ΜΑΪΟΣ ΙΑ΄!!
ΚΥΡΙΛΛΟΣ & ΜΕΘΟΔΙΟΣ ΙΣΑΠΟΣΤΟΛΟΙ
ΣΛΑΒΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Μνήμην,
τὴν πανίερον ὑμῶν, Θεσσαλονικέων τὰ στίφη πανηγυρίζομεν, Κύριλλε θεόσοφε σὺν
Μεθοδίῳ ὁμοῦ, τῷ ἁγίῳ ναῷ ὑμῶν, πιστῶς συνελθόντες, καὶ κατασπαζόμεθα, ὑμῶν τὰ
λείψανα, ἅπερ, εὐδοκίᾳ τῇ θείᾳ, δέδωκεν ἡμῖν ὁ Δεσπότης, χάριν ἡμῖν θείαν
ἀναβλύζοντα.
Φέγγει,
οὐρανίων ἀρετῶν, διὰ πολιτείας ἁγίας καταλαμπόμενοι, καὶ τῆς θείας χάριτος, τῶν
Ἀποστόλων Χριστοῦ, κοινωνοὶ χρηματίσαντες, ἐκ τοῦ Βυζαντίου, πρὸς χώρας
ἐδράμετε, τῶν Σλάβων Ἅγιοι, καὶ τοὺς ἐν αὐταῖς πλανωμένους, πρὸς Εὐαγγελίου τὸν
δρόμον, θείῳ ἐπιστρέψατε κηρύγματι.
Πόνους,
τε και θλίψεις καρτερῶς, Κύριλλε σοφὲ θεηγόρε, σὺν Μεθοδίῳ ὁμοῦ, Ἅγιοι
αὐτάδελφοι, θεοειδέστατοι, ὑπεμείνατε χαίροντες, ἐν χώραις τῶν Σλάβων, δρόμον
ἰσαπόστολον, στεῤῥῶς ἀνύοντες· ὅθεν, πρὸς τὸ φῶς τοῦ Κυρίου, ἔθνη καὶ λαοὺς
τοὺς ἐν σκότει, λόγοις τε καὶ θαύμασιν ἰθύνατε.
Χαίρει,
καὶ καυχᾶται ἐν ὑμῖν, Θεσσαλονικέων ἡ πόλις, ὑμᾶς βλαστήσασα, Ἅγιε Μεθόδιε, καὶ
θεῖε Κύριλλε, καὶ ὡς ἄλλον ἁγίασμα, ἐκτήσατο ἤδη, τὸν σεπτὸν ναὸν ὑμῶν, ᾧ
προσερχόμενοι, ἄγομεν ᾠδαῖς τε καὶ ὕμνοις, ἐν ἀγαλλιάσει καρδίας, τὴν ἁγίαν
μνήμην ὑμῶν ἔνδοξοι.
Δόξα.
Ἦχος β΄.
Τοῦ
Εὐαγγελίου τῆς χάριτος, ἱερουργοῦντες τὸν λόγον, ἀρετῶν τὴν πρᾶξιν, ἀποστολικῷ
ζήλῳ ἐλαμπρύνατε, ὡς τοῦ Χριστοῦ θεράποντες. Καὶ πεπλανημένοις ἀποσταλέντες
ἔθνεσι, τῆς ἀληθείας τὴν χάριν, ἐν αὐτοῖς ἐκηρύξατε, λόγῳ καὶ ἔργῳ ἐκφαίνοντες,
τῶν θείων οἰκτιρμῶν τὸν πλοῦτον. Ἀλλ’ ὦ αὐτάδελφοι ἔνδοξοι, Κύριλλε καὶ
Μεθόδιε, τῆς θείας δόξης κοινωνοῦντες, Κυρίῳ πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Λύχνοι
περιφανεῖς, τῆς θείας φωταυγείας, λαοῖς ἐσκοτισμένοις, ὁμοῦ σὺν Μεθοδίῳ,
Κύριλλε ἀνεδείχθητε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χάριν
διὰ παντός, ὑμῖν ὁμολογοῦσιν, αἱ χῶραι αἱ τῶν Σλάβων· ὅτι αὐτὰς πρὸς γνῶσιν,
Χριστοῦ καθωδηγήσατε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πίστει
τοῖς ἱεροῖς, ὑμῶν λειψάνοις σπεύδει, πόλις Θεσσαλονίκη, Κύριλλε θεηγόρε, καὶ
ἱερὲ Μεθόδιε.
Δόξα.
Τριαδικόν.
Ἕνα
Σ ε ἐν τρισίν, ἐκήρυξε προσώποις, Θεὸν Τριὰς Ἁγία, δυὰς τῶν αὐταδέλφων,
ἐσκοτισμένοις ἔθνεσιν.
Καὶ
νῦν. Θεοτοκίον.
Σάρκα
ἐκ τῶν ἁγνῶν, ἀτρέπτως Σου αἱμάτων, λαβὼν ἁγνὴ ὁ λόγος, τὸν κόσμον Θεοτόκε, ἐκ
τῆς ἀρᾶς ἐῤῥύσατο.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἐπιδειξάμενοι, ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς, διηυγάσατε
λαμπρῶς θείῳ κηρύγματι, Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες φαεινοί, Μεθόδιε
σὺν Κυρίλλῳ, αὐτάδελφοι θεηγόροι, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’ καὶ τῶν Ἁγίων γ’. Ἦχος δ΄. Ὡς γενναῖον
ἐν Μάρτυσιν.
Ἀποστόλων
ὁμότροποι, ὡς τοῦ ζήλου συμμέτοχοι, ἀληθῶς ἐδείχθητε παμμακάριστοι, τῆς εὐσεβείας
τὸν λόγον γάρ, λαμπρῶς ἐκηρύξατε, τοῖς ἐν σκότει καὶ σκιᾷ, τῆς ἀπάτης
καθεύδουσι, θείῳ Πνεύματι· διὰ τοῦτο ὑμᾶς ἀνευφημοῦμεν, Πάτερ Κύριλλε θεόφρον,
καὶ θεηγόρε Μεθόδιε.
Λαμπρυνθέντες
ἐν Πνεύματι, καὶ σοφίας τοῖς δόγμασιν, ἑαυτοὺς κοσμήσαντες βίῳ κρείττονι, ἐκ
βασιλίδος τῶν πόλεων, μακρὰν ἀπεστάλητε, εἰς τῶν Σλάβων τὰς φυλάς, ὡς Ἀπόστολοι
ἔνθεοι, Πάτερ Κύριλλε, καὶ Μεθόδιε ταύτας ἐπιστρέφειν, πρὸς Χριστὸν καὶ
συνετίζειν, αὐτῶν τὸν νοῦν θείᾳ χάριτι.
Οἱ
τῶν Σλάβων Ἀπόστολοι, καὶ διδάσκαλοι μέγιστοι, καὶ φωστῆρες ἄδυτοι θείας
πίστεως, καὶ ὑποφῆται θεόσοφοι, πρὸς βίον ὑπέρτερον, καὶ μεσῖται πρὸς Χριστόν,
ὁ θεόφρων Μεθόδιος, καὶ ὁ Κύριλλος, τὰ κατάκαρπα δένδρα θείων ἔργων, καὶ
βλαστοὶ οἱ φωτοφόροι, Θεσσαλονίκης τιμάσθωσαν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
λαμπροφανὴς ἀνέτειλεν, ἡ τῶν Ἰσαποστόλων μνήμη, Κυρίλλου καὶ Μεθοδίου, τὴν
Ἐκκλησίαν λαμπρύνουσα. Τῆς εὐσεβείας γὰρ τὸ φῶς δᾳδουχεῖ, καὶ τῶν πιστῶν τὰς
χορείας διεγείρει, βοᾶν πρὸς αὐτούς· χαίρετε, ἀποστολικῆς ἐξουσίας κοινωνοί,
καὶ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, διαπρύσιοι κήρυκες· χαίρετε, οἱ τὰς
κεχερσωμένας τῶν Σλάβων καρδίας, τῷ ἀρότρῳ τοῦ λόγου γεωργήσαντες, πρὸς
καρποφορίαν σωτήριον· χαίρετε, Θεσσαλονίκης ἀειθαλεῖς ὄρπηκες, καὶ πάσης
Ἐκκλησίας, ἄδυτοι ἀστέρες. Ἀλλ’ ὡς ἔχοντες παῤῥησίαν πρὸς Χριστόν, ὡς Ἀποστόλων
μιμηταί, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν...Τῆς Ἑορτῆς
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἀγάλλου
ἐν Κυρίῳ, πόλις Θεσσαλονίκη, ὡς μήτηρ καλλίγονος, ἐπὶ τέκνοις χορεύουσα· ἐκ σοῦ
γὰρ ἀνεβλάστησαν, Κύριλλος καὶ Μεθόδιος, ὡς φοίνικες γλυκύκαρποι, ἀποστολικῶν
χαρίτων, καὶ τῆς εὐσεβείας τὸ μυστήριον, εἰδωλομανοῦσιν ἔθνεσι, θεολήπτῳ γλώσσῃ
ἐκήρυξαν. Καὶ τὴν Ἐκκλησίαν πᾶσαν κάλεσον, τὰς ἀριστείας αὐτῶν ὑμνῆσαι, καὶ τῶν
ἀγώνων τὰ τρόπαια, καὶ τῶν καμάτων τὰ γέρα, τῷ ἐν αὐτοῖς δοξασθέντι βοῶσα·
Κύριε, δόξα Σοι.
Ἦχος
β΄.
Τίς
ἐπαξίως ὑμνήσει, τῶν ἀποστολικῶν ὑμῶν δρόμων τοὺς καμάτους, καὶ τὰς θλίψεις καὶ
ἱδρῶτας, αὐτάδελφοι θεόσοφοι; Κατὰ Παῦλον γὰρ τὸν μέγαν, πλείστας χώρας
διήλθετε, καὶ πόλεις καὶ λαοὺς καὶ ἔθνη, ὑπήκοα Χριστῷ προσηγάγετε, τῇ ἐκφάνσει
τῆς ἀληθείας· ὡς γὰρ ἐκεῖνος ἐξ Ἱερουσαλήμ, οὕτω καὶ ὑμεῖς, ἐκ Βυζαντίου
ἐξήλθετε, καὶ Σλαβικοῖς ἐπέστητε ἔθνεσι, τῆς ἐν Χριστῷ ζωῆς, τὰ ἀγαθὰ
εὐαγγελιζόμενοι, καὶ σωτηρίας αἰωνίου τὴν ἔλλαμψιν. Ἀλλ’ ὦ Μεθόδιε καὶ Κύριλλε,
πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Τοῦ
Παρακλήτου τῷ φωτί, ὡς τῷ ἱερῷ Φωτίῳ συγγενόμενοι, καταλαμφθέντες τὴν ψυχήν,
φωστῆρες παγκόσμιοι ὤφθητε, Κύριλλε καὶ Μεθόδιε. Καὶ ταῖς θείαις αὐτοῦ χερσί,
μυσταγωγηθέντες τὰ κρείττονα, ἀποστολὴν ἱερὰν ἐνεπιστεύθητε, ἀποστολικοῖς
προτερήμασι κοσμούμενοι. Καὶ τοῖς ἐν πλάνῃ λαοῖς, σαφῶς ἱερουργήσαντες τὸ
Εὐαγγέλιον Χριστοῦ, ἡ προσφορὰ ὑμῶν εὐπρόσδεκτος, καὶ ἡγιασμένη Θεῷ
προσενήνεκται. ᾯ καὶ ἡμᾶς προσάγετε, σεσωσμένους λιταῖς ὑμῶν.
Δόξα.
Ἦχος δ΄.
Ἀποστολικὴν
ἀναλαβόντες πορείαν, τῆς εὐσεβείας φυτοκόμοι ὤφθητε, καὶ ἐσφαλμένων ἠθῶν, καὶ
βίου χείρονος, ῥιζοτόμοιν ἔνθεοι. Τὸν γὰρ λόγον τῆς χάριτος, ἐν δυνάμει καὶ
Πνεύματι Ἁγίῳ, καὶ πολλῇ πληροφορίᾳ ἐκηρύξατε· διὸ Χαζαράι καὶ Μοραβία,
Παννονία καὶ Βουλγαρία, τῷ κηρύγματι ὑμῶν κατσυγασθεῖσαι, ὡς θεμελίου τῆς
πίστεως, καὶ ὁδηγοὺς πρὸς σωτηρίαν ὑμᾶς γεραίρουσι. Καὶ πᾶσα ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, τὴν μνήμην ὑμῶν μακαρίζει, Μεθόδιε καὶ Κύριλλε, Ἀποστόλων ἰσοστάσιοι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῶν αὐταδέλφων δυάς, τῶν Ἀποστόλων μιμηταὶ καὶ ὁμότροποι· αὐτῶν γὰρ εἰσδεδεγμένοι,
τὰς ἐκ Θεοῦ δωρεάς, καὶ τοῦ Παρακλήτου φῶσς τὸ ἄϋλον, τὸν ἴσον ἠνύσατε, ἐν
σοφίᾳ καὶ χάριτι, καὶ πλείστοις πόνοις, αὐτοῖς δρόμον μακάριοι, τὴν ἀλήθειαν,
τοῖς ἐν πλάνῃ κηρύξαντες, Κύριλλε παμμακάριστε, καὶ θεῖε Μεθόδιε, μυσταγωγοὶ
θεηγόροι, τῆς ὑπὲρ νοῦν ἀγαθότητος· Χριστὸν δυσωπεῖται, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
τῶν αὐταδέλφων δυάς, τῶν ἀρετῶν οἱ γεωργοὶ οἱ πανθαύμασοι, αἱ πλάκες αἱ
γεγραμμέναι, ἐν τῷ δακτύλῳ Θεοῦ, τοῦ Εὐαγγελίου τὰ διδάγματα, σοφίας κειμήλια,
εὐσεβείας ἐκφάντορες, βίου ἐνθέου, παιδευταὶ καὶ διδάσκαλοι, θεῖοι κήρυκες, τῶν
δογμάτων τῆς πίστεως, Κύριλλε καὶ Μεθόδιε, τῶν Σλάβων Ἀπόστολοι, Θεσσαλονίκης
τὸ κλέος, τοῦ Βυζαντίου ὡράϊσμα· Χριστὸν δυσωπεῖται, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις,
τῶν αὐταδέλφων δυάς, μύσται θεόληπτοι Φωτίου τοῦ μάκαρος· χερσὶ γὰρ αὐτοῦ
σταλέντες, ἐπὶ ὁδῶν τῶν ἐθνῶν, ψυχὰς μεταπλάσαι θείᾳ χάριτι· ἐντεῦθεν θεόσοφοι,
ἀνεδείχθητε κήρυκες, Ὀρθοδοξίας, Μοραβοῖς Μοισοῖς Ἅγιοι, Παννονίας τε,
Βουλγαρίας ἐν Πνεύματι· ὅθεν πιστῶς προστρέχουσα, τῷ θείῳ ναῷ ὑμῶν, Θεσσαλονίκη
τὰ θεῖα, ὑμῶν προσπτύσσεται λείψανα, Χριστὸν ἀνυμνοῦσα, τὸν δωρούμενον τῷ
κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἐν
τῇ χάριτι Χριστοῦ, τῇ δοθείσῃ ὑμῖν μακάριοι, ἀποστολικοῖς ἀγῶσιν, ἐν κόσμῶ
ἠνδραγαθήσατε, καὶ τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν, τοῖς ἐν πλάνῃ οὖσι γνωρίσαντες,
τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, νυμφαγωγοὶ ἀνεδείχθητε. Καὶ νῦν τῆς ἄνω ἱερουργίας,
περιφανῶς μετέχοντες, Κύριλλε καὶ Μεθόδιε, αἰτήσασθε ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἐπιδειξάμενοι, ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς, διηυγάσατε
λαμπρῶς θείῳ κηρύγματι, Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες φαεινοί, Μεθόδιε
σὺν Κυρίλλῳ, αὐτάδελφοι θεηγόροι, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Σοφίας
θεϊκῆς, τῷ φωτὶ λαμπρυνθέντες, τῶν Σλάβων φωτισταί, καὶ διδάσκαλοι θεῖοι,
Μεθόδιε καὶ Κύριλλε, ἀληθῶς ἀνεδείχθητε· ὅθεν ἅπασα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία,
μέλπει χαίρουσα, ὑμῶν τὴν πάνσεπτον μνήμην, Θεὸν μεγαλύνουσα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος β΄. Ὁ ὑψωθείς.
Ἐνδεδυμένοι
Παρακλήτου τὴν χάριν, χερσὶν τοῦ θείου Ἱεράρχου Φωτίου, ἐπὶ τὰ ἔθνη τὰ τῶν
Σλάβων ἀπεστάλητε, οἷάπερ Ἀπόστολοι, τοῦ Χριστοῦ θεηγόροι, καὶ τὸ Εὐαγγέλιον,
ἐκηρύξατε πᾶσι, σὺν Μεθοδίῳ Κύριλλε σοφέ· ὅθεν συμφώνως, ὑμᾶς μακαρίζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀποστόλων
μιμηταί, καὶ πλανωμένων ὁδηγοί, καὶ Κυρίου συνεργοί, πρὸς σωτηρίας τῶν πολλῶν,
κατὰ τὸν Παῦλον τὸν μέγαν ἀνεδείχθητε· ὅθεν πρὸς τὸ φῶς, τῆς θείας πίστεως,
θείαις διδαχαῖς καθοδηγήσατε, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης καθεύδοντας, πόνοις
πολλοῖς ὁμιλήσαντες, Κύριλλε Πάτερ, σὺν Μεθοδίῳ, θεομακάριστοι αὐτάδελφοι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς
τοὺς δώδεκα μαθητὰς αὐτοῦ... (Ζήτει αὐτὸ τῷ
Σαββάτῳ τῆς Ζ’ ἑβδομάδος Λουκᾶ)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Διδασκάλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τὸν
σπόρον τῆς πίστεως, κεχερσωμέναις καρδίαις σπείραντες, τοῦ ἀμπελῶνος Χριστοῦ
ἐργάται, δόκιμοι ὤφθητε, αὐτάδελφοι πάνσοφοι. Καὶ ὡς καλοὶ στρατιῶται Κυρίου,
ἐν τῷ θείῳ κηρύγματι κακοπαθήσαντες, δαψιλῆ καρποφορίαν, Χριστῷ προσηνέγκατε,
τῶν ἀνασωθέντων τὰ πλήθη. Ἀλλ’ ὦ Κύριλλε καὶ Μεθόδιε, ἀποστολικῶν ἐπάθλων
κοινωνοί, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Κύριλλον μέλπω,
σὺν Μεθοδίῳ. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καμάτων
τὰ ἔπαθλα, παρὰ Θεοῦ κομιζόμενοι, καὶ θέσει θεούμενοι, φῶς μοι αἰτήσασθε, Πάτερ
Κύριλλε, ὁμοῦ σὺν Μεθοδίῳ, ὑμῶν μακαρίζοντι, τὰ κατορθώματα.
Ὑμνεῖ
μεγαλύνουσα, Θεσσαλονίκη ἡ ἔνδοξος, τοῦ βίου τὴν ἔλλαμψιν, καὶ ἀριστείας ὑμῶν·
ταύτης γόνοι γάρ, περίδοξοι ὀφθέντες, Χριστῷ προσηνέγκατε, καρπὸν πολύτιμον.
Ῥημάτων
τοῦ Πνεύματος, ὑφηγηταὶ καὶ διδάσκαλοι, Μεθόδιε Ὅσιε, καὶ Πάτερ Κύριλλε,
ἀνεδείχθητε, καὶ Σλάβων τὰς χορείας, σαφῶς ἐμυήσατε, γνῶσιν τὴν ἔνθεον.
Θεοτοκίον.
Ἰσχὺς
ἀπροσμάχητος, καὶ προστασία σωτήριος, ἡ σκέπη Σου ἄχραντε, πέλει τοῖς δούλοις
Σου, ἀποτρέπουσα, ἐχθρῶν τὰς ἐπηρείας· διὸ τὰ θαυμάσια, τὰ Σὰ κηρύττομεν.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπρότητι
βίου καὶ σοφίας, ποικίλης τῷ πλούτῳ ἀληθῶς, κοσμούμενοι μακάριοι, πορείαν
ἰσαπόστολον, Κύριλλε καὶ Μεθόδιε, περιφανῶς ἀνελάβετε.
Λαμπτῆρες
ἀδύτου φωταυγείας, καὶ λύχνοι τῶν νόμων τοῦ Χριστοῦ, καὶ ὁδηγοὶ σωτήριοι, τοῖς
πλανωμένοις ὤφθητε, Κύριλλε καὶ Μεθόδιε, ὡς Ἀποστόλων ὁμόζηλοι.
Ὁσίαις
χερσὶ θεοκινήτως, Φώτιος ὁ μέγιστος φωστήρ, εἰδὼς ὑμῶν τὴν ἔλλαμψιν, ἀπέστειλε
μακάριοι, κηρῦξαι τὴν ἀλήθειαν, ἐσκοτισμένοις ἐν ἔθνεσι.
Θεοτοκίον.
Νεκρώσας
ἐχθρὸς τῇ παραβάσει, Ἀδὰμ τὸν γενάρχην φθονερῶς, τῷ τόκῳ Σου νενέκρωται, ἁγνὴ
Θεογεννήτρια· ζωὴν γὰρ ἐνυπόστατον, σωματικῶς ἀπεκύησας.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, λαμπαδουχίᾳ, φῶς ηὐγάσατε, θεογνωσίας, Ἰσαπόστολοι Χριστοῦ παμμακάριστοι,
τοῖς ἐν νυκτὶ τῆς ἀπάτης ὑπάρχουσιν, οὓς καὶ ἡμέρας υἱοὺς ἀπεδείξατε, Πάτερ
Κύριλλε, καὶ θεῖε ὁμοῦ Μεθόδιε, αἰτούμενοι αὐτοῖς τὸ θεῖον ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μέγας
ὤφθης ἐν Χαζάροις, λόγοις ἅμα καὶ πράξεσι, τούτων διανοίγων, Κύριλλε σοφὲ τὴν
διάνοιαν, τοῦ ἐπιγνῶναι Χριστὸν τὸν μόνον Κύριον, καὶ βιοῦν σεμνῶς, ἐν ἀρετῶν
ἐπιδόσεσιν.
Ἐν
Βουλγάροις ἀναλάμψας, ὡς ἀνέσπερος ἥλιος, τούτους καταυγάζεις, Πάτερ ταῖς
ἀκτῖσι τῆς χάριτος, καὶ ἐσφαλμένων ἠθῶν λύεις τὴν ζόφωσιν, βίῳ κρείττονι,
αὐτοὺς ῥυθμίζων Μεθόδιε.
Λύτρωσιν
τὴν αἰωνίαν, καὶ ζωῆς θείας μέθεξιν, καὶ υἱοθεσίας, τῆς ἐν τῷ Χριστῷ τὴν
οἰκείωσιν, ἐν Μοραβίᾳ πανσόφως ἐκηρύξατε, Πάτερ Κύριλλε, καὶ θεηγόρε Μεθόδιε.
Θεοτοκίον.
Πῖον
ὄρος ἀνεδείχθης, καὶ κατάσκιον ἄχραντε, ὡς φησὶ Προφήτης, τοῖς ὑπερφυέσι
χαρίσμασι, καὶ ἐκ Σοῦ Κόρη, τῷ κόσμῳ ἐπεδήμησε, μετὰ σώματος, ὁ Βασιλεὺς πάσης
κτίσεως.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὡς
ἄλλοι ἀπόστολοι, πεπληρωμένοι χάριτος, ταῖς ποικιλοτρόποις φυλαῖς Σλάβων,
ἐπεδημήσατε νεύσει κρείττονι, ταύτας μεταπλάττοντες σαφῶς, ἱεροῖς διδάγμασι,
πρὸς εὐσέβειαν ἔνδοξοι.
Σοφίαν
τὴν ἄνωθεν, πλουσίως θησαυρίσαντες, ὤφθητε σοφοὶ ἱερομύσται, καὶ ποδηγέται καὶ
ῥυθμισταὶ ἀσφαλεῖς, πρὸς τὴν τῶν κρειττόνων μετοχήν, τῶν βιούντων πρότερον, ἐν
τῇ πλάνῃ μακάριοι.
Ὑψίστου
θεράποντες, Μεθόδιε καὶ Κύριλλε, βίῳ ἱερῷ γεγενημένοι, νυμφαγωγεῖτε τῷ Ζωοδότῃ
Χριστῷ, λόγοις τε καὶ ἔργοις θαυμαστοῖς, τὴν τῶν Σλάβων ἅπασαν, Ἐκκλησίαν ἐν
Πνεύματι.
Θεοτοκίον.
Ναὸς
ὤφθης ἔμψυχος, Παρθένε καὶ πολύφωτος, τοῦ παμβασιλέως καὶ Σωτῆρος, τοῦ
προελθόντος ἐκ τῆς ἁγνῆς Σου γαστρός· ὅθεν κἀμὲ σκεῦος ἐκλεκτόν, Δέσποινα
ἀπέργασαι, τῆς Αὐτοῦ ἀγαθότητος.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Μεγίστους
πόνους ὑπέστητε, κηρύττοντες τὸν λόγον τῆς πίστεως, ἀπίστοις ἔθνεσιν, ὡς
μιμηταὶ Παύλου ἄριστοι, Μεθόδιε θεόφρον, καὶ θεῖε Κύριλλε.
Ἐνθέοις
τρόποις κοσμούμενοι, ζωῆς τῆς ἐναρέτου διδάσκαλοι, σοφοὶ γεγόνατε, τοῖς
δουλωθεῖσι τοῖς πάθεσι, καὶ τοῦ Χριστοῦ μετόχους, τούτους ἐδείξατε.
Θεοῦ
σαφῶς διηγούμενοι, τὴν δόξαν τοῦ φανέντος ἐν σώματι, κόσμῳ δι’ ἔλεος, λαοὺς
ἀπίστους εἱλκύσατε, πρὸς γνῶσιν ἀληθείας, ἱεραπόστολοι.
Θεοτοκίον.
Ὁ
Λόγος σὰρξ ἐκ Σοῦ γέγονε, μὴ τρέψας τὴν οἰκείαν θεότητα, θεοχαρίτωτε, καὶ
ἀλογίας ἐῤῥύσατο, τοὺς πίστει προσκυνοῦντας, τὸ Σὸν μυστήριον.
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐξ εὐκλεοῦς ἀναβλαστήσαντες ῥίζης, καὶ ἐν ἁπάσῃ παιδευθέντες σοφίᾳ,
Θεσσαλονίκης φοίνικες οἱ πάγκαρποι, ὁ θεόφρων Κύριλλος,
καὶ Μεθόδιος ἅμα, ὤφθησαν ὁμότροποι, τῶν
σοφῶν Ἀποστόλων, καὶ τάς τῶν Σλάβων χώρας ἀληθῶς, θεογνωσίας, φωτὶ κατεφώτισαν.
Ὁ
Οἶκος.
Ἀνακαθάραντες
τὸν νοῦν ἀμέμπτῳ πολιτείᾳ, ἐπλήσθητε περιφανῶς τῆς ἐπιπνοίας τοῦ Θεοῦ, πηγῆς ἐξ
ἀκενώτου. Καὶ τῷ ἱερῷ συνημμένοι Φωτίῳ, τῷ παμφώτῳ τῆς Ἐκκλησίας φωστῆρι, τῆς
σοφίας αὐτοῦ μύσται ἀπεφάνθητε, καὶ τῶν λόγων πληρωταὶ θεόληπτοι. Παρ’ αὐτοῦ
γὰρ ἀπεστάλητε, εἰς τὰ ἔθνη τὰ μακράν, ὡς Ἀπόστολοι ἔνθεοι, κηρῦξαι τῆς
εὐσεβείας τὸ μέγα μυστήριον. Τὴν ἐν Χριστῷ ἀπολύτρωσιν, πολιτείας καινῆς τὴν
λαμπρότητα, καὶ οὐρανῶν Βασιλείας τὰ ἀΐδια ἀγαθά· ὅθεν ποικίλοις πόνοις, καὶ
μυρίοις κινδύνοις, πλείστας Σλαβικὰς φυλὰς Χριστῷ ἐπεστρέψατε, Κύριλλε
πανεύφημε, καὶ Μεθόδιε ἱερώτατε, Θεσσαλονίκης γόνοι λαμπροὶ καὶ ἔνδοξοι, τῆς
ἀληθείας εὔσημοι σάλπιγγες, καὶ φωστῆρες παμφαεῖς Εὐαγγελίου τῆς χάριτος. Τὸ
γὰρ κήρυγμα ἡμῶν, πολλὰς ψυχὰς ἀληθῶς, θεογνωσίας φωτὶ κατεφώτισε.
Συναξάριον.
Τῇ ΙΑ΄τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Κυρίλλου καὶ
Μεθοδίου τῶν αὐταδέλφων, Ἀποστόλων καὶ Φωτιστῶν τῶν Σλάβων
Κύριλλος ἅμα
καὶ Μεθόδιος θεῖος,
ὡς φῶς
Σλάβοις ὤφθησαν Πνεύματι θείῳ.
Κύριλλος τε
Μεθόδιος δεκάτ’ ὑμνείσθωσαν ἠδὲ πρώτῃ.
Οἱ μακαριστοὶ οὗτοι αὐτάδελφοι, οἱ τῶν σλαβικῶν φυλῶν Ἀπόστολοι καὶ
ὁδηγοὶ καὶ φωταγωγοὶ πρὸς εὐσέβειαν, ἤκμασαν κατὰ τὸν θ' αἰῶνα. Πατρίδα μὲν
ἔσχον τὴν μεγαλόπολιν Θεσσαλονίκην, γονεῖς δὲ εὐγενεῖς καὶ εὐσεβείᾳ κομῶντας,
ὧν ὁ πατὴρ τῷ τοῦ Δρουγγαρίου ἀξιώματι τετίμητο. Καὶ ὁ μὲν Μεθόδιος, ὁ καὶ
μείζων, προῆλθεν ἐκ μητρικῶν ὠδίνων ἒν ἔτει 815, ὁ δὲ νεώτερος Κύριλλος (ὃς
Κωνσταντῖνος κατὰ κόσμον ἐκέκλητο) τῷ 827. Ἐν νεαρᾷ ἡλικίᾳ ὀρφανισθέντες,
ἀφίκοντο ἐν τῇ περιφανεῖ τῶν πόλεων βασιλίδι, ἔνθα ἐν τῇ τοῦ Πολυχρονίου
λεγομένη Μονῇ, ἤθεσιν ἀμέμπτοις καὶ πάσῃ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου καὶ σοφίᾳ
ποικίλῃ στοιχειωθέντες ἀνήχθησαν. Εἶτα παρεγένοντο ἐν τῷ κατὰ Βιθυνίαν Ὀλύμπῳ,
τοῖς ἐκεῖσε σεμνῶς ἀσκουμένοις συγγενόμενοι καὶ τὴν ἀκροτάτην κατὰ Χριστὸν φιλοσοφίαν
μυούμενοι. Τῷ μεγάλῳ δὲ καὶ περιωνύμῳ Φωτίῳ οἰκειωθέντες, συνήθεις καὶ φοιτηταὶ
αὐτοῦ ὤφθησαν, πνευματικῆς φιλίας ὄμμασι καὶ θείας ἀγάπης δεσμοῖς αὐτῷ
συνδούμενοι, οὗ καὶ τοῦ φωτὸς καὶ τῆς χάριτος ἀπεικονίσματα καὶ τύποι
ἐγνωρίζοντο.
Πλήρεις τοὐντεῦθεν τῆς ἔσω καὶ θύραθεν σοφίας γενόμενοι, Ἀποστολικὴν
πορείαν παρὰ τοῦ ἱερωτάτου Φωτίου ἀποστέλλονται, τὴν βασίλειον διέποντος ἀρχὴν
Μιχαὴλ τοῦ Γ', ἐπὶ τὰ Σλαβικὰ ἔθνη, ὧν τὴν διάλεκτον καλῶς ἐπίσταντο. Καὶ δή,
ἐνδεδυμένοι τὴν ἐξ ὕψους δύναμιν, καὶ ζήλῳ, ᾧ ἡ ἀποστολικὴ ζωὴ χαρακτηρίζεται,
κοσμούμενοι, πορευθέντες ἐκήρυττον τὸν λόγον τῆς σωτηρίας καὶ τὸ Εὐαγγέλιον τῆς
χάριτος, εὐαγγελιζόμενοι Χριστὸν εἰς Χαζαρίαν καὶ Βουλγαρίαν καὶ Μοισίαν καὶ
Μοραβίαν, ποικίλοις πόνοις καὶ ἱδρῶσιν ὁμιλήσαντες, καὶ πλείστους ὑποστάντες
κινδύνους οἱ μακάριοι, ἵνα τάς ἐκεῖσε Ἐκκλησίας τῷ Χριστῷ συγκροτήσωσι καὶ τῷ
θεμελίῳ τῆς Ὀρθοδόξου πίστεως ταύτας ἀσφαλῶς ἱδρύσωσιν, οὐ μήν, ἀλλὰ καὶ τοῖς
βαρβάροις αὐτῶν λαοῖς τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην καὶ πάσης σεμνῆς ἀγωγῆς
καὶ ἐναρέτου πολιτείας τὸν τρόπον καὶ καθαρῶν καὶ ἀμέμπτων ἠθῶν τὴν εὐκοσμίαν
καταφυτεύσωσιν, ὡς ἄλλοι Ἀπόστολοι τοῦ Χριστοῦ. Ἐν Χαζαρίᾳ, καὶ δὴ ἐν Χερσῶνι,
θαυμαστῷ ἄνευρον τρόπῳ τὸν τοῦ Μάρτυρος ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης τάφον,
οὗ τὰ πάντιμα λείψανα ἐκεῖθεν ἀνελόμενοι, ἑαυτοῖς μετεκόμισαν.
Εὐαγγελικῶς ἀγωνιζόμενοι καὶ κοπιῶντες ἐν τῷ σωτηρίῳ κηρύγματι, κατὰ
Παῦλον τὸν μέγαν, ἐπεσκέψαντο τὴν πρεσβυτέραν Ῥώμην, κλήσει τοῦ τηνικαῦτα Πάπα,
ἔνθα ὁ ὅσιος Κύριλλος, τῷ τῶν μοναχῶν ὢν τάγματι, ἐκοιμήθη ἐν Κυρίῳ τῇ ιδ'
μηνὸς Φεβρουαρίου, ἐν ἔτει σωτηρίῳ 869 καὶ κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου
Κλήμεντος, τελέσας τὸν δρόμον τῆς ἀρετῆς, ὁ δὲ θεῖος Μεθόδιος, ἀρχιερεὺς
καταστάς, ἐπίσκοπος Μοραβίας ἐγένετο. Καὶ ὁσίως καὶ θεοφιλῶς καί, ὡς εἰπεῖν,
ἀποστολικῶς ποιμάνας τὴν ἐμπιστευθεῖσαν αὐτῷ ποίμνην, ἀνεπαύσατο ἐκ τῶν κόπων
τῇ ιστ' Ἀπριλίου, τοῦ ἔτους 884, καὶ συνήφθησαν ἀμφότεροι τοῖς Ἀποστόλοις ὡς
Ἰσαπόστολοι, τοῖς Ὁσίοις ὡς Ὅσιοι καὶ τοῖς Μάρτυσιν ὡς ἀναιμάκτως ὑπὲρ Χριστοῦ
ἀθλήσαντες, δεχόμενοι παρ' αὐτοῦ τὰ τῶν μεγίστων αὐτῶν καμάτων καὶ ἀγώνων
ἀντάξια ἔπαθλα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Μωκίου.
Μωκώμενόν σε
δεισιδαίμονα πλάνην,
οἱ δυσσεβεῖς
κτείνουσι Μώκιε ξίφει.
Οὗτος ἦν ἐπὶ Διοκλητιανοῦ
τοῦ βασιλέως, καὶ Λαοδίκου ἀνθυπάτου τῆς Εὐρώπης. Ὑπῆρχε δὲ τῆς ἐν Ἀμφιπόλει
ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πρεσβύτερος. Γεννήτορες δὲ αὐτῷ, Εὐφράτιος καὶ
Εὐσταθία, ἐκ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι, εὐγενεῖς ὄντες καὶ πλούσιοι. Ὁ δὲ
Μώκιος ἦν τῇ διδασκαλίᾳ ἀεὶ σχολάζων, καὶ
τὸν Χριστὸν καταγγέλων, καὶ ἀπέχεσθαι τῆς πλάνης τῶν εἰδώλων πᾶσι παρεγγυῶν.
Θυσίας δὲ τελουμένης παρὰ τοῦ ἀνθυπάτου τῷ Διονύσῳ, καὶ τῶν εἰδωλολατρῶν
συνηγμένων, προσελθὼν ἀνέτρεψεν τὸν βωμόν, καὶ κατασχεθείς, τὸν Χριστὸν
ὡμολόγησε. Καὶ πρῶτον μὲν κρεμασθεὶς ξέεται τοὺς κροτάφους, τὰς σιαγόνας καὶ τὰς
πλευράς. Ἔπειτα, ἐξαφθείσης καμίνου ἐκ πίσσης καὶ στυπείου καὶ κληματίδος, ὡσεὶ
ἑπτὰ πήχεις τὴν φλόγα ὑψοῦσθαι ἐφύλαξε, καὶ ὡρᾶτο ἐν μέσῳ αὐτῆς ἐμπεριπατῶν,
μεθ’ ἑτέρων ἀνδρῶν τριῶν, ὧν ἑνὸς τὸ πρόσωπον ὑπὲρ τὰς αὐγὰς ἤστραπτε τοῦ
ἡλίου, καὶ ἐξῆλθε ὁ Ἅγιος ἄφλεκτος καὶ ὑγιής, μηδὲ μέχρι τριχὸς ἁψαμένης αὐτοῦ
τῆς φλογός, ἥτις ἐπιχυθεῖσα, τὸν ἀνθύπατον, καὶ ἐκ τῶν μετ’ αὐτοῦ ἄνδρας ἐννέα
κατέφλεξεν, ὡς μηδὲν βραχύτητι μέρος σώματος αὐτῶν, μαρανθείσης τῆς φλογός,
εὑρεθῆναι.
Καὶ τότε μὲν ἐμβληθεὶς ἐν
τῇ φυλακῇ ὑπὸ τοῦ Πρίγκηπος Θαλασσίου, ὕστερον Μαξίμου τοῦ ἀνθυπάτου
καταλαβόντος, ἔστη ὁ Ἅγιος εἰς ἐξέτασιν. Καὶ μὴ πεισθεὶς ἀρνήσασθαι τὸν
Χριστόν, ἀλλὰ μᾶλλον κηρύξας λαμπρῶς, ἐν δυσὶ δεσμεῖται τροχοῖς, ὑφ’ ὧν
συμπατεῖται καὶ κατατέμνεται. Παραδόξως δὲ ἐκ τούτων ῥυσθείς, θηρίοις ἀφίεται.
Ἀλλὰ καὶ ἐκ τούτων ἀβλαβὴς διαμείνας, τοῦ δήμου ἐπιβοῶντος αὐτὸν ἀπολύεσθαι,
πέμπεται πρὸς Φιλιππήσιον, ἐν Πειρίνθῳ πόλει τῆς Θράκης, ἥτις νῦν Ἡράκλεια
καλεῖται, κἀκεῖθεν ἐπὶ τὸ Βυζάντιον στέλλεται, ἔνθα τὴν διὰ ξίφους λαμβάνει ἀπόφασιν,
καὶ τὴν κεφαλὴν ἀφαιρεῖται. Καὶ τότε μὲν πρὸ μιλίου ἑνὸς τῆς πόλεως τίθεται,
ὕστερον δέ, ἀνοικοδομηθέντος αὐτῷ ναοῦ παρὰ τοῦ Μεγάλου Κωνσταντίνου, τῷ
μεγέθει τῆς κατασκευῆς καὶ τῷ βάρει τῆς οἰκοδομῆς πολυτελοῦς ὄντος καὶ
περιφανοῦς, ἐν αὐτῷ μετετέθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἐπιτελεῖται ἡ ἀνάμνησις τῶν
γενεθλίων, ἤτοι τῶν ἐγκαινίων τῆς Κωνσταντινουπόλεως, τῆς ἐξαιρέτως ἀνακειμένης
τῇ προστασίᾳ τῆς Παναγίας Θεοτόκου, καὶ
ὑπ’ αὐτῆς διασωζομένης.
Γενεθλίων σῶν
δεῖ με τιμᾶν ἡμέραν,
ἐν σοὶ Πόλις
τυχόντα τῶν γενεθλίων.
Ὅτε ὁ Μέγας Κωνσταντῖνος, ὁ
πρῶτος τῶν χριστιανῶν βασιλεύς, πῆρε τὴν πόλιν τοῦ Βύζαντος, ἔκτισεν αὐτὴν
πόλλὰ μεγαλυτέραν ἀφ’ ὅτι ἦτο πρότερον καὶ ἀλλάξας τὸ πρότερον ὄνομά της,
μετωνόμασεν εἰς τὸ ἰδικόν του ὄνομα, καλέσας αὐτὴν Κωνσταντινούπολιν. Ἀφ’ οὗ δὲ
ἐτελείωσεν ὅλον τὸ τειχόκαστρον καὶ τὰς σκηνάς, καὶ τὰς ἱερὰς ἐκκλησίας,
ἀφιέρωσεν αὐτὴν κατ’ ἐξαίρετον τρόπον εἰς τὴν Παναγίαν Θεοτόκον. Ὅθεν,
εὐχαριστῶν τῷ Θεῷ, διὰ τὸ τοιοῦτον μεγαλοπρεπὲς ἔργον, ὅπερ κατόρθωσεν, ἔκαμε
λιτανείαν μὲ τὸν τότε Πατριάρχην καὶ μὲ ὅλον τὸν κλῆρον καὶ τὸν λαόν, καὶ ἀνέβη
εἰς τὸν φόρον, ὅπου οἱ πολῖται ἀνεστήλωσαν τὸν ἀνδριάντα του, ὁ ὁποῖος εἶχε
μέσα εἰς τὴν κεφαλὴν τοὺς ἁγίους ἥλους μὲ τοὺς ὁποίους ἐκαρφώθη ὁ Κύριός μας
εἰς τὸν Σταυρόν. Κάτωθεν δὲ τοῦ ἀνδριάντος εὑρίσκοντο τὰ 12 κοφίνια, τὰ ὁποῖα ἐδέχθησαν
τὰ περισσεύματα ἀπὸ τοὺς 5 ἄρτους, τοὺς ὁποίους εὐλόγησεν ὁ Χριστὸς καὶ
ἐπλήθυναν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διόσκορος ὁ Νέος, ξίφει τελειοῦται
Παρ' ἡμέραν
ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ
ζῆν ἀεὶ τμηθεὶς ἔχει.
Οὗτος ὥρμητο ἐκ τῆς Σμυρναίων
μητροπόλεως. Καὶ προσαχθεὶς τῷ ταύτης ἄρχοντι, καὶ Χριστιανὸν ἑαυτὸν
ἀνακηρύξας, δέσμιος ἐν τῇ φυλακῇ τίθεται. Καὶ πάλιν ἐρωτηθείς, καὶ τὴν εἰς
Χριστὸν ἐπιμένων πίστει, προστάξαντος τοῦ ἄρχοντος, ἀναιρεῖται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἁρμοδίου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου,
Μαξίμου καὶ Φαβίου, τῶν μαρτυρησάντων ἐν Ῥώμῃ ἐπὶ Διοκλητιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγγελαρίου
ἀρχιεπισκόπου καὶ φωτιστοῦ Βοημίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νέων Ὁσιομαρτύρων
Ὀλυμπίας καὶ Εὐφροσύνης τῶν ἐν Θέρμῃ Λέσβου μαρτυρησάντων ἐν ἔτει 1235
Ὁσίως
βιώσασα ἡ Ὀλυμπία,
χειρὶ
πειρατῶν Μάρτυς ὤφθη Κυρίου.
Ἡ μακαρία Ὀλυμπία ἐγεννήθη ἐν Πελοποννήσῳ, ἐν ἔτει 1200 ἐκ
γονέων εὐσεβῶν, καταγομένων ἐκ Κωνσταντινουπόλεως. Ὁ πατὴρ αὐτῆς ἧν ἱερεύς, ἡ
δὲ μήτηρ θυγάτηρ ἱερέως, μετοικήσαντες ἐν τῇ τοῦ Πέλοπος ἄγνωστον πότε καὶ
διατί. Τῷ δεκάτῳ ἔτει τῆς ἡλικίας ἀποφαρνισθεῖσα γονέων, τέλει βίου χρησαμένων,
ἀπέσταλται ὑπὸ τῶν προσηκόντων αὐτῇ, τῇ Μονῇ τῶν Καρυῶν λεγομένην, κειμένην
παρὰ τὴν Θέρμην τῆς νήσου Λέσβου, ἔνθα ἡ ἡγουμένη καὶ πρὸς μητρὸς αὐτῆς θεία,
ὀνόματι Δωροθέα, καὶ ὁλοκλήρως ἀφιερώθη τῷ Θεῷ. Τὸ 19ον ἔτος τῆς
ἡλικίας ἤδη ἄγουσα, ἐκάρη μοναχή, ἐν ἔτει 1219ῳ, καὶ τῷ 25ῳ ἔτει, θανούσης τῆς
ἡγουμένης Δωροθέας, ἐγένετο ἡγουμένη τῆς αὐτῆς Μονῆς ἐν ἔτει 1225.
Παρεληλυθότων 10 ἐνιαυτῶν, τῇ 11 Μαΐου τοῦ ἔτους 1235, πειρατῶν σμῆνος
ἐπιδραμὸν τῇ Μονῇ, δίκην ἀγρίων λύκων, διεσκόρπισαν αὐτήν, δηωσάντων καὶ
καταστρεψάντων πάντα. Τότε ἦσαν ἀσκούμεναι 30 μονάστριαι, ἐξ ὧν τινες
ἠτιμάσθησαν ὑπὸ τῶν ἀνημέρων βαρβάρων, αἱ δὲ λοιπαί, φυγῇ χρησάμεναι, ᾤχοντο
πρὸς τὰ ὄρη. Ἀλλ’ ἡ Ὀλυμπία, ὡς ἡγουμένη,
παραμείνασα μετά τινος ἀδελφῆς προβεβηκυίας τῇ ἡλικίᾳ, ἧ ὄνομα Εὐφροσύνη, ὑπέστησαν τὴν λυσσώδη τῶν βαρβάρων
ἔφοδον· τὴν γὰρ Εὐφροσύνην αἰωρήσαντες ἐκ
δένδρου, παρέδοσαν τῷ πυρί, τῆς δὲ μακαρίας Ὀλυμπίας
δι’ ἀνημμένων λαμπάδων ἔκαιον τὸ σῶμα· εἶτα πυρώσαντες σιδηρὰν ῥάβδον,
διέτρωσαν διαμπὰξ τὰ ὦτα αὐτῆς, καὶ οὕτως ἐτελειώθη ἡ μαρτυρία αὐτῆς. Τότε, οἱ
βαρβαρικῆς μανίας ἔμπλεοι πειραταί, λαβόντες τὸ σῶμα τῆς Μάρτυρος, προσήλωσαν
αὐτὸ ἐπί τινος σανίδος, καὶ οὕτως ἐνεταφιάσθη, μετὰ τὴν φυγὴν τῶν βαρβάρων, ὑπὸ
τῶν πιστῶν χριστιανῶν, ἀδυνατούντων ἀποκαθηλῶσαι αὐτό· ἐκόπτοντο γὰρ αἱ σάρκες
τῆς μακαρίας ἐν τῇ ἐξαγωγῇ τῶν ἥλων, οἵτινες ἦσαν 20, ὡς εἶτα εὑρέθησαν μετὰ
τῶν ὀστῶν τῆς Μάρτυρος, ἐν τῇ ἀνερεύσει τοῦ τάφου αὐτῆς.
Ταῦτα πάντα ἐτέλουν ἀφανῆ
καὶ ἄγνωστα τῇ Ἐκκλησίᾳ, τάφῳ σιγῆς καλυπτόμενα, καὶ λήθης βυθῷ κεχωσμένα, δι’
ἐπελθούσας συμφορᾶς τῷ Γένει ἡμῶν, καὶ πλείστας ἀτάκτων ἐθνῶν ἐπιδρομάς. Ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τούτων, θείᾳ εὐδοκίᾳ, ἀπεκαλύφθησαν ἡμῖν, ὅτε ἐν ἔτει 1959,
ἐνεφανίσθησαν οἱ Ἅγιοι Ῥαφαὴλ καὶ Νικόλαος, οἱ ἐκεῖσε ἀσκήσαντες καὶ
ἀθλήσαντες. Τότε ἐνεφανίσθη καὶ ἡ Ὁσιομάρτυς Ἁγία Ὀλυμπία
εὐλαβεῖ τινι νέῳ, καὶ ἐξεῖπεν αὐτῷ πάντα τὰ ἑαυτῆς· τὴν κλῆσιν, τὸ τῆς
πατρίδος ὄνομα καὶ τὰ λοιπὰ ὡς ἀνωτέρω ἱστόρηνται. Εἶτα ὤφθη καὶ ἑτέροις
προσώποις καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ. Μετὰ ταῦτα ἄνευρον καὶ τὸν τάφον αὐτῆς,
ἔνθα τὰ ὀστᾶ μετὰ τῶν 20 μεγάλων σιδηρῶν ἥλων, δι’ ὧν καθηλώθη, λαβόντες ἄνωθεν
τὴν πληροφορίαν ὅτι ταῦτα εἰσὶν Ὀλυμπίας τῆς
Ὁσιομάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀργύριος ὁ
Ἐπανομίτης, ἐν ἔτει 1806, ἐν Θεσσαλονίκῃ, ἀπαγχνονισθεὶς τελειοῦται.
Ἔχων ἀργυρᾶν
τὴν ψυχὴν φερωνύμως
Ἀργύριε
ἤθλησας εὐσεβοφρόνως.
Οὗτος ἤθλησεν τῷ σωτηρίῳ
ἔτει 1806 ἐν Θεσσαλονίκῃ, πατρίδα ἔχων τὴν κωμόπολιν Ἐπανομὴν καλουμένην, τῷ
τῆς Θεσσαλονίκης κειμένην νομῷ. Ἦν δὲ νέος ὡσεὶ δέκα καὶ ὀκτὼ ἐτῶν, μάλα
εὐλαβής, σεμνότητι τρόπων καὶ ἠθῶν κοσμούμενος, ὑπομίσθιος ῥάπτῃ τινὶ ἐν τῇ τῶν
Θεσσαλονικέων μεγαλοπόλει. Ἓν ἐκείναις ταῖς ἡμέραις, Χριστιανὸς τίς ἐκ Σοχοῦ,
ἐγκάθειρκτος ὧν, ὡς ἐγκλήματι ἐνεχόμενος, ἠβουλήθη ἀρνηθῆναι τὸν Χριστόν, ὡς ἂν
ἐκφύγῃ τὸν δι’ ἀγχόνης θάνατον.
Τοῦτο
μαθὼν ὁ χρυσίου καὶ ἀργυρίου τιμιώτερος Μάρτυς Ἀργύριος, εἰσεπήδησεν ἀφόβως ἐν
μέσῳ τῆς τῶν Ἀγαρηνῶν συστροφῆς, συνεχόντων τὸν μέλλοντα δεχθῆναι τὴν πλάνην
αὐτῶν, καὶ λόγοις εὐσεβείας, καὶ ὑποθήκαις θείαις, ἐν πολλῇ παῤῥησίᾳ καὶ ἀγάπῃ,
ἠγωνίζετο ἀποστῆσαι τοῦτον ἧς συνέθετο ὀλεθρίου βουλῆς. Δυτήσσαντες ἐπὶ τούτῳ
οἱ δυσσεβεῖς, ἐπέθεντο κατ’ αὐτοῦ φονώσαις χερσί, καὶ παίοντες καὶ μαστίζοντες,
καὶ λοιδοροῦντες, καὶ μυκτηρίζοντες τὸν μακάριον νεανίαν ἀρνήσασθαι τὴν πατρώαν
εὐσέβειαν, οὐδὲν ἥνυσαν ἀτρέμως γὰρ οὗτος ἵστατο «ὡσεί ἀρνίον ἐν μέσῳ λύκων»,
μηδόλως πτοούμενος τὰς μάστιγας καὶ ἀπειλὰς τῶν δυσσεβῶν, ἀλλ’ ἐλευθέρᾳ καὶ
ἀπτοήτῳ φωνῇ, ὡμολόγει τὴν χριστώνυμον κλῆσιν, καὶ πεπαῤῥησιασμένῳ στόματι
ἐκήρυξε τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα τοῦ κόσμου Χριστὸν, Θεὸν εἶναι ἀληθινόν. Καί
ποικιλοτρόπως δοκιμασθείς, καὶ ἀνδρείοις τὴν κάκωσιν τῆς εἱρκτῆς ὑπενεγκών
ὑπέστη ἐν ἀγαλλιάσει τὸν δι’ ἀγχόνης θάνατον τῇ ια΄ Μαΐου τοῦ ἔτους 1806
(ᾳωστ΄).
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου,
ἀρχιεπισκόπου Σερβίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Σωφρονίου τοῦ Ἐγκλείστου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Ἰωσήφ, Μητροπολίτου Ἀστραχάν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Χριστοφόρου τοῦ ἐκ Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Θεοφυλάκτου ἐπισκόπου Σταυρουπόλεως Ῥωσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος
Ἀλεξάνδρου, ἀρχιεπισκόπου Χάρκωβ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Δυναμούμενοι
τῷ σθένει τοῦ παντάνακτος ποικίλαις θλίψεσι, προσομιλεῖτε στεῤῥῶς, τὸν σπόρον
τῆς πίστεως ἐγκατασπείροντες, Πάτερ Κύριλλε, καὶ ἱερὲ Μεθόδιε, ἐπὶ χώρας τῶν
ἀπίστων.
Ἱερώτατος
ἀρχιερεὺς γεγένησαι καὶ θεῖος πρόεδρος, τῆς Μοραβίας σοφέ, λαὸν περιούσιον,
δείξας τοῖς λόγοις σου, τὸ πρὶν ἄπιστον, ἔθνος Πάτερ Μεθόδιε, ὡς ἀπόστολος
Κυρίου.
Ὡς
τὸν κάλλιστον τελέσας δρόμον Κύριλλε μύστα τῆς χάριτος, στόμα Θεοῦ ἱερόν, ἐν
Ῥώμῃ κεκοίμησαι, καὶ μεταβέβηκας, πρὸς σκηνώματα, τῶν οὐρανῶν γηθόμενος,
συναγάλλεσθαι Ἀγγέλοις.
Θεοτοκίον.
Γένος
Δέσποινα τὸ τῶν ἀνθρώπων σέσωσται τῷ ξένῳ τόκῳ Σου, τῆς καταδίκης Ἀδάμ· Θεὸν
γὰρ γεγέγεννηκας, τὸν ἡμᾶς σώσαντα, ᾯ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ἔχουσιν
ὑμᾶς αἱ Ἐκκλησίαι, Μοισίας καὶ Μοραβίας Παννονίας τε, θεηγόρους κήρυκας,
θεμελίους λίθους τε, φωστῆρας καὶ ἐκφάντορας τῶν ὑπὲρ ἔννοιαν, Μεθόδιε καὶ
Κύριλλε θεῖε· ὅθεν καὶ κροτοῦσιν, ὑμῶν τὰς ἀριστείας.
Ῥήσεσιν
ἁγίαις γεωργήσας, ψυχὰς τὰς κεχερσωμένας πρὶν τοῖς πάθεσιν, ἔνδοξε Μεθόδιε,
Ἱεράρχα πάνσοφε, ἐγκάθειρξιν ὑπέμεινας ταλαιπωρούμενος, ὡς φύλαξ τῶν Χριστοῦ
προσταγμάτων, καὶ τῶν Ἀποστόλων, ὁμόζηλος ἐν πᾶσιν.
Ἄσκησιν
ὁσίαν ὑπελθόντες, Μονῇ τῇ Πολυχρονίου πρώην Ἅγιοι, καὶ ἐπὶ τὸν Ὄλυμπον,
Βιθυνίας ὕστερον, καταλαμφθέντες χάριτι τοῦ θείου Πνεύματος, ἐξήλθετε ἐκ τοῦ
Βυζαντίου, τοὺς πεπλανημένους, Κυρίῳ ἐπιστρέφειν.
Θεοτοκίον.
Σύντριψον
τοὺς καθ’ ἡμῶν δολίως, Παρθένε βουλευομένους καὶ ματαίωσον, τούτων τὰ κινήματα,
καὶ πᾶσαν ἐπήρειαν, εἰρήνην ἀστασίαστον ἡμῖν παρέχουσα, καὶ λύσιν ὀφλημάτων
αἰτοῦσα, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου τόκον.
ᾨδὴ
θ’. Κυρίως Θεοτόκον.
Ἵνα
τῷ φωτί, Χριστοῦ προσαγάγητε, ἔθνη ἀλλότρια, πρὸς πόνους καὶ σκάμματα, ἀνδρείᾳ γνώμῃ
προσεχωρήσατε, Κύριλλε καὶ Μεθόδιοι σοφοὶ αὐτάδελφοι, Ἀποστόλων, ἴχνεσιν
ἑπόμενοι, ὡς Χριστοῦ θεοφόροι θεράποντες.
Μένει
ἀληθῶς, ὑμῶν τοῦ κηρύγματος, καρπὸς ὁ ἅγιος, ὡς φησὶν ὁ Κύριος· αἱ Ἐκκλησίαι
γὰρ αἱ ἀπόλεκτοι, ἀνθοῦσι θείῳ Πνεύματι τῶν Σλάβων Ἅγιοι· μεθ’ ὧν πάντες ὑμᾶς
μακαρίζουσιν, ὦ Μεθόδιε Πάτερ καὶ Κύριλλε.
Οἱ
θεοειδεῖς, τῶν Σλάβων Ἀπόστολοι, καὶ στύλοι πάμφωτοι, Κύριλλος ὁ Ὅσιος, καὶ ὁ
Μεθόδιος ὁ θεόληπτος, Θεσσαλονίκης ὄρπηκες, οἱ εὐθαλέστατοι, ἐγκωμίοις, θείοις
εὐφημείσθωσαν, ὡς ἡμῶν πρεσβευταὶ πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Ὕψιστον
Θεόν, τεκοῦσα ἐν σώματι τῆς ταπεινώσεως, τὸν ἡμᾶς ὑψώσαντα, ἐκ τῶν βαράθρων τῆς
πάλαι πτώσεως, τὸν νοῦν μου Κόρη ὕψωσον πρὸς θεῖον ἔρωτα, ταπεινώσει, θείᾳ με
τειχίζουσα, ἵνα εὕρω πταισμάτων συγχώρησιν.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Οἱ
παμφαεῖς φωστῆρες, Εὐαγγελίου τοῦ Χριστοῦ, Μεθόδιος ὁ θεόφρων, σὺν τῷ Κυρίλλῳ
τῷ σοφῷ, ὑμνείσθωσαν χαρμοσύνως, ὡς Ἰσαπόστολοι θεῖοι.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς
εὐκλεεῖς αὐταδέλφους καὶ Ἀποστόλους Χριστοῦ, τὰ τῆς Θεσσαλονίκης εὐωδέστατα
κρίνα, Μεθόδιον τὸν μέγαν καὶ τὸν κλεινόν, μακαρίσωμεν Κύριλλον, ὡς ἐπὶ χώρας
ἀπίστων τὸ θεῖον φῶς, εὐσεβείας ἀνατείλαντας.
Τῷ
θεηγόρῳ Φωτίῳ μυσταγωγούμενοι, τὴν πρὸς Βοῤῥᾶν πορείαν, ἐπορεύθητε ἅμα, καὶ ἔθνη
τὰ ἐκεῖσε τῷ φωτισμῷ, τῆς Χριστοῦ ἐπιγνώσεως, υἱοθετήσαντες χαίροντες τῷ Θεῷ,
Ἰσαπόστολοι μακάριοι.
Ἱεραρχίας
τὴν χλαῖναν περιβαλόμενος, τῆς Μοραβίας θεῖος, ποιμενάρχης ἐγένου, Μεθόδιε
θεόφρον μύστα Χριστοῦ, ἐν τῇ Ῥώμῃ δὲ Κύριλλε, καλῶς τελέσας τὸν δρόμον τὸν
ἱερόν, τοῖς Ἁγίοις συνηρίθμησαι.
Θεσσαλονίκη
χορεύει ἐπὶ τῇ μνήμῃ ὑμῶν, καὶ πίστει συνελθοῦσα, τῷ σεπτῷ ὑμῶν οἴκῳ, ἀγῶνας
καὶ τοὺς πόνους ὑμῶν τοὺς λαμπρούς, μακαρίζει κραυγάζουσα· χαίρετε θεῖοι
αὐτάδελφοι καὶ σοφοί, ὦ Μεθόδιε καὶ Κύριλλε.
Δόξα.
Ἦχος πλ. α΄.
Εὐαγγελίου
τὸν λόγον, ἀμυήτοις λόγοις κηρύξαντες, πρὸς σωτηρίας λιμένα ἰθύνατε, τοὺς ἐν τῇ
πλάνῃ χειμαζομένους. Ἀποστολικῷ γὰρ ζήλῳ, πόνοις καὶ ἀγῶσιν, ἑαυτοὺς ἐξεδώκατε,
ὑπὲρ τῆς τῶν πολλῶν ἀγάπης, ὡς τοῦ Σωτῆρος μιμηταί. Καὶ τῷ αἵματι Αὐτοῦ, τῶν
πιστευσάντων τὰς ψυχὰς σφραγίσαντες, Ἐκκλησιῶν νυμφοστόλοι, καὶ νυμφαγωγοὶ
σοφοὶ ἐδείχθητε. Ἀλλ’ ὦ Μεθόδιε καὶ Κύριλλε, Ἰσαπόστολοι ἔνδοξοι, πρεσβεύσατε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, Κύριλλε
τρισμάκαρ, καὶ Μεθόδιε ἱερέ, τῆς
Θεσσαλονίκης, βλαστοὶ οἱ θεοφόροι, καὶ φωτισταὶ τῶν Σλάβων, οἱ ἐνθεώτατοι.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
αὐταδέλφων ξυνωρὶς ἡ Ἁγία, Κύριλλε Πάτερ καὶ Μεθόδιε θεῖε, οἱ φωτισταὶ τῶν
Σλάβων καὶ Ἀπόστολοι, τοὺς ἐν τῷ ναῷ ὑμῶν, εὐλαβῶς προσιόντας, πάσης
ἐκλυτρώσασθε, ἐπηρείας καὶ βλάβης, καὶ εἰρηναίαν δίδοσθε ζωήν, τοῖς τῇ
πρεσβείᾳ, ὑμῶν καταφεύγουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Δυὰς αὐταδέλφων, ἡμᾶς σκέπε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δυὰς αὐταδέλφων ἡ ἱερά,
Κύριλλε τρισμάκαρ, καὶ Μεθόδιε ἱερέ, Τριάδος τὴν θεῖαν δυσωπεῖτε, ἡμῖν διδόναι
πταισμάτων συγχώρησιν.
Ὑπάρχοντες πλήρεις θείου
φωτός, Μεθόδιε Πάτερ, σὺν Κυρίλλῳ τῷ ἱερῷ, παθῶν σκοτασμοῦ ἡμᾶς λυτροῦσθε, ταῖς
φωτοφόροις ἡμῶν παρακλήσεσι.
Ἁγίων συνόντες θείοις
χοροῖς, τοῖς πίστει καὶ πόθῳ, τῷ ἁγίῳ ὑμῶν ναῷ, αὐτάδελφοι θεῖοι προσιοῦσιν,
ἁγιασμὸν οὐρανόθεν βραβεύσατε.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ
Λυτρωτήν, λύτρωσαί με Κόρη, τῆς ἀπάτης τοῦ δυσμενοῦς, καὶ δίδου μετάνοιαν
γνησίαν, τῇ ταπεινῇ μου ψυχῇ παναμώμητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων
τὸν ζῆλον ἐν τῇ ψυχῇ φέροντες, πλήσατε ἡμᾶς θείου πόθου, ζηλοῦν τὰ κρείττονα,
Κύριλλε πάνσοφε, σὺν Μεθοδίῳ τῷ θείῳ, καὶ πληροῦν τὰ ῥήματα, Χριστοῦ ἑκάστοτε.
Ὑποφῆται
τῆς θείας ὡς ἀληθῶς χάριτος, σὺν τῷ Μεθοδίῳ τῷ θείῳ, Κύριλλε Ὅσιε, χάριν καὶ
ἔλεος, παρὰ Θεοῦ ἐξαιτεῖσθε, τοῖς ἐν τῷ ναῷ ὑμῶν, πιστῶς προστρέχουσι.
Τῶν
παθῶν τὰς ἐφόδους τὰς καθ’ ἡμῶν παύσατε, καὶ πειρατηρίων παντοίων, ἡμᾶς λυτρώσασθε,
θεῖοι αὐτάδελφοι, τοὺς εὐλαβῶς ἐκζητοῦντας, ὑμῶν τὴν ἀντίληψιν, καὶ τὴν
βοήθειαν.
Θεοτοκίον.
Ἀποῤῥήτως
τεκοῦσα τὸν τῆς ζωῆς αἴτιον, νέκρωσον τὰ πάθη μου Κόρη, τὰ τυραννοῦντά με, καὶ
πρὸς ἐνάρετον, ζωὴν καὶ θείαν Παρθένε, διὰ καθαρότητος, τὸν νοῦν μου ἴθυνον.
Διάσωσον,
ὦ ξυνωρὶς αὐταδέλφων ἱερωτάτη, σὺν τῷ Κυρίλλῳ Πάτερ Μεθόδιε ἅπαντας, πάσης
ἀνάγκης τοὺς πόθῳ ὑμᾶς τιμῶντας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἐκλεκτὴ τῆς Τριλαμποῦς
Θεότητος, δοχεῖα φωτός, καὶ θεῖοι Ἰσαπόστολοι, Κύριλλε καὶ Μεθόδιε, ὡς
προστάται ἡμῶν καὶ ὑπέρμαχοι, ἐκδυσωπεῖτε Χριστὸν ἐκτενῶς, διδόναι ἡμῖν τὸ
θεῖον ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διανοίας εὐρύτητι, τὴν ζωὴν
ἀνύειν καὶ θείαις πράξεσιν, Ἰσαπόστολοι μακάριοι, ἡμᾶς ἐνισχύσατε δεόμεθα.
Ἐν τῷ θείῳ ναῷ ὑμῶν, ἐν
πάσῃ ἀνάγκῃ θερμῶς προστρέχομεν, Ἰσαπόστολοι μακάριοι, καὶ δυσχερειῶν
ἀπαλλαττόμεθα.
Λύσιν πάσης κακώσεως, σὺν
τῷ Μεθοδίῳ Κύριλλε ἔνδοξε, ταῖς λιταῖς ὑμῶν βραβεύσατε, τοῖς εἰλικρινῶς ὑμᾶς
γεραίρουσι.
Θεοτοκίον.
Φόβῳ θείῳ κυβέρνησον, Κόρη
τῆς καρδίας μου τὰ κινήματα, καὶ φωτί Σου θείῳ λάμπρυνον, τὴν ἐσκοτισμένην μου
διάνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἱεροί, τοῦ Σωτῆρος
Ἰσαπόστολοι, θείῳ λόγῳ οδηγήσατε ἡμᾶς, εἰς θελήματος τοῦ θείου τὴν ἐκπλήρωσιν.
Νέκρωσον ἡμῶν, τῆς σαρκὸς
ἅπαν τὸ φρόνημα, ἐνεργείᾳ Πάτερ Κύριλλε σοφέ, τοῦ ἁγίου σου λειψάνου δυσωποῦμέν
σε.
Ἤνυσας καλῶς, τὸν σὸν
δρόμον ὦ Μεθόδιε· διὸ δίδου καὶ ἡμῖν θείαν ἰσχύν, τοῦ ἀνύειν τὴν ὁδὸν τὴν ἄνω
φέρουσαν.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε
ἀειπάρθενε, τῆς δεινῆς ἐπιφορᾶς με τοῦ ἐχθροῦ, ἀπολύτρωσαι δυνάμει τῆς Σῆς
χάριτος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπόστολοι, καὶ φωτισταὶ
θεηγόροι, ὦ Μεθόδιε καὶ Κύριλλε Πάτερ, τῶν ἐν σκότει τῆς πλάνης κειμένων, τῷ
φωτισμῷ τῆς ὑμῶν ἀντιλήψεως, παθῶν ὁμίχλην ἀφ’ ἡμῶν, καὶ σκοτίαν δεινὴν
ἀπελάσετε.
Σαρκός μου, τὴν χαλεπὴν
ἀῤῥώστιαν, καὶ ψυχῆς μου τῆς νοσούσης τὸ πάθος, τῇ ἀοράτῳ ὑμῶν ἐπισκέψει,
Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, ἰάσασθε καὶ συνοχῆς, πονηρᾶς τὴν ζωήν μου
λυτρώσασθε.
Συντρέχει, τῷ ἱερῷ ὑμῶν
οἴκῳ, εὐσεβούντων ἡ χορεία καὶ κράζει· πάσης ἀνάγκης καὶ βλάβης καὶ πόνου, καὶ
δυσπραγίας ἡμᾶς ἀπαλλάξατε, Ἰσαποστόλων ἡ δυάς, ὡς προστάται ἡμῶν ἑτοιμότατοι.
Θεοτοκίον.
Κυμάτων, τῶν ἐν τῷ βίῳ ἡ
ζάλη, κατακλύζει τὴν ψυχήν μου Παρθένε· ἀλλ’ ὡς τεκοῦσα δι’ ἔλεος μέγα, τὸν
κυβερνήτην ἁπάντων καὶ Κύριον, ὁδήγησόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου
θελήματος.
Διάσωσον,
ὦ ξυνωρὶς αὐταδέλφων ἱερωτάτη, σὺν τῷ Κυρίλλῳ Πάτερ Μεθόδιε ἅπαντας, πάσης
ἀνάγκης τοὺς πόθῳ ὑμᾶς τιμῶντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Εὐαγγελίου τὸν λόγον
κηρύξαντες, Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, ἀμέμπτως ἡμᾶς πολιτεύεσθαι, τῇ
προστασίᾳ ὑμῶν ἀξιώσατε, ὡς ἂν θείας δόξης μετάσχωμεν.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. 9, 1-6)
Τῷ
καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς
δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ
ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς
ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ράβδους
μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν
ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ
δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν
ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο
κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα: Ταῖς τῶν Διδασκάλων...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ζεῦγος ἱερώτατον, μύσται
Χριστοῦ θεοφόροι, Κύριλλε θεσπέσιε, καὶ θεῖε Μεθόδιε οἱ αὐτάδελφοι, πειρασμῶν
παύσατε, τὰς ἐπαναστάσεις, καὶ κινδύνων τε καὶ θλίψεων, καὶ περιστάσεων, τὰς
ἐπιφορὰς ἀποτρέψατε, εἰρήνην τε καὶ ἴασιν, καὶ τὴν ψυχικὴν ἀγαλλίασιν, ἡμῖν ἐξαιτοῦντες,
τοῖς πόθῳ προσιοῦσιν εὐλαβῶς, τῇ ἐκ Θεοῦ θείᾳ χάριτι, δι’ ἧς ἐδοξάσθητε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ταῖς χώραις τῶν Σλάβων
ὡς ἀστέρες πολύφωτοι ἀνελάμψατε· καὶ νῦν ἡμᾶς παγίδων, τοῦ ἄρχοντος τοῦ
σκότους, ἀπαλλάξατε Ἅγιοι, σὺν Μεθοδίῶ κλεινῷ, Κύριλλε θεοφόρε.
Πλήρης χάριτος πέλει, ὁ
σεπτὸς ὑμῶν οἶκος ᾧ προσερχόμενοι, χαρᾶς καὶ εὐφροσύνης, πληρούμεθα ἁγίας, ταῖς
ὑμῶν προσφοιτήσεσι, Μεθόδιε ἱερέ, καὶ Κύριλλε παμμάκαρ.
Ἐξ ἐχθρῶν ἀοράτων, καὶ
κακίας ἁπάσης καὶ ἐνοχλήσεως, ἀνθρώπων κακοτρόπων, τηρήσατε ἀτρώτους,
Ἰσαπόστολοι ἔνδοξοι, τοὺς κεκτημένους ὑμᾶς, πρέσβεις πρὸς τὸν Σωτῆρα.
Θεοτοκίον.
Γεηρῶν φρονημάτων, καὶ
παθῶν ἀκαθάρτων τὸν νοῦν μου κάθαρον, Παρθένε Θεοτόκε, τῇ Σῇ ἐπιστασίᾳ, καὶ
βοῶντά με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐνδεδυμένοι, τοῦ Παρακλήτου
τὴν χάριν, Ἰσαπόστολοι στολὴν ὁσίων ἔργων, νῦν τὴν γυμνωθεῖσαν, ἐνδύσατε ψυχήν
μου.
Ῥῶσιν παρέχει, ὑμῶν εἰκὼν ἡ
ἁγία, Πάτερ Κύριλλε ὁμοῦ σὺν Μεθοδίῳ, τοῖς προσερχομένοις, αὐτῇ μετ’ εὐλαβείας.
Ἅπας προστρέχων, τῷ ἱερῷ
ὑμῶν οἴκῳ, Ἰσαπόστολοι τὸ πλήρωμα λαμβάνει, ὧν ὑμῖν αἰτεῖται, ὑμῶν τῇ
προστασίᾳ.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ
ἐχθροῦ δυναστείας· δι’ ἧς σπεύδει με ὀλέσαι δι’ ἀπάτης, καὶ πρὸς μετανοίας,
ἀνθέλκυσόν με τρίβον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ σωτηρίαν, εἰκὼν ἡ
ἁγία, ὑμῶν παρέχει αὐτάδελφοι Ἅγιοι, τοῖς ἀνυμνοῦσιν ἐκ πόθου ὑμῶν τὰ σκάμματα.
Μεγίστων χαρισμάτων,
κατηξιωμένοι, ὡς Ἰσαπόστολοι θεῖοι αὐτάδελφοι, μεγάλων πόνων καὶ θλίψεων ἡμᾶς
ῥύσασθε.
Οἱ πάμφωτοι φωστῆρες, τοῦ
Εὐαγγελίου, Κύριλλε Πάτερ καὶ θεῖε Μεθόδιε, φωτὸς τοῦ θείου ἀκτῖνα κἀμοὶ
αἰτήσασθε.
Θεοτοκίον.
Ὑφέρπων μοι δολίως, ὁ
ἐχθρὸς πλανᾷ με, καὶ καθ’ ἑκάστην μολύνει με πάναγνε, ἀλλὰ τὴν τούτου μανίαν
εἰς τέλος σύντριψον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίρετε αὐτάδελφοι ἱεροί,
Κύριλλε θεόφρον, καὶ Μεθόδιε ἱερέ, τῆς Θεσσαλονίκης, τὰ πανευώδη ἄνθη, καὶ
φωτισταὶ τῶν Σλάβων, θεοειδέστατοι.
Πνεύματος τὴν χάριν ἐν τῇ
ψυχῇ, πλουσίως λαβόντες, Ἀποστόλων ὡς ζηλωταί, χερσὶ τοῦ Φωτίου, ἐστάλητε πρὸς
ἔθνη, λαοὺς τοῦ ἐπιστρέψαι, πρὸς πίστιν ἔνθεον.
Χαίροις τῆς σοφίας σκεῦος
λαμπρόν, Κύριλλε θεόφρον, καὶ τῆς χάριτος θησαυρός· χαίροις εὐσεβείας, Μεθόδιε
κιθάρα, ἀγγέλλουσα τὴν γνῶσιν, πᾶσιν τὴν ἔνθεον.
Ὡς λιμὴν ἀχείμαστος ἀληθῶς,
πρόκειται τοῖς πᾶσι, ὁ ναὸς ὑμῶν ὁ σεπτός, ἐν ᾧ προσιόντες, τρικυμιῶν τοῦ βίου,
λυτρούμεθα ταχέως, ὦ Ἰσαπόστολοι.
Ἀπὸ τοῦ λειψάνου σου τοῦ
σεπτοῦ, πολλοστόν τι μέρος, κεκτημένοι πανευλαβῶς, Κύριλλε παμμάκαρ, λαμβάνομεν
ἐκ τούτου, χαρὰν καὶ εὐφροσύνην, ἐν θείῳ Πνεύματι.
Πάντας τοὺς προσπίπτοντας
εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, Πάτερ Κύριλλε ἱερέ, σὺν τῷ Μεθοδίῳ, ἀτρώτους πάσης
βλάβης, καὶ πάσης ἐπηρείας, τηρεῖτε πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θείων αὐταδέλφων ξυνωρίς,
μύσται τῆς Ἁγίας Τριάδος, καὶ θεῖοι κήρυκες, Κύριλλε θεσπέσιε, σὺν Μεθοδίῳ
ὁμοῦ, Ἀποστόλων ὁμότροποι, καὶ φυλλῶν τῶν Σλάβων, ἅγιοι διδάσκαλοι, καὶ
φωτισταὶ θαυμαστοί, δέξασθε ἡμῶν τὰς δεήσεις, καὶ πάσης ἀνάγκης καὶ βλάβης,
ἀσινεῖς ἡμᾶς διαφυλάξατε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου