Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 22. ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΤΡΙΠΟΛΕΩΣ ΔΗΜΗΤΡΙΟΣ & ΠΑΥΛΟΣ ΑΚΟΛΟΥΘΙΑ




ΜΑΪΟΣ ΚΒ΄!!

ΔΗΜΗΤΡΙΟΣ & ΠΑΥΛΟΣ ΝΕΟΜΑΡΤΥΡΕΣ ΤΡΙΠΟΛΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, οἱ χοροὶ Τριπολιτῶν, ᾄσμασιν ἐνθέοις συμφώνως, πανηγυρίσωμεν, μνήμην τὴν χαρμόσυνον, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Δημητρίου τοῦ μάκαρος, καὶ Παύλου τοῦ θείου· οὗτοι γὰρ στεῤῥότατα, ὑπὲρ τῆς δόξης Χριστοῦ, ἤθλησαν ἡμῶν ἐν τῇ πόλει· ὅθεν καὶ λαμπροὶ πολιοῦχοι, ὤφθησαν αὐτῆς καὶ καλλωπίσματα.

 

Νέος, Ἀθλητὴς περιφανής, ὤφθης τοῦ Δεσπότου τῶν ὅλων, Μάρτυς Δημήτριε· τούτου γὰρ τῷ ἔρωτι, τρωθεὶς μακάριε, ἐν ἐσχάτοις τοῖς ἔτεσι, στεῤῥῶς ἠγωνίσω, καὶ οἰκείοις αἵμασι, πιστοὺς ἡγίασας· ἔνθεν, μιμητήν σου ἐκτήσω, Παῦλον τὸν κλεινὸν ἀριστέα· μεθ’ οὗ εὐφημοῦντές σε γεραίρομεν.

 

Χαίρων, πρὸς ἀγῶνας ἱερούς, Παῦλε ἀνδρικῶς ἀπεδύσω, ὑπεραρθεὶς τῶν φθαρτῶν, πόθῳ τῷ τοῦ Κτίστου σου, καὶ δι’ ἀσκήσεως, σεαυτὸν καθηράμενος, ἀθλήσει δὲ εἶτα, καὶ οἰκείῳ αἵματι, Χριστὸν ἐδόξασας· ὅθεν, ὡς νεόφωτον ἄστρον, πίστεως σε θείας τιμῶμεν, καὶ Ὁσιομάρτυρα περίδοξον.

 

Χαίροις, ξυνωρὶς ἡ εὐκλεής, τῶν νεοφανῶν Ἀθλοφόρων, τῆς Ἐκκλησίας Χριστοῦ, Ἅγιε Δημήτριε, καὶ Παῦλε Ὅσιε, ἱερεῖα νεόθυτα, Χριστοῦ τοῦ Σωτῆρος, ἄνθη εὐωδέστατα, ὀσμῆς τῆς κρείττονος· χαίρετε, Τριπόλεως δόξα, καὶ πρὸς τὸν Σωτῆρα μεσῖται, καὶ θερμοὶ ἐν πᾶσιν ἀντιλήπτορες.

 

Δόξα. Ἦχος α΄.

Ἀθλητικῶς ἀγωνισάμενοι, διαφόροις χρόνοις, τῶν πάλαι Μαρτύρων, ἰσότιμοι ὤφθητε. Τοῖς γὰρ ἴχνεσιν αὐτῶν βαδίσαντες, καὶ τῆς ἐκείνων δόξης, περιφανῶς ἠξιώθητε· διὸ ὑμᾶς ὁμοῦ τιμῶντες, Δημήτριε τρισμάκαρ, καὶ Παῦλε Ὁσιομάρτυς, πρέσβεις προβαλλόμεθα, πρὸς Χριστὸν τὸν Σωτῆρα, ὡς ἂν δι’ ὑμῶν κομισώμεθα, εἰρήνην σταθηρὰν καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις πανευκλεής, δυὰς Νεομαρτύρων, Δημήτριε θεόφρον, καὶ Παῦλε θεοφόρε, Τριπόλεως οἱ πρόβολοι.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ξίφει τὰς κεφαλάς, ὑπὲρ Χριστοῦ τμηθέντες, Δημήτριε καὶ Παῦλε, ἐτάμετε τῆς πλάνης, τὰς συστροφὰς ἐν Πνεύματι.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Σκέπετε ἐν παντί, ὑμῶν ταῖς προστασίαις, ταύτην ὑμῶν τὴν πόλιν, Δημήτριε καὶ Παῦλε, λαμπρῶς ὑμᾶς γεραίρουσαν.

 

Δόξα. Τριαδικόν.

Ἕνα Σε ὦ Τριάς, Θεὸν καὶ Βασιλέα, δυὰς Νεομαρτύρων, κηρύξατε ἐν ἄθλοις, ἀθλητικῶς ἠρίστευσε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἔλυσε τὴν ἀράν, ὁ Σὸς Υἱὸς Παρθένε, ἐξαναστὰς τοῦ τάφου, καὶ ἔβλυσε τῷ κόσμῳ, ζωὴν καὶ ἀπολύτρωσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Τριπόλεως δόξα καὶ θερμοὶ ἀντιλήπτορες, ἀθλήσαντες ἐν ταύτῃ, Νεομάρτυρες ὤφθητε, Δημήτριε γενναῖε Ἀθλητά, καὶ Παῦλε τῶν Μαρτύρων μιμητά· διὰ τοῦτο τὴν ἁγίαν μνήμην ὑμῶν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.

Σήμερον λάμπει ἡ Τρίπολις, ὑμῶν τὴν ἁγίαν, μνήμην ἄγει ἔνδοξοι, τιμῶσα χαρμονικῶς, ὑμῶν τὴν ἄθλησιν· ἐν ταύτῃ γὰρ ἀνδρικῶς, ὑπὲρ τῆς δόξης Χριστοῦ ἐναθλήσαντες, αἱμάτων ὑμῶν ῥοαῖς, αὐτὴν ἁγίως ἠρδεύσατε κράζουσαν· χαίροις τῶν Νεομαρτύρων, δυὰς θεοτίμητος, ὦ Δημήτριε μάκαρ, σὺν τῷ Παύλῳ τῷ θεόφρονι.

 

Βαβαὶ τῆς θερμῆς ὑμῶν ἀληθῶς, πρὸς Χριστὸν ἀγάπης! Δι’ ἧς ἰσοστάσιοι, τῶν πάλαι θεοειδῶν, Μαρτύρων ὤφθητε, Δημήτριε Ἀθλητά, ὁ καταισχύνας τὴν πλάνην τὴν βέβηλον, καὶ Παῦλε Μάρτυς Χριστοῦ, ὁ καθελὼν τὸν ἀρχέκακον δράκοντα· ὅθεν τῆς ἀφθάρτου δόξης, ἄμφω ἠξιώθητε· διὰ τοῦτο συμφώνως, καὶ ἡμεῖς ὑμᾶς γεραίρομεν.

 

Ὑμᾶς ὁμοῦ μακαρίζομεν, ἐν μιᾷ ἡμέρᾳ, ὡς ἐν πᾶσι σύμφρονας, καὶ Μάρτυρας εὐκλεεῖς, τοῦ Παντοκράτορος, Δημήτριε Ἀθλητά, καὶ θεοδόξαστε Παῦλε μακάριε, καρπούμενοι δαψιλῶς, τῶν πρεσβειῶν ὑμῶν χάριν τὴν ἄφθονον· θαυμαστοὶ γὰρ πολιοῦχοι, ὑμῶν ἀνεδείχθητε, καὶ θερμότατοι πρέσβεις, πρὸς Χριστὸν ἡμῶν ἑκάστοτε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς νομίμως ἀθλήσαντες, ἐν ὑστέροις τοῖς ἔτεσιν, ἐπαξίως Ἅγιοι ἐδοξάσθητε, Παῦλε Μαρτύρων συνόμιλε, καὶ Μάρτυς Δημήτριε, Ἀθλοφόρων κοινωνοί, ἱερώτατα θύματα, τοῦ παντάνακτος· διὰ τοῦτο συμφώνως συνελθόντες, τὴν ἁγίαν ὑμῶν μνήμην, χρεωστικῶς ἑορτάζομεν.

 

Τῶν Μαρτύρων οἱ σύναθλοι, Ἐκκλησίας τὸ στήριγμα, ἄνθη τὰ μυρίπνοοα θείας πίστεως, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἡ βρύσις ἡ δίκρουνος, Ὀρθοδόξων ἡ χαρά, ἡ δυὰς ἡ περίδοξος, ἀνυμνείσθω μοι, τῶν στεῤῥῶν τοῦ Χριστοῦ Νεομαρτύρων, ὁ Δημήτριος καὶ Παῦλος, Πελοποννήσου βλαστήματα.

 

Ἀρδευθεῖσα τοῖς αἵμασι, τοῖς ὑμῶν Νεομάρτυρες, ἐν ὑμῖν σεμνύνεται καὶ εὐφραίνεται, ὑμᾶς ἐνθέως γεραίρουσα, ἡ Τρίπολις Ἅγιοι, καὶ τῇ χάριτι ὑμῶν, καταφεύγει κραυγάζουσα· ὑμεῖς πέλετε, πολιοῦχοι ἡμῶν καὶ θεῖον γέρας, καὶ ὑμῶν τῇ προστασίᾳ, πάσης λυτρούμεθα θλίψεως.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον φαιδρῶς ἐξέλαμψεν, ἡ τῶν διττῶν Νεομαρτύρων μνήμη, Δημητρίου καὶ Παύλου, ἡμᾶς εὐφραίνουσα. Δεῦτε οὖν, οἱ τοῖς ἄθλοις αὐτῶν καυχώμενοι, καὶ τοῖς αἵμασιν ἁγιασθέντες, ἑορτάσωμεν βοῶντες· χαίροις, ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ, τὸ πῦρ δεξάμενος, καὶ μαρτυρικῶς ἀνδραγαθήσας, Δημήτριε ἔνδοξε· χαίροις, ὁ ἐν ἀσκήσει ὁσίᾳ πρώην γυμνασάμενος, καὶ εἶτα ἀθλητικῶς τὸ αἷμα ὑπὲρ Χριστοῦ ἐκχέας, Παῦλε μακάριε· χαίρετε, Πελοποννήσου κρίνα εὐώδη, καὶ τῆς Τριπόλεως προστάται, καὶ πρεσβευταὶ θερμότατοι. Ὡς ἔχοντες παῤῥησίαν πρὸς Χριστόν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).

Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἡ Τρίπολις, τὴν ἐν Θεῷ εὐφροσύνην, λαμπροφοροῦσα τῇ χάριτι· ὅτι ὡς θύματα δεκτά, καὶ προσφορὰς λογικάς, τῷ Χριστῷ προσήγαγες, τοὺς ἐν σοὶ ἀθλήσαντας, Δημήτριον καὶ Παῦλον. Καὶ τὴν περιφανῆ αὐτῶν νίκην θεασαμένη, ὡς δρόσον οὐράνιον, τὸ αἷμα αὐτῶν ἐδέξω. Καὶ νῦν μεσίτας πρὸς Χριστόν, αὐτοὺς πλουτήσασα, καὶ πολιούχους καὶ ἐφόρους, τῷ Σωτῆρι βόησον· Κύριε, ταῖς τῶν Νεομαρτύρων Σου πρεσβείαις, δίδου τῷ λαῷ Σου, ὡς οἰκτίρμων τὰ ἐλέη Σου.

 

Ἦχος β΄.

Τὴν νεοφανῆ τῶν Μαρτύρων δυάδα, τοὺς στεῤῥῶς ὑπὲρ Χριστοῦ, ἐσχάτοις χρόνοις ἀριστεύσαντας, Δημήτριον τὸν ἔνδοξον, καὶ Παῦλον τὸν θεόφρονα, ὁμοφώνως εὐφημήσωμεν. Καιροὶς ἰδίοις γὰρ ἕκαστος, νομίμως ἠγωνίσατο. Καὶ τὸν πρώην τρώσαντα ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, καταβαλόντες ἐθριάμβευσαν, καὶ τῆς θείας ἀγάπης, πᾶσι τὸ κράτος ἐξέφηναν. Τῇ Ἐκκλησίᾳ δὲ ἀνέτειλαν, ὡς ἀστέρες νεόφωτοι, τοῦ νοητοῦ ἡλίου, ἡμῖν τὸ φῶς λαμπαδεύοντες, ὡς ἂν πάσης ῥυώμεθα, παθῶν ἀμαυρώσεως.

 

 

 

 

Ἦχος γ΄.

Τὴν τοῦ Πέτρου μετάνοιαν, ὁλοσχερῶς ζηλώσαντες, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ὡς στρουθία ἐῤῥύσθητε. Καὶ δάκρυσι θερμοῖς, καὶ συντετριμμένῃ ψυχῇ, τοῦ οὐρανίου πυρὸς τὴν φλόγα, ἐν τῇ καρδίᾳ ἐδέξασθε ἔνδοξοι· ἔνθεν μαρτυρικὴν ἐπιδειξάμενοι ἅμιλλαν, πρὸς μαρτυρικοὺς ἀγῶνας, ἀνενδότῳ ἀπεδύσασθε φρονήματι· ἐν οἷς τὸν Χριστὸν δοξάσαντες, τῆς εὐσεβείας τὴν ὁμολογίαν, οἰκείοις αἵμασιν ἐλαμπρύνατε. Ἀλλ’ ὦ Δημήτριε τρισμάκαρ, καὶ Παῦλε Ὁσιομάρτυς, μαρτυρικοῖς στεφάνοις ἐμπρέποντες, μὴ παύσησθε προΐστασθαι, τῶν τιμώντων ὑμῶν τὴν ἄθλησιν.

 

Δόξα. Ἦχος δ΄.

Καινὴν ἄγει ἑορτήν, ἡ Τρίπολις Ἅγιοι, ἐν τῇ καινῇ ὑμῶν ἀθλήσει, εὐσεβείας γενομένη στάδιον, τῶν ὑπὲρ Χριστοῦ ἁγίων ὑμῶν ἄθλων· ἐν ταύτῃ γὰρ ὡς ἥκετε, πλήρεις χάριτος, πλήρεις θείας δυνάμεως, τὴν φρυαττομένην δυσσέβειαν ᾐσχύνατε, τῶν πάλαι Ἀθλητῶν, τὴν εὐσθενῆ παῤῥησίαν, τὸ ἀπτόητον φρόνημα, καὶ τὸ μακάριον τέλος χαρακτηρίσαντες, Δημήτριε καὶ Παῦλε· ὁ μὲν τῷ χρόνῳ προηγούμενος, ὁ δὲ τῷ τρόπῳ ἑπόμενος. Καὶ ἄμφω τῆς θείας δόξης τρυφῶντες, πᾶσι παρέχετε τὰ ἰάματα, καὶ πταισμάτων ἄφεσιν, ταῖς πρὸς Χριστὸν ὑμῶν δεήσεσι.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Νεομαρτύρων δυάς, τῆς εὐσεβείας οἱ νεόδμητοι πρόβολοι, οἱ νέοι Χριστοῦ ὁπλῖται, καὶ στρατιῶται στεῤῥοί, οἱ τὴν πλάνην πᾶσαν θριαμβεύσαντες, Δημήτριε ἔνδοξε, Ἀθλητῶν ἰσοστάσιε, Παῦλε θεόφρον, ὁ ἐν ἄθλοις ἀήττητος, καὶ ὁμότροπος, τῶν Μαρτύρων ἐν σκάμματι, φοίνικες οἱ κατάκαρποι, καρπῶν τῆς ἀθλήσεως, Πελοποννήσου ἡ δόξα, Τριπολιτῶν ἀγαλλίαμα· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, Νεομαρτύρων δυάς, ἄνθη νεόβλαστα ἀρτίως ἀνθήσαντα, λειμῶνι τῆς εὐσεβείας, καὶ οὐρανίαις ὀδμαῖς, Ἐκκλησίαν πᾶσαν κατευφραίνοντα· ἀστέρες νεόφωτοι, οἱ ἀγώνων ταῖς λάμψεσι, νύκτα βαθεῖαν, ἀσεβείας μειώσαντες, καὶ τὸ πλήρωμα, τῶν πιστῶν καταυγάσαντες. Μάρτυρες ἀεισέβαστοι, Ἀγγέλων συνόμιλοι, τῶν Ὀρθοδόξων ἡ δόξα, Παῦλε ὁμοῦ καὶ Δημήτριε, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, Νεομαρτύρων δυάς, οἱ τῆς Τριπόλεως προστάται καὶ ἔφοροι· ἐν ταύτῃ γὰρ τῆς ἀπάτης, τὴν ἐπηρμένην ὀφρύν, συμμαχίᾳ θείᾳ κατασπάσαντες, προθύμως ἐχέατε, δι’ ἀγάπην τοῦ Κτίσαντος, ὑμῶν τὸ αἷμα, καὶ αὐτὴν ἀπειργάσασθε, ἐν ταῖς πόλεσι, μακαρίαν καὶ ἔνδοξον· ὅθεν ὑμῶν τὴν εὔσημον, πανήγυριν ἄγουσα, ὑμῶν τῇ σκέπῃ προστρέχει, Παῦλε ὁμοῦ καὶ Δημήτριε· ᾗ Μάρτυρες θεῖοι, μὴ ἐλλίπητε παρέχειν, τὴν χάριν ἄνωθεν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἡ τοῦ Δαβὶδ ἁγιόφθογγος ῥῆσις, ἐν ὑμῖν καλῶς πεπλήρωται, ἡ φάσκουσα Μάρτυρες· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· ἀδελφοὺς γὰρ ἐν πνεύματι, καὶ Ἀθλητὰς ἰσοκλεεῖς, ἡ τῆς ἀθλήσεως ὑμῶν συμφωνία, ἀληθῶς ὑμᾶς ἀνέδειξεν· ὅθεν Χριστὸς ὁ Κύριος, ἐπὶ τὸ αὐτὸ ὑμᾶς κατοικίζει, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησιν, ὁ τοὺς ἀγῶνας ὑμῶν προσηκάμενος. Ἀλλ’ ὦ Παῦλε καὶ Δημήτριε, νεόθυτοι ἄρνες, τοῦ καλοῦ ποιμένος, πρεσβεύσατε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Τριπόλεως δόξα καὶ θερμοὶ ἀντιλήπτορες, ἀθλήσαντες ἐν ταύτῃ, Νεομάρτυρες ὤφθητε, Δημήτριε γενναῖε Ἀθλητά, καὶ Παῦλε τῶν Μαρτύρων μιμητά· διὰ τοῦτο τὴν ἁγίαν μνήμην ὑμῶν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ἡ σεπτὴ ὑμῶν μνήμη, ἀνέτειλεν ἡμῖν, Νεομάρτυρες θεῖοι, ἀκτῖσι καταυγάζουσα, νοηταῖς ταῖς ψυχαῖς ἡμῶν· ἣν γεραίροντες, ὑμᾶς συμφώνως τιμῶμεν, Παῦλε Ὅσιε, σὺν τῷ κλεινῷ Δημητρίῳ, Τριπόλεως ἔφοροι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Λαμπρῶς εὐφραίνεται, σήμερον Τρίπολις, πανηγυρίζουσα, ὑμῶν τὴν ἄθλησιν· δι’ ἧς γενναῖοι Ἀθληταί, ἐδείχθητε τοῦ Σωτῆρος, ἐν ὑστέροις ἔτεσι, καθελόντες τὸν τύραννον, Παῦλε παμμακάριστε, καὶ Δημήτριε ἔνδοξε· ἣν ῥύεσθε ὑμῶν προστασίαις, πάσης ἀνάγκης τε καὶ βλάβης.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.

Νεομαρτύρων ξυνωρὶς ἡ ἁγία, Πελοποννήσου τὰ πανεύοσμα κρίνα, καὶ τοῦ Χριστοῦ ὁπλῖται οἱ περίδοξοι, Παῦλος καὶ Δημήτριος, εὐφημείσθωσαν ὕμνοις· πᾶσι γὰρ παρέχουσιν, ἰαμάτων τὴν χάριν, ὡς εὐσεβῶν προστάται ἀληθεῖς καὶ πολιοῦχοι, Τριπόλεως ἔνθεοι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δυὰς Μαρτύρων νεοφανῶν, Δημήτριε καὶ Παῦλε, οἱ τὴν Ἁγίαν Τριάδα δοξάσαντες, καὶ τὴν καλὴν ὁμολογίαν, οἰκείοις αἵμασι σφραγίσαντες, τῷ Δεσποτικῷ θρόνῳ, ἐν ὑψίστοις παρεστῶτες, καὶ ταῖς θεαρχικαῖς αὐγαῖς καταλαμπόμενοι, παθῶν ἡμᾶς ζοφώσεως ῥύσασθε, φωτοφόροις ὑμῶν πρεσβείαις, αἰτούμενοι πᾶσι, φωτισμὸν καὶ μέγα ἔλεος.

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γερασίμου.

ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα.

Ἀναστάσεως μελλούσης, τὰς λαμπρὰς ἀπαρχάς, ἤδη κεκληρωμένοι, Παῦλε θεόφρον Ἀθλητά, καὶ Δημήτριε στεῤῥέ, ὑφάναι ὑμῖν, τὸν νοῦν μου λαμπρύνατε, ἐπινίκιον μέλισμα.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, δόξαν τὴν οὐρανίαν, ἣν εὕραντο παρὰ Χριστοῦ, Δημήτριος ὁ εὐκλεής, καὶ Παῦλος ὁμοῦ, λαμπρῶς ἀριστεύσαντες, ἐν ἐσχάτοις τοῖς ἔτεσι.

Οὐρανὸς μὲν ἄνω φέρει, νῦν ὑμῶν τὰς ψυχάς, Μάρτυρες σὺν Ἀγγέλοις, κάτω ὑμεῖς δὲ ἐπὶ γῆς, τῶν λειψάνων τὴν σορόν, πλουτοῦντες ὑμῶν, πηγὴν ἁγιάσματος, ψυχικῶς ἀγαλλόμεθα.

Θεοτοκίον

Γένος ἅπαν τῶν ἀνθρώπων, τῆς ἀρχαίας ἀρᾶς, λέλυται τῷ Σῷ τόκῳ, Θεογεννῆτορ τῷ φρικτῷ· Σὺ γὰρ ἔτεκες ἡμῖν, Χριστὸν τὸν Θεόν, ἡμᾶς ἀνυψώσαντα, πρὸς ζωὴν τὴν αἰώνιον.

 

ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν

Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, Δημητρίῳ καὶ Παύλῳ τοῖς Νεομάρτυσιν· ὅτι ἀρτίως Χριστῷ, ἐτύθησαν οἷάπερ ἀμνοί, νομίμως ἀθλήσαντες.

Νῦν χαίρει ἡ Τρίπολις ὑμᾶς, πολιούχους πλουτοῦσα καὶ ἀντιλήπτορας, καὶ ἑορτάζει φαιδρῶς, τὴν μνήμην ὑμῶν τὴν παμφαῆ, Παῦλε καὶ Δημήτριε.

Χθὲς συνενεκρώθητε Χριστῷ, μαρτυρίου τοῖς πόνοις δοκιμαζόμενοι, σήμερον δὲ σὺν αὐτῷ, Παῦλε καὶ Δημήτριε ὁμοῦ, λαμπρῶς συνδοξάζεσθε.

Θεοτοκίον

τεκες ἡμῖν ὑπερφυῶς, τὸν ἐξ ᾍδου κευθμώνων ἡμᾶς ῥυσάμενον, ἐν ἀνθρωπίνῃ μορφῇ, τὸν πάντων Θεὸν καὶ Ποιητήν, Παρθένε δι’ ἔλεος.

 

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Δυὰς θεοδόξαστε Νεομαρτύρων Χριστοῦ, θεόφρον Δημήτριε καὶ Παῦλε Μάρτυς στεῤῥέ, ἡμῶν ἀγαλλίαμα, ῥύσασθε πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, πάντας τοὺς προσιόντας, τῇ ὑμῶν προστασίᾳ, πρεσβεύοντες τῷ Κυρίῳ, δοῦναι ἡμῖν ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς.

Ἐπὶ τῆς θείας ἀρετῆς, τῶν πάλαι θείων Ἀθλητῶν, στήσαντες ὑμῶν τὰς καρδίας, ἀκλινεῖ φρονήματι, γενναῖοι Νεομάρτυρες, ὁμότροποι αὐτῶν τῆς ἀνδρείας, τῷ τῆς ἀθλήσεως σκάμματι ἐδείχθητε.

Ἄρσεν μὲν Χριστὸς ἐκλήθη, τυθεὶς ὡς ἄκακος ἀμνός· ὑμεῖς δὲ ὡς θύματα τούτῳ, ἄμωμα καὶ τέλεια, σφαγιασθέντες Μάρτυρες, προσήχθητε τελείᾳ καρδίᾳ, Παῦλε θεόφρον καὶ Ἅγιε Δημήτριε.

Ὡς ἐνιαύσιος χαρά, ὑμῶν ἡ μνήμη ἡ λαμπρά, πλήρης δωρεῶν οὐρανίων, Παῦλε καὶ Δημήτριε, περιφανῶς ἐπέφανεν, ἐν ᾗ Τριπολιτῶν αἱ χορεῖαι, ἀγαλλομένῃ καρδίᾳ ἑορτάζουσι.

Ὁ Προφητάναξ μὲν Δαβίδ, ὑμῶν τὴν δόξαν προφωνῶν, Δίκαιος ὡς φοίνιξ ἐβόα, ἀνθήσει ταῖς πράξεσι, ἡμεῖς δὲ Νεομάρτυρες, τὴν ἔκβασιν τρανῶς καθορῶντες, Χριστὸν ὑμνοῦμεν ὑμᾶς τὸν θαυμαστώσαντα.

Θεοτοκίον

άβδος ἀπότιστος ἁγνή, ἀνθηφορήσασα ἡμῖν, οἷα ζωοδώρητον ἄνθος, Χριστὸν τὸν παντάνακτα, ὡς Ἡσαΐας ἔφησεν, ἐδείχθης Μητροπάρθενε Κόρη· διὸ αἰνοῦμεν τὰ θεῖα μεγαλεῖά Σου.

 

ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

Ὀρθρίζοντες ἐν μετανοίᾳ, καὶ ἀντὶ μύρου δακρύων, τὰ χεύματα τῷ Δεσπότῃ, Μάρτυρες προσάγοντες, τούτῳ ᾠκειώθητε, οὗ πρὸ μικροῦ ἐχωρίσθητε.

Τὴν ἄθλησιν ὑμῶν τὴν θείαν, ὡς προσφορὰν παναγίαν, δεξάμενος ὁ Δεσπότης, Παῦλε καὶ Δημήτριε, δικαιοσύνης στέφανον, θείᾳ χειρὶ ὑμᾶς ἔστεψε.

Προσέλθωμεν οἱ Τριπολῖται, ἐν εὐλαβείᾳ ταῖς κάραις, τοῦ Παύλου καὶ Δημητρίου, ἵνα ἀρυσώμεθα, ἁγιασμὸν καὶ ἔλεος, ἐξ αὐτῶν δυνάμει τοῦ Πνεύματος.

Θεοτοκίον

γίων τὸν Ἅγιον Κόρη, σωματικῶς τετοκυῖα, ὡς οὖσα ἡγιασμένη, τὴν κατάραν λέλυκας, καὶ εὐλογίαν ἔβλυσας, πᾶσι τοῖς ὑμνοῦσι τὸν τόκον Σου.

 

ᾨδὴ στ’. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κατῆλθες, ἐξ Ἀνατολῆς ἐν σπουδῇ, πρὸς τὴν Τρίπολιν Δημήτριε Μάρτυς, ἀγάπῃ ἀναφλεχθεὶς τοῦ Χριστοῦ, καὶ διήνυσας, ἀνδρειότητι ψυχῆς, μαρτυρίου τὸν δρόμον.

Φυλάξας, τὴν ὁμολογίαν τὴν σήν, μέχρι τέλους ἣν καλῶς ὡμολόγεις, ὦ Παῦλε, οἷα πηγὴν τῆς ζωῆς, χαίρων τέτμησαι, δι’ ἀγάπην τοῦ Χριστοῦ, τὸν αὐχένα σου Μάρτυς.

Σῶτέρ μου, τῶν νεοφανῶν Ἀθλητῶν, Δημητρίου τε καὶ Παύλου πρεσβείαις, τὰ Σὰ ἐλέη ἀεί, δίδου Κύριε, τῷ λαῷ Σου τῷ πιστῷ, ὡς πηγὴ εὐσπλαγχνίας.

Θεοτοκίον

Σωτῆρα, ἐκ τῶν Σῶν αἱμάτων ἁγνή, τὸν ὑπέρθεον κυήσασα Λόγον, ἀτρέπτως ἀναλλοιώτως ἡμῖν, πύλη πέφηνας, σωτηρίας τοῖς πιστῶς, τὴν Σὴν δόξαν ὑμνοῦσι.

 

 

 

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Ἑορτάζει Τρίπολις, ὑμῶν τὴν πάμφωτον μνήμην, ὡς χαρᾶς ὑπόθεσιν, Δημήτριε σὺν τῷ Παύλῳ, ταύτην γάρ, ῥείθροις φοινίξαντες τῶν αἱμάτων, καύχημα, αὐτῆς ἐδείχθητε καὶ προστάται, Νεομάρτυρες Κυρίου, καὶ πρὸς τὸν Κτίστιν πρέσβεις θερμότατοι.

Ὁ Οἶκος.

Τοῦ μαρτυρίου τὴν ὁδόν, καλῶς τετελεκότες, καὶ τῶν ἀρχαίων Ἀθλητῶν, ἰσότιμοι φανέντες, τῆς Ἐκκλησίας ἀρτιπαγεῖς θεμέλιοι ὤφθητε, τῆς καλῆς ὁμολογίας νεοφανεῖς λαμπτῆρες, καὶ τῶν πιστῶν ἀτίνακτος στηριγμός, ἐν τῷ καιρῷ τῆς χαλεπῆς δουλείας, πανευκλεεῖς ὁπλῖται, τῆς ἀληθοῦς στρατείας, καὶ ἀήττητοι τοῦ παντάνακτος, καὶ εὐσθενεῖς στρατιῶται, Δημήτριε καὶ Παῦλε. Εἰ γὰρ πρὸς καιρὸν ἐν ὁδῷ λοιμῶν ἐπορεύθητε, ἀλλ’ ἐπανελθόντες σοφῶς, ἀθλήσει κατηγωνίσασθε τὸν πονηρὸν κοσμοκράτορα, καὶ αἱμάτων βαφαῖς, ὑπὲρ ἥλιον ἐλάμψατε, καὶ ἀμύθητον χαράν, τοῖς εὐσεβέσιν ἐχορηγήσατε, τῇ περιφανεῖ τῆς καλῆς ὑμῶν μαρτυρίας νίκῃ· διὸ Τρίπολις ἐν ὑμῖν χορεύουσα, πολιούχους ὑμᾶς ἐπιγράφεται, καὶ χαρμονικῶς ἄγει τὴν λαμπρὰν ὑμῶν μνήμην, συντιμῶσα ὑμᾶς, Νεομάρτυρες Κυρίου· ἣν ἀεὶ περιέπετε, ὡς πρὸς τὸν Κτίστην πρέσβεις θερμότατοι.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη  τῶν Ἁγίων Νεομαρτύρων Δημητρίου καὶ Παύλου, ἀθλησάντων ἐν Τριπόλει τῆς Πελοποννήσου, τῶν καὶ πολιούχων αὐτῆς· τοῦ μὲν τῇ ΙΔ’ Ἀπριλίου τοῦ ἔτους 1803, τοῦ δὲ τῇ ΚΒ’  Μαΐου τοῦ ἔτους 1818

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Ὁ Παῖδας ἐκ καμίνου.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, αὐτὸς ὑμῖν δέδωκε, δύναμιν στεῤῥάν, καταβαλεῖν τοῦ δυσμενοῦς, ἐν ἐσχάτοις τοῖς χρόνοις τὰ ἔνεδρα, Δημήτριε καὶ Παῦλε θεόφρον, Χριστὸς ὁ ὑπερένδοξος.

Γυναῖκες ἀντὶ μύρου θεόφρονες, ὑμῖν προσκομίζουσιν, ὡς δῶρα σεπτά, τιμὴν ἐν πίστει καὶ σπουδῇ, ὡς ἐμπρέπει τοῖς Μάρτυσιν Ἅγιοι, Δημήτριε καὶ Παῦλε θεόφρον, ὑμᾶς φαιδρῶς γεραίρουσαι.

Θανάτου λυτρωθέντες τοῦ χείρονος, σοφῶς ἀνανήψαντες, πλάνης ἐκ βυθοῦ, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μαρτυρίου ἀγῶσιν ἰθύνθητε, Δημήτριε καὶ Παῦλε θεόφρον, νομίμως ἀριστεύσαντες.

Ὡς ὄντως παμφαὴς ἡμῖν ἔλαμψεν, ὑμῶν τῆς ἀθλήσεως, μνήμη ἡ λαμπρά, ἐν ᾗ Τριπόλεως λαός, ὁ πιστὸς ἑορτάζει γηθόμενος, Δημήτριε καὶ Παῦλε γεραίρων, ὑμᾶς ὡς θείους φύλακας.

Θεοτοκίον

σχὺν ἡμῖν καὶ δύναμιν ἄνωθεν, ἀεὶ δίδου ἄχραντε, ἅπασαν πατεῖν, τοῦ πολεμίου τὴν μηχανήν, καὶ βαδίζειν τὴν τρίβον τὴν φέρουσαν, πρὸς λῆξιν οὐρανίαν Παρθένε, καὶ κλῆρον ἀδιάδοχον.

 

ᾨδὴ η’. Αὕτη ἡ κλητή.

Αὕτη ἡ σεπτή, καὶ ἁγία ἡμέρα, ἐν ᾗ ἄμφω τιμῶμεν, ὑμᾶς κοινοῖς τοῖς ὕμνοις, Ἀθληταὶ τοῦ Χριστοῦ, Τριπολίτας κατευφραίνει ἐν πνεύματι, πόθῳ ἀνυμνοῦντας, ὑμῶν τὰς ἀριστείας.

Δεῦτε τῶν καινῶν, χαρισμάτων τρυφήσωμεν, τῶν νέων τοῦ Σωτῆρος, καὶ εὐκλεῶν Ἀθλοφόρων· ὡς ἐκ κρήνης καὶ γάρ, ἀναβλύζουσιν ἡμῖν χάριν ἄφθονον, Δημήτριος καὶ Παῦλος, τῇ θείᾳ ἐπομβρίᾳ.

Ἆρον ἄνω, πρὸς τὴν Ἁγίαν Τριάδα, δυὰς Νεομαρτύρων, ὑμῶν τὰς χεῖρας τὰς θείας, ὑπὲρ πάντων ἡμῶν, ἱκεσίαν ἐκτενῆ ἀναπέμποντες, ὡς ἂν λυτρωθῶμεν, ἐκ πάσης ἐπηρείας.

Τριαδικόν

Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, ὁμόδοξε Θεότης, ὁμοβασίλειον κράτος, ῥύου πάσης ὀργῆς, ἱκεσίαις τῶν διττῶν Ἀθλοφόρων Σου, ταύτην Σου τὴν πόλιν, πιστῶς ὀρθοδοξοῦσαν.

Θεοτοκίον

Μήτηρ ἀληθής, τοῦ τῶν ὅλων Δεσπότου, καὶ ἄφθορος Παρθένος, μετὰ τὸν ἄσπορον τόκον, ἀνεδείχθης ἁγνή, τὸν Θεὸν ὑπερφυῶς σωματώσασα· ὅθεν Σε ὑμνοῦμεν, ὑπερδεδοξασμένη.

 

ᾨδὴ θ’. Φωτίζου, φωτίζου.

Φαιδρύνου, ἀγάλλου, πᾶς ὁ Τριπόλεως λαός, Δημητρίου καὶ Παύλου, ἄγων τὴν πανήγυριν· οὗτοι καὶ γάρ, πολιοῦχοι ὑμῶν, καὶ πρεσβευταί, ὤφθησαν Κυρίῳ, ὡς Ἀθληταὶ θεοδόξαστοι.

Ὢ θείας ἀγάπης! ἧς ἀνεφλέχθητε πυρί, καὶ θανεῖν γηθοσύνως, ὑπὲρ Χριστοῦ εἵλεσθε! ἔνθεν Αὐτοῦ, τῆς ἀλήκτου χαρᾶς, συγκοινωνοί, ὤφθητε ἐνδόξως, πανευκλεεῖς Νεομάρτυρες.

Ὢ Πάσχα τοῦ θείου! ὢ αἰωνίου χαρμονῆς! ἧς τρυφᾶν σὺν Ἀγγέλοις, ἤδη ἠξιώθητε, ἧς καὶ ἡμᾶς, μετασχεῖν Ἀθληταί, Παῦλε κλεινέ, σὺν τῷ Δημητρίῳ, Χριστῷ πρεσβεύσατε δεόμεθα.

Οἱ ταύτην τὴν πόλιν, χύσει τοῦ αἵματος ὑμῶν, ἁγιάσαντες ὄντως, Παῦλε καὶ Δημήτριε, πάσης ὀργῆς, συντηρεῖτε αὐτήν, λιταῖς ὑμῶν, ἀσινῆ ἀπαύστως, ὑμᾶς λαμπρῶς μεγαλύνουσαν.

Θεοτοκίον

ψίστου καθέδρα, καὶ θρόνος ὤφθης ὑψηλός, Θεοτόκε Παρθένε, Τοῦτον σωματώσασα· ὅθεν κἀμέ, ἐκ κοπρίας παθῶν, πρὸς ἀληθῆ, ὕψωσον ἀγάπην, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν.

 

 

 

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.

Σαρκὶ θανόντες ἀνδρικῶς, ὑπὲρ Χριστοῦ μακάριοι, ὦ Παῦλε σὺν Δημητρίῳ, ὡς Νεομάρτυρες στεῤῥοί, ὁμοῦ κατηξιώθητε, Πάσχα τῆς ἀφθαρσίας, λαμπρῶς δοξαζόμενοι.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὴν εὐκλεῆ ξυνωρίδα τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Δημήτριον καὶ Παῦλον, εὐφημήσωμεν ἅμα· οὗτοι γὰρ νομίμως ὑπὲρ Αὐτοῦ, ἐν ὑστέροις τοῖς ἔτεσι, τοῦ μαρτυρίου ἀνύσαντες τὴν ὁδόν, ἐπαξίως ἐδοξάσθησαν.

 

Ἐν τῇ Τριπόλει ἐνθέως ἀνδραγαθήσαντες, Δημήτριε καὶ Παῦλε, θείῳ πόθῳ τρωθέντες, ᾐσχύνατε τὴν πλάνην τὴν δυσσεβῆ, ὡς στεῤῥοὶ Νεομάρτυρες, καὶ τῶν πιστῶν κατηυφράνατε τὰς ψυχάς, ἐν τῇ νίκῃ ὑμῶν Ἅγιοι.

 

Ἀγαλλομένῃ καρδίᾳ καθυπομείνατες, Δημήτριε καὶ Παῦλε, τὴν τομὴν τοῦ αὐχένος, συνήφθητε Μαρτύρων θείοις χοροῖς, ὡς αὐτῶν ἰσοστάσιοι, καὶ τῶν βραβείων τῶν ἴσων παρὰ Χριστοῦ, ἐπαξίως ἠξιώθητε.

 

Πελοποννήσου τὰ ἄνθη τὰ εὐωδέστατα, Τριπόλεως τοὺς θείους, καὶ λαμπροὺς πολιούχους, Δημήτριον καὶ Παῦλον τοὺς εὐκλεεῖς, τοῦ Χριστοῦ Νεομάρτυρας, φιλομαρτύρων αἰνέσωμεν οἱ χοροί, ὡς ἡμῶν πρέσβεις πρὸς Κύριον.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἐν τῇ ἀθλήσει ὑμῶν, λαμπρῶς δεδόξασται ἡ Τρίπολις, Νεομάρτυρες ἔνδοξοι. Δόξα γὰρ ὤφθητε αὐτῆς, καὶ γέρας οὐράνιον, τὸν τῆς εὐσεβείας παγκράτιον ἀγῶνα, ἐν ταύτῃ περιφανῶς τελέσαντες. Καὶ νίκης τρόπαιον μέγα ἀράμενοι, ἀμαραντίνῳ διαδήματι, παρὰ Χριστοῦ ἐκοσμήθητε. Ἀλλ’ ὦ Παῦλε καὶ Δημήτριε, ἡμῶν καύχημα καὶ κλέος, πρεσβεύσατε δεόμεθα, ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πάντων τῶν τιμώντων ὑμῶν τὴν ἄθλησιν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἀθλοφόρων νεοφανῶν, δυὰς ἡ ἁγία, καὶ πανένδοξε ξυνωρίς, Δημήτριε καὶ Παῦλε, Πελοποννήσου ῥόδα, Τριπόλεως δὲ κλέος, καὶ ὡράϊσμα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου