ΜΑΪΟΣ ΙΔ΄!!
ΛΕΟΝΤΙΟΣ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς
Ἑορτῆς γ’ καὶ τοῦ Ἁγίου γ’. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
τῶν Ἀγγέλων οἱ χοροί, καὶ τῶν Ἀρχαγγέλων οἱ δῆμοι, καὶ νοερῶν οὐσιῶν, πάντα τὰ
στρατεύματα, ὕμνον ἐπάξιον, φλογεροῖς ὑμῶν στόμασι, προσάξατε πρῶτοι, θείοις
μελῳδήμασι καταγεραίροντες, μέγαν, καὶ κλεινὸν Ἱεράρχην, καύχημα Σιὼν τῆς
ἁγίας, τὸν ἀξιοθαύμασον Λεόντιον.
Πάτμος,
ἑορτάζει εὐλαβῶς, καὶ πανηγυρίζει ἐνθέως, τὴν θείαν μνήμην σου, πᾶσιν
ἐξαγγέλλουσα τὰς φαεινὰς ἀρετάς, τὰς τῆς σῆς ἁγιότητος, Λεόντιε μάκαρ, ἄθλους
καὶ τὰ σκάμματα καὶ τὰ παλαίσματα, ἅπερ, ἐν τῇ ταύτης εἰργάσω, εὐαγεῖ Μονῇ θεοφόρε,
ἧς περ καὶ προέστης θείῳ νεύματι.
Χάριν,
εἰληφὼς παρὰ Θεοῦ, καὶ τῆς προφητείας ἀκτίσι περιλαμπόμενος, πᾶσι τὰ ἐσόμενα
Πάτερ προέλεγες, τὰ μακρὰν δὲ γινόμενα, τόποις ἀποκρύφοις, δῆλά σοι καθίσταντο
καὶ καρδιῶν τὰ κρυπτά, τῶν τε ἐννοιῶν τοὺς κευθμῶνας, καὶ τὰς τῶν ψυχῶν
καταστάσεις, ὁ Χριστὸς ἐδείκνυ σοι Λεόντιε.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱεραρχῶν
τὸ θεῖον ἀγλάϊσμα, καὶ τῶν Ἁγίων Πάντων σεπτὸν ἀγαλλίαμα, παμμακάριστε Πάτερ
Λεόντιε· Ὀρθοδόξου Ἐκκλησίας τὸ στήριγμα, καὶ τῶν αὐτῆς τέκνων ἁγιότητος δεῖγμα
πανθαύμαστον. Σὺ ἐν ταῖς αὐλαῖς Μονῆς τῆς Πάτμου ὥσπερ φοίνιξ ἀνθήσας, τοῖς
σοῖς γλυκυτάτοις καρποῖς, τὴν λογικὴν αὐτῆς ποίμνης καλῶς διέθρεψας. Εἶθ’ οὕτως
ἐν Σιὼν τῇ ἁγίᾳ μετατεθείς, καὶ τὸν θρόνον τοῦ Ἀδελφοθέου θείᾳ βουλήσει
κληρωσάμενος, δίκην ἀστέρος παντὶ τῷ κόσμῳ διέλαμψας, διδαχαῖς καὶ θαύμασι καὶ
ποικίλοις χαρίσμασι. Τὸν δὲ καλὸν ἀγωνισάμενος ἀγῶνα, καὶ τὴν πίστιν τηρήσας,
χειρὶ Θεοῦ ἐστέφθης ἐν οὐρανοῖς ἔνθα μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν ἐν πίστει
τελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν...Τῆς Ἑορτῆς
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Πατριαρχῶν
θειοτάτη ὁμήγυρις, Ἱεραρχῶν ὁ σεβάσμιος σύλλογος, διδασκάλων καὶ ἱερέων
ἁγιόλεκτοι χορεῖαι, μοναζόντων τὰ τίμια τάγματα, ἅπαντες τῆς Ἐκκλησίας οἱ
τρόφιμοι, καὶ τῶν πιστῶν τὰ φιλέορτα συστήματα, προθύμως δεῦτε συνδραμόντες,
τὴν πανσεβάσμιον πανήγυριν τοῦ τρισμάκαρος, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς
πνευματικαῖς εὐφημήσωμεν. Χαίροις, βοῶντες αὐτῷ, ὁ τὴν ἐνεγκαμένην καταλείψας,
καὶ πρὸς τὴν βασιλίδα τῶν πόλεων δραμών, ἔνθα τὰ τῆς ἀρετῆς ἔργα, ὡς ἐν κρυπτῷ
λαθραίως ἐπετέλεις τοῖς πᾶσιν ἀγνοούμενος· χαίροις, ὁ τὴν τῆς Πάτμου Μονὴν ἐκλεξάμενος,
κἀνταῦθα τὸν δίαυλον τῶν ἀρετῶν διανύσας, καὶ τοὺς ἀσκητικοὺς πόνους, καὶ
μαρτυρικοὺς ἀγῶνας κατορθώσας· χαίροις, ὁ ταύτης ἡγησάμενος καλῶς τε καὶ ὁσίως
ποιμάνας τὸ λογικὸν αὐτῆς ποίμνιον, ἣν δυσωποῦμέν σε φυλάττειν ἐκ πάσης
περιστάσεως καὶ πρεσβεύειν Χριστῷ τῷ Θεῷ, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β’.
Τίς
ὁ ἦχος τῶν ἑορταζόντων σήμερον, πρὸς τίνα δὲ τὰ νεοκρότητα ταῦτα ᾄσματα
χαρμοσύνως ἀνάγονται; Τίνος τῶν ἐν Ἁγίοις ἠριθμημένων ἡ ἐνεστῶσα πανήγυρις καὶ
δόξα; Λαοί, φυλαὶ καὶ γλῶσσαι μάθετε καὶ τοῖς πέρασι κηρύξατε. Οἱ τῆς Πάτμου
μιγάδες τὸν ἡμέτερον ἀρχηγέτην καὶ ποιμενάρχην ἄριστον Λεόντιον γεραίρομεν, τὸν
καλὸν ἡμῶν ποιμένα, καὶ τὸν τῆς ἀρετῆς πάνσοφον διδάσκαλον. Ὃν καὶ ἐκτενῶς
δυσωποῦμεν, τοῦ πρεσβεύειν ἀδιαλείπτως, ἄφεσιν δωρηθῆναι ἡμῖν τῶν πλημμελημάτων
ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως λυτρωθῆναι πάσης κολάσεως.
Ἦχος
γ΄.
Χριστοῦ
τὴν πανσεβάσμιον εἰκόνα, ἐν ταῖς καθαραῖς σου χερσὶ βαστάζων ἁγιώτατε Λεόντι,
καὶ ταύτην πυκνῶς κατασπαζόμενος, καὶ τοῖς δάκρυσι βρέχων, Κύριε, Κύριε, ἐβόας,
γνώρισόν μοι ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ταύτην δὲ ὡς
ἐζήτησας εὑρών, καὶ πᾶσαν θλίψιν αὐτῆς καὶ κακουχίαν ὑπομείνας, δι’ αὐτῆς
εἰσῆλθες εἰς τὰ σκηνώματα τῆς οὐρανίου Βασιλείας. Αὐτῆς ἀξίωσον τυχεῖν καὶ
ἡμᾶς, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὸ ἱερόν σου μνημόσυνον.
Ἦχος
δ΄.
Δίκαιος
ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληθυνθήσεται, κρούων τὴν
κινύραν ἐμελώδει ὁ Θεοπάτωρ Δαβίδ. Ταῦτα δὲ τοῦ πνεύματος τὰ ἔπη, καὶ ἐπὶ τῆς
σῆς ἁγιότητος ἐπληρώθη, Λεόντιε παμμακάριστε. Σὺ γὰρ ἐν τῇ λυπρᾷ καὶ ἀγόνῳ
Πάτμῳ ἐξανθήσας ὡς φοίνιξ ὑψίκομος, πολύχουν ἐν αὐτῇ ἀπέδωκας τὸν πνευματικόν
σου καρπόν· δι’ οὗ τὰ τέκνα τάυτης ἐπεύφρανας. Τῆς δὲ ἁγίας Σιὼν τοὺς οἵακας
θεόθεν ἐγχειρισθείς, καὶ τὸν τοῦ Ἀδελφοθέου κληρωσάμενος θρόνον, ηὐξήνθης ἐπὶ μάλλον
καὶ ἐπληθύνθης. Καὶ νῦν δυσωποῦμέν σε οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς,
καρποὺς ἀξίως τῆς μετανοίας, καταξίωσον καὶ ἡμᾶς προσενεγκεῖν τῷ Χριστῷ, καὶ ἐν
ἡμέρᾳ κρίσεως, λυτρωθῆναι τῆς κολάσεως.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου πληρωτὴς ἀκριβέστατος γέγονας, τῆς
λεγούσης· ἡ Βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Σὺ γὰρ
ὑπὲρ πάντα ἀληθῶς σαὐτὸν ἐβίασας, τὴν σάρκα μάστιξι, καὶ ταῖς τοῦ Λώρου
ἀφορήτοις πληγαῖς τραυματίζων, καὶ ἄκουσαν ταύτην πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν
βιάζων· ἀλλὰ καὶ ἐν τοῖς μνήμασι ζῶντα σεαυτὸν ἐμβάλλων, μετὰ τῶν νεκρῶν ἐν
σκότει διημερεύων οὐ διέλιπες. Ὢ τῆς καρτερίας σου! ὢ τῆς μαρτυρικῆς σου
ὑπομονῆς καὶ ἀνδρείας! ὅθεν καὶ πολλῶν θαυμάτων γέγονας αὐτουργός, καὶ τῷ
προφητικῷ κατεκοσμήθης χαρίσματι, καὶ Ἀγγέλοις ἐπιτάττειν ἠξιώθης, ἔτι δὲ καὶ
μετὰ θάνατον, ὄμβρους αἱμάτων τὸ τίμιον ἀνέβλυσε σκῆνός σου Λεόντι. Ἀλλὰ καὶ
ἡμῖν ὄμβρησον πανεύφημε, ψυχῶν καὶ σωμάτων ἰατρείαν, ῥυόμενος ἡμᾶς ἐκ πάσης
περιστάσεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῆς Ἐκκλησίας φωστήρ, τῆς οἰκουμένης τὸ φαιδρὸν ἀγαλλίαμα, ὁ μέγας τῆς
Παλαιστίνης, ἀρχιερεὺς καὶ ποιμήν, Ἱεροσολύμων ὁ θειότατυος, ὁ ἁπλοῦς τε καὶ
ἄκακος, καθαρὸς καὶ ἀμίαντος, κεχωρισμένος, τῶν πραττόντων τὰ ἄθεσμα, ἡνωμένος
τε, τοῖς Χριστὸν ἀγαπήσασιν, οἵτινες τὸν ζυγὸν αὐτοῦ, ἐντόνως ἐβάστασαν, καὶ τὸ
φορτίον δὲ τούτου, τὸ ἐλαφρὸν ὤμοις ἔφερον. Αὐτὸν δυσωποῦντες, τοῦ δωρήσασθαι
τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
τῶν μοναζόντων κανών, καὶ θεῖος τύπος καὶ ὑπόδειγμα ἔνθεον, διδάκτωρ τῆς
σωφροσύνης, τῆς συμπαθείας πηγή, ἐλεημοσύνης νάμα βρύουσα, ὁ πύργος ὁ ἄσειστος,
καρτερίας ἀκράδαντος, ὑπομονῆς τε, ὁ στερέμνιος θέμεθλος, ταπεινώσεως, τὸ
βαθύτατον πέλαγος, ὕψος ἀπερινόητον, ἀγάπης καὶ ἄμετρον· δι’ ἧς ἀνῆλθες
τρισμάκαρ, πρὸς τὸν Θεὸν τὸν ποθούμενον. Αὐτὸν οὖν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Πόνους,
τῆς σῆς ἁγίας σαρκός, τοὺς ἑκουσίους τὰς πληγὰς καὶ τὰς μάστιγας, τοῦ λώρου
φρικώδεις τύψεις, καὶ τὰς ὀδύνας αὐτῶν, τίς ἐξείποι λόγος ὦ Λεόντιε, ἢ τίς
διηγήσεται, τὴν πολλὴν καρτερίαν σου· δι’ ἧς ἐδείχθης, ἀληθῶς ἐθελούσιος,
Μάρτυς τέλειος, προαιρέσει τῇ κρείττονι· ὅθεν καὶ μετὰ θάνατον, τὸ τίμιον
σκῆνός σου, ἔβλυσε ῥεῖθρα αἱμάτων, οἵα πηγὴ ὢ τοῦ θαύματος, τῶν σοὶ
προστρεχόντων, ἰατρεύουσα τὰ πάθη, ψυχῆς καὶ σώματος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὰ
τῶν ᾀσμάτων ἄνθη ἐκ τοῦ νοητοῦ λειμῶνος τῆς Ἐκκλησίας Χριστοῦ, δεῦτε ἀδελφοὶ
προθύμως δρεψώμεθα, καὶ ταῦθ’ ὡς ἐφικτὸν συμπλέξαντες, τῷ μακαριωτάτῳ καὶ
τρισολβίῳ Πατρὶ ἡμῶν Λεοντίῳ προσοίσωμεν λέγοντες· ἰδού σοι ἐπίγειε ἄγγελε, καὶ
οὐράνιε ἄνθρωπε, οἱ ἐν πνεύματι διάδοχοι, ἧς ἐν Πάτμῳ θεαρέστως ἐποίμανας
ποίμνης, τὸ μικρὸν τοῦτο ἐφύμνιον, φόβῳ τε καὶ χαρᾷ σοι προσφέρομεν· φόβῳ μὲν
διὰ τὴν ἁμαρτίαν, ὡς ἀναξίους Ἑαυτοὺς καταστήσαντες· χαρᾷ δὲ διὰ τὴν αὔξουσαν
ἐλπίδα, ὅτι ὡς φιλόστοργος ποιμὴν καὶ ὡς συμπαθέστατος ἀρχειρεύς, δέησιν
ποιήσεις ὑπὲρ ἡμῶν πρὸς Κύριον, ἄφεσιν τῶν παραπτωμάτων δοθῆναι ἡμῖν, καὶ ἐν
ἡμέρᾳ κρίσεως λυτρωθῆναι τῆς κολάσεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὸν
κλεινὸν Ἱεράρχην καὶ φωστῆρα παγκόσμιον, Ἱεροσολύμων
τὸν θρόνον, ἐπαξίως κοσμήσαντα, Λεόντιον
τιμήσωμεν πιστοί, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὸν καλὸν ἡμῶν ποιμένα
ἀνευφημουντες πόθῳ καὶ κραυγαζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σε
στεφανωσαντι, δόξα τῷ δια σου δωρουμενω τοῖς πιστοῖς αφθονα χαρίσματα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐξέλαμψεν
ἰδού, τῇ Χριστοῦ Ἀναστάσει, ἡ μνήμη σου σοφέ, ἱεράρχα Κυρίου, Λεόντιε ἔνδοξε,
τοὺς πιστοὺς καταυγάζουσα, καὶ φωτίζουσα, Θεὸν τῶν ὅλων δοξάζειν, θείοις
θαύμασι, τὴν μακαρίαν ζωήν σου, φαιδρῶς ὡραΐσαντα.
Δόξα.
Λεόντιε
σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε αὐτήν, παῤῥησίαν ὡς ἔχων, πταισμάτων
συγχώρησιν, καὶ παθῶν ἀπολύτρωσιν, δοῦναι ἅπασι, τοῖς σὲ τιμῶσιν ἐκ πόθου, καὶ
δοξάζουσι, τὴν παναγίαν σου μνήμην, Πατέρων ἐκλόγιον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
Δεσπότῃ τῶν ὅλων καὶ Ποιητῇ, ἐκ νεότητος Πάτερ ἀκολουθῶν, τὸν πόθον ἀπέῤῥιψας,
τῶν γηΐνων μακάριε, καὶ πρὸς Αὐτὸν προθύμως τὸν νοῦν καὶ διάνοιαν, ἀνυψῶν ἑώρας
Αὐτοῦ τὴν εὐπρέπειαν, τὸ ἀμήχανον κάλλος, καὶ δόξαν τὴν ἄῤῥητον· ὅθεν
ἐλαμπρύνθης, θεϊκαῖς ἀγλαΐαις, καὶ ἔργοις καὶ θαύμασιν, ἐκοσμήθης ἀοίδιμε,
Ἱεράρχα Λεόντιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τοὺς
αὐτόπτας τοῦ Λόγου καὶ Μαθητάς, δυσωποῦμέν σε μάκαρ παραλαβεῖν, τὸν φίλον
ἐπιστήθιον, Ἰωάννην τὸν ἔνδοξον, καὶ τὸν τούτου ὁμαίμονα τὸν θεῖον Ἰάκωβον, καὶ
τὸν Θωμᾶν δὲ πάλιν λεγόμενον Δίδυμον, σὺν Ἀδελφοθέῳ, τῷ κλεινῷ Ἰακώβῳ, Ὁσίων
ἀγλάϊσμα, θεόφρον Χριστόδουλον, μετὰ τούτων δέησιν προσάγαγε Χριστῷ τῷ Θεῷ,
Λεόντιε τρισόλβιε, τὴν μικρὰν ταύτην ποίμνην, συντηρεῖσθαι ἀλώβητον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
Τῆς
ἀσκήσεως πόνους μάκαρ τῆς σῆς, ποία γλῶσσα λαλήσει τῶν γηγενῶν; σὺ γὰρ βίαν
τέθεικας, τῇ σαρκὶ ὑπὲρ ἅπαντας, καταπιέζων ταύτην νηστείαις δεήσεσι, καὶ
κακουχίαις πάσαις καὶ λύπαις καὶ θλίψεσι, καὶ τοῦ κοινοβίου βαρυτάτοις ἐν
ἔργοις, ἐν οἷς καὶ προστέθεικας τὴν φρικώδη μαστίγωσιν, θεοῤῥῆμον Λεόντιε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεία
χάρις παρὰ Θεοῦ σοὶ δεδώρηται τρισμακάριστε Πάτερ Λεόντιε, τοῦ θεραπεύειν τοὺς
ἀσθενοῦντας, καὶ ὀδυνωμένους παντοιοτρόπως· ὅθεν καὶ τὸν ἐπιστάτην καὶ
ἡγούμενον τὸν σὸν δεινῶς πάσχοντα, καὶ νεκροῦ μηδὲν ἄμεινον διακείμενον, τῷ
εὐλογηθέντι ὑπὸ σοῦ οἴνῳ, καὶ ταῖς πρὸς Θεὸν δεήσεσι τεθεράπευκας, τὴν ἄπειρον
χολὴν ἐμέσαι τοῦτον παρασκευασάμενος. Καὶ ἄλλοις δὲ πλείστοις τὴν ὑγείαν
ἐδωρήσω· διὸ καὶ ἡμᾶς τοὺς ἐπιτελοῦντας τὴν σεβάσμιον μνήμην σου, τῶν κατ’
ἀμφοῖν παθῶν καὶ νόσων ἐλευθέρωσον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Λεοντίῳ,
ἔπαινοι, ἐκ τῶν Πατμίων. ᾨδὴ δέ, Νικοδήμου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Λόγον
μοι δίδου τῷ Πατρὶ συνάναρχε Λόγε, Χριστὲ ὁ Θεός, τῷ προελομένῳ εὐφημῆσαι
σήμερον, τὸν θαυμαστὸν Λεόντιον, οἰκουμένης φωστῆρα, τῆς Ἐκκλησίας τὸ στήριγμα,
τῶν Πατριαρχῶν ἀκροθίνιον.
Ἐμῶν
χειλέων ῥυπαρῶν τὴν δέησιν δέξαι μακάριε, καὶ πρὸς τοὺς σοὺς ὕμνους, ὅλον με
ἱκάνωσον, τὸν ζόφον τῆς καρδίας μου, καὶ παθῶν τὴν ὁμίχλην διασκεδάζων Λεόντιε,
χεῖρα βοηθείας παρέχων μοι.
Οἶκος
ἐγένου ἐξ αὐτῆς γεννήσεως Θεοῦ πανάριστος, καὶ καθαρὸν τούτου, τέμενος
πανθαύμαστον, ἐν ᾧ Πατὴρ ἐσκήνωσεν, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, Λεόντιε παμμακάριστε,
καὶ πολλῶν χαρίτων ἐνέπλησε.
Νεανικὴν
τὴν ἡλικίαν ἄγοντι πόθος εἰσήει πολύς, ἀγαθὰ ποθήσας Πάτερ τὰ οὐράνια, ἃ ὡς ὁ
Παῦλος ἔφησεν, ὀφθαλμὸς μὲν οὖκ εἶδεν, ἡ ἀκοὴ οὐ παρέλαβεν, ἅπερ τοῖς δικαίοις
ἡτοίμασται.
Θεοτοκίον.
Τῇ
σῇ δυνάμει πεπειθὼς ὁ δοῦλός Σου Θεοκυῆτορ ἁγνή, ἱκεσίαν ταύτην ἠρξάμην ὁ
ἄθλιος, αὐτὴ μὲ φωταγώγησον, κατ’ ἀμφοῖν Θεοτόκε, καί γε τὸν πόθον μκου
πρόσδεξαι, καὶ πρὸς τὸν Θεὸν χειραγώγησον.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἱκετηρίαν
τῷ Χριστῷ προσήγαγες θεοφόρε, μετὰ πίστεως θερμῆς καὶ δακρύων, τὴν εἰκόνα τὴν
Αὐτοῦ, πυκνῶς κατασπαζόμενος, καὶ λέγων· γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗπερ
πορεύσομαι.
Ὦ
τῆς μεγίστης περὶ σὲ τοῦ Ἰησοῦ προμηθείας, δεήσεως γὰρ τῆς σῆς ἐπακούσας,
παραυτίκα ὁδηγὸν πέπομφέ σοι Λεόντιε, ἀπλανῆ ὁδηγοῦντα, πρὸς ἀρετῶν τὰς
ἀκρότητας.
Ἐπὶ
τὴν Πάτμον πεφθακώς, ὥσπερ τις πέλεια Πάτερ, ἢ φιλέρημος τρυγὼν ἠβουλήθης,
νοσσιὰν ἐν τῇ Μονῇ τοῦ Θεολόγου πήξασθαι θεοειδῶς, γὰρ ἤνθεις τοῖς ἀρετῶν
ἀγλαΐσμασι.
Πολυανθὴς
ὥσπερ λειμών, πανεύοσμος μὲν ἡ νῆσος, ἡ Μονὴ δὲ ὥσπερ σίμβλον ἐδόκει, ᾧ
ηὐδόκησας σοφέ, κηροπλαστῆσαι ἄριστα, τῆς ἀρετῆς τὸ μέλι, οἵα φερέπονος
μέλισσα.
Θεοτοκίον.
Αἱ
γενεαὶ τῶν γενεῶν Σὲ μακαρίζουσι Κόρη, καὶ δοξάζουσι τὸν θεῖόν Σου τόκον, καὶ
ἡμεῖς οἱ εὐτελεῖς, ἐν ὕμνοις Σὲ γεραίροντες, θερμῶς παρακαλοῦμεν, σῶσον ἡμᾶς
ταῖς πρεσβείαις Σου.
Κάθισμα.
Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Τὴν
τρίβον τὴν στενήν, διοδεύσας θεόφρον, πασῶν τῶν ἀρετῶν, καλλοναῖς ἐξαστράπτων,
εἰσῆλθες ἀγαλλόμενος εἰς ναὸν τὸν οὐράνιον, καὶ παρίστασαι σὺν τοῖς χοροῖς τῶν
Ἁγίων, τῷ Δεσπότῃ σου, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πίστει τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς..
ᾨδὴ
δ’. Σύ μου ἰσχύς, Κύριε.
Ἰχνηλατῶν,
τὴν πολιτείαν τὴν ἔνθεον, τῶν ἀρχαίων Ἀββάδων Λεόντι, τῶν ἀσκησάντων ἐν τῇ
Φαῤῥᾷ, Λιβύῃ Νιτρίῃ, ἐν Θηβαΐδι καὶ ἀλλαχοῦ, ὡσαύτως ἐν Σιναίῳ, Ῥαϊθῷ καὶ ἐν
ἄλλοις, καὶ τούτων συνελέξω, τῶν ἀρετῶν τὰ ἄνθη.
Νοΐ
λαμπρῷ, καὶ ταπεινῷ τῷ φρονήματι, τὸν σταυρόν σου ᾖρας ἐπωμάδιον, καὶ ὥσπερ
ἔλαφος ψαλμική, ἐπὶ τῶν ὑδάτων ὑπακοῆς πρὸς τὰ σκάμματα, διέτρεχες ἀόκνως, τῶ
Κυρίῳ κραυγάζων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Ὅλην
ἐν σοί, χαρισμάτων τὴν ἄβυσσον, ἐσχηκότα, ἔγνωμεν Λεόντιε, τῶν θαυμασίων τὴν
προχοήν, καὶ τῆς προφητείας τὰ ἔνθεα ὑποδείγματα, ἀγάπης τῆς τελείας, τὰ
τεκμήρια πάντα· δι’ ὧν ἡλίου δίκην, ἐξήστραψας τῷ κόσμῳ.
Σοῦ
τὴν ψυχήν, ταῖς ἀρεταῖς κατελάμπρυνας, καὶ ἐγένου, μάκαρ ὡς νεόσμηκτον καὶ
καθαρόν, ἔσοπτρον Θεοῦ, θείας θεωρίας καὶ φωτυυγίας δεχόμενον, καὶ ταύτας
ἐξαστράπτον, τοῖς προσιοῦσι καὶ τιμῶσί σε, μάκαρ ἀοίδιμε.
Θεοτοκίον.
Ἐπὶ
τὴν Σήν, νῦν καταφεύγω ἀντίληψιν, ὁ ἀχρεῖος δοῦλός Σου πανάχραντε, παρακαλῶν,
καὶ ἐκδυσωπῶν, ῥῦσαί με γεέννης, καὶ τοῦ πυρὸς τῆς κολάσεως, ἐξάρπασον Παρθένε,
μερίδι δὲ Δικαίων, σύνταξον Θεοτόκε, ἵνα Σε μεγαλύνω τὴν Δέσποιναν.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Κατεκρίθη
δικαίως, τῆς παρακοῆς ἐργάτης ὁ δείλαιος, ὁ καινὰ αἰτήσας παρὰ σῆς ἁγιότητος
πέδιλα· μὴ λαβὼν δ’ ἀπήει θυμομαχῶν πρὸς τὴν νησίδα, οὗ κατόπιν ἡ δίκη
παρείπετο.
Τῶν
δαιμόνων τὰ πλήθη, ἄφνω τὸν πανάθλιον περιεκύκλωσαν, καὶ φωναῖς ἀγρίαις, εἰς
δειλίαν τοὺς πάντας ἀνέβαλον κατ’ αὐτοῦ
δὲ μόνου χαλαζηδὸν ἔπιπτον, λίθοι μέλη τούτου, καὶ σκεύη συντρίβοντες.
Ὠμοτάτοις
τοῖς λίθοις, ἔπαιον τὸν δύστηνον δαιμόνων φάλαγγες, τὸ πεῖσμα τὸ πεῖσμα, ὥσπερ
ἄγριοι θῆρες κραυγάζοντες· τῆς αὐτῶν κακίας, ῥῦσαι ἡμᾶς ΣωτῊρ τοῦ κόσμου, ὑπακούειν φωτίζων τοῖς ἄρχουσι.
Ναυαγώσιν
ἐνδίκως, πρὸς τῇ Ἰκαρίᾳ λησταὶ ἀλιτήριοι, οἳ τὸν εὐεργέτην, σὲ Λεόντιε ὕβρεσιν
ἔβαλον καὶ Μονῆς τὸ πλοῖον, ἐν τῷ λιμένι κατελθόντες, κακοτρόπῳ βουλῇ
ἀπετέφρωσαν.
Θεοτοκίον.
Παναγία
Παρθένε, Λόγον τὸν πανάγιον ἀποκυήσασα, τῆς ψυχῆς μου πάσαν, ἀθυμίαν καὶ λύπην
ἀπέλασον, καὶ εὐόδωσόν μου, τὸν λογισμὸν τὰ θεῖα πράττειν, ἵνα πίστει καὶ πόθῳ
δοξάζω Σε.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπαίρειν
σε ἡ πληθύς, τῶν μοναστῶν καθικέτευε, πρὸς Βασιλέα εἰπεῖν, καὶ δρᾶσαι τὰ
δέοντα, Λεόντιε ἔνδοξε, ὑπὲρ τῆς Μονῆς σου, ἣν ἀγρύπνως διαφύλαττε.
Τὸ
πνεῦμα τὸ παντουργόν, προλέγειν σε παρεσκεύασεν, εἰ πορευθῶ ἀδελφοί, εἰς
Κωνσταντινούπολιν, τοὐντεῦθεν γινώσκετε, ὅτι ἐν παρόδῳ, κατιὼν τὴν Πάτμον
ὄψομαι.
Μὴ
παύσῃ ὑπὲρ ἡμῶν, καθικετεύει Λεόντιε, ᾧ παρειστήκεις Θεῷ εὑρεῖν ἡμᾶς ἔλεος, ἐν
τῇ ὥρᾳ τῆς κρίσεως, καὶ ταῖς σαῖς πρεσβείαις, λυτρωθῆναι τῆς κολάσεως.
Ἰδών
σου ὁ βασιλεύς, τὴν ἀρετὴν ἀξιάγαστε, ὁ κλῆρος ὁ ἱερός, ἡ σύγκλητος ἅπασα,
προθύμως τὸν θρόνον σοι, Ἱεροσολύμων, θείᾳ νεύσει ἐνεχείρισε.
Θεοτοκίον.
Ὦ
πῶς βαστάζει ἡ γῆ, ἐμὲ τὸν αὐτοκατάκριτον, τὸν ἐν κακίαις πολλαῖς, ἀσώτως
βιώσαντα, καὶ οὐ καταπίνει με· ἀλλὰ Σὺ Παρθένε, Σαῖς πρεσβείαις διασώζεις με.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάρχῳ.
Τὸν
Ἱεράρχην τοῦ Χριστοῦ τὸν ἀξιΰμνητον, ἀνευφημήσωμεν πιστοὶ θεῖον Λεόντιον, τὸν ποιμάναντα τὰ ποίμνια τοῦ Σωτῆρος,
ἐπὶ χλόην ἀρετῶν καὶ θείων πράξεων, τοῖς πανσόφοις αὐτοῦ λόγοις καὶ διδάγμασι,
πρὸς ὃν κράζομεν· Χαίροις Πάτερ τρισόλβιε.
Ὁ
Οἶκος.
Ἄγγελος
ἀνεφάνης, ἐπὶ γῆς θεοφόρε, καὶ ἄνθρωπος οὐράνιος ὤφθης. Τὸ σαρκίον γὰρ Πάτερ τὸ
σόν, πολλαῖς ἀσκητικαῖς ἀγωγαῖς ἔτηξας, καὶ ὅλως δὲ μετάρσιος γεγονώς, παρ’
ἡμῶν ἀκούεις·
Χαίροις,
ὁμόθρονε Ἀποστόλων· χαίροις, συνόμιλε τῶν Μαρτύρων.
Χαίροις,
Ἱεραρχῶν τὸ θεῖον ἀγλάϊσμα·
χαίροις,
τῶν ἀρετῶν αὐτῶν τὸ ἀπάνθισμα.
Χαίροις,
Μάρτυς ἐθελούσιος γεγονὼς τοῦ Ἰησοῦ·
χαίροις,
τῷ πόθῳ πόθον θέμενος, τοῦ τυχεῖν δόξης Αὐτοῦ.
Χαίροις,
χερσὶν οἰκείαις σεαυτὸν τιμωρήσας·
χαίροις,
τὴν Βασιλείαν οὐρανῶν ὁ ἁρπάσας.
Χαίροις,
πολλὰ πλουτήσας χαρίσματα·
χαίροις,
σαφῶς προλέγων τὰ μέλλοντα.
Χαίροις,
ἐπιστροφεῦ ἁμαρτανόντων·
χαίροις,
ὁδηγὲ πλανωμένων.
Χαίροις
Πάτερ τρισόλβιε.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ
Ἁγίου Λεοντίου, Πατριάρχου Ἱεροσολύμων
Λεόντιόν τι ὦ
Λεόντιε πνέων,
σατὰν
καθεῖλες, οἷα μικρὰν ἐμπίδα.
Τῇ δεκάτῃ δὲ
τετάρτῃ νόες ἔνθεν ἄειραν Λεόντιον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἰσιδώρου τοῦ ἐν Χίῳ.
Ἔσαινεν
Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
καὶ πρὸς
τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Οὗτος
ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ἕλκων τὸ γένος ἀπὸ Ἀλεξανδρείας τῆς
πόλεως. Στρατευόμενος δὲ τὴν τοῦ Ὀπτίωνος τάξιν ἐπεῖχε. Κατάρας δὲ ἐν Χίῳ τῇ
νήσῳ μετὰ στρατιωτικῶν πλοίων, ὧν ἐναυάρχει Νουμέριος, διαβάλλεται ὑπὸ Ἰουλίου
Κεντυρίωνος, ὅτι, φησί, σέβεται τὸν Κύριον καὶ τοῖς παρ’ ἡμῖν θεοῖς οὐ προσάγει
σέβας. Τοῦ δὲ Ἁγίου Ἰσιδώρου διαπρυσίως ὁμολογήσαντος τὸν Χριστόν, ὁ Νουμέριος,
τὸ ἀμετάθετον αὐτοῦ κατιδών, προσέταξε τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, καὶ τὸν
τοῦ μαρτυρίου οὕτω στέφανον εἴληφεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Θεράποντος ἐπισκόπου Κύπρου
Ὤφθης
Θεράπων, οἷα θύτης τοῦ Λόγου,
ὤφθης
Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Οὗτος
ὁ Ἅγιος πόθεν τε ἦν, καὶ πόθεν Ὥρμητο, ἢ ἐκ τίνων ἔφυ, ἠ καθ’ οὓς ἐγένετο
χρόνους, ἢ τίσι παραταξάμενος ἐνίκησεν, εὑρὼν τὸν τοῦ μαρτυρίου στέφανον, οὐκ
ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτοῦ συνδιαφθαρέντων τῷ χρόνῳ. Ὅτι δὲ τὸν
μονήρη βίον εἵλετο, δηλοῦσιν αἱ εἰκόνες αὐτοῦ, ἐπὶ τοιαύτης ἰδέας καὶ σχήματος
ἀναγράφουσαι. Καὶ ὅτι Ἐπίσκοπος κατὰ τὴν Κυπρίων γέγονε νῆσον. Καὶ ὅτι τῷ
Χριστῷ προσηνέχθη δι’ αἵματος, καὶ τὸν ἀθλητικὸν ἀγῶνα διήνυσεν, ἐξ ἀρχαίας
φήμης κατὰ διαδοχὴν παρειλήφαμεν, καὶ ἀγράφως παρὰ τῶν προγενεστέρων
διδαχθέντες πιστεύομεν. Ἀνηνέχθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον πρὸς
Κωνσταντινούπολιν, τῶν Ἀγαρηνῶν βουλευσαμένων τῇ Κυπρίων νήσῳ ἐπιτιθέσθαι,
αὐτοῦ τοῦ Ἁγίου δι’ ἐπιφανείας μετατεθῆναι κελεύσαντος. Καὶ νῦν ἔνθα κεῖται,
πηγὰς θαυμάτων ἀναβλύζει ἑκάστοτε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις
Tὴν τῆς
κεφαλῆς ἐκτομὴν εὑρὼν σκάφος,
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀλέξανδρος,
Βάρβαρος καὶ Ἀκόλουθος, ξίφει τελειοῦνται.
Tριῶν
συνάθλων ταῖς τετμημέναις κάραις,
τρία Tριὰς
τίθησιν ἄξια στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καρτεγίου (Cartage)
ἐπισκόπου Λίσμορ τῆς Ἰρλανδίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μάρκος ὁ Κρῆς, ὁ ἐν
Σμύρνῃ μαρτυρήσας, ἐν ἔτει 1645, ξίφει τελειοῦται.
Ἡγεῖτο οὐδὲν
Mάρκος ὁ Kρῆς τὸ ξίφος,
βλέπων
ἀκλινῶς πρὸς τὸ ἐκ ξίφους στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βούλγαρος
ὁ χρυσοχόος, ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νικήτα τοῦ ἐκ Κιέβου, ἐπισκόπου Νόβγκοροντ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Τβερντίσλοβ
τοῦ θαυματουργοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου, ἡγουμένου
τῆς Μονῆς Ῥαφαὴλ τοῦ Τομπόλσκ, τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς
Εἰκόνος τῆς Θεοτόκου ἐν Γιαροσλὰβλ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Νεύσον
πρὸς ὕμνους Ἱεράρχα, τῶν σῶν δούλων ἡμῶν τῶν ἀναξίων, καὶ τὴν λύσιν ἡμῖν τῶν
πεπλημμελημένων, παρὰ Κυρίου αἴτησαι, τοῦ Δεσπότου τῶν ἁπάντων.
Ὦ
τῆς μεγίστης τιμωρίας, ἣν ἐπήγαγε φρικτῶς ἡ θεία δίκη, τοῖς κακοῖς μοναχοῖς, ἢ
μᾶλλον ἀμονάχοις, τοῖς ἐν Κύπρῳ ζήσασι, παρανόμως καὶ ἀσώτως.
Δὸς
ἡμῖν χάριν Ἱεράρχα, μεσιτείαις σου θερμαῖς πρὸς τὸν Δεσπότην, ἀποστῆναι ἡμᾶς
τοῦ βόθρου τῶν πταισμάτων, διὰ τῆς μετανοίας δέ, τῷ Θεῷ εὐαρεστῆσαι.
Ἤδη
ἡ κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἡτοίμασται ψυχή μου, τί βραδύνεις λοιπόν, τί
ἀμελεῖς ἀθλία, πρὸς τὸν Δεσπότην πρόσδραμε, ἐν θερμῇ τῇ μετανοίᾳ.
Θεοτοκίον.
Δέσποινα
Παρθένε, ἀπειρόγαμε ἁγία Θεοτόκε, τὴν ἐν ὕμνοις ἀεί, τιμῶσάν Σε ἀπαύστως,
λογικὴν ποίμνην φύλαττε, ἀπὸ πάσης ἐπηρείας.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Ἐσκοτισμένον
ὄντα με τοῖς πολλοῖς παραπτώμασι, καὶ πεπεδημένον τοῦ ἐχθροῦ ἐν ἕρκεσιν,
οἰκτείρησον Δέσποτα, σπλαγχνίσθητι φιλάνθρωπε, καὶ τῆς μετανοίας καθυπόδειξον
τρίβον, πρεσβείαις Λεοντίου τοῦ κλεινοῦ Ἱεράρχου, οὗπερ ἐπιτλεοῦμεν τὴν
φωτοφόρον μνήμην.
Νῦν
τῆς φωνῆς ἐπάκουσον οἰκετῶν σου Λεόντιε, καὶ παραλαβὼν Χριστοῦ τὸν ἐπιστήθιον,
ὡσαύτως Ἰάκωβον ἐκείνου τὸν ὁμαίμονα, καὶ σὺν τῷ Θωμᾷ, τὸν Ἀδελφόθεον ἅμα
Ἰάκωβον τὸν πάνυ, καὶ θερμὰς τὰς δεήσεις, ποιήσατε Κυρίῳ, ὑπὲρ τῆς ποίμνης
ταύτης.
Ἴσμεν
καὶ ὡς πιστεύομεν, ὅτι εἶπεν ὁ Κύριος, δύο ἐξ ἡμῶν εἴγε καὶ συμφωνήσωσιν ἐπ’
ἀγαθῷ πράγματι, ἔσται αὐτῶν ἡ αἴτησις ἐκπεπληρωμένη, παρὰ Πατρὸς τῶν φώτων· διὸ
καὶ προσδοκῶμεν τῇ συμφώνῳ δεήσει ὑμῶν, τῶν εἰρημένων βοήθειαν εὑρέσθαι.
Κροτήσωμεν
ἐν ᾄσμασιν εὐφημοῦντες, τὸν μέγιστον θεῖον Ἱεράρχην, τὸν κλεινὸν Λεόντιον,
Τριάδος ὑπέρμαχον, δογματιστὴν πανάριστον, ταῖς διδασκαλίαις ταῖς αὐτοῦ
ὁδηγοῦντα, τοὺς πάντας ἀναμέλπειν· ἱερεῖς εὐλογεῖτε, λαοὶ ὑπερυψοῦτε, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁλολαμπὴς
ὡς ἥλιος, ἐκ γαστρός Σου ἀνέτειλεν, ὁ Μονογενὴς Υἱός Ὑψίστου Δέσποινα, καὶ
πάντας κατηύγασε, καὶ τοὺς πιστοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς καὶ ζοφερᾶς
σκοτομήνης, διδάξας ἀναμέλπειν· ἱερεῖς εὐλογεῖτε, λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Δωρήσασθαί
μοι λόγους σεμνοπρεπεῖς, ὦ μακάρια πνεύματα ἄϋλα, καὶ νοερά, θρόνῳ παριστάμενα
τοῦ Θεοῦ, ὅπως ἀξίοις ᾄσμασι, μέλψω τὸν φωστῆρα τὸν παμφαῆ, Λεόντιον τὸν μέγαν,
οὗπερ τὴν θείαν μνήμην, εὐσεβοφρόνως ἑορτάζομεν.
Ἡ
χάρις ἥνπερ εἴληφας ἐκ Θεοῦ, ὑπερβαίνει Ἀγγέλων ἀξίωμα, καὶ νοῦν βροτῶν, σὺ γὰρ
ἀποθνήσκοντι παρεστώς Κυρίλλῳ Θεουπόλεως, ὅτε καὶ Θεόκτιστος συμπαρῆν, τῆς
Κωνσταντίνου πρόεδρος, ὑφ’ οὗ προετράπης δι’ ἀρετήν, τὸν Ἄγγελον Κυρίου,
σφοδρῶς ἐπιτιμῆσαι, ὀδυνομένου ψυχὴν λήψεσθαι.
Μεμάθηκεν ὁ ἄϋλος λειτουργός, τὴν δοθεῖσάν σοι χάριν
Λεότνιε· αὐτίκα γοῦν πληροῖ ὥσπερ δοῦλος τὸ προσταχθέν, καὶ τὴν ψυχὴν ἐχώρισεν,
ἀπὸ τοῦ δεσμοῦ τοῦ σωματικοῦ· διό σε δυσωποῦμεν, ἐν ὥρᾳ τοῦ θανάτου,
ἁμαρτημάτων εὑρεῖν ἄφεσιν.
Ὁ
ἥλιος ἑώρακεν ἀληθῶς, ὡς παράδοξον καὶ μέγα θαυμάσιον, ὑπερφυές, ἡ λάρναξ γὰρ
ἔνθα σου τὸ λείψανον τὸ σεπτόν, ὡς κρήνη πᾶσιν ἔβλυσιν, αἱμάτων Ἁγίων τὰς
προχοάς, εἰς ἴασιν τῶν πίστει, θερμῇ σοι προσιόντων, καὶ εὐφημούντων σε
Λεόντιε.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Παρθένε οἱ εὐτελεῖς, καὶ ἀνάξιοι δοῦλοί Σου κράοζντες, ἐν ταῖς νυξί, καὶ ἐν
ταῖς ἡμέρας πόθῳ πολλῷ· ῥῦσαι ἡμᾶς πανάχραντε, πάσης ἐπηρείας πάσης ὀργῆς, ἐκ
πάσης περιστάσεως, ἐκ παντὸς κινδύνου καὶ συμφορᾶς, καὶ τῆς ἐπουρανίου, καὶ
θείας Βασιλείας, τῆς τοῦ Υἱοῦ Σου καταξίωσον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
δρόμον ἐκτετέλεκας, τὴν πίστιν δὲ τετήρηκας, καὶ τὸν καλὸν δὲ ἀγῶνα, ἠγώνισαι
θεοῤῥῆμον, Λεόντιε μακάριε· διό σε καὶ ὁ Κύριος, κριτὴς ὁ δικαιώτατος,
στεφάνοις ἀμαραντίνοις, κατέστεψεν ἐπαξίως.
Ἕτερον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Σὺν
Ἰωάννῃ πάνσοφε, τῷ σοφῷ Θεολόγῳ, καὶ τῷ αὐτοῦ ὁμαίμονι, καὶ κλεινῷ θεαδέλφῳ,
σὺν τῷ Πατρὶ Χριστοδούλῳ, δέησιν θερμοτάτην, προσάγαγε Λεόντιε, τῇ Ἁγίᾳ Τριάδι
ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει σε εὐφημούντων, καὶ τὴν ἁγίαν μνήμην σου, μετὰ πόθου
τελούντων.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
φιλεόρτων τὰ στίφη δεῦτε συνδράμετε, λευχειμονοῦντες πάντες, τῇ παρούσῃ ἡμέρᾳ,
παγκόσμιον συστήσατε ἑορτήν, καὶ φαιδροτάτην πανήγυριν, ἀνευφημοῦντες ἐν ᾄσμασι
καὶ ᾠδαῖς, τὸν ἱερώτατον Λεόντιον.
Ἐπαγγελίας
ἁγία γῆ προανάκρουσον, τῷ Ἰεράρχῃ ὕμνους, καὶ ᾠδὰς χαρμοσύνους, ἡ Παλαιστίνη
ἅμα καὶ σὺν αὐτῇ, ἡ ὑφήλιος ἅπασα, ἀνευφημείσθωσαν πόθῳ τὰ ὑψηλά, Λεοντίου
κατορθώματα.
Οἱ
ἐν τῇ Πάτμῳ Πάτερες καὶ οἱ οἰκήτορες, τὰ τῶν ᾀσμάτων ἄνθη, ἐγκωμίων τὰ κάλλη,
δρεψάμενοι προθύμως συμπλέξατε νῦν, καὶ στεφάνους ποιήσαντες, τὴν πανσεβάσμιον
στέψατε κορυφήν, Λεοντίου τοῦ θεόφρονος.
Μὴ
διαλίπῃς πρεσβεύειν ᾧ παρειστήκεις Θεῷ, ὑπὲρ τῆς ἐκλογάδος, καὶ τῆς ποίμνης σου
ταύτης, Λεόντιε θεόφρον ὅπως ἀεί, διατηρῆται ἀλώβητος, ἀκαταπόντιστος ἅμα καὶ
ἀβλαβής, στερεά τε καὶ ἀκράδαντος.
Δόξα.
Ἦχος β΄.
Σήμερον,
προφητικῶς ἡ ἁγία Σιών, τῶν Ἐκκλησιῶν μήτηρ πανηγυρίζει. Σήμερον, σὺν τῇ
ἐπιγείῳ ἡ οὐράνιος Ἱερουσαλὴμ εὐφραίνεται, ἐν αῖς αὐλαῖς αὐτῆς δεξαμένη τὸν
Ἱεράρχην Λεόντιον· ὁ χορὸς τῶν Προφητῶν τὸν τῷ ἰδίῳ τῆς προφητείας χαρίσματι
κεκοσμημένον δεξιοῦται. Τῶν Ἀποστόλων ὁ θίασος, τὸν ὁμόθρονον καὶ κατ’ αὐτοὺς
κοπιάσαντα ἀσπάζεται. Μαρτύρων δὲ τὰ ἀπειράριθμα πλήθη τὸν ἐθελούσιον μάρτυρα
εἰσδέχονται. Πατριαρχῶν ὁμήγυρις, καὶ τῶν Ὁσίων τὰ τάγματα, τὸν ἀσκητικοῖς
ἱδρῶσιν ἐῤῥαντισμένον, φιλοφρόνως προσαγορεύουσι. Τῶν Ἀγγέλων στρατεύματα, τὸν
ἐντολὴν τῷ ἄρχοντι αὐτῶν δεδοκότα ἐπιγινώσκουσι, καὶ πρὸς διακονίαν, καὶ
ὑπαντὴν αὐτοῦ περιτρέχουσι. Οἱ δὲ ἐπὶ γῆς ἄνθρωποι, τὰ ἔνθεα ταῦτα κατορθώματα,
πρὸς ἀλλήλους φημίζουσι, καὶ δι’ εὐφήμου ἄγουσι γλώττης· μεθ’ ὧν καὶ ἡμεῖς
δοξολογοῦντες, βοῶμεν· δόξα τῷ ἀναστάντι Χριστῷ, καὶ τοῖς μαθηταῖς ὀφθέντι, καὶ
πρὸς θεογνωσίαν ἐφελκύσαντι τὸν κόσμον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων ἡ
διδαχή, τῶν Πατριαρχῶν τε ἡ θεόμορφος καλλονή· χαίροις τῶν Ὁσίων, ἡ εὔσημος
λαμπρότης, Λεόντιε χαρίτων, θεῖον θησαύρισμα.
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἡγουμένης Ἰσιδώρας
μοναχῆς Ἁγιεροθεϊτίσσης)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι,
ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πατριαρχῶν
τὴν θειοτάτην σφραγίσα, τῶν μοναστῶν ὑπογραμμόν τε καὶ τύπον, τῶν ἡγουμένων
ἔρεισμα καὶ βάσιν στεῤῥάν· μέλψωμεν Λεόντιον, τοῦ Χριστοῦ τὸν ἐργάτην, θείοις
κατορθώμασι, τὸν ἐμπρέψαντα δόξῃ· καὶ μεγαλείοις ἅμα θαυμαστοῖς, τὴν Βασιλείαν
Θεοῦ τὸν τρανώσαντα.
Δόξα.
Ἐκ
τῆς Στρωμνίτσης ὡς ἀστὴρ ἀνατείλας, τῇ φωτοφόρῳ σου Λεόντιε αἴγλῃ, ἐπὶ τὴν
Πάτμον ἔφθασας, ἐν ᾗ εἰς Μονήν, θείου Ἰωάννου τε, Θεολόγου ἡγήθης, καὶ
Ἱεροσόλυμα, Πατριάρχην σε ἔσχον, ἡ Κωνσταντίνου πόλις θησαυρόν, Κρήτη τε ἅμα,
σοφόν σε διδάσκαλον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἱεροσολύμων ἄγγελον, Λεόντιον λιτάζω.
Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἱστίῳ τῶν θείων σου
πρεσβειῶν, Χριστοῦ εἰς λιμένα, καθοδήγησον τοὺς πιστῶς, Λεόντιε ᾄδοντας σὴν
δόξαν· Σιὼν ἁγίας ποιμὴν ἁγιώτατε.
Ἐνδόξου ἐκ γένους
ἀνατραφείς, Στρωμνίτσης ἐν πόλει, ὦ Λεόντιε ἱερέ, προέκοψας χάριτι σοφίας· καὶ
θείας γνώσεως γέγονας ἔσοπτρον.
Ῥημάτων ἐνθεών σου ταῖς
πλοκαῖς, πολλοὺς εἰς τὴν πίστιν, ἐσαγήνευσας τοῦ Χριστοῦ, Λεόντιε Πάτερ
θεοφόρε, Πατριαρχῶν περιβόητον λάλημα.
Ὁ σπόρος τῆς πίστεως τοῦ Χριστοῦ,
εἰς γῆν τῆς καρδίας τῆς ἁγνῆς σου καταπεσών, καρπὸν ἀρετῶν τὸν ζωηφόρον, ἐν
ἀφθονίᾳ Λεόντιε ἔδωκεν.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητος τοῦ
Χριστοῦ, παλάτιον δόξης καὶ καθέδρα βασιλική, ὑπάρχεις πανάσπιλε Μαρία, τὸν
Παντοκράτορα Λόγον ὡς τέξασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐδαμὼς
ὀφθαλμούς σου εἰς νυσταγμὸν ἔδωκας, μήτε τοῖς βλεφάροις σου ὕπνον, μήτε
ἀναύπασιν, τοῖς σοῖς κροτάφους ποσῶς, ὡς ἐραστὴς ἀγρυπνίας, προσευχῆς ὡς φίλος
τε, μάκαρ Λεότνιε.
Λεοντίου
τοὺς τρόπους τοὺς ἱεροὺς Ἄγγελοι, σὺν τοῖς ἐπὶ γῆς ἐπαινοῦσιν, ὕμνοις ἑκάστοτε,
οὗτος σαρκὸς γὰρ ὁρμάς, ὡς βιαστὴς ὑπερεῖδε, τὰς ἀρχὰς τοῦ Πνεύματος,
ἐπιμελούμενος.
Ὑψηλῇ
διανοίᾳ ἐν ἀρετῶν ἅρματι, πόθῳ ἀναβὰς θεαρέστως, μάκαρ Λεόντιε, τὰς τοῦ Θεοῦ
καλλονάς, ἐν τῇ καρδίᾳ σου εἶδες, καὶ Μωσέως γέγονας θεοπτικώτερος.
Μηχανὰς
τοῦ δολίου συντριπτικῶς ἔθραυδας, κράτιστε Λεόντιε σθένει, θείας δυνάμεως, τῶν
μοναστῶν καταστάς, χειραγωγὸς εἰς ἀγῶνας, τοὺς καλοὺς εἰς τέλος τε, νίκης τῆς
κρείττονος.
Θεοτοκίον.
Ὡς
καλὴ ὡς ὡραία ὡς θαυμαστὴ Δέσποινα, πάντων τῶν κτιστῶν ὑπερβαίνεις, τὴν
ὡραιότητα, τὸν τοῦ παντὸς γὰρ Θεόν, τὸν ὑπὲρ πάντας ἀνθρώπους, καλλοναῖς
ὑπέρτερον, ἔσχες ἐν μήτρᾳ Σου.
Ὁδηγήσον,
ἡμᾶς εἰς τρίβον τῆς θείας μυσταγωγίας, ἀνακράζει υἱοπρεπῶς Σιών σοι Λέοντιε, ὡς
ἄγγελος ταύτης καὶ πατριάρχης.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ Πάτμος ἐν σοί, Λεόντιε
ἀγάλλεται, Στρωμνίτσα ὁμοῦ, καυχᾶται τοῖς σπαργάνοις σου, σὺν αὐταῖς ἡ Κρήτη
τε, εὐχαρίστοις ᾄσμασι στέφει σε, καὶ ἐξαιρέτως ἄγει σοι τιμῆς, καὶ δόξης ᾠδῂν
Ἱεροσόλυμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νουνεχὴς καὶ ἀκέραιος,
πρᾶος ταπεινόφρων ἡδὺς καὶ μέτριος, ἐλεήμων συμπαθέστατος, καὶ ἁπλοῦς ὑπήρξας ὦ
Λεόντιε.
Ἀληθείας Λεόντιε, στῦλος
καὶ ἑδραίωμα σὺ εἶ ἄσειστον, τοῦ γὰρ ψεύδους τὰ ἰνδάλματα, τῇ σοφῇ χειρί σου
ἀπεῤῥάπισας.
Γεννηθήτω τὸ θέλμα, σοῦ τὸ
ἀγαθόν τε καὶ ὑπερτέλειον, τῷ Κυρίῳ ὁ Λεόντιος, ἐκ βαθέων ἔκραζε δεόμενος.
Γηθοσύνως γεραίρει σε,
Πάτμος τε καὶ Κρήτη, σοφὲ Λεόντιε, ἐν αὐταῖς γὰρ ἐνασκούμενος, ἐκ Θεοῦ ἐστέφθης
χαριτώνυμε.
Θεοτοκίον.
Εὐλογίας κεφάλαιον, θείας
τε εἰρήνης ὑπάρχεις πέλαγος, Παναγία Μητροπάρθενε, καὶ χρηστῆς ἐλπίδος ἡ
ἐκπλήρωσις.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύχνος τοῦ φωτός, τοῦ ἀΰλου
ὦ Λεόντιε, ὡς ὑπάρχων ἐν λαμπρότητι πολλῇ, εἰς τὴν λυχνίαν, τῆς Σιὼν Χριστός σε
ἔθετο.
Ὅλῃ σου ψυχῇ, καὶ καρδίᾳ
καὶ προθέσει σου, ἀγαπήσας τὸν Δεσπότην τοῦ παντός, Τούτου ὀπίσω, ἠκολούθησας
Λεόντιε.
Νάμασι πυκνοῖς, τῶν δακρύων
σου Λεόντιε, κατεξήρανας παθῶν σου τὰς ὁρμάς, καὶ εὐωδίαν, τὴν ζωήῤῥυτον ἀνέβλυσας.
Λέμβος σαῖς εὐχαῖς, καὶ τὸ
πλοῖον διεσώθησαν, ἀποπλέοντα εἰς Ῥόδον ἐν καιρῷ, τρικυμιώδη, γαληνόμορφε
Λεόντιε.
Θεοτοκίον.
Ἕνα ἐν δυσί, ταῖς θελήσεσι
ἐκύησας, ἀπειράνδρως Θεοτόκε Μαριάμ, Χριστὸν Σωτῆρα, ἐκ φθορᾶς ἡμᾶς
λυτρούμενον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁλόκληρον, σεαυτὸν Λεόντιε,
τῷ Κυρίῳ σου προσέφερες δῶρον, ἐν τῷ Ναῷ, τὰς θυσίας προσάγων, ἀρχιερεὺς ὡς
σεπτός τε καὶ ἔννομος, καὶ θρόνον Ἱερουσαλήμ, τὸν παλαίφατον θείως ἐδόξασας.
Νεκρώσεως, καὶ φθορᾶς τὸ
φρόνημα, τοῖς ἁγίοις σου ἐνέκρωσας τρόποις, τοὺς τῆς ζωῆς, ἐργασάμενος νόμους,
καὶ ἀπαθείας χιτῶνα τὸν ἄφθορον, ἐφόρεσας μετὰ πολλῆς, εὐπρεπείας παμμάκαρ
Λεόντιε.
Τὸ ὄνομα, τοῦ Θεοῦ
ἐδόξασας, τοῖς ἐνδόξοις σου Λεόντιε ἔργοις, τοῦ δὲ ἐχθροῦ, τὴν ἰσχὺν καὶ τὸ
θράσος, τῇ ταπεινώσει σου ὅλως κατήσχυνας, καὶ γέγονας θαυματουργός, τεκμηρίοις
πολλοῖς γνωριζόμενος.
Ἱέρευσας, ἱερῶς Λεότνιε,
τὰς ἁγίας ἐκτελῶν λειτουργίας, ἐν καθαρᾷ, πολιτείᾳ διάγων, καὶ τῶν Ἀγγέλων τὸ
ἔργον ἐζήλωσας· μεθ’ ὧν ἐν θρόνῳ τοῦ Θεοῦ, τὰς εὐχὰς εὐμενῶς προσκομίζετε.
Θεοτοκίον.
Ὀχύρωμα, ἀσφαλὲς καὶ
ἄσειστον, ἐν κινδύνοις Μαριὰμ Σὺ ὑπάρχεις, ὅτι Θεόν, τῶν δυνάμεων μόνη,
ἀπεριγράπτως ἐν μήτρᾳ Σου ἔσχηκας, τὸν σκέπτοντα λαὸν πιστόν, καὶ δυνάμεις τοῦ
σκότους συντρίβοντα.
Ὁδηγήσον,
ἡμᾶς εἰς τρίβον τῆς θείας μυσταγωγίας, ἀνακράζει υἱοπρεπῶς Σιών σοι Λέοντιε, ὡς
ἄγγελος ταύτης καὶ πατριάρχης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν χορείαν τῶν πατριαρχῶν
κατεκόσμησας, καὶ τὰς τάξεις τῶν μοναστῶν κατηγλάϊσας, ἐν ἀγῶσιν ἀσκητικοῖς
Λεόντιε δειχθείς· αὐτῶν πρόμαχος καὶ ἀρχηγός, εἰς Θεολόγου τε Μονήν, ἐν τῇ
Πάτμῳ ἡγούμενος, ὕστερον δὲ εἰς Κρήτην, τὸ στάδιον τῶν ἀγώνων, μετὰ σπουδῆς
καταμαθών, τῷ Κυρίῳ εὐηρέστησας.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. (Κεφ, ιβ΄, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς: Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ
ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με
ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς
ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον
Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς
καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Δόξαν τὴν ἐπίκηρον, ὡς
νουνεχὴς ὑπερεῖδες, καὶ σαὐτὸν Λεόντιε, εἰς καλὰ ἐξέδωκας ἀγωνίσματα· ἐν εὐχῶν
στάσεσιν, ἱεραῖς νηστείαις, καὶ συντόνῳ ἐγκρατείᾳ τε, σαρκὸς κατέπαυσας, τὰ
φθοροποιὰ διαβήματα, εἰς ὕψος ἀνερχόμενος, τῆς ἀγγελικῆς ἀναβάσεως, λύχνος
φωτοφόρος, Χριστοῦ ἐν εὐπρεπείᾳ καταστάς, καὶ τῆς Σιὼν κατεκόσμησας, τὸν θρόνον
τὸν ἅγιον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νουθεσίαις σου θείαις μοναστῶν
συνοδείαν Πάτερ Λεόντιε, ἐστήριζες τῇ πίστει, ἡγούμενος ὡς τούτων, καὶ Πατὴρ
εὐσυμπάθητος, ἐν ἀγαθοῖς τὰς αὐτῶν, πορείας κατευθύνων.
Λαμπρυνθεὶς ὡς χρυσίον, ἐν
καμίνῳ τῆς θείας ἀφιερώσεως, Λεόντιε ἐκλάμπεις, ἀσκήσεως τῷ κάλλει, καὶ τῷ
πλούτῳ τῆς χάριτος, πιστοποιῶν τοῦ Χριστοῦ, τὴν ἄνω Βασιλείαν.
Ἰσχυρότατον ὅπλον κατ’
ἐχθρῶν ἀοράτων ἔσχες Λεόντιε, Σταυρὸν τὸν τοῦ Κυρίου, νηστείαν ἀγρυπνίαν,
προσευχήν τε καὶ δάκρυα, χαμαικοιτίαν σκληράν, καὶ ζῆλον ἐγκρατείας.
Τυραννήσας σὴν σάρκα ἐν
δαρμοῖς ἑκουσίως αὐτῆς Λεόντιε, ἀπέκτεινας τὰ πάθη, καὶ σκότος τῆς ἀγνοίας, τὸ
ζοφῶδες ἐδίωξας, τῆς ζωηφόρου χαρᾶς, λαβὼν τὰς ἀντιδόσεις.
Θεοτοκίον.
Ἀγγελίᾳ Παρθένε Γαβριὴλ
πρωτοστάτου καθυπακούσασα, μετέβαλες τῆς Εὔας, τὴν λύπην καὶ τὸν θρῆνον, εἰς
χαρὰν πανευφρόσυνον, τοῦ Παραδείσου ἡμῖν, ἀνοίξασα τὰς πύλας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ζύμη ὑπάρχων, τῆς καθαρᾶς
ἀληθείας, τὸν οὐράνιον ἔλαβες Ἄρτον, θείας Λειτουργίας, Λεόντιε μετέχων.
Ὡς ἐξαισία, ὡς παναλκής σου
ἡ χάρις, ὡς πολλή σου Λεόντιε μάκαρ, ἡ μεγαλωσύνη, τῆς δόξης σου ὑπάρχει.
Ἰδίοις κόποις, καὶ ἱεροῖς
σου ἱδρῶσι, τῶν ἐν Πάτμῳ καὶ Κρήτῃ Μονῶν σου, στῦλος βακτηρίας, Λεόντιε ἐγένου.
Σκεῦος ὑπάρχων, τῆς ἐκλογῆς
τῆς τιμίας, ἐν καθέδρᾳ Λεόντιε θείᾳ, Ἱεροσολύμων, ἀξίως διετέθης.
Θεοτοκίον.
Ἰδοὺ Σὲ πᾶσαι, αἱ γενεαὶ
τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, καὶ τὰ μεγαλεῖα, τῆς δόξης Σου
ὑμνοῦσιν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δοξάζουσι σὴν δόξαν, Πάτμος
καὶ ἡ Κρήτη, ἐν αἷς Λεόντιε ἔσχες, ἀγῶνας μακρούς, Ἱεροσόλυμα ἅμα, ἐπευλογοῦσί
σε.
Ὡς λύχνος ἐν λυχνίᾳ,
Ἱεροσολύμων, παρὰ Κυρίου ἐτέθης, τοῦ γνῶντος καλῶς, τὴν καθαράν σου καρδίαν,
μάκαρ Λεόντιε.
Ῥιζόθεν τὰς ἀκάνθας, ἔτεμες
τῆς πλάνης, τῇ σῇ Λεόντιε Πάτερ, πανσόφῳ χειρί, καὶ ἀληθείας τὸν στάχυν, πλήρως
ἐθέρισας.
Ἀξίως ἀνεδείχθης,
Ἱεροσολύμων, ὁ Πατριάρχης ὁ μέγας, καὶ δόξαν τὴν σήν, τῇ οἰκουμένῃ ἐκφαίνεις,
θεῖε Λεόντιε.
Θεοτοκίον.
Σοὶ κλίνομεν τὸ γόνυ,
Δέσποινα Παρθένε, οἱ πεπτωκότες τῷ βάθει δεινῶν συμφορῶν, τῇ χειρὶ Παναγία,
πάντας ἐξέγειρον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις τῶν Πατέρων ἡ
διδαχή, τῶν Πατριαρχῶν τε ἡ θεόμορφος καλλονή· χαίροις τῶν Ὁσίων, ἡ εὔσημος
λαμπρότης, Λεόντιε χαρίτων, θεῖον θησαύρισμα.
Ἄνακτι ἀνάκτων μετὰ
σπουδῆς, θείως ἠκολούθεις, ὦ Λεόντιε ἐκ παιδός, τούτου τὰς προστάξεις, τηρῶν
ἐνσυνειδήτως, καὶ βίον ἐξασκήσας τὸν ἀνεπίληπτον.
Ἴχνεσι Πατέρων ἀκολουθῶν,
ἔζης ἐν νηστείᾳ, ἀγρυπνίᾳ καὶ προσευχῇ, εὗρες οὐρανόθεν, Λεόντιε οὖν χάριν, καὶ
δόξης ἐκοσμήθης τῷ διαδήματι.
Ῥόδον ἡδυπνόου προσαγωγῆς,
ἀπὸ τῆς Στρωμνίτσης, ἀνεφύης θεοπρεπῶς, καὶ τὴν οἰκουμένην, Λεόντιε εὐφραίνεις,
τῇ ζώσῃ εὐωδίᾳ, τῶν θαυμασίων σου.
Ἔχει σὲ ἡ Πάτμος
νυμφαγωγός, στῦλόν τε ἡ Κρήτη σε προβάλλει καὶ ὁδηγόν, Ἱεροσολύμων, Λεόντιε ὁ
θρόνος, πλουτεῖ σε Πατριάρχην, φωτοπρεπέστατον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῶν Ὁσίων ἠ τιμή,
τῶν Πατριαρχῶν ἡ ἀκρότης, τῶν μοναζόντων λαμπάς, φῶς τὸ ὑπερκόσμιον, ἡ
διαχέουσα, τῆς ἐνθέου ἀσκήσεως, Λεόντιε μάκαρ, Πάτερ ἁγιώτατε, καὶ θεοπρόβλητε,
θρόνον τὸν σεπτόν τε καὶ πρῶτον, Ἱεροσολύμων κοσμήσας, τῇ πολλῇ τῶν ἐργῶν σου
λαμπρότητι.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου