέρων οὗ ἡ ἀκροστιχίς: Τοὺς θεοφόρους ὑμνῶ Ἀββάδας. Γερασίμου.

ᾨδὴ α'. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Τάξεσι συνόντες νοεροῖς, τῶν Ἀσωμάτων Δυνάμεων Ὅσιοι, σὺν αὐτοῖς πρεσβεύσατε, δοῦναι ἡμῖν θείαν ἔλλαμψιν ἄνωθεν, καὶ λόγον σοφίας, ὑμῶν ὑμνῆσαι τὴν ἄθλησιν.

λῃ διανοίᾳ καὶ ψυχῇ, τὰ ἐν τῷ κόσμῳ τερπνὰ ἀρνησάμενοι, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἠκολουθήσατε βίου λαμπρότητι, Ὅσιοι Πατέρες, τελειωθέντες δι’ αἵματος.

ψει ἐναρέτων ἀγωγῆς, καὶ ἀπαθείας ἐμπρέποντες Ἅγιοι, μαρτυρίου σκάμμασι, τῷ Ἀθλοθέτῃ Χριστῷ προσηνέχθητε, καὶ ἐπουρανίων, ἐπάθλων κατηξιώθητε.

Θεοτοκίον

Σάρκα ἐξ αἱμάτων Σου ἁγνῶν, ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, προσλαβὼν πανάχραντε, διπλοῦς ὡράθη τῷ κόσμῳ δι’ ἔλεος, καὶ τῆς ἀρχεγόνου, ἡμᾶς κατάρας ἐῤῥύσατο.

 

ᾨδὴ γ'. Ὁ μόνος εἰδώς

Θεῷ ὡς θυσίαι καθαραί, βαρβάρων ἰταμότητι, θανατωθέντες προσανηνέχθητε, καὶ ἀθανάτου ζωῆς τὸν στέφανον, παρ’ Αὐτοῦ ἐδέξασθε, καὶ χοροῖς συνήφθητε, Ἀθλητῶν καὶ Ὁσίων μακάριοι.

γκράτειαν ἔχοντες πολλήν, καὶ ἄγγελοι φαινόμενοι, μετὰ σαρκὸς Πατέρες μακάριοι, ῥείθροις αἱμάτων καθηγιάσατε, Λαύραν τὴν περίφημον, Σάββα τοῦ θεόφρονος, ὑπ’ ἀνόμων ἀνδρῶν θανατούμενοι.

σίως λατρεύοντες Θεῷ, ἐν πάσῃ καθαρότητι, καὶ πολιτείᾳ λαμπρᾷ κοσμούμενοι, πᾶσιν αἰδέσιμοι καθωράθητε, ἀσκηταὶ θεόληπτοι, καὶ Μαρτύρων σύσκηνοι, μετὰ τέλος τὸ ἅγιον ὤφθητε.

Θεοτοκίον

Φωτός Σου ἁγνὴ μαρμαρυγαῖς, τὸ σκότος διασκέδασον, τὸ τῆς καρδίας μου ἱκετεύω Σε, καὶ φόβῳ θείῳ τὸν νοῦν μου ῥύθμισον, τοῦ νοεῖν τὰ κρείττονα, καὶ ποιεῖν τὸ θέλημα, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὸ ἅγιον.

 

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὁσίως βιώσαντες ἐν ἐγκρατείᾳ πολλῇ, τὸ αἷμα ἐχέατε, ὑπὲρ ἀγάπης Χριστοῦ, Πατέρες μακάριοι· ὅθεν τοῦ θείου Σάββα, ἡ Μονὴ ὑμᾶς μέλπει, πίστει προσπτυσσομένη, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πᾶσι πηγάζει, χάρις καὶ ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

ᾨδὴ δ’. Ὄρος σε τῇ χάριτι

λοι ἐνθεώτατοι, ἀσκήσεως σκάμμασι, καὶ μαρτυρίου ταῖς ποιναῖς, Ὁσιομάρτυρες Χριστοῦ, σαφῶς ἀνεδείχθητε, τελειοτάτης ἀγάπης ἐκφαίνοντες, τῆς πρὸς τὸν Κτίστην τὸν ὅρον μακάριοι.

είθροις πορφυρώσαντες, αἱμάτων θεόσοφοι, τῆς ἀφθαρσίας τὴν στολήν, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, τυθέντες γηθόμενοι, καὶ νικηφόροι πρὸς θεῖα σκηνώματα, τῆς Βασιλείας τῆς ἄνω ἀνήλθετε.

μιλος θεόλεκτος, χορεία ὑπέρτιμος, καὶ συστοιχία θαυμαστή, ὡράθητε ὡς ἀληθῶς, Πατέρες μακάριοι, ἀσκητικῇ πολιτείᾳ λαμπόμενοι, καὶ μαρτυρίου τοῖς θείοις παλαίσμασιν.

μνοις μακαρίσωμεν, ἐνθέοις γηθόμενοι, τοὺς θεοφόρους ἀσκητάς, τοὺς ἐν τῇ Λαύρᾳ τῇ σεπτῇ, Σάββα τοῦ παμμάκαρος, ἀναιρεθέντας ἀνδρείῳ φρονήματι, ὡς πρεσβευτὰς ἡμῶν θείους πρὸς Κύριον.

Θεοτοκίον

Σῶσόν με πανάμωμε, τὸν δείλαιον δέομαι, καὶ συνηθείας πονηρᾶς, πρὸς ψυχοφθόρους ἡδονάς, ταχύ με ἀπάλλαξον, καὶ μετανοίας παράσχου μοι δάκρυα, ὅπως ἐκπλύνω παθῶν μου τὸν βόρβορον.

 

ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει.

πελθόντες θεοφρόνως τῶν Μαρτύρων τὸ στάδιον, ἐνεκρώσατε εἰς τέλος τὴν ὀφρὺν τοῦ ἀλάστορος, Ὅσιοι Πατέρες θαυμαστοί, πικρῶς θανατωθέντες, διὰ τὴν πάντων Ἀνάστασιν.

Μονασταὶ πνευματοφόροι, ἀληθῶς ἀνεδείχθητε, ἰσαγγέλῳ πολιτείᾳ καὶ νοὸς καθαρότητι, καὶ τῶν Ἀθλοφόρων κοινωνοί, γεγόνατε Πατέρες, καρτερικῶς ἐναθλήσαντες.

Νεκρωθέντες πολυτρόποις, αἰκισμοῖς διὰ Κύριον, ἰταμότητι βαρβάρων πρὸς ζωὴν τὴν αἰώνιον, ἤρθητε Πατέρες ἱεροί, φωτὸς ὑπερκοσμίου, καὶ θείας δόξης πληρούμενοι.

Θεοτοκίον

ς τεκοῦσα τὸν τῶν ὅλων Θεὸν ὑπὲρ ἔννοιαν, καὶ παρθένος ὡς πρὸ τόκου διαμείνασα ἄφθορος, ἐκ παθῶν ἁγνὴ φθοροποιῶν, ἐκκάθαρον τὸν νοῦν μου, καὶ ἀπὸ πάσης φαυλότητος.

 

ᾨδὴ ς'. Πρὸς τὸν δυνάμενον σῴζειν με Κύριον

γγέλων ἰσοστάσιοι γεγόνατε, καὶ τῶν Μαρτύρων σύσκηνοι, ὡς ἰσάγγελοι βιώσαντες ἐν γῇ, καὶ μαρτυρικῶς ἀγωνισάμενοι, πόθῳ Χριστοῦ, Ὁσιομάρτυρες παναοίδιμοι.

Βαδίσαντες τὴν τεθλιμμένην Ὅσιοι, ὁδὸν θείῳ φρονήματι, δι’ ἀσκήσεως μὲν πρώην καρτερᾶς, εἶτα τῇ ἐκχύσει τῇ τοῦ αἵματος, πρὸς τὴν χαρὰν τὴν ὑπερκόσμιον ἀνεδράμετε.

Βλαστοὺς ὡς ἀειζώους ὑμᾶς ἤνθησεν, οἷα λειμὼν μυρίπνοος, τῆς ἀσκήσεως ἡ Λαύρα ἡ σεπτή, Σάββα τοῦ Ὁσίου καὶ τὴν ἄθλησιν, ὑμῶν ὑμνεῖ, Ὁσιομάρτυρες παμμακάριστοι.

Θεοτοκίον

γγέλων ἀσυγκρίτως ὑπερέχουσα, ἐδείχθης ἀειπάρθενε, ὡς τεκοῦσα τὸν Δεσπότην τοῦ παντός· ὅθεν δεσποτείας με ἀπάλλαξον, τῆς τῶν παθῶν, τῇ συμπαθῇ Σου Κόρη χρηστότητι.

 

Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.

Ὡς ἀσκητὰς καὶ ἀρετῶν κειμήλια, καὶ κοινωνοὺς μαρτυρικῆς λαμπρότητος, ὑμᾶς πάντας μακαρίζομεν, θεοειδεῖς Ὁσιομάρτυρες· βαρβάρων ταῖς χερσὶ γὰρ ὡς τεθνήξαντες, ζωῆς τῆς ἀθανάτου ἠξιώθητε, αἰτούμενοι πᾶσι θείαν ἄφεσιν.

Ὁ Οἶκος.

Διαφόρων ἐκ πατρίδων ὡρμημένοι, ἐν προθυμίᾳ πολλῇ καὶ θεολήπτῳ καρδίᾳ, πρὸς τὴν ἁγίαν Μάνδραν τοῦ ἡγιασμένου Σάββα προσήλθετε, τὸν τοῦ Χριστοῦ ζυγὸν ἀράμενοι, καὶ ἑαυτοὺς ἀρνησάμενοι· ἐν αὐτῇ γὰρ ἀσκητικοῖς ἀγῶσιν εὐδοκιμήσαντες, σκεύη πολύτιμα τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος ὤφθητε. Καὶ βαρβαρικῆς ἐπιδρομῆς ὑποστάντες τὴν ἔφοδον, βιαιοτάτως ἐθάνετε, ξίφεσι καὶ ῥοπάλοις καὶ πληγαῖς συγκοπτόμενοι, Ὁσιομάρτυρες ἀοίδιμοι. Καὶ μαρτυρικῆς ἐπιβάντες εὐκλείας, τῶν ὑπὲρ λόγον ἀγαθῶν ἠξιώθητε, αἰτούμενοι πᾶσι θείαν ἄφεσιν.

 

Συναξάριον.

Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, οἱ Ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμύων, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Σὲ νοητήν

Διὰ Χριστόν, παντὶ τῷ κόσμῳ σεαυτούς, σταυρώσαντες ὡς ἀληθῶς, ὑπεμείνατε καρτερῶς, θάνατον ἐπώδυνον, ξίφεσι κοπτόμενοι, καὶ ἀνυμνοῦντες μακάριοι, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

σκητικοῖς, ἱδρῶσι καὶ δάκρυσι, τοὺς τῶν αἱμάτων ὀχετούς, συγκεράσαντες τῷ Χριστῷ, τούτους προσηγάγετε, μύρον ὡς πολύτιμον, Ὁσιομάρτυρες ἔνδοξοι, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν καὶ ὑπερένδοξον.

Σάρκα πολλοῖς, πόνοις τῆς ἀσκήσεως, καθαγιάσαντες σαφῶς, οἵα νύμφην θεοειδῆ, ξίφει ὡς ἐτμήθητε, τὴν ψυχὴν προσήξατε, τῷ Παντοκράτορι Ὅσιοι, καὶ τῆς ζωῆς τῷ νυμφῶνι, περιχαρῶς εἰσήλθετε.

Θεοτοκίον

Γένος βροτῶν, τῷ Σῷ τόκῳ λέλυται, τῆς καταδίκης τοῦ Ἀδάμ· Σὺ γὰρ τέτοκας τὸν Χριστόν, ὑπὲρ πᾶσαν ἔννοιαν, ἅπασι παρέχοντα, τὴν εὐλογίαν καὶ λύτρωσιν, τοῖς ἀνυμνοῦσι Παρθένε, τὸ μέγα Σου μυστήριον.

 

 

 

ᾨδὴ η'. Ὃν φρίττουσιν Ἄγγελοι.

πῆλθον μαινόμενοι, ὡς λύκοι καθ’ ὑμῶν, βαρβάρων τὸ σύστημα, καὶ πόνοις καὶ πληγαῖς, ὑμᾶς θανατοῦντες, ἀνέδειξαν Χριστοῦ, Μάρτυρας νικηφόρους, Πατέρες θεοφόροι.

αντίσματι Ἅγιοι, αἱμάτων ἱερῶν, σαὐτοὺς προσηγάγετε, ὡς θύματα Χριστῷ, καὶ τῇ καταθέσει, τῶν λειψάνων ὑμῶν, ἡμῖν χορηγεῖτε, ἁγιασμὸν καὶ ῥῶσιν.

γγέλων συνόμιλοι, Ὁσίων κοινωνοί, Μαρτύρων συμμέτοχοι, ὡς Μάρτυρες Χριστοῦ, σαφῶς γεγονότες, δυσωπεῖτε Αὐτόν, δοῦναι ἡμῖν λύσιν, πταισμάτων θεοφόροι.

Θεοτοκίον

Σκηνὴ θεοχώρητε, καὶ ἔμψυχε ναέ, τοῦ πάντων δεσπόζοντος, Παρθένε Μαριάμ, δοχεῖόν με δεῖξον, ἐννοιῶν ἀγαθῶν, ῥύπου ἁμαρτίας, καθαίρουσα τὸν νοῦν μου.

 

ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγήν.

λὺν παθῶν ὁλικῶς ἐκτινάξαντες, πρὸς ἀπαθείας τὸ ὕψος ἀνήλθετε, καὶ Μαρτύρων στέμμασι, κοσμηθέντες Ὅσιοι, μιαιφονίᾳ ἀνδρῶν τῶν ὠμοτάτων, τῆς αἰωνίου ζωῆς ἠξιώθητε.

Μαρτυρικῶς τὸν ἀγῶνα ἠνύσατε, σφαγιασθέντες ὡς ἄρνες μακάριοι, καὶ τῆς ἄνω λήξεως, χαίροντες ἐπέβητε, ὑπὲρ ἡμῶν δυσωποῦντες τὸν Σωτῆρα, τῶν ἐκτελούντων ὑμῶν τὴν πανήγυριν.

Οἱ τῶν Ὁσίων τὸν δρόμον τελέσαντες, καὶ τῶν Μαρτύρων τὸ τέλος δεξάμενοι, Ὅσιοι καὶ Μάρτυρες, θεῖα καλλωπίσματα, Μονῆς τῆς θείας τοῦ θεοφόρου Σάββα, ἡμῖν αἰτεῖτε πταισμάτων συγχώρησιν.

Θεοτοκίον

περαγία Παρθένε πανύμνητε, ἡ τὸν πανάγιον Λόγον κυήσασα, σάρκα χρηματίσαντα, ἐξ ἁγνῶν αἱμάτων Σου, τὰ τῆς σαρκὸς καὶ ψυχῆς μου ἴασαι πάθη, καὶ τῷ φωτί Σου τὸν νοῦν μου καταύγασον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χορεία θεοσύλλεκτε, στεῤῥοὶ Ὁσιομάρτυρες, οἱ τοῦ ἐχθροῦ τὴν μανίαν, γνώμῃ στεῤῥᾷ καθελόντες, καὶ αἵμασι πτερώσαντες, φρονεῖν ἡμᾶς τὰ κρείττονα, Χριστῷ ἀεὶ πρεσβεύετε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἱερὰν ὑμῶν μνήμην.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν θεοφόρων Ἀββάδων τὴν ἱερὰν ἑορτήν, τῶν ἐν τῇ θείᾳ Μάνδρᾳ, τοῦ παμμάκαρος Σάββα, πικρῶς ἀποκτανθέντων ὑπὲρ Χριστοῦ, ἑορτάσωμεν κράζοντες· ὑπὲρ ἡμῶν δυσωπεῖτε διὰ παντός, θεοφόροι παμμακάριστοι.

 

Ὁμοφροσύνῃ καρδίας Πατέρες Ὅσιοι, ἀνύοντες τὸν δρόμον, ἀρετῶν τῶν Ὁσίων, ἀνδρῶν παρανομούντων ἐπιδρομήν, καρτερῶς ὑπεμείνατε, καὶ ἐκτμηθέντες αὐχένας πρὸς τὴν ζωήν, τὴν αἰώνιον ἐδράμετε.

 

Ἀσκητικῶς μὲν τὸ πρώην ἀγωνισάμενοι, τὸ δεύτερον ἀθλήσει, καὶ αἱμάτων τῇ χύσει, Πατέρες θεοφόροι πρὸς τὸν Χριστόν, νικηφόροι ἀνήλθετε, καὶ κατ’ ἀξίαν ἐδέξασθε παρ’ Αὐτοῦ, τῶν καμάτων τὴν ἀντίδοσιν.

 

Βιαιοτάτῳ θανάτῳ ψυχῇ θεόφρονι, καὶ στεῤῥοτάτῃ γνώμῃ, ἱερεῖα ὡς θεῖα, προσήχθητε Κυρίῳ καὶ καθαρά, θεοφόροι καρπώματα, καὶ τῶν Μαρτύρων τοῖς δήμοις καὶ ἀσκητῶν, ἠριθμήθητε γηθόμενοι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Ὁσίων Πατέρων ὁ χορός, ἐκ διαφόρων πατρίδων ὁρμηθείς, ἐν Λαύρᾳ τῇ ἁγίᾳ Σάββα τοῦ Ὁσίου, ἀμέμπτῳ πολιτείᾳ ὄντως διαλάμπων, μαρτυρικῶς προσενήνεκται Κυρίῳ, τυθεὶς ὑπὸ χειρῶν ἀνδρῶν αἱμάτων. Οὓς εὐφημοῦντες συμφώνως, μακαρίσωμεν λέγοντες· ὦ θεία συναγωγή, ἀσκηταὶ θεοφόροι, καὶ Μάρτυρες Κυρίου, δοχεῖα ὑπέρτιμα τῆς ἐνεργείας τοῦ Πνεύματος, τῆς ἐν Χριστῷ ζωῆς θεοειδεῖς ἐργάται, τῆς ἐγκρατείας ἄνθη τὰ πανευώδη, τὰ ἔμψυχα τῆς ἀπαθείας σκεύη, Ὁσίων συνόμιλοι, Ἀθλητῶν ἰσοστάσιοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων θεία πληθύς, οἱ ἀποκτανθέντες, ὑπ’ ἀνόμων χειρῶν σκληρῶς· χαίρετε Μαρτύρων, ἰσότιμοι ἐν πᾶσι, Πατέρες θεοφόροι, ἀξιοθαύμαστοι.

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Χ. Μπούσια)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων, Πατέρας ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέρασοι Ὁσιόαθλοι βλάβης, καὶ πικροῦ τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε ταχύ, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁσιομαρτύρων δῆμε, φρούρει Χαραλάμπη.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ὁσιομαρτύρων τὸν ὁρμαθόν, εὐσχήμοσιν ὕμνοις, μελῳδήσωμεν οἱ πιστοί, καὶ κράξωμεν· θεῖοι Σαββαΐται, τοὺς ἀνυμνοῦντας ὑμᾶς διασώζοιτε.

Στυγνῶς ἀνηρέθητε ἀσκηταί, σεπτοὶ Σαββαΐται, ὑπ’ ἀνόμων διὰ Χριστοῦ, τὴν πίστιν εἰς ἣν τοὺς προσιόντας, μετ’ εὐλαβείας ὑμᾶς δυναμώσατε.

Ἰάσεων ὤφθητε ποταμοί, Μαρτύρων φωστῆρες, καὶ ἀζύγων ὑπογραμμοί, οἱ αἴμασιν ἅμα καὶ ἱδρῶσι, τὴν τῆς ψυχῆς ὑμῶν χλαῖναν κοσμήσαντες.

Θεοτοκίον.

Ὁμόνοιαν δώρησαι τοῖς πιστοῖς, ὦ Μῆτερ ἁγία, τοῦ ταθέντος ἐπὶ Σταυροῦ, Χριστοῦ τοῦ Σωτῆρος καὶ Υἱοῦ Σου, τὰ διεστῶτα τοῦ κόσμου ἑνώσαντος.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Μετανοίας ταῖς τρίβοις καὶ βιοτῆς κρείττονος, ὡς μοναδικῆς πολιτείας, θεῖα κειμήλια, ἰθύνατέ με ταχύ, Ὁσιομάρτυρες θεῖοι, καὶ ψυχῆς ἀνάπαυσιν, δότε μοι δέομαι.

Ἀληθοῦς ἐγκρατείας καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.

Ῥυπαρότητα βίου καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνεστερνίσθητε ὄντως, Ὁσιομάρτυρες· διὸ καὶ χαίρετε νῦν, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.

Θεοτοκίον.

Τὸν τοῦ νόμου Δεσπότην καὶ Ποιητὴν ἄχραντε, τὸν χερσὶ κρατοῦντα τὸν κόσμον, ἐκυοφόρησας· διὸ πιστῶν οἱ χοροί, δοξολογοῦμεν ἀπαύστως, Σὲ ἀεὶ προστρέχουσι, τῇ μεσιτείᾳ Σου.

Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πατέρες κλεινοί, σεπτοὶ Ὁσιομάρτυρες, πυρσοὶ τηλαυγεῖς, ἐρήμου λύχνοι ἄσβεστοι, τὰ ὑμῶν παλαίσματα, Σαββαΐται ᾄδοντες κράζομεν· ἐξ ἀῤῥωστίας πόνων ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑμνῳδίαις εὐσχήμοσι, τοὺς Ὁσιομάρτυρας εὐφημήσωμεν, Σαββαΐται ἀνακράζοντες, νοσημάτων βόρβορον ἐκπλύνατε.

Ῥύσασθέ με θεόφορνες, ἐκ ῥαδιουργίας τοῦ πολεμήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.

Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.

Θεοτοκίον.

Νοσημάτων παράσχου μοι, καὶ πλημμελημάτων Παρθένε ἴασιν, ἡ τεκοῦσα τὸν φιλάνθρωπον, ἰατρὸν καὶ ῥύστην μόνον Κύριον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Δεῦτε εὐλαβῶς, ἀνυμνήσωμεν τοὺς Μάρτυρας, Σαββαΐτας θείους κράζονες αὐτοῖς· καταῤῥίψατε αἱρέσεως προπύργια.

Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ παντάνακτος τῷ σθένει· διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.

Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασώζομαι.

Θεοτοκίον.

Ἐκ τῆς Σῆς γαστρός, τῆς δικαιοσύνης Ἥλιος, ἐξανέτειλε τῷ κόσμῳ καὶ αὐτοῦ, ταῖς αὐγαῖς ἀχλὺ θανάτου διεσκόρπισεν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Φιλάγαθοι, Σαββαΐται ἔρημον, ἐνοικήσαντες συντόνῳ ἀσκήσει, καὶ μαρτυρίῳ πρὸς ἄληκτον δόξαν, εἰς οὐρανίους μονὰς ἐπορεύθητε, πρεσβεύοντες διηνεκῶς, δωρηθῆναι ἡμῖν θεῖονξ ἔλεος.

Ῥυσθῆναί με, προσβολῶν τοῦ δράκοντος, ἱκετεύσατε κλεινοὶ Σαββαΐται, οἱ προσβολὰς τοῦ δολίου βελίαρ, τῇ τοῦ Χριστοῦ ἐκδιώξαντες χάριτι, καὶ στέφος ἄφθαρτον διπλοῦν, ἐκλαβόντες ὡς Ὁσιομάρτυρες.

Οἰκτίρατε, τοὺς ὑμᾶς γεραίροντας, Ἀθλοφόρων καὶ ἀζύγων ταμεῖα, οἱ βιοτῇ ἐναρέτῳ τῷ Κτίστῃ, εὐαρεστήσαντες καὶ πορφυρώσαντες, αἱμάτων ταῖς ὑμῶν ῥοαῖς, τῆς κοιλάδος τῶν Κέδρων τὸ ἔδαφος.

Θεοτοκίον.

Ὑπάρχουσα, θησαυρὸς τῆς χάριτος, Προφητῶν τε καὶ Πατέρων τὸ κλέος, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἡ δόξα, πανυπερύμνητε Μῆτερ προσάγαγε, τῷ Σῷ Υἱῷ καὶ Λυτρωτῇ, τὰς ἀόκνους δεήσεις τῶν δούλων Σου.

Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀσκηταὶ θεοφόροι ἐρήμου καυχήματα, Σαββαΐται σεμνοὶ καὶ Μαρτύρων κλεΐσματα, ταῖς πρεσβείαις ὑμῶν ἀεὶ προστρέχομεν πιστῶς, ἀναβοῶντες γοερῶς, οἱ δεινῶς χειμαζόμενοι· βίον διάγειν πάντας, ἡσύχιον ἐν συνέσει, καὶ ὁμονοίᾳ ἀγαστῇ, θεοφόροι ἀξιώσατε.

 

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, κατὰ Λουκᾶν. (Κεφ, ιβ΄, 8-12)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιοι καὶ Μάρτυρες, Σαββαϊτῶν τὰ πυξία, τῇ ὑμῶν προστρέχομεν, ἀρωγῇ αἰτούμενοι, θεῖον ἔλεος, φοίνικες πάγκαρποι, ὕδωρ γλυκύτατον, τὸ ἀρδεῦον χθόνα ἔρημον, καὶ εἰς γεώργιον, μεταβάλλον ταύτην πανεύφορον, ὤφθητε· ὅθεν μέλεσιν, ἁρμονίοις ᾄδομεν γηθοσύνως, τοὺς ὑμῶν καμάτους, καὶ κράζομεν· Πατέρες παμφαεῖς, δεινῶν παθῶν τὴν κατάσβεσιν, ἅπασι δωρήσασθαι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥυπτικαῖς μεσιτείαις ταῖς ὑμῶν Σαββαΐται οὐλὰς καὶ τραύματα, ψυχῶν τε καὶ σωμάτων, ὑμῶν σαφῶς ἰᾶσθε, οἱ ἀσκήσει καὶ αἵμασι, λαβόντες παρὰ Θεοῦ, τὴν ἰαμάτων χάριν.

Εὐσεβείας καμάτοις χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, Πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ῥυσθῆναι πάντας.

Ἱκετεύσατε θεῖοι Σαββαΐται Πατέρες Χριστὸν τὸν Κύριον, ἀποσοβῆσαι τάχος, ἀσθένειαν καὶ θλῖψιν, ἐξ ἡμῶν τῶν ἐν ᾄσμασιν, ἀνευφημούντων ὑμᾶς, ὡς τῆς ἐρήμου κρίνα.

Θεοτοκίον.

Χαριτόβρυτε Κόρη ἀγαθὴ Θεοτόκε ἐλέους ἄβυσσε, φιλανθρωπίας κρήνη, καὶ ἴαμα νοσούντων, ἐκτενῶς καθικέτευε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ὑπὲρ τῶν Σὲ ὑμνούντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἀμπλακημάτων, τὸν παντεπόπτην αἰτεῖσθε, παρασχεῖν θεῖοι Πατέρες Σαββαΐται, λύσιν τοῖς ὑμνοῦσιν, ὑμᾶς εἰς τοὺς αἰῶνας.

Ῥῶσίν μοι δότε, τῷ ἀνίατως νοσούντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.

Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπῖθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοὶ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.

Θεοτοκίον.

Λιμὴν γενοῦ μοι, τῷ ἐν πελάγει τοῦ βίου, κοσμοσώτειρα δεινῶς χειμαζομένῳ, ἵνα ἀνυμνῶ Σε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἀναίρεθεντες ξίφει, πλάνων Σαββαΐται, πρὸς τὴν ἀγήρω πατρίδα μετέστητε, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν Κύριον.

Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.

Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.

Θεοτοκίον.

Ἡ πάναγνος ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, καὶ παρθενίας πανάχραντε τέμενος· διὸ ἀπαύστως Σὴν χάριν ἐπικαλούμεθα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίρει ἡ τοῦ Σάββα σεπτὴ  Μονή, ἔχουσα ἐν κόλποις, τὴν λειψάνων ὑμῶν σορόν, ὥσπερ ἰατρεῖον, ἀδάπανον τοῖς πᾶσι, Πατέρες θεοφόροι, Ὁσιομάρτυρες.

Τοὺς ἀναιρεθέντας ἀνηλεῶς, ἐκ χειρῶν ἀνόμων, μονοτρόπους διὰ Χριστόν, ᾄσωμεν ἐν πίστει, βοῶντες· Σαββαΐται, ἡμᾶς παντοίας βλάβης, τάχος λυτρώσασθε.

Τοὺς Ὀσιομάρτυρας τῆς Μονῆς, τοῦ Ὁσίου Σάββα, ἀναμέλψωμεν οἱ πιστοί, τοὺς σφαγιασθέντας, ὑπὸ χειρῶν Ἀράβων, ὡς ἄρνας πανασπίλους, τοῦ Παντοκράτορος.

Ὁσιομαρτύρων σεπτὴν σειράν, τὴν συγκροτηθεῖσαν, ἐκ Πατέρων Σαββαϊτῶν, καὶ ὑπὸ Βλεμμύων, στυγνῶς ἀναιρεθεῖσαν, ἐν ὕμνοις ἐγκωμίων, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες, οἱ τρυχόμενοι πικρῶς, ἐξ ἀῤῥωστημάτων παντοίων, καὶ πόνων ὀδυνηρῶν, τῇ ὑμῶν προστρέχουσι, Πατέρες χάριτι, καὶ λαμβάνουσιν ἴασιν, ψυχῶν καὶ σωμάτων· ὅθεν ἀνακράζουσιν· πάντων ὑπάρχετε, ῥῦσται, Σαββαΐται φωσφόροι, καὶ κρουνοὶ κιρνῶντες ἀφθόντως, τοῖς ὑμᾶς γεραίρουσιν ἰάματα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου