ΑΠΡΙΛΙΟΣ 30!!
ΔΟΝΑΤΟΣ ΕΥΡΟΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, διὰ βίου ἱεροῦ, σκεῦος
ἱερώτατον ὤφθης, τοῦ Παρακλήτου σοφέ, τότε ἐνθεώτατος ψήφῳ τῇ ἄνωθεν, Ἱεράρχης
καὶ Πρόεδρος, Εὐροίας ἐδείχθης, πλούτῳ θείων πράξεων, καλλωπιζόμενος, ὅθεν,
θαυμαστῶς ἐδοξάσθης, Ὅσιε Δονᾶτε θεόθεν,
θαύμασι ποικίλοις καὶ δυνάμεσι.
Ὅτε, ἐν ἰσχύϊ θεϊκῇ, τὸν ἐν
τῇ πηγῇ κεκρυμμένον, δράκοντα ἔκτεινας, τότε ὕδωρ ἥδιστον, Δονᾶτε δέδωκας, ὡς ποιμὴν ἀληθέστατος, Πάτερ τῇ σῇ
ποίμνῃ, θαυμαζούσῃ Ἅγιε, τὴν πολιτείαν σου, σὺ γὰρ μιμητὴς Ἀποστόλων, ὤφθης
ἀληθῶς ἐν τοῖς τρόποις, καὶ Χριστοῦ θεράπων γνησιώτατος.
Ὅτε, ὡς Ἠλίας ὁ κλεινός,
Πάτερ ὑετοὺς οὐρανόθεν, τῇ γῇ κατήγαγε, τότε πᾶσιν ἔδειξας τοῦ θείου Πνεύματος,
τὴν δοθεῖσάν σοι ἔλλαμψιν, δι’ ἧς οἷα ζῶντα, τὸν θανόντα ἤγειρας, ζῶντί σου
ῥήματι, ὦ τῆς σῆς εὐκλείας καὶ δόξης, μέγας γὰρ ἐν ἄναξιν ὤφθης, καὶ τὴν
βασιλίδα ἐθεράπευσας.
Ὅτε, πρὸς τὴν ἄφθαρτον
ζωήν, ἐκ τῆς ἐπικήρου μετέστης, ὡς Ἱεράρχης σοφός, τότε καταλέλοιπας, Δονᾶτε Ὅσιε, τῇ σῇ ποίμνῃ τὸ σκῆνός σου, ὡς κλῆρον
πατρῷον, νέμον τὰ ἰάματα, τοῖς προσπελάζουσι, ὅθεν, ὡς θερμὸν πολιοῦχον, οἱ ἐν
τῇ μερίδι σου ταύτῃ, καὶ προστάτην μέγαν σε γεραίρομεν.
Δόξα. Ἦχος β΄.
Ταῖς ἀρεταῖς ποικίλαις τὸν βίον, ἱεραρχίας ἐκοσμήθης τῇ στολῇ, ὡς καθαρὸς τῇ καρδίᾳ, Δονᾶτε μακάριε. Τῷ γὰρ θείῳ θελήματι, ὑποτάξας τὸν νοῦν, θησαυρὸς ἀναδέδειξαι, τῶν δωρεῶν τοῦ Πνεύματος. Καὶ εὐσεβείας τὴν λαμπρότητα, ἔργοις θαυμάτων δοξάσας, περιφανὴς ὤφθης τοῖς πέρασιν, Ἱεράρχα. Διὸ ἀγαλλόμενοι, ἑορτάζομεν τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θαύμασιν ἱεροῖς, ἐκλάμψας ἐν τῷ κόσμῳ, Δονᾶτε Ἱεράρχα, ὁσίως καὶ ἀμέμπτως, Κυρίῳ ἱεράτευσας.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Ἄγει χαρμονικῶς, ἡ Ἤπειρος Δονᾶτε, τὴν εὐκλεῆ σου μνήμην, τῇ σῇ ἐγκαυχωμένη,
πρεσβείᾳ πρὸς τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ὡς ἀληθῶς, ἡ λογική
Σου ποίμνη, ἐν Σοὶ Πάτερ Δονᾶτε, προστάτην
Σε καὶ ῥύστην, καὶ πολιοῦχον ἔχουσα.
Δόξα. Τριαδικόν.
Σύμμορφον τῷ Πατρί, καὶ
σύνθρονον τὸν Λόγον, ὁμοῦ καὶ θεῖον Πνεῦμα, ὡς μίαν Θεαρχίαν, Δονᾶτε ἀνεκήρυξας.
Καὶ νῦν. Θεοτοκίον.
Ὅτε ἐκ τῶν νεκρῶν, εἶδες
ἐξαναστάντα, Παρθένε τὸν Υἱόν Σου, ὕμνεις σὺν Ἀποστόλοις, Αὐτοῦ τὴν θείαν
ἔγερσιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐροίας ποιμένα σε καὶ τῆς
Ἠπείρου πυρσόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην
σοφόν, Δονᾶτε μακάριε, θαύμασι γὰρ
ἐκλάμψας, καὶ λαμπρότητι βίου, νέμεις τοῖς σὲ τιμῶσι, πᾶσαν ἔνθεον δόσιν, διὸ
τῇ προστασίᾳ σου, Πάτερ προστρέχομεν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν κλεινὸν Ἱεράρχην καὶ
Εὐροίας τὸν Πρόεδρον, τὸν θαυματουργίαις ποικίλαις, ἐν τῷ κόσμῳ ἐκλάμψαντα, Δονᾶτον εὐφημήσωμεν πιστοί, ὡς μέγαν ἀντιλήπτορα
ἡμῶν, ἵνα λάβωμεν πλουσίαν τὴν παρ’ αὐτοῦ, βοήθειαν κραυγάζοντες· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τοῦ Πνεύματος σκήνωμα,
καὶ δοχεῖον πολύτιμον, Ἱεράρχης ἔνθεος ἐχρημάτισας, καὶ θεοφρόνως ἐποίμανας, ἐν
λόγοις καὶ πράξεσι, καὶ σοφίᾳ ἀληθεῖ, καὶ θαυμάτων δυνάμεσι, τὴν λαχοῦσάν σοι,
ἐν Ἠπείρῳ Δονᾶτε Ἐκκλησίαν, διὰ τοῦτό σου
τὴν μνήμην, χαρμονικῶς ἑορτάζομεν.
Τῆς Εὐροίας τὸν Πρόεδρον,
καὶ ποιμένα πανάριστον, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον, τῶν ἀρετῶν τὸ
θησαύρισμα, θαυμάτων τὸ πέλαγος, καὶ ταμίαν ἀσφαλῆ, τῶν δογμάτων τῆς πίστεως,
καὶ ἀγλάϊσμα, τῆς Ἠπείρου ἁπάσης ἐπαξίως, τὸν θεόσοφον Δονᾶτον,
μελωδικῶς εὐφημήσωμεν.
Τῶν θαυμάτων πιστούμενος,
τὴν θεόσδοτον δύναμιν, ὤφθης περιβόητος ἐν τοῖς ἔργοις σου, ἐξ οὐρανοῦ γὰρ
κατήγαγες, βροχὴν τῇ ἐντεύξει σου, καὶ νεκρὸν λόγῳ τῷ σῷ, πρὸς ἐρώτησιν
ἤγειρας, ὡς ὁμότροπος, τῶν σοφῶν Ἱεράρχα Ἀποστόλων, καὶ τῆς χάριτος ἐκείνων,
συγκοινωνὸς καὶ συμμέτοχος.
Βασιλεῦσιν αἰδέσιμον, καὶ
τοῖς ἄρχουσιν Ἅγιε, ἀρετῶν λαμπρότητι ἀναδέδειξαι, ὅθεν δαιμόνων τῆς μάστιγος,
τὴν κόρην τοῦ ἄνακτος, ἐλυτρώσω θαυμαστῶς, ὡς Χριστοῦ τοῦ Παντάνακτος, φίλος
γνήσιος, καὶ σεπτὸς λειτουργὸς καὶ Ἱεράρχης, τῆς αὐτοῦ Πάτερ Δονᾶτε, θεαρχικῆς ἀγαθότητος.
Ὡς ἐπέστης τοῦ ὕδατος, τῇ
πηγῇ Πάτερ Ὅσιε, τὸν ἐν ταύτῃ δράκοντα ἐμφωλεύοντα, Πνεύματι θείῳ ἐνέκρωσας, Δονᾶτε μακάριε, καὶ λαῷ σου τῷ πιστῷ, εἰς γλυκὺ
μετεποίησας, τῇ ἐντεύξει σου, τὸ πρὶν ἄποτον ὕδωρ Ἱεράρχα, ἐξ οὗ πίνοντες
ὑμνοῦμεν, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα.
Ὡς προστάτην θερμότατον,
καὶ ἐξαίρετον καύχημα, Θεσπρωτίας Ἅγιε εὐφημοῦμέν σε, καὶ πολιοῦχον καὶ ἔφορον,
ταύτης τῆς μερίδος σου, καὶ ἁπάσης ἀληθῶς, τῆς Ἠπείρου καλλώπισμα, ἣν περίεπε,
καὶ εὐλόγει Δονᾶτε οὐρανόθεν, ἑορτάζουσαν
πανδήμως, τὴν ἱεράν σου πανήγυριν.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν Ἀποστόλων μιμητήν, καὶ
θεῖον Ἱεράρχην, τὴν κρήνην τῶν θαυμάτων, καὶ τοῦ Χριστοῦ θεράποντα ἔνθεον,
συνδραμόντες ὦ φιλέορτοι, μελῳδικοῖς ἐφυμνίοις, ὑμνήσωμεν λέγοντες· χαίροις ὁ
τῆς Εὐροίας ποιμήν, καὶ τῆς Ἠπείρου πάσης περιφανὲς ἀγλάϊσμα· χαίροις ἀστὴρ
τηλαυγέστατε, ὁ ἐφαπλῶν τοῖς πέρασι, τὴν αἴγλην τῶν θαυμάτων· χαίροις ὁ τῆς
Παραμυθίας θεῖος πολιοῦχος, καὶ τῆς περιοίκου ἐν πᾶσιν ἀντιλήπτωρ. Καὶ νῦν Δονᾶτε μακάριε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ,
ὑπὲρ ἡμῶν τῶν τιμώντων πιστῶς, τὴν ἐτήσιον καὶ παγγέραστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιών το Ανάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & εκλογή]
Μνήμη δικαίου μετ'
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε
σοφίαν, καὶ θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ
ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν
δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὅς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον μου
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστι τοῖς νοοῦσι, καὶ ὀρθά τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι
σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ
αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου
τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου,
καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων
κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν
θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος
σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου
καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ
σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν
Εὐροίᾳ Ἐκκλησία, καὶ πᾶσα ἠ περίοικος, ἀγάλλου τῷ Πνεύματι. Δονᾶτος γὰρ ὁ Ὅσιος, ὁ θεοειδὴς ποιμήν σου,
πεποικιλμένος τῇ χάριτι, ὡς ἀστὴρ πολύφωτος, ἐκλάμπει τῷ κόσμῳ. Τοῦ ἀΰλου γὰρ
φωτὸς τὰς ἐλλάμψεις δεχόμενος, τοῦ φωτὸς τὰ ἔργα ἐκφαίνει, πολιτείᾳ κρείττονι,
καὶ θαυμάτων δυνάμει. Καὶ μυσταγωγῶν πρὸς σωτηρίαν, πολυειδῶς εὐεργετεῖ, κατὰ
ψυχὴν καὶ σῶμα, τοὺς κράζοντας· Κύριε δόξα Σοι.
Ἦχος β΄.
Ἀγγελικῇ πολιτείᾳ
κοσμούμενος, Ἀποστολικὴν ἐξουσίαν ἐδέξω, Ἱεράρχα Δονᾶτε.
Καὶ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, εὐαρεστῶν τῷ Θεῷ, φερωνύμως ἐδόνησας, τὰς τοῦ
ἐχθροῦ μεθοδείας. Καὶ ἐν θαύμασι μέγας ἀναδειχθείς, ἐν ταπεινώσει ὤφθης
περίβλεπτος, ὡς τοῦ Σωτῆρος μιμητής. Τὴν γὰρ ἄνωθεν σοφίαν, λαμπρῶς
ταμιευσάμενος, βίου μὲν παιδεύεις ἀκρίβειαν, Τριάδα δὲ κηρύττεις ὁμοούσιον,
καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ΄.
Ὡς Ἱεράρχης θεόσοφος,
Εὐαγγελικῶς διέλαμψας, Δονᾶτε Πάτερ Ὅσιε.
Πράξει γὰρ τῶν κρειττόνων, καὶ τῷ ἐκ ταύτης λόγῳ ἀσφαλεῖ, ἐν πλούτῳ φρονήσεως,
καὶ εὐσεβείας δόγμασι, τὸν Χριστὸν ἐδόξασας. Καὶ παραδόξων ἔργων, γενόμενος
αὐτουργός, τὴν τοῦ Σωτῆρος ῥῆσιν, πεπληρωμένην ἔδειξας, ἐν αὐτῷ γὰρ
θαυματουργῶν, ἀνακεφαλαίωσας ἃ αὐτὸς ἐργάσατο. Καὶ τὸ δοθέν σοι τάλαντον
αὐξήσας, τῆς χαρᾶς τοῦ Κυρίου ἠξίωσαι, ἧς καὶ ἡμεῖς μετασχοίημεν, οἱ τελοῦντες
τὴν μνήμην σου.
Ἦχος δ΄.
Τὴν τοῦ Παρακλήτου
ἐνδεδυμένος χάριν, ξένα καὶ παράδοξα ἐπιτελεῖς, Ἱεράρχα Δονᾶτε μακάριε, ὑετὸν γὰρ ἐξ οὐρανοῦ κατήγαγες, νεκρὸν ὡς ἐξ
ὕπνου ἤγειρας, τὴν δαιμονῶσαν βασιλίδα ἐθεράπευσας, καὶ τὸν ἐν τῇ πηγῇ,
θανατηφόρον ὄφιν, παραδόξως ἀνεῖλες. Θαυμαστῶς γάρ σε ἐδόξασεν, ὁ τῷ σῷ βίῳ
δοξασθείς, μεγαλόδωρος Κύριος, ὅθεν ἡ τῆς Παραμυθία Ἐκκλησία, καυχᾶται τῇ σῇ
χάριτι, καὶ πολιοῦχόν σε κεκτημένη, χαρμοσύνως ἑορτάζει τὴν μνήμην σου, ᾗ δίδου
οὐρανόθεν, εἰρήνην σταθηράν, καὶ πᾶσαν εὐπραγίαν, τῇ θείᾳ ἀντιλήψει σου.
Δόξα. Ὁ αὐτός.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ,
καὶ εὐκλεῆ ποιμένα, τῆς ἐν Εὐροίᾳ Ἐκκλησίας, τὸν ἐν μεγίστοις θαύμασι
διαλάμψαντα, Δονᾶτον τὸν μέγαν, ἀσματικοῖς
ἐγκωμίων αἰνέσωμεν. Μεγάλοις γὰρ κατορθώμασι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον,
μεγαλοπρεπῶς ἐδόξασε. Καὶ ἐν ταπεινώσει πολλῇ, τῷ ἐν Ὑψίστοις Κυρίῳ, κατὰ
Παῦλον τὸν μέγα, ἱεραρχικῶς διηκόνησε. Καὶ νῦν τῷ τῆς θείας μεγαλωσύνης, θρόνῳ
παριστάμενος, αἰτεῖται ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Εὐροίας
ποιμήν, τῆς Θεσπρωτίας πολιοῦχος καὶ ἔφορος, συμπάσης Ἠπείρου κλέος, καὶ
ἑωσφόρος λαμπρός, ὁ παρέχων πᾶσι τὴν βοήθειαν, Δονᾶτε
μακάριε, ἀρετῶν ἐνδιαίτημα, τῆς οὐρανίου, ἐπιπνοίας θησαύρισμα, λειμὼν
εὔοσμος, ἀπαθείας καὶ χάριτος, λύχνος ὁ παμφαέστατος, τῆς ἄνω λαμπρότητος, ὁ
τῶν θαυμάτων ἐκλάμπων, τὰς ἀστραπὰς ἐν τοῖς πέρασι, Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Οἱ
ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Χαίροις, ὁ Ἱεράρχης
Χριστοῦ, ἀρχιερέων ἡ λαμπρὰ ὑποτύπωσις, Δονᾶτε θαυματοφόρε,
ὁ ὑετοὺς πρὸς τὴν γῆν, ἐπομβρήσας Πάτερ τῇ ἐντεύξει σου, νεκρὸν ἀναστήσας δέ,
πρὸς ἐρώτησιν Ἅγιε, ὁ ἀναβλύσας, θαυμαστῶς πηγὴν ὕδατος, καὶ τὸν δράκοντα,
ἀνελὼν τὸν ὀλέθριον, ὅθεν καὶ ἐθεράπευσας, τῷ λόγῳ σου Ὅσιε, τοῦ βασιλέως τὴν
κόρην, τῆς ἐνεργείας τοῦ δαίμονος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει, ἡ κληρουχία ἡ σή,
καὶ χαρμοσύνως ἑορτάζει τὴν μνήμην σου Δονᾶτε θαυματοφόρε,
καὶ σὺν αὐτῇ δὲ σκιρτᾷ, Θεσπρωτία πᾶσα ἐν τῇ δόξῃ σου, προστάτην σε ἔνθεον,
κεκτημένη καὶ καύχημα, καὶ πολιοῦχον, καὶ θερμὸν ἀντιλήπτορα, ταύτῃ νέμοντα,
πᾶσαν χάριν σωτήριον, ὅθεν τῇ ἀντιλήψει σου, αὐτὴν ἀεὶ φύλαττε, ἀποδιώκων ἐκ
ταύτης, φθοροποιὸν πᾶσαν μάστιγα, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Αἱ φαειναί σου ἀρεταί, οὐ
μόνον ἐν Ἠπείρῳ ἐξέλαμψαν, ἀλλὰ καὶ πᾶσαν Ἐκκλησίαν, ὡς λαμπάδες θεαυγεῖς,
καταφαιδρύνουσιν Ὅσιε. Περιφανὴς γὰρ ἐν τοῖς πέρασι, τῷ σῷ βίῳ ἐδείχθης, καὶ
βασιλέων ὄψεις, τῇ παρουσίᾳ σου εὔφρανας, ὅτι ὡς Ἄγγελος αὐτοῖς, ἐν σώματι
ἐφάνης, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιον, καὶ παραδόξων ἔργων διάκονος. Καὶ νῦν Δονᾶτε μακάριε, τῆς ἄνω δόξης κατατρυφῶν, ἱκέτευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐροίας ποιμένα σε καὶ τῆς
Ἠπείρου πυρσόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην
σοφόν, Δονᾶτε μακάριε, θαύμασι γὰρ
ἐκλάμψας, καὶ λαμπρότητι βίου, νέμεις τοῖς σὲ τιμῶσι, πᾶσαν ἔνθεον δόσιν, διὸ
τῇ προστασίᾳ σου, Πάτερ προστρέχομεν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν κλεινὸν Ἱεράρχην καὶ
Εὐροίας τὸν Πρόεδρον, τὸν θαυματουργίαις ποικίλαις, ἐν τῷ κόσμῳ ἐκλάμψαντα, Δονᾶτον εὐφημήσωμεν πιστοί, ὡς μέγαν ἀντιλήπτορα
ἡμῶν, ἵνα λάβωμεν πλουσίαν τὴν παρ’ αὐτοῦ, βοήθειαν κραυγάζοντες· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέφανεν ἡμῖν, ἡ ἁγία σου
μνήμη, ὡς ἔαρ νοητόν, τῇ τοῦ ἔαρος ὥρᾳ, Δονᾶτε μακάριε,
τοὺς πιστοὺς κατευφραίνουσα, ἣν γεραίροντες, σὲ μακαρίζομεν Πάτερ, καὶ αἰτοῦμέν
σε, ὑπὲρ ἡμῶν ἱκετεύειν, Χριστὸν τὸν φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱερεύσας τῷ ἐπὶ
πάντων Θεῷ, καὶ πάσας ἐδόνησας τὰς μηχανὰς τοῦ ἐχθροῦ, Δονᾶτε
τοῖς πόνοις σου, ὤφθης τῆς ἐν Ἠπείρῳ, Ἐκκλησίας κοσμήτωρ, θαύματα δὲ
πηγάζεις, καὶ ἰάματα πλεῖστα, τοῖς πίστει καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὑετοὺς οὐρανόθεν καταγωγών,
ὡς Ἠλίας τὸ πάλαι ὁ Ζηλωτής, τὴν γῆν κατεδρόσισας, τὴν αὐχμῶσαν μακάριε, καὶ
δαιμονῶσαν κόρην ἰάσω τοῦ ἄνακτος, καὶ ἤγειρας σῷ λόγῳ, νεκρὸν πρὸς ἐρώτησιν,
ὅθεν καὶ πηγάσας, πηγὴν ὕδατος ζῶντος, ἐδείχθης περίδοξος, ἐν τοῖς ἔργοις τῆς
χάριτος, ὦ Δονᾶτε Πατὴρ ἡμῶν, πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄
ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον,
τὸ ἐν τῷ Ὄρθρῳ τῆς 13ης Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ,
καλλιεργήσας τὸν λόγον, τῆς ἀφθαρσίας τοὺς καρποὺς ἐξήνεγκας, Ἱεράρχα Δονᾶτε, ἐξ ὧν γευομένη, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τῶν
ἐν σοὶ ἀγαθῶν, τὸν θησαυρὸν θαυμάζει, καὶ τὸν Χριστὸν δοξάζει, τὸν τοιαύτην
χάριν δωρούμενον, τῇ χοϊκῇ οὐσίᾳ. Αὐτὸν ἱκέτευε, δεόμεθα Ἅγιε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα οἱ
Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ Δονᾶτον τὸν τῆς Εὐροίας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ὑπερλάμπει σου ἡ μνήμη, ὡς ἀστὴρ φαεινός, σήμερον ἐν τῷ
κόσμῳ, ταῖς τῶν θαυμάτων σου αὐγαῖς, δι’ ὧν λαμπρύνον κἀμοῦ, τὸν νοῦν δυσωπῶ,
Δονᾶτε θεσπέσιε, ἀνυμνῆσαι τὸν βίον σου.
Μέγας ὤφθης Ἱεράρχης, καὶ πιστὸς λειτουργός, Πάτερ τῆς
θείας δόξης, ἐν ταπεινώσει λειτουργῶν, τῷ ἑκουσίως δι’ ἡμᾶς τυθέντι Χριστῷ,
ἐντεῦθεν δεδόξασαι, οὐρανίοις χαρίσμασι.
Νοῦν τὸν σὸν ἀποκαθάρας, ἐξ
ἀχλύος παθῶν, εἶδες τὰς ἐπιλάμψεις, ὄμματι Πάτερ νοερῷ, τῆς Τρισηλίου ἀστραπῆς,
καὶ ὤφθης φωστήρ, Δονᾶτε πολύφωτος, εὐσεβείας καὶ χάριτος.
Θεοτοκίον.
Ὡς τεκοῦσα ὑπὲρ φύσιν, καὶ παρθένος ἁγνή, μείνασα μετὰ
τόκον. Θεὸν γὰρ τέτοκας φρικτῶς, ἀναπλάττοντα ἡμᾶς, ἐκ πάσης φθορᾶς, ἀπάλλαξον
Ἄχραντε, τοὺς πιστῶς Σε δοξάζοντας.
ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Δεῦτε οἱ χοροὶ τῶν Θεσπρωτῶν, τὴν πανέορτον μνήμην
πανηγυρίσωμεν, Δονάτου τοῦ ἱεροῦ, ὃς βλύζει
ἡμῖν τὸν γλυκασμόν, τῆς θείας χρηστότητος.
Ὅλην τὴν καρδίαν σου σοφέ, οἰκητήριον δείξας τοῦ θείου
Πνεύματος, Δονᾶτε θαυματουργέ, ἐπλήσθης
ἀΰλων δωρεῶν, ὡς μύστης οὐράνιος.
Νέος ἀνεδείχθης Ἠλιού, ὑετοὺς οὐρανόθεν τῇ παρακλήσει
σου, καταγαγὼν ἐν τῇ γῇ, καὶ ταύτην ὡς ψάλλει ὁ Δαβίδ, Δονᾶτε
ἐμέθυσας.
Θεοτοκίον.
Ἄσπορος ἡ σύλληψις ἐν Σοί, καὶ ἡ κύησις ἄφθορος ὑπὲρ
ἔννοιαν, ὁ γὰρ ἐκ Σοῦ σαρκωθείς, μεγάλα εἰργάσατο ἁγνή, δι’ ἄφατον ἔλεος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν ἄνωθεν, καταπλουτήσας,
ποιμὴν ἄριστος, ὤφθης Εὐροίας, Ἱεράρχα Δονᾶτε μακάριε, καὶ θεαρέστως ποιμάνας
τὴν ποίμνην σου, πρὸς τὸ ἀνέσπερον φέγγος ἐσκήνωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἐγχειρισθεὶς θείᾳ βουλῇ, τῆς
ἐν τῇ Εὐροίᾳ Δονᾶτε, ἐν χερσὶ τοὺς οἴακας,
ταύτην σοφῶς ὡδήγησας, καθάπερ ἀληθὴς κυβερνήτης, ἐπὶ λιμένα ζωῆς Πάτερ τῆς
κρείττονος.
Ὁ Βασιλεὺς τῆς ἀρετῆς, τῆς σῆς πλοῦτον αἰδεσθείς, οἷάπερ
Ἀπόστολον ἄλλον, Πάτερ σὲ ἐτίμησε, τὸ τούτου γὰρ θυγάτριον, σατὰν τῆς ἐπηρείας
ἐῤῥύσω, τῇ ἱερᾷ σου ἐντεύξει ἱερώτατε.
Νοτὶς οὐχ ἥψατο τῆς σῆς, ἐσθῆτος Πάτερ οὐ σταγών, ὅτε
ὑετὸς κατεῤῥύη, οὐρανόθεν ἄμετρος, ἡ χάρις γάρ σε ἔσκεπε, τοῦ Πνεύματος σοφὲ
ἀοράτως, καὶ οἱ τὸ θαῦμα ἰδόντες κατεπλάγησαν.
Θεοτοκίον
Τὸν Ὑπερούσιον Θεόν, ἐν τῇ οὐσίᾳ τῶν βροτῶν, Κόρην
ἑνωθέντα ἀφύρτως, ὑπὲρ λόγον τέξασα, τῆς ἀλογίας ἔλυσας, Ἀδὰμ καὶ τῆς ἀρχαίας
κατάρας, καὶ τῶν δακρύων τῆς Εὔας ἠλευθέρωσας.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέως.
Ὁσίως βιώσας Δονᾶτε,
ἀρχιερεὺς θεοφόρος, καὶ στήλη ἐνθέων ἔργων, τῇ Ἐκκλησίᾳ πέφηνας, καὶ θαύματα
ἐξαίσια, Πάτερ αὐτουργῶν ἐτέλεσας.
Νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρας, ζωοποιῷ σου δεήσει,
νεκρώσας σαρκὸς τὰ πάθη, Δονᾶτε ἱερώτατε,
ζωὴν τὴν ὑπερκόσμιον, πᾶσιν ἐν σοι ἐφανέρωσας.
Τὸ ὕδωρ τῆς χάριτος Πάτερ, ἐν τῇ ψυχῇ σου πλουτήσας,
ἱδρῶσι τῆς ἐγκρατείας, πηγὴν ὕδατος ἔβλυσας, Δονᾶτε
τῇ ἐντεύξει σου, καὶ τοὺς διψῶντας ἐπότισας.
Θεοτοκίον
Ἡλίου τῆς δόξης νεφέλη, τοῦ ἀνατείλαντος Κόρη, ἀφράστως
ἐκ τῆς γαστρός Σου, τὴν ψυχήν μου σκέπασον, τῷ πυκασμῷ Σῆς χάριτος, ἐκ τῶν
βελῶν τοῦ ἀλάστορος.
ᾨδὴ στ΄. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.
Σοφίαν, τὴν ἀπ’ οὐρανοῦ
μυηθείς, ἐξεπαίδευσας τὴν ποίμνην σου Πάτερ, ἐν πάσῃ ἀναστροφῇ εὐαγεῖ,
πολιτεύεσθαι, ὑποτύπωσιν σαὐτόν, παραθεὶς καλῶν ἔργων.
Ἐπέστης, περιεζωσμένος
ἰσχύν, τὴν τοῦ Πνεύματος Δονᾶτε τρισμάκαρ, τῇ κρήνῃ οἷα ποιμὴν ἀληθής, καὶ
ἐνέκρωσας, τὸν φωλεύοντα ἐκεῖ, ἀνθρωπόλεθρον ὄφιν.
Ὑμνοῦντες, Πάτερ ἐν
ἐκπλήξει πολλῇ, τὸ σὸν θαῦμα Ἱεράρχα Δονᾶτε, μετέσχον ἀνενδοιάστῳ ψυχῇ, οἱ
προστρέξαντες, ἐκ τοῦ ὕδατος σοφέ, τῆς πηγῆς τῷ σῷ λόγῳ.
Θεοτοκίον
Ῥημάτων, καὶ τῶν προσευχῶν
Σοῦ λαοῦ, ἐνωτίζου συμπαθῶς τὰς δεήσεις, καὶ δίδου ἑνὶ ἑκάστῳ ἁγνή, τὰ
αἰτήματα, πάσης θλίψεως ἡμᾶς, λυτρουμένη Παρθένε.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον,
Παραμυθίας ἡ πόλις, σὺν αὐτῇ δὲ ἅπασα, ἡ κληρουχία σου Πάτερ, μνήμην σου, τὴν
παναγίαν καὶ φωτοφόρον, ἔχει γάρ, τὴν προστασίαν σου τεῖχος μέγα, διὰ τοῦτο καὶ
βοᾷ σοι· χαίροις Ἠπείρου, Δονᾶτε καύχημα.
Ὁ Οἶκος.
Ὡς ἀνακείμενος Θεῷ, ὁσίως
καὶ ἀμέμπτως, τὴν σὴν διήγαγες ζωήν, ἐν ἐργασίαις ἀρετῶν, καὶ ἀναβάσεσι
σεπταῖς, καὶ δόγμασιν ἁγίοις, ὅθεν οὐρανίου πλησθεὶς ἐλλάμψεως, Ἱεράρχης
θεοειδής, καὶ ποιμενάρχης ἀληθής, τῆς ἐν Εὐροίᾳ Ἐκκλησίας ἐχρημάτισας,
εὐαγγελικοῖς διαλάμπων κατορθώμασι. Τίς τῆς πολιτείας σου ὑμνήσει τὴν
λαμπρότητα; ἢ τίς τῶν σῶν θαυμάτων, οὐ μὴ θαυμάσει τὸ μέγεθος Πάτερ; Θαυμαστὸς
γὰρ ὤφθης καὶ περίδοξος, ἐν λόγοις καὶ πράξεσι, καὶ ὑπερφυέσι δυνάμεσι. Διὸ
Παραμυθίας ἡ Μητρόπολις, καυχωμένη ἐν σοί, πολιοῦχόν σε κέκτηται, καὶ προστάτην
καὶ ἔφορον. Καὶ τὰς πέριξ πόλεις, καὶ πᾶσαν τὴν περίοικον συγκαλοῦσα,
λαμπροφοροῦσα ἑορτάζει τὴν μνήμην σου βοῶσα· χαίροις Ἠπείρου, Δονᾶτε καύχημα.
Συναξάριον.
Τῇ Λ΄ τοῦ
αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου
Δονάτου ἐπισκόπου Εὐροίας τῆς Ἠπείρου.
Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις,
Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.
Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.
Τριακοστῇ Δονάτοιο ἦτορ Θεοῖο θώκῳ ἔστη
Οὗτος ἦν ἐν
τοῖς χρόνοις Θεοδοσίου τοῦ Μεγάλου. Ἐπίσκοπος γενόμενος ἐν πόλει, λεγομένῃ
Εὐροία, κατὰ τὴν παλαιὰν Ἤπειρον. Ἐν δὲ τῇ αὐτῇ πόλει χωρίον ἦν, ὄνομα αὐτῷ
Σωρείᾳ, ἐν ᾧ ἦν πηγὴ ὕδατος, καὶ ὅσοι ἂν ἐξ αὐτῆς ἔπινον πικρῷ θανάτῳ
παρεδίδοντο. Μαθὼν δὲ τοῦτο ὁ ἁγιώτατος Ἐπίσκοπος Δονᾶτος, ἀφίκετο πρὸς τὴν
πηγήν, μετὰ τῶν σὺν αὐτῷ κληρικῶν. Καὶ ἅμα τῷ καταλαβεῖν αὐτόν, βροντὴ γέγονε.
Καὶ εὐθέως ἐξελθὸν ζῶον θανατηφόρον, ὅπερ ἐνεφώλευε τῇ πηγῇ, συνήντησε τῷ
μακαρίῳ καὶ ἐπειρᾶτο τῆ οὐρᾷ αὐτοῦ συμπεριλαβεῖν τοὺς πόδας τοῦ ὄνου, ᾧ
ἐπωχεῖτο ὁ μακάριος. Ὀ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τὸ θηρίον, ἔλαβε τὸ σχοινίον, ᾧ
ἔτυπτε τὸ ὑποζύγιον, καὶ τύψας κατὰ νῶτον τὸ θηρίον, καιρίαν μάστιγα δι’ αὐτοῦ
τούτῳ ἐπήνεγκεν, ὃ καὶ παρευθὺς πεσὸν ἀπεψυξε. Τότε συλλέξαντες ξύλα οἱ
αὐτόπται τοῦ θαύματος, κατέκαυσαν τὸ θηρίον. Οὐδεὶς δὲ ἐτόλμα τοῦ ὕδατος
ἅψασθαι. Ὁ δὲ Ἅγιος, εὐχὴν ποιήσας, καὶ τὴν πηγὴν εὐλογήσας, καὶ πρῶτος πιῶν,
ἐπέτρεψε καὶ τοῖς πᾶσιν ἀδεῶς πίνειν, ἐξ οὗ πιόντες καὶ εὐφρανθέντες, ἀβλαβεῖς
εἰς τὸ ἑξῆς εἰς τὰ ἴδια ἐπορεύοντο.
Ταῦτα μαθὼν ὁ
βασιλεὺς Θεοδόσιος, μετεκαλέσατο πάντας τοὺς ἐκεῖσε ἐπισκόπους καὶ ἐπυνθάνετο: Ποῖός
ἐστι Δονᾶτος, ὁ τὸν δράκοντα διὰ φραγγελίου ἀποκτείνας, καὶ ὕδωρ δι’ εὐχῆς
ἐξαγαγὼν ἐκ τῆς γῆς, καὶ ἐξ οὐρανοῦ βροχὴν καταβιβάσας; Οἱ δὲ ὑπέδειξαν
αὐτόν, λέγοντες: Οὗτός ἐστι, Βασιλεῦ. Καὶ ὁ βασιλεύς, κατασπασάμενος
αὐτόν, ἀπήγαγε πρὸς τὴν βασίλισσαν, καὶ πεσόντες ἀμφότεροι ἐπελάβοντο τῶν ποδῶν
αὐτοῦ, ἐκλιπαροῦντες αὺτὸν καὶ λέγοντες: Δοῦλε τοῦ Θεοῦ, παρακλήθητι καὶ
ποίησον μεθ’ ἡμῶν ἔλεος. Μονογενὲς γὰρ θυγάτριον ἔχοντες, ὑπὸ δεινοῦ ἐνοχλούμενον
δαίμονος, μεγάλως τὴν ψυχὴν συντριβόμεθα. Εἰ οὖν θεραπεύσεις αὐτήν, λάβε τὸ
ἥμισυ τῆς οὐσίας αὐτῆς. Καὶ ὁ Ἅγιος: Ἐλθέτω ἡ παῖς. Οἱ δὲ τὸν Ἅγιον
ἀπήγαγον πρὸς αὐτήν. Καὶ ἐπιτημηθέντος τοῦ δαίμονος καὶ ἐξωσθέντος εὐθὺς παρὰ
τοῦ Ἁγίου, ἰάθη ἡ παῖς. Τοῦ δὴ βασιλέως διδόντος τὸ ὑποσχεθέν, οὐ κατεδέξατο
τοῦτο λαβεῖν ὁ μακάριος. Διὰ δὲ τὴν ἀγαθὴν αὐτῶν πρόθεσιν ᾐτήσατο τόπον τινὰ
δοθῆναι, πλησίον τῆς χώρας αὐτοῦ κείμενον, ἐπιτήδειον ὄντα εἰς ναόν· Ὀμφάλιον,
οὕτω καλούμενον, ὃν ἐδωρήσατο εὐθὺς ὁ βασιλεύς, δι’ ἐγγράφου προστάγματος.
Οὗτος οὖν ὁ
μακάριος καὶ νεκρὸν ἀνέστησε, ταφῆναι κωλυόμενον, ἕως οὗ τὸ ὀφειλόμενον τῷ
δανειστῇ ἀποδῷ, μετὰ δὲ τὸ διαλεχθῆναι πρὸς τὸν δανειστὴν περὶ τοῦ ζητήματος
καὶ διαῤῥηχθῆναι τὸ χειρόγραφον, κοιμηθῆναι τοῦτον πάλιν προσέταξεν, ἄχρις ἂν ἡ
κοινὴ ἀνάστασις πάντων γένηται. Ἐπεὶ δὲ τότε καὶ αὐχμῷ ἡ γῆ ἐπιέζετο, δι’
ἐντεύξεως τοῦ βασιλέως, ὁ Ἅγιος ἐξελθὼν τῆς πόλεως ηὔξατο. Καὶ τοσοῦτος
κατῆλθεν οὐρανόθεν ἐν τῇ πόλει καὶ τοῖς περιχώροις αὐτῆς ὑετός, ὡς μεθυσθῆναι
τὴν γῆν, καὶ μηδὲν κατακλυσμοῦ διαφέρειν. Ἐφρόντιζε δὲ ὁ βασιλεύς, ὅτι
μονοχίτων ἦν ὁ Ἅγιος, καὶ ὁ ὑετὸς
σφοδρὸς πάνυ. Ἀλλὰ μετὰ μικρὸν ἐλθόντος αὐτοῦ εἰς τὰ βασίλεια καὶ μηδόλως
βραχέντος, μηδὲ μικρὰν νοτίδα ἔχοντος, θάμβος ἐπὶ τούτῳ κατεῖχε πάντας. Ὁ δὲ
βασιλεὺς ἐτέρπετο τοῖς λόγοις αὐτοῦ, καὶ δοὺς αὐτῷ χρυσίον ἱκανόν, λόγῳ
οἰκοδομῆς ναοῦ, καὶ ἕτερά τινα ἐπιτήδεια πρὸς τὸν τούτου καλλωπισμόν, ἀπέστειλε
εἰς τὰ ἴδια. Ἀπελθὼν δέ, καὶ τὸν ναὸν οἰκοδομήσας, καὶ τὸν ἴδιον εὐτρεπίσας
τάφον, καὶ εἰς μακρὸν γῆρας ἐλάσας, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Ἰακώβου τοῦ Ἀποστόλου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου
Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,
Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Οὗτος ἦτο υἱὸς μὲν Ζεβεδαίου, ἀδελφὸς δὲ
Ἰωάννου τοῦ Θεολόγου, ὅστις μετὰ τὴν πρόσκλησιν Ἀνδρέου καὶ Πέτρου, προσεκλήθη
ἀπὸ αὐτὸν τὸν Κύριον εἰς μαθητείαν, μετὰ τοῦ ἀδελφοῦ του Ἰωάννου. Ὅθεν οὗτοι
εὐθὺς ἀφήσαντες τὸν πατέρα καὶ τὸ πλοῖόν των, καὶ ἁπλῶς ὅλα ὅσα εἶχον,
ἠκολούθησαν τῷ Χριστῷ. Τόσον δε πολλὰ ἠγάπησεν αὐτοὺς ὁ Δεσπότης Χριστός, ὥστε
εἰς μὲν τὸν ἕναν ἀδελφὸν τὸν Ἰωάννην ἔδωκε τὸ στῆθός του, διὰ νὰ ἀναπαυθῇ ἐπάνω
εἰς αὐτό, εἰς δὲ τὸν ἄλλον ἀδελφὸν τὸν Ἰάκωβον, ἔδωκε τὴν τιμήν του νὰ πίῃ τὸ
ποτήριον τοῦ θανάτου, τὸ ὁποῖον αὐτὸς ὁ ἴδιος ἔπιεν. Ἀλλὰ καὶ αὐτοὶ ἀντιστρόφως
τόσον πολλὰ ἠγάπησαν τὸν Κύριον, καὶ τόσον ζῆλον ἔδειξαν δι’ αὐτὸν οἱ μακάριοι,
ὥστε ἤθελαν νὰ καταβιβάσωσι πῦρ ἀπὸ τὸν οὐρανόν, καὶ νὰ κατακαύσωσι τοὺς
Σαμαρείτας, διότι δὲν ἐπίστευσαν, οὐδὲ ἐδέχθησαν αὐτόν, καὶ ἴσως τοῦτο ἤθελον
κάμει, ἂν ὁ Χριστὸς δὲν ἐμπόδιζεν αὐτοὺς ἀπὸ τοῦτο. Διὰ ταῦτα λοιπὸν τὰ αἴτια ὁ
Κύριος παρελάμβανε πάντοτε μεθ’ ἑαυτοῦ κατ’ ἐξαίρεσιν καὶ εἰς τὰς προσευχάς,
καὶ εἰς τὰς ἄλλας οἰκονομίας του τούτους τοὺς δύο Ἀποστόλους, ὁμοῦ καὶ τὸν
Πέτρον, μυσταγωγῶν καὶ ἀποκαλύπτων εἰς αὐτοὺς τὰ ὑψηλότερα καὶ μυστικώτερα
δόγματα. Τοῦτον τὸν Ἰάκωβον μὴ ὑποφέρων ὁ Ἡρώδης Ἀγρίππας, υἱὸς Ἀριστοβούλου
καὶ ἀνεψιὸς τοῦ Ἡρώδη τοῦ θανατώσαντος τὸν Πρόδρομον, νὰ βλέπει παῤῥησιαζόμενον
καὶ διδάσκοντα τὸ Εὐαγγέλιον, μετὰ τὸ πάθος καὶ τὸ σωτήριον κήρυγμα τοῦ
Χριστοῦ, ἔβαλε χεῖρα καὶ ἐθανάτωσεν αὐτὸν μὲ μάχαιραν ἐν ἔτει 44 μ. Χ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κλήμεντος τοῦ ποιητοῦ τῶν κανόνων
Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,
Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.
Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.
Τῇ αὐτῇ
ἡμέρα, ὁ Ἅγιος
Μάρτυς Μάξιμος ξίφει κατὰ γαστέρα μέσην πληγεὶς τελειοῦται.
Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην,
Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.
Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.
Τῇ αὐτῇ
ἡμέρα, ἡ εὕρεσις
τῶν ἱερῶν λειψάνων τοῦ Ἁγίου Βασιλέως ἐπισκόπου Ἀμασείας (26/4)
Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,
Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.
Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τῶν Ἁγίων
Μαρτύρων Ἰσιδώρου, Ἠλιοὺ καὶ Παύλου τῶν ἐν Κορδούῃ Ἰσπανίας.
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Ἀφροδισίου τοῦ πρεσβυτέρου καὶ τῶν σὺν αὐτῷ Τριάντα Μαρτύρων
τῶν ἐν Ἀλεξανδρείᾳ
Τῇ αὐτῇ
ἡμέρα, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τῆς Ἁγίας
Νεομάρτυρος Ἀργυρῆς
Ἡ Ἀργυρῆ δὴ τοῖς φυλακῆς βασάνοις,
ὑπὲρ τὸ ἀργύριον ἡμᾶς φαιδρύνει.
ὑπὲρ τὸ ἀργύριον ἡμᾶς φαιδρύνει.
Τῇ αὐτῇ
ἡμέρα, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ἁγίου Θεοδώρου
Νεομάρτυρος τοῦ Βυζαντίου (17/2)
Τῇ αὐτῇ
ἡμέρα, ὁ Ἅγιος
Νεομάρτυς Ἐρκονγουάλδου (Erconwald) ἐπισκόπου Λονδίνου, ἐν εἰρήνῃ ἐν
ἔτει 693 τελειοῦται.
Τῇ αὐτῇ
ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου τοῦ Μπριαντσιανίνωφ, ἐπισκόπου
Σταυρουπόλεως
Τῇ αὐτῇ
ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς
τῶν λειψάνων τοῦ Ἁγίου Νικήτα ἀρχιεπισκόπου Νόβγκοροντ, γενομένης ἐν
ἔτει 1558 μ.Χ. (14/5)
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Σίμωνος, Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Ὁ μύστης τῆς Χριστοῦ ἀγαθότητος, τὸ σκεῦος τὸ πάγχρυσον,
θείων ἀρετῶν, ὁ ἱερώτατος ποιμήν, καὶ Χριστοῦ μαθητὴς ἐνθεώτατος, ὁ μέγας
Θεσπρωτίας προστάτης, Δονᾶτος ἀνυμνείσθω
μοι.
Ἱέρευσας ἀμέμπτως τῷ Κτίστῃ σου, ἐν γῇ ὥσπερ Ἄγγελος,
Πάτερ ἀληθῶς, καὶ προσενήνοχας σαὐτόν, ὥσπερ θῦμα εὐπρόσδεκτον Ὅσιε, Χριστῷ τῷ
σὲ δοξάσαντι πλείσταις, θαυμάτων ἐπιδείξεσι.
Ἀγάλλεται ἡ ποίμνη σου Ἅγιε, τοῖς σοῖς προτερήμασι,
πᾶσαι δὲ χαρᾷ, πόλεις καὶ κῶμαι εὐσεβῶς, Θεσπρωτίας Δονᾶτε
χορεύουσι, τὴν μνήμην σου πανδήμως τελοῦσαι, ὡς εὐφροσύνης πρόξενον.
Θεοτοκίον.
Σωτῆρα καὶ Δεσπότην καὶ Κύριον, ἐν σώματι τέξασα,
σώζοντα ἡμᾶς ἐκ τοῦ θανάτου καὶ φθορᾶς, τῆς ἐχθροῦ δεσποτείας με λύτρωσαι, καὶ
σῶσόν με σωστικῇ Σου πρεσβείᾳ, Παρθένε τὸν ἱκέτην Σου.
ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Γνῶσιν ἀληθῆ, καὶ ἰσάγγελον βίον, Δονᾶτε κεκτημένος, τὴν παναγίαν Τριάδα, ἐν μονάδι
σοφέ, οὐσιότητος ἐκήρυξας Ἅγιε, τῶν αἱρετιζόντων, ἐλέγξας τὴν ἀπάτην.
Εἶχε μέν σε πρίν, ἀληθῆ ποιμενάρχην, ἡ Εὔροια καὶ
κλέος, τῇ θεϊκῇ προμηθείᾳ, νῦν δὲ μέγαν φρουρόν, καὶ θερμόν σε πολιοῦχον
πλουτήσασα, ἡ Θεσπρωτία πᾶσα, Δονᾶτέ σε
γεραίρει.
Ῥήμασι σεπτοῖς, τῶν χειλέων σου Πάτερ, ὁ πάλαι
ἐμφωλέυων, ἐν τῇ πηγῇ δεινὸς δράκων, ἐνεκρώθη εὐθύς, καὶ τοῦ ὕδατος ἡ βλάβη
ἐλήλαται, τῇ σῇ εὐλογίᾳ, θαυματουργὲ Δονᾶτε.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε Παρθένε, ἡ πάντων προστασία, καὶ
Βασιλὶς καὶ Κυρία, τὸν πιστόν Σου λαόν, τὸν προστρέχοντα ἀεὶ τῇ Σῇ χάριτι,
φύλαττε καὶ σκέπε, ἐκ πάσης ἐπηρείας.
ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Σκιρτᾷ καὶ χορεύει, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡ ἐν τῇ
Θεσπρωτίᾳ, τῇ ἁγίᾳ μνήμῃ σου, καὶ πανδημεί, ἑορτάζει σοφέ, τῇ θαυμαστῇ, Πάτερ
ἀγλαΐᾳ, σεμνυνομένη τοῦ βίου σου.
Ἰάσεις πηγάζεις, ὡς εἰληφὼς παρὰ Θεοῦ, τῶν θαυμάτων τὴν
χάριν, Ἱεράρχα Ὅσιε, καὶ τῶν ψυχῶν, καὶ σωμάτων ἀεί, παύεις τὰς ὀδύνας, τῶν
προστρεχόντων τῇ σκέπῃ σου.
Μεσίτην σε μέγαν, καὶ πρεσβευτὴν πρὸς τὸν Θεόν, ἡ τῆς
Παραμυθίας, Ἱερὰ Μητρόπολις, καὶ ἐν παντὶ ἀρωγὸν εὐμενῆ, σχοῦσα σοφέ, διὰ σοῦ Δονᾶτε, πάσης πληροῦται παρακλήσεως.
Θεοτοκίον.
Ὑψίστου καθέδρα, περίδοξος καὶ παμφαής, Θεοτόκε
Παρθένε, τῶν πιστῶν βοήθεια, πάσης ὀργῆς, καὶ ἀνάγκης δεινῆς, τόν δε λαόν, τὸν
Σοὶ πεποιθότα, ῥύου καὶ σῶζε ὡς φιλάγαθος.
Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκὶ ὡς ἄσαρκος ἐν γῇ, Δονᾶτε πεπολίτευσαι, καὶ ὤφθης τῆς Ἐκκλησίας,
θεοειδέστατος ποιμήν, καὶ θαύμασιν ἐλάμπρυνας, τὴν τῆς ἱεραρχίας, στολὴν
θεοΰφαντον.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῆς Εὐροίας στῦλος, καὶ
ποιμενάρχης θαυμαστός, ὡς πλήρης φωτὸς ἀΰλου, Δονᾶτος
ὁ θαυματουργός, ὑμνείσθω ᾄσμασι θείοις, οἷα Θεοῦ ὑποφήτης.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παραμυθίας ἡ πόλις σήμερον
τέρπεται, καὶ σὺν αὐτῇ δὲ πᾶσα, ἡ περίοικος χώρα, τελοῦσαι χαρμοσύνως τὴν
ἱεράν, καὶ πανέορτον μνήμην σου, ὦ Ἱεράρχα Δονᾶτε θαυματουργέ,
σεμνυνομέναι τῇ δόξῃ σου.
Τῶν Θεσπρωτῶν πολιοῦχος
πέλεις καὶ ἔφορος, Δονᾶτε θεοφόρε, Ἱεράρχα
Κυρίου, διὸ πανδήμως πάντες οἱ Θεσπρωτοί, τὴν σὴν μνήμην γεραίρομεν, ὡς ἂν τῆς
σῆς προστασίας τὰς δωρεάς, ἐν παντὶ τῷ βίῳ ἔχομεν.
Τῶν Ἀποστόλων τὴν χάριν
Πάτερ δεξάμενος, ὡς καθαρὸν δοχεῖον, ἀρετῶν οὐρανίων, θαυμάτων παραδόξων ὡς
ἀληθῶς, αὐτουργὸς ἐχρημάτισας, δι’ ὧν ὡς φῶς καὶ ὡς ἅλας ὤφθης ἐν γῇ, ὥσπερ ἔφη
ὁ Σωτὴρ ἡμῶν.
Τῆς ἐν Εὐροίᾳ Δονᾶτε κοσμήτωρ πέφηνας, ἁγίας Ἐκκλησίας, ὡς σοφὸς
Ἱεράρχης, καὶ νῦν τῆς Ἐκκλησίας συγχορευτής, πρωτοτόκων γενόμενος, δίδου
ἐκεῖθεν τῇ ποίμνῃ σου δαψιλῶς, τὰς ἐκφάνσεις τῆς εὐνοίας σου.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι
ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ μνήμῃ,
τοῦ Ἱεράρχου Χριστοῦ, βασιλεὶς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν διὰ λόγου
καὶ θείας ἐπιπνοίας, βασιλέως εὐσεβοῦς, θυγατέρα θεραπεύσαντα, τῆς τοῦ δαίμονος
κακίας, ἀνυμνείτωσαν. Ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς σεπτῆς Τριάδος σοφὸν
ἱερομύστην, συνδραμόντες εὐφημήσωμεν· οἱ ἐν πόνοις τὸν λυτρωτήν, οἱ ἐν ἀνάγκαις
τὸν ῥύστην, οἱ ἀσθενοῦντες τὸν ἰατῆρα, οἱ κλαίοντες τὴν χαρμονήν, οἱ θλιβόμενοι
τὴν παρηγορίαν, τὸν βοηθὸν οἱ ἐν ἀπορίᾳ, οἱ ἐν ὀδύναις τὸν κουφιστῆρα, οἱ
πάντες τὸν πᾶσι νέμοντα τὰ πρόσφορα, μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως
εἴπωμεν· Δονᾶτε ἱερώτατε, πρόφθασον, ἐξελοῦ
ἡμᾶς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ σῶζε τὴν ποίμνην σου, ταῖς προστασίαις
σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις τῆς Εὐροίας θεῖος
ποιμήν, καὶ παραμυθίας πολιοῦχος καὶ ἀρωγός, χαίροις Θεσπρωτίας, τὸ κλέος
Ἱεράρχα, καὶ τῆς Ἠπείρου πάσης, Δονᾶτε καύχημα.
Φύλαττε Δονᾶτε θαυματουργέ, πάσης ἐπηρείας ἀντιλήψει σου
τῇ θερμῇ, τὴν σὴν κληρουχίαν, καὶ πᾶσαν Θεσπρωτίαν, τὴν σὲ προστάτην μέγαν,
ἔχουσαν Ἅγιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου