Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 17. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΣΑΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΖ΄!!
ΙΣΑΥΡΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες πιστῶς συνδράμωμεν, ἐν τῇ πανηγύρει, τοῦ σεπτοῦ Ἀθλοφόρου, καὶ τοῦτων ἐγκωμίοις ᾀσματικοῖς, καὶ ἱεροῖς καταστέψωμεν, ἀποσοβοῦντα δαιμόνων τὰς προσβολάς, καὶ παθήματα ἰώμενον. (Δίς)

Ὁ Ἀθλοφόρος Κυρίου ἔνδοξος Ἴσαυρος, διδάσκον ἐν σπηλαίῳ, τοὺς συναθλητᾶς ἕξη· Φίλικα Περεγρίνον καὶ τοὺς λοιπούς, σὺν τῷ Ἑρμείᾳ φθεγγόμενος, πρὸς τὰ παρόντα μὴ βλέπειν ὄντα φθαρτά, ἀλλ’ ἐλπίζειν πρὸς τὰ μέλλοντα. (Δίς)

Ἱερωσύνη κοσμήσας πρότερον Ἅγιε, Θεὸς ὁ πρὸ αἰῶνων, σὲ ἐδόξασε Πάτερ, ὕστερον δὲ πάλιν πανευλαβῶς, τῷ μαρτυρίῳ κατέστεψε· ὅθεν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν μνήμην πιστῶς.

Ἡ παμμακάριστος ὄντος σὲ καθηγίασε, Τριὰς ἡ παναγία, ἣν δυσώπει ἀπαύστως, παράσχειν τοῖς σοῖς δούλοις ἁγιασμόν, καὶ πταισμάτων τὴν λύτρωσιν, καὶ τῆς μελλούσης κολάσεως καὶ πυρός, τοῦ αἰωνίου πάντας ῥύσασθαι.

Δόξα. Ἦχος πλ. β΄.
Ἀνέτειλε σήμερον ὑπὲρ ἥλιον, ἡ πανέορτος μνήμη τοῦ Ἀθλοφόρου Ἱεροδιακόνου Ἰσαύρου, τῶν πιστῶν τὰς καρδίας σελαγίζουσα, καὶ τὰ νέφη τῶν ψυχῶν ἀποδιώκουσα, τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος. Δεῦτε οὖν ὦ φιλομάρτυρες συνελθόντες ᾀσματικοῖς ἐγκωμίοις αὐτὸν ἀνυμνήσωμεν λέγοντες· χαίροις, Ἀθηνῶν τὸ καύχημα, καὶ τῆς οἰκουμένης πάσης τὸ ἀγαλλίαμα· χαίροις, ὁ τὰς τῶν τυράννων βασάνους μὴ πτοηθεὶς ἀλλὰ γενναίως ταύτας ὑπενεγκῶν· χαίροις, ὁ ὑπὲρ Χριστοῦ μαρτυρήσας, καὶ τὴν κάραν ἐκτμηθεῖς. Καὶ νῦν ἐν οὐρανοῖς τοὺς τῆς νίκης στεφάνους ἀπολαβῶν· καθαρῶς ἐποπτεύεις Χριστὸν τὸν Κύριον, Ὃν ἱκέτευε Μαρτύρων ἐγκαλλώπισμα, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον. Ὁ ἔχων τὸ μέγα ἔλεος, δόξα σοι.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Ἀγῶνα καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τῆς ἀθλήσεως τετελεκὼς Ἱεροδιάκονε Ἴσαυρε, ἐν ὑψίστοις μετὰ τῶν ἄνω Ταγμάτων συνηριθμήθης· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Εὐφραίνου ἐν Κυρίῳ πόλις Ἀθηναῖων, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα Ἴσαυρον τὸν πανένδοξον Ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων ἰάσεις καθορῶσα καὶ βλέπε καταράσοντα, Ἀπολλωνίου τὸ θράσος καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα Σοι.

Ὁ αὐτός.
Τῇ τῶν ᾀσμάτων τερπνότητι, τὴν παρούσαν φαιδρύνομεν ἡμέρα, καὶ ἠχήσωμεν τὰ τοῦ Μάρτυρος ἀγωνίσματα· πρόκειται γὰρ ἡμῖν εἰς εὐφημίαν ὁ Μάρτυς Ἴσαυρος, καὶ γὰρ ταῖς τῶν τυράννων ἐπιφοραῖς, ἀνδρείως ἔλων πρὸς τὸ στάδιον προθύμως ἥλατο, καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενον· Τὸν Σωτῆρα δυσώπει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τὸν νοερὸν φωστήρα τῆς πίστεως, Ἴσαυρον τιμήσωμεν, ὅτι ἤλεγξε βασιλέα τὸν ἔχθιστον, καὶ τῷ αἵματι τοῦ μαρτυρίου αὐτοῦ, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν· ὅθεν καὶ ἀπέλαβε τῶν ἰαμάτων τὴν χάριν τὴν ἄφθονον, τοῦ ἰάσθαι τὰς νόσους, τῶν πιστῶς προστρεχόντων ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ.

Ἦχος πλ. δ΄.
Ἀθλητικὸν συστησάμενος στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας Ἴσαυρε, τῇ πυριφθόγγῳ γλώττῃ σου κατήσχυνας, Ἀπολλωνίου τὸν τύραννον· διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστῷ τῷ Θεῷ, ἵπως ἵλεος γενήσεται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Δόξα. Ὁ αὐτός.
Ἐκραταιώθη ὁ τοῦ Χριστοῦ Μάρτυς κατ’ ἐχθρῶν, ὡς φωστὴρ κοσμικὸς ἐξαλάμπει ὁ εὐσθενῆς καὶ ἄριστος Ἀθλοφόρος, Ἴσαυρος ὁ ἔνδοξος· τοῦτου ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων, τοῦτον ἐξεπλάγησαν τύραννοι καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον μετὰ σαρκὸς πατούμενον· τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανεόρτων ἑορτήν, καὶ κοσμικὴν χαρμονὴν ἐπιτελοῦσα· βοὰ ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις Κύριε τοῦ Ἀθλοφόρου, σῶσον ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην· Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ Βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν Λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.





Εἰς τὸν Στίχον. Ἦχος δ' Ἔδωκας σημείωσιν.
Πόνοις συντριβόμενοι, καὶ κακουχίαις στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι,  ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, θνῄσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασθε Χριστόν,  οὐ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώθητε, τῆς οὐρανίου λαμπρότητος,  δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων μακάριοι.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἴσαυρος ὁ ἔνδοξος, καὶ ὁ στερρὸς Ἰννοκέντιος, καὶ ὁ θεῖος Βασίλειος, Φῆλιξ ὁ  θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν θαυμάτων θείαις λαμπρότησι, πιστῶς μακαριζέσθωσαν, ὡς τοῦ Κυρίου θεράποντες,  καὶ τὰ πάθη διώκοντες, τῶν ψυχῶν ὑμῶν πάντοτε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Κρήνη ἀναβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ σορὸς ὑμῶν δέδεικται, ἐξ ἧς  ἀρυόμεθα, τῶν παθῶν ὑγείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφημοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶΜεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι,  τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Εὐφραίνου τέρπου καὶ χόρευε, ἡ τῶν Ἀθηνῶν πόλις · ὅτι ἐκ σοῦ ἀνεφύη καρπὸς εὐκλεέστατος, ὁ πανένδοξος καὶ καλλίνικος Μάρτυς, Ἱεροδιάκονος Ἴσαυρος· τὰς γὰρ μηχανὰς τοῦ δεινοῦ τυράννου ἀνδρείως καταπατήσας, τοὺς τῆς νίκης στεφάνους ἀξίως παρὰ Χριστοῦ ἐκομίσατο, κηρύξας τοῖς λαοῖς, σέβεσθαι καὶ προσκυνεῖν τὴν Τρισυπόστατον Θεότητα. Διὸ καὶ ἡμεῖς, ἐν παῤῥησίᾳ βοῶμεν, τῷ τοῦτον δοξάσαντι Χριστῷ τῷ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς ἐννεάριθμον, τοῦ Λόγου σύνταγμα, ἐχθρῶν τὰς φάλαγγας, κατετροπώσαντο, Ἴσαυρος Φήλιξ σὺν αὐτοῖς, Ἐρμείας καὶ Περεγρίνος, ἅμα Ἰννοκέντιος, Μανουὴλ καὶ Βασίλειος, Ἰσμαὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ μακάριος' διὸ καὶ τὰ βραβεῖα τῆς νίκης, εὗρον ὡς Μάρτυρες Κυρίου.
Δόξα. Ἦχος δ΄.
Βασίλειον διάδημα ἐστέφθη σῇ κορυφῇ, Ἴσαυρε μεγαλώνυμε τῆς δωρεὰς τοῦ Χριστοῦ, Μαρτύρων συνόμιλε· σὺν γὰρ Ἀπολλωνίου, ἀπελέγξας μανίαν, ἔλαβες δὲ τὴν χάριν, τοῦ ἰᾶσθαι τὰς νόσους, Χριστὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς καλὸς στρατιώτης ἀνδραγαθῶν, τῆν ὀρφὺν καὶ τὸ θράσος τοῦ δυσμενούς, κατέβαλες Ἅγιε, καὶ τοῖς πᾶσιν ἐκήρυξας, μίαν σέβειν Τριάδα, Πατέρα προάναρχον, καὶ τὸν τοῦτου Λόγον, καὶ Πνεῦμα τὸ Ἅγιον, μίαν Βασιλείαν, καὶ Θεότητα μίαν, καὶ μίαν ἐνεργείαν, τὴν κρατούσαν τὰ σύμπαντα, καὶ σαφῶς διηθύνουσαν, ταύτην μὴ ἐλλίπῃς, πρεσβεύει ἀεὶ τῶν πταισμάτων, δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πρὸς τὸ στάδιον ὅτε ὁ Ἀθλητής, ἐπορεύου ἀθλῆσαι ὑπὲρ Χριστοῦ, Ἀγγέλων τὰ Τάγματα, ἀοράτως σε Ἴσαυρε, ἐδορυφόρος τότε, ὁμοῦ καὶ ἐνίσχυε, ἐνέδρας τῶν δαιμόνων ἁπάσας διώκοντα· ὅτε δὲ ἀνδρείως, ἀγωνίζεσθαι ἥρξω, δεινῶς τιτρωσκόμενος, πολυτρόποις κολάσεσι, τότε νίκης τῶν ἀφθάρτων, πλέκειν ἤρξαντο στέφανον· ὃν μετὰ τὸ τέλος τῆς σῆς, διὰ ξίφους γενναῖας ἀθλήσεως, ἀναδέδησαι ὑπὲρ αὐτοῦ τοῦ Δεσπότου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν γενναιότητα, τῆς καρτερίας σου, καὶ τὸ ὑπέρμετρον, τὸ τῆς ἀνδρείας σου, ὁ δικαστῆς καταπλαγείς, ἐβόα τοῖς ὑπηρέταις· ποῖον κολαστήριον, προσαγάγω τῷ Μάρτυρι, τῇδε ἀπεργάσωμαι, ἀπορῶ καὶ ἐκπλήττομαι· διὸ ἀποτμηθῆναι προστάτει, ξίφει τὴν κάραν σου Ἴσαυρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χαριστήριον ᾠδὴν ἡ Ἐκκλησία, Ἴσαυρε Μάρτυς, πορφυρωμένη αἵμασι τοῖς σοῖς ἀναμέλπει σοι σοφέ, πανηγυρίζουσα.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Ἴσαυρε Μάρτυς, εὐμενὴς φάνηθί μοι. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γρηγορίου. Ἐλλείποντος τοῦ πρώτου Ρ, διὰ τῶν ᾨδῶν τὸ ὀκτάριθμον.

ᾨδὴ α' Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.
Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· Ἴσαυρε θεόφρον πρόστηθί μου, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.
Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ, γενοῦ δὲ καὶ σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε, Ἴσαυρε.
Θεοτοκίον
Γυμνῶν ἀρετῶν με καταστολῆς, εὑρὼν ὁ Βελίαρ, βέλει ἔτρωσεν ἡδονῶν, ἡ τὸν ἰατρὸν Θεὸν τεκοῦσα, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα.
Ἄνωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι,  σῴζων  ἡμᾶς,  πάσης  ἐπηρείας, καὶ κινδύνων καὶ θλίψεων.
Ῥεῖθρα τῶν ἰάσεων, ἡ σὴ σορὸς ἀναβρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀρρωστήματα, Ἴσαυρε.
Τίμιος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα· διὸ βοῶ· λύτρωσαί με πάσης, ἀτιμίας πρεσβείαις σου.
Θεοτοκίον
Ἥνωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν σοὶ Δέσποινα, ὅλον ἐμέ, θέλων ἀναπλάσαι,  διὰ σοῦ ὡς ηὐδόκησεν.

Κάθισμα Ἦχος γ'. Θείας πίστεως.
Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας  ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦδεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν  ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι  Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ  μέγα ἔλεος.









ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Ὑψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμαι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ θεόφρον ἀπογνώσεως.
Σὲ πανένδοξε κέκτημαι, ἀσφαλῆ φρουρόν μου καὶ καταφύγιον, πρόστηθί μου μὴ παρίδῃς με, ἐν ἡμέρᾳ θλίψεως καὶ σῶσόν με.
Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ· Μὴ καταλίπῃς με, ἐχθρῶν ἐπηρείαις ἀπολλύμενον.
Θεοτοκίον
Γηγενῶν ἀκαταίσχυντε, σκέπη καὶ βοήθεια σύ μου πρόστηθι, καὶ παντοίας με ἐξάρπασον, συμφορᾶς Παρθένε τὸν οἰκέτην σου.

ᾨδὴ ε'. Ἴνα τὶ με ἀπώσω.
Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον,  δι' οὗ σκοτομήνη,  τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός· διὸ βοῶ σοι· Φώτισόν με τὸν γνώμῃ τυφλώττοντα.
Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολία, κατ' ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τόν σὸν δοῦλον, ἀλλὰ πρόφθασον σῶσόν μεἍγιε.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ  καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης, καὶ ἐναντίων, τὸν εἰς σὲ τήν  ἐπηρείας ἐλπίδα μου θέμενον.
Θεοτοκίον
Ὅλον ἐμὲ μορφοῦται, ἐκ σοῦ Ἀπειρόγαμε Θεὸς ὁ πλάστης μου, ὃν ἀεὶ δυσώπει,  οἰκτιρῆσαι λαὸν ἁμαρτάνοντα, διασῶσαι κόσμον, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.
Νοός μου τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν, ἀλγηδόνων μὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.
Ἡγίασέ σε ἀθλήσαντα Μάρτυς, ὁ πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.
Συνεῖναί με τὸν πολλὰ σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ, τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι ἅγιε, Ἴσαυρε. Γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Θεοτοκίον
Ῥανίσι τῆς σωστικῆς σου πρεσβείας, κατασβέσασα παθῶν μου τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον πάναγνε.










Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ Ἀθήνα σήμερον, περιχαρῶς ἑορτάζει, σὺν αὐτῇ δὲ ἅπασα, Ἀπολλωνία θαυμάζει, λείψανα, τοῦ Ἀθλοφόρου ἐγκωμιάζει, ταύτα δέ, μεγαλοφώνως φαιδρῶς κραυγάζει· χαίροις φύλαξ σοῖς πατρίδος, Ἴσαυρε Μάρτυς, Χριστοῦ πανθαύμαστε.
Ὁ Οἶκος.
Τὸν τοῦ Κυρίου Ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος καὶ μύστην τῶν ἀῤῥήτων καὶ μιμητὴν τοῦ Ἰησοῦ· ᾄσμασι ἐν πίστει συνελθόντες οἱ πιστοί, χαρμονικῶς ὑμνήσωμεν, γεραίρονταις αὐτοῦ τὰ παλαίσματα καὶ τὰς ἀριστείας, τοὺς πόνους οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· χαίροις φύλαξ σοῖς πατρίδος, Ἴσαυρε Μάρτυς, Χριστοῦ πανθαύμαστε.

Συναξάριον
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ· Βασιλείου, Ἰννοκεντίου, Φίλικος, Ἑρμείου καὶ Περεγρίνου.
Τμηθεὶς Ἴσαυρος σὺν συνάθλῳ πεντάδι,
σαύρας νοητῆς καρδίαν τέμνει μέσον.
Ὁ Ἴσαυρος καὶ οἱ σὺν αὐτῷ ὥρμηντο ἐξ Ἀθηνῶν. Ἐξαναστάντες δὲ τῆς πατρίδος, ἔν τινι Σπηλαίῳ τῆς Ἀπολλωνία γενόμενοι, Φίλικι καὶ Περεγρίνῳ, καὶ Ἑρμείᾳ περιτυγχάνουσιν. Οὕς καὶ διδάσκοντος τοῦ Ἁγίου Ἰσαύρου μὴ πρὸς τὰ παρόντα ἐπτοεῖσθαι, οὗτοι ἔργοις τοὺς αὐτοῦ λόγους ἐπεβεβαίωσαν. Ἀποστρεφόμενοι γὰρ τὴν τῶν συγγενῶν ὁμιλίαν, πρὸς τῷ αὐτῶν Τριποντίῳ Ἐπάρχῳ διαβάλλονται· οὕς καὶ συλλαβών, καὶ τοῦ Χριστοῦ ἀποστῆσαι μὴ δυνηθείς, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι προστάττει. Ἴσαυρος δὲ ὁ τοῦ Χριστοῦ Διάκονος καὶ οἱ σὺν αὐτῷ, Ἀπολλωνίῳ τῷ υἱῷ Ἐπάρχῳ ἐκδίδονται. Ὑφ’ οὗ πυρὶ καὶ ὕδατι δοκιμασθέντες, καὶ ἐν τῷ παραδόξως ἐκ τοὺτων ῥυσθῆναι, πολλοὺς πρὸς τὴν εἰς τὴν Χριστὸν μεταθέντες πίστιν, ὧν ἦσαν καὶ οἱ πρῶτοι τῆς πόλεως, Ῥοῦφος, καὶ Ῥουφῖνος οἱ αὐτάδελφοι, τελευταῖον τὴν ἀπόφασιν δεξάμενοι, τέμνονται τὰς κεφαλάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων Μανουήλ, Σαβέλ, καὶ Ἰσμαήλ, ἀθλησάντων ἐν ἔτει Σωτηρίῳ 362ῳ.
Σαβέλ, Μανουήλ, Ἰσμαήλ, Πέρσαι γένος,
τὸ δ’ ἀξίωμα, Μάρτυρες διὰ ξίφους.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος, ἀποσταλέντες παρὰ τοῦ Βασιλέως Περσῶν Βαλτάνου [παρ’ ἄλλοις Ἀλαμουνδάρου] καὶ τὰ πρὸς εἰρήνην βραβεύοντες, κατὰ τοὺς χρόνους Ἰουλιανοῦ τοῦ Παραβάτου. Ὄν θύοντα τοῖς εἰδώλοις πέραν ἐν Χαλκηδόνι θεασάμενοι, καὶ πολλοὺς τῇ αὐτοῦ πλάνῃ καθυπαγομένους, αὐτοὶ ὑπάρχοντες θεοσεβεῖς, καὶ τῷ Χριστῷ λατρεύοντες ὠλοφύροντο, καὶ τὸν Χριστὸν καθικετεύον, διαφυλαχθῆναι αὐτοὺς τῇ πίστει τῇ εἰς Αὐτὸν, καὶ μῆ κοινωνῆσαι τῇ πλάνῃ τῶν εἰδωλολατρῶν. Γνωσθέντες δὲ καὶ ἀχθέντες τῷ δυσσεβεῖ Ἰουλιανῷ, τύπτονται, καὶ ἥλοις περονῶνται τοὺς ἀστραγάλους, καὶ λαμπάσι πυρὸς τὰς μασχάλας καταφλέγονται· καὶ ταῦτα μὲν κοινῇ. Ἰδία δὲ ὁ Ἅγιος Μανουὴλ ὑποσχέσεις δεξάμενος παρὰ τοῦ μικροῦ Βασιλέως Ἰουλιανοῦ καὶ παραινέσεις, καὶ μὴ πεισθεὶς θυσίαν προσενεγκεῖν τοῖς εἰδώλοις, καθηλοῦται τὴν κεφαλήν, καὶ ἀμφότερα τὰ νῶτα, καὶ καλάμοις εἱλιθεὶς κατασφίγγεται, καὶ ἑτέροις ὀξέσι κατακεντᾶται βέλεσι, καὶ οὕτως ἅμα τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ Σαβὲλ καὶ Ἰσμαὴλ, ἐν τῷ πρὸς Θράκην τείχει, τῷ ἐπιλεγομένῳ Κωνσταντίνου, ἐν τόπῳ κρημνώδει ἀπαχθέντες, τὰς κεφαλὰς ἀπετμήθησαν.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.
Κεῖται θαλάσσης Ὑπάτιος πλησίον,
ὃς ὑπακούει σὺν Θεοῦ φίλοις ἄνω.
Πατρὶς ὑπῆρχε Φρυγία· καὶ γονεῖς θεοσεβεῖς ἐπὶ τῶν χρόνων Ὀνωρίου, καὶ Ἀρκαδίου τῶν Βασιλέων. Γράμματα δὲ ἱκανὰ παιδευθεὶς, καὶ τὸν ὀκτωκαιδέκατον χρόνον πληρώσας, πάντα καταλιπών, τὸν μονήρη βίον ὑπέδυ· καὶ πάσῃ ἀρετῇ κοσμηθεῖς, τὴν τοῦ πρεσβυτέρου χειροτονίαν δέχεται· καὶ πληρώσας τὸν ὀγδοηκοστὸν χρόνον, μακαρίως ἀνεπαύσατο. Ὁπόσα δὲ δι’αὐτοῦ θαύματα τελοῦνται, ἀδύνατον γράψαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλονείδου, ἐπισκόπου Κουρίου.
Ὁ Φιλονείδης θυσίαν τὸ πρὶν φέρων,
Φέρει ἑαυτὸν σωφροσύνης θυσίαν.
Οὗτος ὁ Ἅγιος ἦτον κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει τ΄ [300], ἀποκλεισμένος ἐν τῇ νήσῳ Κύπρῳ μέσα εἰς φυλακὴν διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν, μαζὶ μὲ τοὺς Ἁγίους Ἀριστοκλὴν, Δημητριανόν, καὶ Ἀθανάσιον τὸν Ἀναγνώστην. Ἀφ’ οὗ δὲ ἐκεῖνοι οἱ μακάριοι ἐτελειώθησαν μὲ τὸ μαρτύριον, μετὰ ὁλίγας ἠμέρας ἐξέδωκε δόγμα ὁ μιαρὸς Διοκλητιανός, ἵνα οἱ ἄσωτοι καὶ ἀκόλαστοι Ἔλληνες βιάζουν τοὺς χριστιανοὺς, εἰς τὸ νὰ μολύνουν αὐτοῦς μὲ τὴν φθορὰ τῶν σωμάτων τοὺς. Τούτο δὲ τὸ διαβολικὸν δόγμα μαθῶν ὁ Ἅγιος Φιλονείδης, καὶ μὴ θέλωντας νᾶ μολυνθῆ τὸ σώμα τοῦ ἀπὸ τοῦς ἀσεβεὶς, ἀνέβη ἐπάνω εἰς ἕνα ὑψηλὸν τόπον, καὶ δέσας τὴν κεφαλήν τοῦ, καὶ τὸ πρόσωπόν τοῦ σκεπάσας μὲ τὸ ρούχον τοῦ, ἔκλινε τὰ γόνατά τοῦ εἰς προσευχῆν. Ἀφ’ οὐ δὲ ἐπροσευχήθη ὥρα πολλὴν, ἔρριψε τὸν ἑαυτόν τοῦ κάτων ὄρθιον, πρὸ τοὺ δὲ τὸ σώμα νὰ καταβῆ κάτω, ἐν τῷ μεταξὺ παρέδωκε τὴν ψυχήν τοῦ εἰς χεῖρας Θεοῦ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρόν, ἐπεριπάτουν δύω ἄνθρωποι πρὸ πολλοῦ διαστήματος τῆς πόλεως. Εἰς τούτους λοιπὸν ἐφάνη ὁ Ἅγιος οὗτος Φιλονείδης τρέχοντας γυμνὸς ἔμπροσθέν τοὺς, καὶ φορῶν μὲν στέφανον εἰς τὴν κεφαλήν, ἀλειμμένος δὲ ὧν μὲ μύρα εὐώδη, ὅστις κρατῶν κλάδον βαΐων εἰς τὰς χείρας τοῦ, ἔλεγεν: Εὐχαριστώ Σοι, Χριστέ μου, ὅτι ἐν Σοὶ νενίκηκα. Σὺ γὰρ ἀπὸ τὴν ἐπίγειον πόρταν, μὲ ἀνεβίβασες εἰς τὴν πόρταν τῶν Οὐρανῶν. Ὅταν δὲ οἱ περιπατούντες ἐκεὶνοι ἄνθρωποι ἔφθασαν κοντὰ εἰς τὴν πόλιν, τότε ἔγινεν ἄφαντος ἀπὸ αὐτοῦς ὁ Ἅγιος. Ὅθεν ἐλθόντες εἰς τὸν τόπον ἐκείνον, ὁποῦ ἔπεσε τὸ σῶμα τοῦ Μάρτυρος, ἐγνώρισαν, πως αὐτὸ ἦτον ἐκείνου τοὺ ἱδίου, ὁποῦ ἐφάνῃ αὐτοῖς εἰς τὸν δρόμον. Μετὰ ταῦτα ἐπήραν οἱ Ἔλληνες τὸ λείψανον, καὶ βαλόντες αὐτὸ μέσα εἰς ἕνα σάκκον, τὸ ἐβύθισαν εἰς τὴν θάλασσαν, ἀλλ’ ἡ θάλασσα παρευθὺς ἐταράχθη, καὶ τὸ ἔῤῥιψεν ἔξω. Ὕστερον δὲ εὑρόντες τὸ τίμιον λείψανον μερικοὶ Χριστιανοὶ, ἐνταφίασαν αὐτό.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωσήφ, ὁ ἀναχωρητής, ψάλλων τελειοῦται
Θεῖος σὺ κύκνος, Ἰωσὴφ ἐν τῷ τέλει,
θνήσκων μετ’ ᾠδῆς, ὡς κύκνους θνήσκειν λόγος.
Περὶ τοῦ Ὁσίου τοῦτου Ἰωσὴφ γράφει ὁ Εὐεγετινὸς ἐν σελ. 697, ὅτι ἦτον ἀνώτερος ἀπὸ κάθε ἀνθρωπαρέσκειαν καὶ κενοδοξίαν. Ἐπήγε γὰρ φησί, μίαν φορὰν εἰς αὐτὸν ὁ ἱερεὺς Εὐλόγιος, ὅστις ἔτρωγεν εἰς δύω ἡμέρας μίαν φοράν. Πολλαῖς φοραῖς δὲ, ἔτρωγε καὶ μίαν φορὰν τὴν ἑβδομάδα. Ἐπήγε δὲ, ἐλπίζοντας, ὅτι θέλει εὕρη περισσοτέραν σκληραγωγίαν εἰς αὐτὸν. Ὁ δὲ Ἰωσὴφ δεχθεὶς αὐτὸν μετὰ χαράς, ἐπρόσταξεν τὸν μαθητήν τοῦ καὶ ἡτοίμασε κάποιαν παρηγορίαν φαγητού. Ὅταν δὲ ἐκάθισαν νὰ φάγουν, εἶπον οἱ μαθηταὶ τοῦ Εὐλογίου· ὁ ἱερεὺς δὲν τρώγει ἄλλον τι, εἰ μὴ ψωμὶ καὶ ἄλας. Ὁ δὲ Ἀββὰς Ἰωσὴφ σιωπώντας, ἔτρωγεν. Ἔμεινε δὲ ὁ Εὐλόγιος ἐκεὶ τρεῖς ἡμέρας, καὶ δὲν ἡκουσε νὰ ψάλη ἤ νὰ προσευχηθὴ ὁ Ἰωσὴφ, ἤ κανένας ἀπὸ τοὺς μαθητάς τοῦ, [κρυπτὴ γὰρ καὶ νοερὰ ἦτον ἡ ἐργασία καὶ προσευχή τῶν]. Ὅθεν ἀνεχώρησεν ὁ Εὐλόγιος μὲ τοὺς μαθητάς τοῦ, χωρὶς νὰ ὠφεληθή.
Επειδὴ δὲ ἔγινεν σκότος κατ’ οἰκονομίαν Θεοῦ, πλανηθέντες εἰς τὸν δρόμον, ἐγύρισαν πάλιν εἰς τὸν Ὅσιον Ἰωσὴφ. Πρὸ τοὺ δὲ ἀκόμη νὰ χτυπήσουν τὴν πόρτα, ἥκουσαν ἔξωθεν ὁποῦ ἔψαλλεν ὁ Ἰωσὴφ μὲ τοὺς μαθητάς τοῦ. Εὐθὺς λοιπὸν ὁποῦ ἐκτύπησαν τὴν θύραν, ἤκουσεν ὁ Ἰωσὴφ, καὶ παρευθὺς ἔπαυσεν τὴν ψαλμωδίαν. Διψήσαντος δὲ τοῦ Εὐλογίου ἀπὸ τὸ καῦμα, ἔδωκεν αὐτῷ εἰς μαθητὴς τοὺ Ἰωσὴφ νερόν, μεμιγμένον μὲ νερὸ τῆς θαλάσσης καὶ τοὺ ποταμοῦ. Ὅθεν ἀκολούθως ἦτον τόσον πικρόν, ὁποῦ ὁ Εὐλόγιος δὲν ἡδυνήθη νὰ τὸ πίη. Τότε, ἐπρόσπεσεν εἰς τὶν γέροντα Ἰωσὴφ, καὶ ἐρώτησεν αὐτὸν λέγων: Διατὶ ὦ Ἀββὰ, ὅταν μὲν εἴμεθα μαζί σας, δὲν ἐψάλλετε, ἀφ’ οὐ δὲ ἐφύγαμεν ἡμεῖς, τότε ἐψάλλετε; Καὶ διατὶ, τότε μὲν ἔμπροσθέν μας ἐπίνετε κρασί, τώρα δὲ ἔπιον τὸ νερόν σας, καὶ εἶναι ἀλμυρὸν καὶ ἄποτον.
Εἰς ταῦτα ὁ Ἰωσὴφ άπεκρίθη; Ἐκείνο μὲν τὸ ὁλίγον κρασί, τὸ ἐπίομεν διὰ τὴν ἀγάπην καὶ ἀντάμωσίν σου. Τούτο δὲ τὸ νερόν, εἶναι τὸ συνειθισμένον, ὁποῦ πίνουν οἱ ἀδελφοὶ πάντοτε. Ὁμοίως ἀπεκρίθη καὶ διὰ τὴν ψαλμωδίαν, ὅτι κατ’ οἰκονομίαν τὴν ἔκρυψαν, διὰ νὰ μὴ φανοῦν ὡς ἀνθρωπάρεσκοι. Ὅθεν μὲ τὰ λόγια ταῦτα, ἔκοψεν ἀπὸ τὸν Εὐλόγιον ὅλα τὰ ἀνθρώπινα, καὶ τὸν ἐκατάπεισε νὰ ἐργάζεται ἐν τῷ κρυπτῷ, καὶ ὄχι ἐν ἀνθρωπαρεσκείᾳ. Ὁ δὲ Εὐλόγιος μεγάλως ὠφεληθεὶς, εἶπεν εἰς τὸν Ἰωσὴφ: Ὅντως ἡ εργασία σας, ἐν ἀληθείᾳ εστιν. Ἔλεγον γὰρ περὶ τῶν τότε Σκητιωτῶν, ὅτι ἐὰν ἐγνώριζέ τινας τὴν ἀρετήν τοὺς, δὲν εἶχον πλέον αὐτὴν τὴν ἀρετὴν, ἀλλὰ ὡς ἁμαρτίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Πίωρ.
Ψυχὴν Πίωρ πίειραν ἀρεταῖς ἔχων,
Πίων ἀπήλθε ψυχικοὺ λίπους γέμων.
Τὸν βίον τοῦτου τοῦ Ὁσίου Πίωρ ὅρα εἰς τὸ Λαυσαϊκὸν, ὁποῦ θέλεις εὕρης, ὅτι οὗτος εἶχεν ἀδελφὴν κατὰ σάρκα, ἡ ὁποία ἡθέλησεν ἐπιπόνως νὰ τὸν ἰδὴ. Ὅθεν διὰ μεσιτείας, τόσον τοῦ Ἀρχιεπισκόπου τοῦ τόπου ἐκεῖνου, ὅσον καὶ τῶν Πατέρων τὴς Σκήτεως, παρεκινήθη ὁ Ὅσιος, καὶ ἐπήγεν εἰς τὴν ἀδελφήν τοῦ. Σταθεῖς δὲ ἔξω ἀπὸ τὸ ὁσπήτιόν της, ἐσφάλισε τοῦς ὀφθαλμοῦς τοῦ, καὶ λέγει πρὸς ἐκείνην: Ἐγὼ εἶμαι ὁ ἀδελφός σου, ὁ Πίωρ, λοιπὸν ἰδές μοι, ὅσον θέλεις. Παρακαλεσθεὶς δὲ ἀπὸ τὴν ἀδελφήν τοῦ νὰ ἔμβῃ μὲσα εἰς τὸ ὁσπήτιόν της, δὲν ἠθέλησεν, ἀλλὰ εὐχηθεῖς αὐτὴν ἀπὸ ἐκεὶ ὁποῦ ἐστέκετο, ἀνεχώρησεν. Ἦτον δὲ ὁ Πίωρ οὗτος Ἀιγύπτιος, καὶ ὅταν ἦτον νέος κατὰ τὴν ἡλικίαν, ἀπετάξατο τῷ κόσμῳ, καὶ εὐγήκεν ἀπὸ τὸν οἶκον τοῦ πατρός τοῦ, δοῦς λόγον καὶ ὑπόσχεσιν εἰς τὸν Θεὸν, νὰ μὴ ἰδῆ πλέον κανένα συγγενή τοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλβανοῦ (Alban), πρωτομάρτυρος Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Παρθενίου, τοὐπικλὴν Παγκώστα, τοῦ Πατμίου καὶ κτίτορος τῆς ἐν τῇ νήσῳ Μονῆς τῆς Ζωοδόχου Πηγῆς.
Χριστοῦ ὁμολογῶν, Παρθένιε, κλῆσιν,
Εὐψύχως ἄρτι ἤθλησας, Πάτμου γέρας.
Οὗτος, ὁ καὶ καθηγούμενος χρηματίσας τῆς Μονῆς τοῦ Θεολόγου ἐν Πάτμῳ, γόνος ἦν επιφανοῦς οἰκογενείας τῆς ἱερᾶς νήσου. Πλοίαρχος ὢν ἐμπορικῶν πλοίων, πρόσκαιρον πλοῦτον συνέλεξεν ἐκ τῶν πολυετῶν αὐτοῦ ταξιδίων ἐν τῇ Εὐρώπῃ καὶ δὴ ἐν τῇ Ὀλλανδίᾳ. Βαρυνθεὶς ὅμως τὴν κοσμικὴν τύρβην, καὶ ποθήσας ἄῤῥευστον συλλέξαι πλοῦτον, τὸν εἰς αἰῶνας διαμένοντα, κατετάγη εἰς τὴν μοναστικὴν τοῦ Θεολόγου ἀδελφότητα τῆς νησου, ἧς καὶ ποδηγέτης ἀπλανέστατος ἐξελέγη κοινῇ γνώμῃ καὶ ψήφῳ τῶν μελῶν αὐτῆς. Τὸν πλοῦτον αὐτοῦ ἅπαντα διὰ τὴν δόμησιν Μονῆς ἐν Πάτμῳ τῇ Ζωοδόχῳ Πηγῇ, ἣν περικαλλεστάτην ἀνέδειξε μοναζουσῶν μάνδραν.
Προσορμισθείς ποτε ὁ αὐτοκρατορικὸς τῶν μιαρῶν τῆς ἄγαρ ἐκγόνων εἰς Πάτμον στόλος παρετήρησεν ὁ αὐτοῦ ναύαρχος τὸ μεγαλοπρεπὲς κτίριον τῆς Μονῆς μετὰ τῶν αὐτῆς ἐπάλξεων καὶ ὑποπτευθεὶς ὅτι ἡ ανέγερσις αὐτῶν προεδήλου ἐπαναστατικὴν τῶν Πατμίων ἐπιθυμίαν διέταξε τὴν σύλληψιν τοῦ κτίτορος Παρθενίου, ὃν καὶ ἱταμῶς καὶ βιαίως ἐβασάνισεν. Ἔθεσεν πεπυρακτωμένον ἀγγεῖον ἐπὶ τῆς τιμίας αὐτοῦ κεφαλῆς, τῆς Χριστὸν ὁμολογούσης, καλάμους αἰχμητοὺς ἐνέπηξεν εἰς τοὺ αὐτοῦ δακτύλους, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξόρυξε καὶ ζέον ἔλαιον ἐπέχυσεν ἐπὶ τῶν πληγῶν αὐτοῦ. Ἀφεθεὶς εἶτα ὁ μακάριος ὑπέκυψεν εἰς τὰ αὐτοῦ τραύματα μετά τι χρονικὸν διάστημα, τῇ 17ῃ τοῦ μηνὸς Ἰουνίου τοῦ σωτηρίου ἔτους 1629. Πανδήμως ἐτάφη εν τῇ ὑπ’ αὐτοῦ δομηθείσῃ Μονῇ τῆς Ζωοδόχου Πηγῆς καὶ ὁ τάφος αὐτοῦ πηγὴ ἐγένετο ἰάσεων, ἐξαιρέτως δὲ τῶν πυρεσσόντων, τῶν αὐτῷ μετὰ πίστεως προσιόντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰσαάκ, Κλήμεντος, Κυρίλλου, Νικήτα καὶ Νικηφόρου τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.
 
ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.
Φωτὶ ἀστραπτόμενος, τῷ τρισηλίῳ ἔνδοξε Ἴσαυρε, Ἰννοκέντιε θεῖε, Φῆλιξ  Ἑρμεία καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ θαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ἡμᾶς.
Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὤφθητε, ἀθλοφόροι Κυρίου· διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμψατε,  τῆς  ἀγνωσίας  ἀχλύν ἀποδιώκοντες.
Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασθε, τὰ τοῦ σώματος πάθη,  Μάρτυρες θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἴσαυρε Βασίλειε, Φῆλιξ Ἑρμεία κλεινὲ  καὶ Ἰννοκέντιε.
Θεοτοκίον
Ἰσχύς μου καὶ ὕμνησις, καὶ σωτηρία Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας,  Παρθενομῆτορ διὰ χρηστότητα, ἐκ τῆς ἀρχαίας ἡμᾶς λυτρωσάμενος,  προγονικῆς  ἀπειλῆς καὶ ἀποφάσεως.

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης,  καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ.
Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων  ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύμου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους.
Ἱερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς,  Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.
Θεοτοκίον
Ὁ τῶν φωστήρων κάλλεσιν, οὐρανὸν καλλωπίσας Θεός, ἄλλον οὐρανὸν σε,  Θεοτόκε ἔδειξεν· ἐκ σοῦ γὰρ ὡς ἥλιος, ἐξανατείλας πᾶσαν τὴν γῆν, τῆς θεογνωσίας,  κατελάμπρυνε φέγγει· διὸ οὐδεὶς προστρέχων, ἐν σοὶ κατῃσχυμμένος, πορεύεται τῶν θείων, μὴ τυχὼν δωρεῶν σου.













ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἴσαυρε, ἀποσοβεῖς,  δαίμονας καὶ νόσους παντοδαπάς, καὶ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κἀμοὶ παράσχου, εἰρήνην καὶ ὑγείαν,καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.
Ὁ θεῖος καὶ σεβάσμιός σου ναός, τὸ πολύτιμον ἅγιον σῶμά σου, ὡς θησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κἀγὼ τῶν θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῷ θείῳ  τάφῳ  σου.
Ἰδοὺ Μάρτυς Κυρίου καλῶς καμών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου.  Πρόστηθι οὖν, πάντοτε θεόφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φύλαττε, σῷζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ,  κἀμοῦ τοῦ  σοῦ οἰκέτου μέμνησο.
Θεοτοκίον
Ὑπέρφωτε νεφέλη Μήτηρ Θεοῦ, τοὺς ἡμῖν πολεμοῦντας πολέμησον, τῇ  κραταιᾷ, καὶ παντοδυνάμῳ σου δεξιᾷ, τοῖς ἐν ἀνάγκαις πρόστηθι, τῶν ἀδικουμένων  ἀντιλαβοῦ, πταισμάτων λυτρουμένη, ταῖς σαῖςἱκετηρίαις· ὅσα γὰρ θέλεις πάντα δύνασαι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁρῶν σου τὸ ἀήττητον, Μεγαλομάρτυς Ἴσαυρε, ὁ τύραννος πρὸς πλειώνων, βασάνων πεῖραν ἐχώρεις, ὃν καταπτύσας χάριτι, Χριστοῦ οὕπερ ἐνήθλησας, μέχρι θανάτου πάνσοφε· διὸ καὶ ναῦ στεφηφόρος, συμβασιλεύεις τῷ Κτίστῃ.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον ὄντως ἐγένου, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, συνδραμοῦσαι πανδημεῖ, πάσαι στρατιαῖ τῶν Ἀγγέλων, αἱ μὲν ἑπόμεναι, αἱ δὲ προηγούμεναι, δεῦτε προπέμψατε, ἀπὸ γῆς εἰς οὐράνια, τὸν θεῖον ὁπλίτην, τοῦ Χριστοῦ τὸν Μάρτυρα, τὸν θεῖον Ἴσαυρον, ἥκει, μεθ’ ἡμῶν γὰρ ἁπάντων, ἵνα συγχορεύει καὶ ψάλλει· δόξα Σοι Τριὰς Θεὲ Τρισάγιε. (Δίς)

Δεῦτε, συνελθόντες εὐκλεῶς, ἅπας διακόνων ὁ δῆμος, ἔνδοξε στέφανε, Ἅγιε Λαυρέντιε, Εὔπλε ἀοίδιμε, ὑπαντήσατε χαίροντες,  Ἴσαυρον τὸν θεῖον, Ἱεροδιάκονον καὶ ὑποδέξασθε, ὅπου, αἱ μοναὶ ὑμῶν πάντων, ἥκει γὰρ ὑμῖν συσκηνώσαι, ὅπου Βασιλεία ἡ ἀνέσπερος.

Δεῦτε, ὁ χριστώνυμος λαός, δεῦτε καὶ κροτήσωμεν ἅμα, δεῦτε συγχάρητε, Ἴσαυρος ὁ ἔνδοξος, τῶν Ἀθηναίων βλαστός, τὴν κατείφηαν ἔλυσεν, ἣ πρὶν ἡμᾶς εἶχεν, καὶ εἰς τὸ φαιδρότερον πάντας μετείνηκεν, ἤδη γὰρ νικᾶ τὰ βελτίῳ, ἤδη εἰς αὐτῶν κατεπόθη, ἐναποπνιγεῖς τοῖς τούτου αἵμασι.

Δόξα. Ἦχος πλ. β΄.
Συγχάρηται ἡμῖν ἅπασαι αἱ τῶν Μαρτύρων χοροστασίαι, στρατιώτης γὰρ Χριστοῦ, καὶ τῆς πίστεως προστάτης, ὁ πάνσοφος διάκονος, τὴν σήμερον ἡμέραν, ἐν ἡμέρᾳ, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένῃ, παραδόξως ἐποπτανόμενος ἁγιάζει· ὅθεν καταχρέως εὐφημοῦντος, αὐτὸν βοήσωμεν· φύλαξον ἡμᾶς ταῖς πρὸς Κύριον πρεσβείαις σου, ἔνδοξε Ἴσαυρε μακάριε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον τοῦ φωτὸς ὁ λύχνος, προοδοποιεῖται τὴν ἔλευσιν Θεοῦ τοῦ Λόγου ὡς ἀστὴρ φαεινός. Σήμερον Ζαχαρίας γλῶτταν ἐτράνωσε, σιωπὴν ἐξασκήσας, Ἀγγέλου προστάξαντος· ἔπρεπε γὰρ οὕτω, τὸν πατέρα τῆς φωνῆς, μὴ σιωπὴν φυλάττειν, προελθούσης ἐκ γαστρὸς στειρωτικῆς, καὶ παντὸς τοῦ κόσμου τὴν λύτρωσιν εὐαγγελιζομένης, ἐν παρρησίᾳ πολλῇ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἔφερες βασάνους ὑπὲρ Χριστοῦ, παρὰ τῶν τυράννων, ἱερώτατε Ἀθλητά· ὅθεν ὁ Δεσπότης, ἐμείψατό σε Μάρτυς, χαρίσμασι παντοίοις, Ἅγιε Ἴσαυρε.
Ἀπὸ σῶν αἱμάτων ἀθλητικῶν, αὔρας μυριπνόους, αἰσθανόμενοι ἐν τῷ σῷ, Ἴσαυρε τεμένει, λαμβάνομεν ἰάσεις, ψυχῶν τε καὶ σωμάτων· ὅθεν τιμῶμέν σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου