Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 19. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΣΑΝΤΑ ΚΡΟΥΖ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΣ ΙΘ΄!!
ΙΩΑΝΝΗΣ ΣΑΝΤΑ ΚΡΟΥΖ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐν μέσῳ ἔαρος ὤφθη ἡ σὴ πανήγυρις, Ἱερομάρτυς μύροις, συγκαλοῦσα πρὸς ὕμνον, ἔθνη ὀρθοδόξων πάσης τῆς γῆς, Ἰωάννη Ἀπόστολε· καὶ γὰρ ἐσφάγης ἐσχάτοις ἐν τοῖς καιροῖς, κατασφάττων τὸν ἀλάστορα.

Νυμφοστολήσας σοῖς πόνοις τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν τῇ Μονῇ Ἁγίου, Νικολάου ἐφάνης, θερὸς σὺ ἀντιλήπτωρ ὡς νεωστί, ἐναθλήσας στεῤῥότατα, ὦ Ἰωάννης τῆς Ἄνδρου γόνε λαμπρέ, καὶ ἐν θαύμασι περίδοξε.

Ἀκούτισόν μοι φωνήν σου τὴν ἐξελαύνουσαν, λαοὺς ἐξ ἀπιστίας, πολυθέου τε πλάνης, δεῖξόν μοι σὴν ὄψιν ἐν σταλαγμοῖς, καλλυνθεῖσαν αἱμάτων σου, ὦ Ἰωάννη τῆς Ἄνδρου ὁ γλυκασμός, ὀρθοδόξων σφῦρα ἔνθεος.

Πρὸ τῆς θυσίας σου ἄφνω τῆς Θεομήτορος, ἀνθοφοροῦντες κρίνοι, ἐμαράνθησαν Πάτερ, ὡς μέλλοντες ἀνθίζειν στέφει τῷ σῷ, εἰς Μαρτύρων ὁμήγυριν· ὅθεν μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, Ἰωάννη θεοδόξαστε.

Δόξα. Ἦχος β΄.
Τὰ τῶν ἀρετῶν σου ὑψώματα, Ἱερομάρτυς Ἰωάννη τοῦ Σάντα Κρούζ, πρὸς τὸ ὕψος τῶν Ἀγγέλων ἀναδενδρούμενα, ἡμᾶς εὐφραίνουσι. Τῶν μαρτυρικῶν δὲ ἄθλων σου ὁ κόσμος, ὡς τεθηλότα ἄνθη, τῷ ἡρεμαίῳ πνεύματι τῆς θυσίας, γλαφυρῶς τοῖς κλάδοις ἐπισειόμενα, μυρίζει τὰ πέρατα. Τῇ τοῦ ἀρχετύπου οὖν κάλλους, ὁμοιότητι στίλβων, ἱκέτευε Χριστὸν τὸν Θεόν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Φέγγει τῶν ἀρετῶν, τὴν νέαν γῆν φωτίζεις, καὶ μαρτυρίου ῥείθροις, ἑλκύεις Ἰωάννη, εἰς πίστιν τὴν ὀρθόδοξον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσοντα δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἄφιξιν ἱερῶν ἀμφίων σου μηνύεις, ἐν κωδωνοκρουσίαις, ἐν τῇ Μονῇ τῆς Ἄνδρου, ὦ Ἰωάννη πάντιμε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἔλαμπες μυστικῶς, ἐν σῇ ἱερουργίᾳ, καταμηνύων δόξαν, ἣν ἔνδοθεν κατεῖχες, λατρεύων μέχρις αἵματος.

Δόξα. Τριαδικόν.
Ἔφανας τοῖς λαοῖς, μυστήριον Τριάδος, ὦ Πάτερ Ἰωάννη, εἰς ὄνομα βαπτίζων, Πατρὸς Υἱοῦ καὶ Πνεύματος.

Καὶ νῦν. Θεοτοκίον.
Δάκρυον πρὸ σφαγῆς, Σοῦ μύστου Ἰωάννου, ἐξέχεας Παρθένε, ἐκ σπλάγχνων γὰρ ἐφίλεις, πιστῶς καταφιλοῦντά Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νέου κόσμου τὸ φέγγος καὶ τῆς Ἄνδρου τὸ βλάστημα, Ἱερομαρτύρων τὴν δόξαν, Ἰωάννην τιμήσωμεν, σφαγεὶς γὰρ τῷ ναῷ ὑπὲρ Χριστου, ἀρτίως καταυγάζει Σάντα Κρούζ, καὶ συνάγει ὀρθοδόξους ἀπανταχόθεν ἀνακράζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ προστάτην θαυμαστὸν τοῖς ἔθνεσι δείξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.











ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ἄνδρος ἡ πιστὴ εὐφράνθητι, ἔαρος τῇ ὥρᾳ, μέσῳ κρίνων τέρφθητι, ἐβλάστησε γὰρ ἐκ σοῦ, εὐώδης ῥάδαμνος, τμηθεὶς ἱερουργικῶς, ἐν τῷ ναῷ Ἰωάννης τοῦ Σάντα Κρούζ, συμμίξας τὸ ἑαυτοῦ, θυσίας νάμα Δεσπότου τῷ αἵματι καὶ Ὀρθοδοξίας κλέος, θαυμαστῶς ἐτράνωσε, τὴν καχέσπερον πλάνην ἀφανίσας τελεώτατα.

Ὤφθης ὡς εἰκὼν σφυρήλατος, τὴν μορφήν σου δρόσοις ἱστορήσας αἵματος, σφαγεὶς γὰρ χριστοειδῶς, ἀμνὸς ὡς ἄκακος, ἐπλήρωσας Ἰησοῦ, τῶν παθημάτων τὰ ἴχνη σοῖς μέλεσιν, ἐγκάρδιον ὡς δεχθείς, ἀγάπης βέλος καὶ τόξον γενόμενος, διὰ μαρτυρίας νέας τοὺς πιστοὺς τιτρώσκω νῦν, Ἰωάννη εἰς ἔθνη, ὁ τελέσας Εὐαγγέλιον.

Χρύσεος κλοιὸς λαμπόμενος, σταυρικὸς συσφίγγει, σῷ τραχήλῳ ποίμνην σου, Σταυροῦ καὶ γὰρ τῷ δεσμῷ, τὰ ἔθνη ἥνωσας, ἁλύσσῳ αἰνετικῇ, συνδὼν ἀῤῥήκτως καρδίας πρὸς ὕμνησιν, θαυμάτων ὑπερφυῶν, ἐν Νέῳ Κόσμῳ κεράσας δι’ αἵματος, στόμα Ἐκκλησίας Πάτερ, ἀντικερασάμενος ἐκ πλευρᾶς τοῦ Δεσπότου, Ἰωάννη πόμα ἄῤῥητον.

Πῶς ὡραιώθεις ἐν μώλωψιν, ἀναβαίνεις Πάτερ αἵματι σταζόμενος, Ἀγγέλων ταῖς χαρμοναῖς, εὐφραίνων σύστημα, πιστῶν τῶν ἁπανταχοῦ, συνανυμνούντων τὴν θείαν σου ἄθλησιν. Ἀνάστασιν γὰρ τρανεῖς, ὡς καταργήσας τοῦ ᾍδου φρυάγματα, ἐν σῇ λευκοπύῤῥῳ θείᾳ ἱερέως χάριτι, νεωστὶ ὁ ἀθλήσας, Ἰωάννη Ἄνδρου βλάστημα.

Θείαν σου τιμῶμεν ἅλυσιν, παύουσαν τὸν λόγον, τῷ σῷ Πάτερ λάρυγγι, τὸν Λόγον δὲ νεωστί, τοῖς πᾶσι φαίνουσαν, μελάνῃ γὰρ πορφυρᾷ, κηρύττεις πόθῳ Χριστοῦ Εὐαγγέλιον· ἐν μέσῳ οὖν, παρεστώς, ἡμῶν ἁγνίζεις καρδίας τῇ ὄψει σου, λευκανθισμένῃ κρίνοις, Θεοτόκου χάρισιν, ὁ παρέχων ἡδεῖαν Ἰωάννη ἀγαλλίασιν.

Ὦ τοῦ παραδόξου θαύματος! ἐν ὑστάτοις χρόνοις, τάγματα ἀγάλλονται, Μαρτύρων πανευκλεῶν, ὁρῶντα πρόσφατον, τῆς Ἄνδρου γόνον λαμπρόν, τοὺς ἀσπασμοὺς τῆς Τριάδος δεχόμενον, ἐνδέδυται γὰρ στολήν, πεφοινιγμένην Χριστοῦ εἰς ὁμοίωσιν, καὶ ἐν χαρμονῇ καλεῖται, τοὺς πιστοὺς πρὸς ὕμνησιν, οὗ νυνὶ ἀπολαύει, Ἰωάννης ὁ νεότμητος.



Δόξα. Ἦχος πλ. β΄.
Πρὸς ὃ ἄν τις ἐνατενίσῃ τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα· ὅθεν τὸν Δεσπότην Χριστὸν ἐν σεαυτῷ προσεκτήσω, ὡς ἀτενίσας αὐτοῦ τῇ μορφῇ παμμακάριστε. Οὐδ’ ἱκανὸν δὲ οἰόμενος, προς θεραπείαν τῆς δίψης, ὅλον ἐκχέασθαι τὸν κρατῆρα σῷ στόματι, αὐταῖς ταῖς ληνοῖς ὑποσχεῖν ἐζήτεις τὸ στόμα· ὡς γὰρ ἠθέλησας κατιδεῖν τὸ μυστήριον, πῶς ἐρυθραίνεται τῷ πατητῷ τῆς ληνοῦ, τὰ τοῦ Νυμφίου ἱμάτια, σεαυτὸν προσήγαγες μετασχεῖν τῷ μυστηρίῳ ἐν σφαγῇ. Διὸ Ἱερομάρτυς τοῦ Σάντα Κρούζ, Ἀπόστολε Ἰωάννη, καταυγάσας τὸν Νέον Κόσμον ὀρθοδοξίας τῷ φωτί, πρέσβευε, ἡμᾶς εὑρεῖν τὴν χαράν, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Κυπρίζει ἡ ἄμπελος τῆς Ἐκκλησίας σήμερον, διὰ τοῦ ἄνθους Ἰωάννου καί τις ἐκδίδεται ἀτμὸς εὐωδιάζων, ἡδύς τε καὶ προσηνής, πρὸς τὸ περιέχον Πνεῦμα κατακιρνάμενος. Τοῦτο γὰρ τῶν ἐρώτων ἐστὶ τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ’ εἰς τοὺς πλησίον ἐκφέρειν· θερμὸν γὰρ τῆς ἀγάπης ἡ φύσις. Διὸ Ἰωάννη Ἱερομάρτυς, τοῦ Νέου Κόσμου ἀπόστολε, εὐαγγελιζόμενος μέχρις αἵματος ἤθλησας· ὡς οὖν ἱερεῖον ἄμωμον κατακερματισθεὶς ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἱκέτευε καταλάμπεσθαι ἡμᾶς, ταῖς ἀκτῖσι Ἀναστάσεως.

Ἦχος β΄.
Αἱ ἀρεταί σου ὡς κέδροι, τὸν οἶκον τῆς νυμφικῆς παστάδος κατασφαλίζονται, αἷς ἐννοσεύουσιν αἱ ψυχαὶ ὡς στρουθία, τῶν παγίδων τοῦ ὄφεως ὑπεριπτάμεναι. Καὶ γὰρ τὴν σμύρναν ἐκείνην, τὴν εἰς τὸν ἐνταφιασμὸν τοῦ Χριστοῦ παραληφθεῖσαν, τῇ σαρκὶ τῇ ἰδίᾳ, διὰ τοῦ νεκρῶσαι τὰ μέλη, καταδέξω. Θυροκρουστοῦντος οὖν τοῦ Λόγου, ὤφθησαν αἱ χεῖρές σου πλήρεις σμύρνης. Καὶ νῦν προτεινόμενος τοὺς σοὺς ἄθλους, τοῖς φιλομάρτυσι βοᾷς· Φάγετε οἱ πλησίον καὶ μεθύσθητε ἀδελφοί, τῷ οἴνῳ τῆς ὁμολογίας οἰνοχοῶν αὐτοῖς, ἐν τῷ κραυγάζειν· Κύριε δόξα Σοι.

Ἦχος γ΄.
Τίς οὗτος ὁ ἀναβαίνων λελευκανθισμένος, τῷ Δεσπότῃ σύμμορφος; Ὁ ἱερατικῶς εὐαρεστήσας Χριστῷ, νέος Ἱερομάρτυς, Ἰωάννης ὁ θεσπέσιος. Ἐν πολιτείᾳ γὰρ ἀμέμπτῳ καὶ δογμάτων ὀρθότητι, ἐξέλαμψε ἐν Νέῳ Κόσμῳ, καλλυνθεὶς ἀποστολικῷ πυρὶ καὶ μαρτυρίου τοῖς στίγμασι. Καὶ νῦν πρεσβεύει, μὴ ἀναπόλαυστοι καταληφθῶμεν τῶν τοῦ Χριστοῦ δωρεῶν, οἱ πίστει βοῶντες· Κύριε δόξα Σοι.


Ἦχος δ΄.
Φιλησάτω με ἀπὸ φιλημάτων τοῦ στόματος αὐτοῦ ἔλεγες, Ἱερομάρτυς νεότμητε, τῆς ψυχῆς σου διψώσης προσαγαγεῖν τὸ στόμα, τῷ τὴν ζωὴν πηγάζοντι στόματι· ὅθεν, ῥήματα αἰωνίου ζωῆς, ἐκεῖθεν ἀναβρύοντα, ἐπλήρωσον τὸ σὸν στόμα, Ἀπόστολόν σε δεικνύοντα, Χριστὸν κηρύττοντα μέχρις αἵματος. Διὸ δορκάδι ὡμοιώθης, τοὺς βουνοὺς διαλαμβάνων τοῖς ἅλμασι, καὶ καταπατῶν τῆς τῶν δαιμόνων κακίας ὑψώματα. Χριστὸν οὖν ἱκέτευε, Ἰωάννη θεόσοφε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν νῦν ἐν σοί, τῇ ἀναστασίμῳ χαρᾷ, Ἱερομάρτυς Ἰωάννη τοῦ Σάντα Κρούζ. Κοινὴ γὰρ ἡμῶν, τῶν ἁπανταχοῦ ὀρθοδόξων, ἐστὶ χαρά, τὸ σὸν ἀγαλλίαμα. Τίς τοίνυν ἡ γινομένη διὰ τῆς νυκτὸς ταύτης μυσταγωγία; Εἵλκυσας γὰρ πρὸς σεαυτόν, τοῦ ἀφθάρτου Νυμφίου τὸν πόθον, τοῦ εἰπόντος, ὅτι· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ. Ἀνάγκη δὲ τῷ ἀγαπωμένῳ ἀποκαλύπτειν τὸ ἑαυτοῦ μυστήριον τῷ ἀγαπῶντι· ὅθεν ὁμοιωθεὶς τῷ Δεσπότῃ ἐν τῷ πάθει, ὁμοιώθης καὶ τῇ δόξῃ. Πρέσβευε οὖν, ὡς ἐπιστηθίοις πτυχαῖς τοῦ Χριστοῦ ἡμᾶς ἑστιῶν, εὑρεῖν πάντας ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν τοῖς πλάνοις λαοῖς, ἱερουργήσας τὸ Χριστοῦ Εὐαγγέλιον, ὁμόζηλος Ἀποστόλων, ὦ Ἰωάννη φανείς, Βαβυλῶνος μέσῳ, νέοις ἔτεσι. Σατὰν γὰρ ἐστόμωσας, πλημμυρίδα πανώλεθρον, τῶν σῶν ῥευάτων, ἐν τοῖς αἵμασι Ἅγιε, σφυρηλάτησιν, διὰ πίστιν δεξάμενος. Φάνηθι οὖν Χριστόθυτε, προστάτης θερμότατος, ἐν εὐμενεῖ σου προσώπῳ, καὶ ἱλαρότητι τρόπων σου, παρέχων γλυκεῖαν, τὴν ὀδύνην μετανοίας, καὶ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ λαοξόος ψυχῶν, ὁ ἐγχαράξας ἐν αὐταῖς θεῖα λόγια, ἐν χρόνοις τοῖς ἡμετέροις, ἀπινεύρωσας ἰσχύν, πᾶσαν ἀντιθέων ῥείθροις αἵματος, Χριστοῦ γὰρ ἀπόλαυσις, ἐν σοὶ πόθου ἐγένετο, αἰτία Πάτερ, ὁλοκλήρου μεθέξεως, ἀντιδόντος σοι, ἀγαπῶντι ἀγάπησιν· ὅθεν ἐν σοὶ τὸν λάμποντα, μιμούμενος ἔλαμψας, ὦ Ἰωάννη τῆς Ἄνδρου, πολυτελὲς νεοδώρημα, πιστοῖς Ὀρθοδόξοις, ὁ παρέχων κοινωνίαν, Χριστοῦ τὴν ἄληκτον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ ἡμετέροις καιροῖς, συγκαλεσάμενος ὀρθόδοξον σύνταγμα, πρὸς ὕμνησιν τῶν σῶν ἄθλων, ἐκ τῶν περάτων τῆς γῆς, Θεοτόκου μύστα ἱερώτατε. Τοῦ Πνεύματος μάχαιραν, ἐζωσμένος γὰρ ἔτεμες, σατὰν τὴν πλάνην, φαρμαχθεῖσαν δι’ ὄφεως, τῷ σῷ αἵματι, ἐπιγράψας Ἀνάστασιν· ὅθεν πρὸ τῆς θυσίας σου, ἐξαίφνης ἐξήρανται, τῆς ὑπεράγνου τὰ κρίνα, ὡς ἐν τῷ στέφει σου μέλλον τα, ἀνθίζειν ἀξίως, Ἰωάννη· διὸ αἴτει, ἡμῖν τὸ ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Ὦ καλῶν τραυμάτων καὶ γλυκυτάτων πληγῶν, δι’ ὧν ἡ ζωὴ ἐπὶ τὰ ἐντὸς διαδύεται, ὥσπερ τινὰ θύραν ὑπανοίξασα, τὴν ἐκ βέλους τῆς θείας ἀγάπης διαίρεσιν. Καὶ γὰρ δεχθείς, Ἱερομάρτυς Ἰωάννη, τριπλὴν τῆς ἀκίδος ἀκμήν, τοῦ ἐκλεκτοῦ βέλους, τοῦ μονογενοῦς Θεοῦ καὶ περιχρώσας σῷ αἵματι, συνεδέξω μετᾶ τοῦ βέλους καὶ τὸν τοξότην· ὅτι ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, φησίν, καὶ μονὴν παρ’ αὐτῷ ποιησώμεθα· ὅθεν ὁ πρὸ ὀλίγου στόχος γενόμενος τοῦ βέλους, νῦν ἑαυτὸν ἀντὶ βέλους ἐν ταῖς χερσὶ τοῦ τοξότου παρέχει ἡμῶν τὰς καρδίας καταπλήττων καὶ αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νέου κόσμου τὸ φέγγος καὶ τῆς Ἄνδρου τὸ βλάστημα, Ἱερομαρτύρων τὴν δόξαν, Ἰωάννην τιμήσωμεν, σφαγεὶς γὰρ τῷ ναῷ ὑπὲρ Χριστου, ἀρτίως καταυγάζει Σάντα Κρούζ, καὶ συνάγει ὀρθοδόξους ἀπανταχόθεν ἀνακράζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ προστάτην θαυμαστὸν τοῖς ἔθνεσι δείξαντι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.
































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐν κόσμῳ νυμφικῷ, ἀνελήλυθας Πάτερ, σκηνῶν μαρτυρικῶν, τῆς νυκτὸς ἐν ψεκάσι, λαμπρύνας σὸν μέτωπον, ἐν στεφάνῳ ᾧ ἔστεψε, τοῦ Νυμφίου σου, ὁ ὑπερέξοχος ἔρως, Ὃν ἱκέτευε, ὦ Ἰωάννη θεόφρον, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Ἀνάστα οὖν ἐλθέ, σὺ πλησίον μου ἔφη, Χριστὸς δι’ ὃν ὁ κριός, ὡς κατάσφακτος ὤφθης, καὶ γὰρ ἐπεθύμησα, τῇ σῇ ὄψει ἀγάλλεσθαι, ἣ πεφοίνικται, ὦ Ἰωάννη ἐκ πόθου, ὁμοιώσεως, ἐμῶν παθῶν· διὸ νέμεις, πιστοῖς τὰ ἰάματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εἰς ὀσμὴν τῶν ἰχνῶν σου Πάτερ προσέδραμον, πρὸς ζωηφόρους κοιλάδας τῶν ἀφωτίστων φυλαί, καὶ γὰρ ἔσταξεν ἐκ σῶν, πόνων πανθαύμαστε, μελιτώδης γλυκασμός, ὡς ἐκ πέτρας ζωηρᾶς, ὦ Ἰωάννη θεόφρον, τοῦ Νέο Κόσμου προστάτα, καὶ τῆς Ἑλλάδος πλοῦτε ἄφθορε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀφανίσας τῆς πλάνης τὸν συρφετόν, ὡς νεβρὸς τῶν ἐλάφων θηρομαχῶν, τὸ γένος τοῦ ὄφεως, τῇ σφαγῇ ἐξηνάλωσας, Ἀποστόλων τῷ ζήλῳ, ὦ Πάτερ κοσμούμενος, καὶ πληθὺν ἀπιστούντων, συνάπτων τῷ κτίσαντι· ὅθεν τῆς Παρθένου, δεδεγμένος τὰ μύρα, Νυμφίον ἠγάπησας, ὑπὲρ πᾶσαν ἀπόλαυσιν, Ἰωάννη ὑπέρφωτε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. Ι, 1, 5-8 )
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...



Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χριστοῦ τῆς ἐγέρσεως τῷ φωτί, ἡ μνήμη σου συνεξέλαμψεν Ἰωάννη παμμακάριστε. Πυρωθεὶς γὰρ τὴν ψυχήν, τῷ πυρί, ὃ ἦλθεν βαλεῖν ὁ Χριστὸς ἐπὶ τῆς γῆς ἐπιπαφλάζουσαν κάμινον τῶν θηριογνώμων ἀντιθέων κατέσβεσας. Ἑλκύσας τοίνων ὄμμα Τριάδος ἀγαπητικόν, μαρτυρίῳ σου χρώμενος, ὥσπερ ἅρματι πυρίνῳ Ἠλιοὺ τοῦ Προφήτου ἀνέπτης εἰς παγχαρμόσυνον ἡμέραν, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννην μέλπω, Νέου Κόσμου σέλας.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἰωάννη μυστιπόλε, δωρεῶν τοῦ Χριστοῦ, Ἄνδρου τὸ νέον θαῦμα, δίδου μοι φῶς ἐν τῷ νοΐ, ἐκ πηγῆς τῶν ἀγαθῶν, ἐν πόθῳ ψυχῆς, ὡς ᾄσω τὰ θεῖά σου, ἈΘλοφόρε παλαίσματα.
Ὡς ὀφθεὶς τοῦ Νέου Κόσμου, σελασφόρος ποιμήν, ἔφανας τοῖς ἐν σκότει, πεπλανημένοις καὶ φλογμόν, ἰνδαλμάτων τοῦ σατάν, αἱμάτων βαφαῖς, ἠφάνισας τέλειον, Ἰωάννη ἀρτίθυτε.
Ἀναστάσεως τῷ φέγγει, καταυγάζεις ἡμᾶς, θείῳ σου μαρτυρίῳ· ὅθεν ἐν κρίνοις τῶν ᾠδῶν, στέφομέν σε εὐλαβῶς, τὸν πάντα εἰς ἕν, συνάξαντα χάριτι, ὀρθοδόξους πρὸς ὕμνησιν.
Θεοτοκίον.
Ναρδοπνόοις Σου ῥανίσιν, ἑλκυσθεὶς ὁ Χριστός, ἥνωσε τῇ γαστρί Σου, φύσεις τὰς δύο ὑπὲρ νοῦν, ἀποῤῥήτως σαρκωθείς, Παρθένε ἁγνή· διὸ Σὲ δοξάζομεν, ὡσεὶ κρίνον Χριστόμυρον.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Νέκρωσιν τυπῶν τὴν τοῦ Χριστοῦ, δι’ ἁλύσεως σὸν τράχηλον τέμνῃ πάγχρηστε, τοῦ σοῦ σταυροῦ κοσμηθείς, ὁρμίσκος ἐναίμου χαρμονῆς, δι’ ἧς ἡμᾶς λεύκανον.
Ἤνεσας Παρθένου μυρισμούς, Ἰωάννη καὶ θαύματα ἀνεκήρυξας· διὸ Υἱοῦ σε αὐτῆς, τῦ πάθους παρέσχε κοινωνόν, ἀκάνθαις στεφόμενον.
Νέμεις δωρεῶν μαρμαρυγάς, ἐμφανείας σου ξέναις παρέχων ἴασιν, ὦ Ἰωάννη κλεινέ, ὡς κρούεις τοὺς κώδωνας μηνῶν, χαρὰν ἀναστάσιμον.
Θεοτοκίον.
Μύρον ὡς γεννήσασα ζωῆς, ἐν τοῖς μύροις Σου Μῆτερ τῶν κρίνων ἔπνευσας, τῶν σῶν θαυμάτων ὀσμάς· δι’ ὧν Ἰωάννης Σάντα Κρούζ, ἐνθέως ἐμέθυσε.





Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀκαθέκτῳ τῇ ὁρμῇ, θείας ἀγάπης ἐν σιγῇ, ἀμερίστως μερισθείς, ὤφθης θυσία λογική, ὦ Ἰωάννη θεράπον τῆς Θεοτόκου· ὅθεν καὶ στεφθείς, κρίνοις αἰνέσεως, σφύραις ὡς τμηθείς, σὴν κάραν πάνσεπτον, σφυρηλατεῖς τὴν πίστιν τὴν ὀρθόδοξον, εἰς Βαβυλῶνα ἀντίθεον· καὶ νῦν δυσώπει Ἱερομάρτυς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐκαρδιώθη νυμφικῶς, ἡ Ἐκκλησία διὰ σοῦ, κάλλος θεωροῦσα Νυμφίου, εἰς ἐσθῆτα πνέουσαν, ὀσμὴν λιβάνου σμύρνης τε, ὡς ἔνδυμα γὰρ ἔσχες τὸν Κτίστην, μαρτυρικῶς Ἰωάννη σε δοξάσαντα.
Λευχημονῶν ὡς καταβάς, ἐπὶ τοὺς κήπους τῶν ῥοῶν, ὤφθης νῦν καρπὸς ὁ γλυκάζων, Ἰησοῦ τῷ λάρυγγι, ῥαγεὶς γὰρ ἐν παθήμασι, προσφέρεις ὡς τροφὴν τῷ Δεσπότῃ, τὴν σωτηρίαν ψυχῶν ἅσπερ διέσωσας.
Προσαγαγεῖν ἐπιποθῶν, τῷ Ζωοδότῃ Ἰησοῦ, στόμα σῆς ψυχῆς Ἰωάννη, θείῳ ἐν φιλήματι, ἑλκύεις χάριν Μάρτυρος, ἐν ῥείθροις τε ποτίμοις Σωτῆρος, τῶν ὀρθοδόξων ἡδύνεις τὰ συστήματα.
Θεοτοκίον.
Ὠσεὶ κασσία καὶ στακτή, ἐξ ἱματίων Σου σεπτῶν, στάζουσι Παρθένε ἁγνείας, χάριτες ἡδύπνοοι, Πατρὸς εὐωδιάζουσαι, τοὺς κόλπους καὶ ἐκεῖθεν τὴν κτίσιν, ὑπερκοσμίοις εὐφραίνεις ἐν ἀρώμασι.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέως.
Ναὸν σεαυτὸν ὡς ποιήσας, καὶ ὀροφώσας τὴν στέγην, ἐν κέδροις τῶν ἀρετῶν σου, κυπαρίσσων μύροις τε, εἰς Σάντα Κροὺζ ἐτέλεσαν, σὴν λειτουργίαν αἰνέσεως.
Κενώσει μαρτυρίου σφραγίζεις, σῶν διδαγμάτων τοὺς λόγους· μυχίοις τῆς σῆς καρδίας, ἐνδεσμῶν διάχυτον, τῆς ἀφθαρσίας ἥδυσμα, ὦ Ἰωάννη νεόθυτε.
Ὀθρίσας λειμῶσιν ἀβάτοις, ποιεῖς βλαστάνειν τοὺς κλάδους, ἀνίκμους ἐξ ἀπιστίας, Ἰωάννη ἔμμυρε, ἐν κρίνοις γὰρ ἐποίμανας, Κόρης Παρθένου Θεόπαιδος.
Θεοτοκίον.
Σκορπιῶν πατεῖν φαρμακείας, διδοῦσα Μῆτερ Σῷ δούλῳ ἐδάκρυσας ἐν εἰκόνι, τούτου προμηνύουσα, θυσίαν χριστομίμητον, φέγγει τῆς Σῆς ἀγαπήσεως.





ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Μελίσει, ὤφθης αἱμακτῇ ἐν στολῇ, ἐν ᾗ κλίνει κεφαλὴν ὁ Δεσπότης, καρδίᾳ τῇ καθαρᾷ σου θελχθείς, παῤῥησίᾳ τε, σοῦ κηρύγματος σοφέ, Ἰωάννη τῆς Ἄνδρου.
Ὁ Λόγος, σῶμα ὡς ποιήσας αὐτοῦ, Ἐκκλησίαν τῶν πιστῶν ἐν ἀγάπῃ, προσθήκῃ τῶν σωζομένων τῷ σῷ, λόγῳ πάντιμε, ἑαυτὸν οἰκοδομεῖ, Ἰωάννη θεόφρον.
Ὑψώθης, εἰς τὰς ἀκρωρείας Ἐδέμ, ἐν τοῖς ἅλμασι σεπτοῦ μαρτυρίου, ῥιζώσας τοῦ σοῦ ποιμνίου χαράν, διὰ πίστεως, ὀρθοδόξου καὶ ἀχλύν, διαλύσας τοῦ σκότους.
Θεοτοκίον.
Σὲ τεῖχος, ἔγνωμεν Ἀμὼς Μαριάμ, ἀδαμάντινον ἐξ οὗ τὰς ἀκτινας, ἐμφαίνεις τῆς αἰώνιου ζωῆς, ὡς κυήσασα, τὸν ἐν κόλποις τοῦ Πατρός, ἀϊδίως τελοῦντα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἱερουργήσας σὴν θυσίαν Χριστομίμητον, ὦ Ἰωάννη ὤφθης Ἄνδρου ἐγκαλλώπισμα, τῆς Ἀλάσκας τε ἀπόστολος θεηγόρος, ἀλλ’ ὡς ἔθυσας ψυχὴν ὑπὲρ προβάτων σου, νῦν παρέχεις σῶν θαυμάτων τὰ δωρήματα, τοῖς κραυγάζουσι· Χαίροις Μάρτυς πανόλβιε.
Ὁ Οἶκος.
Ἀΰλων χοροστασίαι ἀνυμνοῦσιν ἐν πόθῳ, τὸν μύστην Ἰωάννην τῆς Ἄνδρου· καὶ γὰρ διὰ Χριστὸν σφαγιασθείς, τὴν Ἐκκλησίαν λαμπρύνει ἐν θαύμασι, παρέχων ταῖς λιταῖς αὐτοῦ χαρίσματα τοῖς βοῶσι·
Χαῖρε, φανέρωσις συγκράσεως θείας·
χαῖρε, ἐνστάλαξις μυστικῆς καινουργίας.
Χαῖρε, τῶν σῶν φίλων ἐπακούων ἐν τάχει·
χαῖρε, σοὺς ἱκέτας ἐνισχύων ἐν θάλπει.
Χαῖρε, ἡ μυρίπνοος συστὰς κρινανθέων·
χαῖρε, αἰρθοβάτα ἀναβάσεων νέων.
Χαῖρε, σκεῦος χρυσόνουν εὐχαριστίας·
χαῖρε, στέφος νεόπλοκον μαρτυρίας.
Χαῖρε, παμποίκιλε ὠτειλαῖς θεουργίας·
χαῖρε, κατάῤῥυτε ῥαντισμοῖς εὐστοργίας.
Χαῖρε, ναοφόρε καρδία εὐθεῖα·
χαῖρε, ἐξεικόνισμα θείας θυσίας.
Χαῖρε, Μάρτυς νεόθυτε.






Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἰωάννης ὁ πρεσβύτερος, ἐν τῇ πόλει Σάντα Κροὺζ τῆς Ἀμερικῆς, ἐν ἔτει 1985, ὑπὸ τῶν σατανιστῶν τελειοῦται
Ἀναιμάκτου θυσίας ὤφθης ἔνθεος θύτης
Ἰωάννη ὁμοῦ τε ὥσπερ ἔναιμον θῦμα.
Δεκάτη γ’ ἐννάτῃ δειρὴν Ἰωάννου τάμον ἀπηνῶς.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τῶν Ἁγίων Ἰουλίου Πρεσβυτέρου καὶ Ἰουλιανοῦ Διακόνου τῶν ἐξ Αἰγίνης.
Δυὰς αὐταδέλφων πυρπολουμένη ζήλῳ,
ἐξ Ἐώας εἰς Δύσιν Χριστὸν καταγγέλλει.
Οὗτοι, ἕλκουσι τὴν καταγωγὴν ἐκ τῆς νήσου Αἰγίνης. Ἐγεννήθησαν· ὁ μὲν Ἰουλιανὸς τῷ 319 μ. Χ, ὁ δὲ Ἰούλιος τῷ 330 μ. Χ., ἐξ εὐπόρων καὶ εὐσεβῶν γονέων, ἀνατραφέντες ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἔτυχον ἐπιμελημένης παιδείας, σπουδάσαντες ἐν Αἰγίνῃ καὶ ἐν συνεχείᾳ ἐν Ἀθήναις, ὁμοῦ μετὰ τῶν Ἁγίων Βασιλείου καὶ Γρηγορίου. Ἐπανακάμψαντες εἰς Αἴγιναν, τρωθέντες ἐξ ἱεροῦ πόθου, ἀπεφάσισαν ὅπως, κηρύξωσι τὸν Χριστὸν τοῖς ἔθνεσιν. Ὅθεν, λαβόντες ἀποστολικὰς ῥάβδους, παρέδοσαν ἑαυτοὺς τῷ Κυρίῳ, δι’ Οὗ ὡδηγήθησαν εἰς τὸ τῶν Ἀθηνῶν κλεινὸν ἄστυ. Ὁ τῆς πόλεως ἐπίσκοπος, ἐχειροτόνησε, τὸν μὲν Ἰούλιον πρεσβύτερον, τὸν δὲ Ἰουλιανὸν διάκονον. Κεκοσμημένοι τῇ τῆς ἱερωσύνης χάριτι ἐξῆλθον εἰς ἄγραν ψυχῶν. Ἐν Κορίνθῳ κηρύττοντες ἐν δυνάμει προὐκάλεσαν τὴν μῆνιν τῶν ἀρειανῶν, οἵτινες ἐπεδίωξαν τὴν θανάτωσιν τούτων. Οἱ Ἅγιοι, χάριτι θείᾳ διαφυλαχθέντες ἐν ἐρήμῳ τόπῳ, ἐσχόλαζον ἐν ἀσκήσει καὶ προσευχῇ. Τῷ 377 μ. Χ. ἀνεχώρησαν ἐκ Κορίνθου διὰ τὴν Ἰταλίαν. Ὁ Κύριος ὅμως ᾠκονόμησεν ἄλλως, καὶ κατ’ ἄγνωστον τρόπον, εὑρέθησαν οὗτοι εἰς τὰς παραδουναβίους χώρας κηρύττοντες Χριστὸν ἐν Βοημίᾳ, Πολωνίᾳ καὶ Οὐγγαρίᾳ. Ἔν τινι κώμῃ ἠλευθέρωσαν νέον τινὰ ἐκ δαιμονίου, ὁδηγήσαντες πλήθη εἰδωλολατρῶν εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Τῷ 379, ἐπὶ αὐτοκράτορος τοῦ ὀρθοδόξου Θεοδοσίου τοῦ μεγάλου, οἱ αὐτάδελφοι ἔρχονται εἰς τὴν Ῥώμην, ἔνθα προσκυνήσαντες τοὺς τῶν Μαρτύρων ἐν κατακόμβαις τάφους, ἔλαβον γραπτὴν ἄδειαν παρὰ τοῦ Θεοδοσίου καὶ τὴν τοῦ Ἁγίου Δαμάσου Ῥώμης εὐχὴν καὶ εὐλογίαν, ὅπως ἐλευθέρως περιοδεύωσι τὴν αὐτοκρατορίαν, κηρύττοντες τὸν Χριστόν. Ἐπεδόθησαν εἰς τὴν ἵδρυσιν Ἐκκλησιῶν καὶ ἀνέγερσιν ναῶν ἐν τῇ περιοχῇ τῆς Ναβάρας, τῆς Λομβαρδίας, τῆς Ἐλβετίας καὶ τοῦ Βορείου Τιρόλου. Εἰς τὴν Μπρέμιαν τῆς λίμνης Ματζόρε οἱ Ἅγιοι ἐτέλεσαν θαῦμα συγκολλήσαντες ἀποκοπὲν δάκτυλον ξυλουργοῦ τινός. Συνολικὰ ἐκτίσθησαν ὑπὸ αὐτῶν ἑκατὸν ἐκκλησίαι. Περὶ τὰς δυσμὰς τοῦ βίου αὐτῶν, οἱ Ἅγιοι ἤχθησαν εἰς τὴν ἀπόφασιν ὅπως διέλθωσι τὸ ὑπόλοιπον τῆς ζωῆς των ἐν ἡσυχαστικῇ μονώσῃ. Διὸ καὶ ἀνεχώρησαν· ὁ μὲν Ἰουλιανὸς εἰς τὸ Γκοτσάνο τῆς λίμνης Ματζόρε, ὁ δὲ Ἰούλιος εἰς τὸ Κούσιον τῆς λίμνης Ὄρτα. Εἰς τὸ ἀκρωτήριον Κάζαρι, τῇ προσευχῇ ἐν κλίνῃ γονάτων, ἐπὶ σκληροῦ βράχου τοῦ Ἁγίου Ἰουλίου ἀνέβλυσε πηγὴ ὕδατος, φέρουσα τὸ τοῦ Ἁγίου ὄνομα ἄχρι τοῦ νῦν. Ἕτερον θαῦμα ἐτέλεσεν, περιπατήσας ἐπὶ τῶν ὑδάτων, ὡς ἐπὶ ξηράν, ἐπὶ τῷ σκοπῷ, ὅπως ἐγκατασταθῇ εἰς ἐρημικὴν βραχονησίδα, ἥτις κατῳκεῖτο ὑπὸ ποικίλων θηρίων, ἑρπετῶν καὶ ὀφέων, ἅτινα θαυμαστῶς ἐξεδιώχθησαν ὑπὸ τοῦ Ἁγίου, τῇ χρήσει τῆς ῥάβδου του.
Οἱ Ἅγιοι ἐκοιμήθησαν ἐν εἰρήνῃ· ὁ μὲν Ἰουλιανὸς τῇ 7ῃ Ἰανουαρίου τοῦ 391, εἰς ἡλικίαν 72 ἐτῶν, ὁ δὲ Ἰούλιος τῇ 31ῃ Ἰανουαρίου τοῦ 401, εἰς ἡλικίαν 71 ἐτῶν. Τὰ δὲ λείψανά των ἀπόκεινται τεθησαυρισμένα ἐν Ἰταλίᾳ, μέρος δὲ τούτων ἐδωρήθη τῇ νήσῳ Αἰγίνης, εἰς τὸν Ναὸν τῶν Αἰγινητῶν Ἁγίων.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου ἐπισκόπου Προύσσης, καὶ τῶν σὺν αὐτῷ· Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου
Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.
Kαλοῦ μετέσχες Ἀκάκιε τοῦ τέλους,
ἀθλητικὸν γὰρ τοῦτό σοι διὰ ξίφους.
Πολύαινος Mένανδρος ἐκτετμημένοι,
Πολλῶν ἐπαίνων ἀξιούσθων ἀξίως.
Ὁ μὲν Πατρίκιος, διὰ τὴν εἰς Χριστὸν πίστιν ἐγκληθείς, παρέστη Ἰουλίῳ τῷ ἐπάρχῳ. Καὶ τούτου πειθεὶν αὐτὸν παντοίως ἐπιχειροῦντος, καὶ τὴν τῶν θερμῶν ὑδάτων προβαλλομένου ἀνάδοσιν, ὡς προνοίᾳ τῶν θεῶν ἐκπυροῦνται, καὶ ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἐκχέονται, ὁ Ἅγιος Μάρτυς ἀντέφησεν, ἐπ’ εὐεργεσίᾳ μὲν τὰ θερμὰ ἀναδίδοσθαι ὕδατα, τῇ δὲ δυνάμει τοῦ Χριστοῦ, τάξαντος δύω τόπους, τὸν μὲν ἀγαθῶν ἔμπλεων ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὸν δὲ σκότους καὶ πυρὸς ἔνθα κατακριθήσονται οἱ ἁμαρτωλοί, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Καὶ ὅτι τὸ πῦρ εἰς πᾶσαν τὴν κτίσιν ἐνέθηκεν ὁ Θεός, καὶ τοῖς ἄλλοις στοιχείοις ἀνέμιξε, καὶ ἔστι μὲν ὑπεράνω τοῦ στερεώματος πῦρ καὶ ὕδωρ, ἔστι δὲ καὶ ὑποκάτω τῆς γῆς, ἐξ οὗ ἀναδιδόασιν αἱ πηγαί, αἱ μὲν πλησιάζουσαι τῷ πυρί, θερμόν, αἱ δὲ πολὺ τούτου ἀπέχουσαι ψυχρόν. Καὶ τοιαῦτα πολλὰ ἕτερα εἰπών, προστάξαντος τοῦ ἄρχοντος, μέσον τῶν ἀναδιδομένων ἐβλήθη θερμῶν, τῶν δὲ τοὺς βάλλοντας μᾶλλον ἢ τὸν βληθέντα βλαψάντων, ἐξῆλθεν ὁ Ἅγιος ἀβλαβής. Καὶ τὴν διὰ ξίφους ἀπόφασιν δεξάμενος μετὰ Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μέμνωνος τοῦ θαυματουργοῦ
Ὑπνοῖ τι μικρὸν ἁρπαγὴν τὴν ἐσχάτην,
Tὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ Mέμνων μένων.
Οὗτος, ἀποταξάμενος τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, δικαίως καὶ εὐαρέστως διήνυσε τὴν ζωήν του μὲ ὑπακοὴν καὶ ὑποταγήν, διὸ ἔγινε καὶ ἡγούμενος μοναχῶν. Ἀποκτήσας δὲ πραότητα καὶ ἀγάπην, ἔγινε καὶ θαυματουργός, διότι μίαν φορὰν ἔπεσον ἀκρίδες εἰς τὰ χωράφια τοῦ μοναστηρίου, ὅθεν ποιήσας εὐχὴν ὁ Ἅγιος, τὰς ἐδίωξεν ὅλας ὡς ἂν ἦτο πῦρ, καὶ τὰς ἔπνιξεν εἰς τὸν ποταμόν. Οὗτος, ἀνέβλυσε νερὸν διὰ προσευχῆς του εἰς τόπον ἅνυδρον, τὸ ὁποῖον ἕως τῆς σήμερον ἀναβρύει εἰς δόξαν Χριστοῦ. Οὗτος ἐφάνη μίαν φορὰν εἴς τινα ναύτας, ἐν καιρῷ τρικυμίας ἐπικαλεσθέντας καὶ ζητοῦντας τὴν βοήθειάν του, καὶ ἐπιστὰς εἰς αὐτούς, ἐκυβέρνα τὸ πλοῖον αὐτῶν καὶ ἐπροθυμοποίει τοὺς ναύτας, ὅθεν εἰς ὀλίγην ὥραν ἀβλαβεῖς αὐτοὺς εἰς τὸν λιμένα διέσωσε. Μὲ τοιαῦτα θαυμάσια διανύσας ὁ ἀοίδιμος τὴν ζωήν του, ἐχάριζε σωτηρίαν εἰς ὅσους τὸν ἀπεκαλοῦντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκολούθου
Ὁ Μάρτυς Ἀκόλουθος ὡς πρὸς παστάδα,
ἐπηκολούθει τοῖς ἄγουσι πρὸς φλόγα.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ ἐν ἔτει 200, καταγόμενος ἀπὸ τὴν Θηβαΐδα τῆς Αἰγύπτου, τῆς ἐν Ἑρμουπόλει. Διὰ δὲ τὴν πίστιν καὶ ὁμολογίαν τοῦ Χριστοῦ, προσαχθεὶς εἰς τὸν ἐκεῖ εὑρισκόμενον ἡγεμόνα, οὔτε μὲ κολακείας ἐδελεάσθη, οὔτε μὲ φοβερισμοὺς ἐδειλίασε. Διὰ τοῦτο πρῶτον μὲν ἐκρέμασαν ἀπὸ τὸν λαιμόν του πέτραν βαρεῖαν, ἔπειτα δὲ ἔλαβον ἀπόφασιν νὰ θανατωθῇ διὰ πυρός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Κυριακή, καὶ οἱ σὺν αὐτῇ 6 παρθένες, ἐν Νικομηδείᾳ, ἐν ἔτει 307, πυρὶ τελειοῦνται.
Aἰώνιον φεύγουσα πῦρ ἐχεφρόνως,
Kυριακὴ πρόσκαιρον ἡδέως φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοτίμη, ξίφει τελειοῦται.
Tιμὴ Θεὸς πέφυκε τῇ Θεοτίμῃ,
ἥν τιμίαν τίθησι Μάρτυρα ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πούδη, του Ῥωμαίου συγκλητικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δουνστάνου, ἀρχιεπισκόπου Καντουαρίας τῆς Ἀγγλίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ῥωμύλου, Ῥωμανοῦ, Νέστωρος, Σισσώη, Γρηγορίου, Νικοδήμου καὶ Κυρίλλου τῶν Σιναϊτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κορνηλίου τοῦ Κόμελ τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κορνηλίου τοῦ Παλεοστρὸβ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐν Σλομπόντσκαγια Οὐκρανίας, κατὰ τὰ ἔτη 1937-1941.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εἰσόδου τῆς Ἁγίας Ἰσαποστόλου Νίνας ἐν τῇ Γεωργίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου τοῦ Ντονσκόι τοῦ μεγάλου Πρίγκηπος τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου τῆς Σουχτόμα τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ὀνουφρίου τοῦ ἐπισκόπου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.









ᾨδὴ ζ΄. Οἱ παῖδες ἐκ καμίνου.
Ἐδέξω, διὰ βάθους καρδίας σου, ἀκίδα τῆς χάριτος, νέοις ἐν καιροῖς, ὡραιωθεὶς θεοπρεπῶς, Ἰωάννη τῆς Ἄνδρου τὸ βλάστημα, καυχώμενος σεπτοῖς τραύμασί σου, Χριστοῦ καθάπερ στίγμασι.
Λατρεύων, διὰ ζέσεως πνεύματος, ζωὴν ἐθησαύρισας, πόθῳ τοῦ λαοῦ, δαπανηθεὶς ὡς ἀληθῶς, Ἰωάννη σφραγίς τε γενόμενος, ἐν στέρνοις τοῦ Δεσπότου σφραγῖδα, σατὰν ὡς βδελυξάμενος.
Ἀνδρείας, ὡσεὶ στέφανος ὤφθησαν, σοὶ βόστρυχοι μέλανες, κάρα σου σεπτῇ, ἐπορφυρώθησαν καὶ γάρ, Ἰωάννη τῆς σφύρας ἐκρήγμασι· καὶ νῦν περισοβούμενοι αὔραις, ἡμᾶς καταφαιδρύνουσι.
Θεοτοκίον.
Σοῖς κρίνοις, κατεκόσμησας ἄχραντε, νεόθυτον Μάρτυρα, πλούτου δωρεῶν, τὸν σὲ φιλοῦντα ἐκ ψυχῆς, καὶ θαυμάτων σου μύρα κηρύττοντα, ἐν Ἄνδρῳ μυροβλύζουσα Κόρη· διό Σε μεγαλύνομεν.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Ἴδοιμέν σου φῶς, Ἀναστάσεως φέγγει, ἐν ὄψει σου ὡραίᾳ, καὶ γὰρ βολαῖς ἐξαστράπτεις, ἐκ τραυμάτων σοφέ, Ἰωάννη Νέου Κόσμου ὡράϊσμα, ἐν τῷ σὲ δοξάζειν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σκέπεις σαῖς εὐχαῖς, ὀρθοδόξων τὰ πλήθη, νήσῳ δὲ τῆς Ἄνδρου, μυροβλυζούσης ἐν κρίνοις, ἐμφανείαις σεπταῖς, καταυγάζεις τὰς ψυχὰς ἀμαρύγμασιν· ὅθε ἐν σημάντροις, μηνύεις εὐφροσύνην.
Ἵνα σου αὐγάς, ὁ Δεσπότης δηλώσῃ, ἐν δόξῃ σε ἐνδύει, ἱερουργοῦντα ἀξίως, ἱερᾶσθαι αὐτῷ, λογικὸν καθάπερ σφάγιον μέλλοντα, χρόνοις ἡμετέροις, παμμάκαρ Ἰωάννη.
Θεοτοκίον.
Δένδρον εὐθαλές, παραδείσου ἐν μέσῳ, ἐφάνης Θεοτόκε, καρπογονοῦσα τὸ μῆλον, ἐδωδίμῳ τρυφῇ, τὴν πικρίαν ἀναστέλλον τῆς πτώσεως, αὐξάνον τὸν πόθον, τῶν σὲ ἀσπαζομένων.














ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
ᾨδαῖς εὐφημείσθω, τοῦ Σάντα Κροὺζ ἱερουργός, μαρτυρίου γὰρ πόνοις, διαβόλου ἴσχυσε, καὶ λεπτυνθείς, ὡς κριὸς ἐν σφαγῇ, πάντας ὁμοῦ, ὀρθοδόξων δήμους, εἰς ἀγαλλίασιν συνήγαγε.
Ῥημάτων σου ὄντως, ἐπλήρωσας ἐπιταγήν, ἕως ἔσχες γὰρ ὕδωρ, ἐν ὄμμασιν Ἅγιε, δοὺς σὴν ψυχήν, δι’ ἀγάπην Χριστοῦ καὶ τοῦ λαοῦ, νεωστὶ ἐφάνης, τοῦ Νέου Κόσμου ὑπέρμαχος.
Ἀλάσκας ὁ θειος, Ἀπόστολος φωτοειδής, ἐκ τῆς Ἄνδρου ὁρμήσας, εἰς χώραν κατείδωλον, ὡς μυρισμὸν τῷ σῷ τάφῳ δεκτόν, τὸν δὲ ἡμῶν, πρόσδεξαι τὸν ὕμνον, καὶ ἀνταπόδος τὰ συμφέροντα.
Θεοτοκίον.
Σκεπάζουσα Κόρη, τῶν Ὀρθοδόξων ἡ χαρά, Ἰωάννην τὸν θεῖον, ἐν ὀσμαῖς τῶν κρίνων Σου, ἔπλησας νῦν ἀκηράτου ζωῆς, πάθει αὐτοῦ ὡς ὁμολογοῦντα, Σὲ Θεοτόκον παναμώμητε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Σαρκὶ ὐπνώσας.
Ἀλάσκας θεῖον φωτιστήν, ἐσχάτως ἐναθλήσαντα, τοῦ Σάντα Κροὺζ Ἰωάννην, νῦν ἀνυμνήσωμεν πιστοί· καὶ γὰρ τῆς Ἀναστάσεως, τῷ φέγγει συνεξαστράπτει, τῆς Ἄνδρου τὸ καύχημα.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἡ νῆσος Ἄνδρος ἀπόδος, Χριστῷ τὴν αἴνεσιν, ὡς τεθηλὸς γὰρ κρίνον, σοὶ ἐκχεῖται τὰ μῦρα, θεῖος Ἰωάννης τοῦ Σάντα Κρούζ, Ἀναστάσεως ἔαρι, εἰς νέαν γῆν χρηματίσας ἐγκαινισμός, ὀρθοδόξου ἐναθλήσεως.

Ὁ τῆς καρδίας σου οἶνος σβενύων δίψησιν, τῶν ἀλλοπίστων Πάτερ, δι’ ὀρθόδοξον πίστιν, ἐκκέχυται ὡς αἷμα ἐκ σταφυλῆς, Ἐκκλησίας τὴν ἄμπελον, ἐλισσομένης ἐν ἕλιξι θεουργοῖς, Ἰωάννη Ἄνδρου γέννημα.

Τῆς ἀληθείας τὸν λόγον σφραγίσας αἵματι, ὡς πορφυρᾷ μελάνῃ, ἐναπέγραψας Πάτερ, Ἀνάστασιν Κυριου ἐν ταῖς ψυχαῖς, καὶ Σταυροῦ ὡραιότητα· ὅθεν ἀξίως ἐκλάμπεις τοῦ Σάντα Κρούζ, ὡς ποιμὴν θεοειδέστατος.

Κατατρυφήσας τοῦ θείου Πάτερ φιλήματος, ὑπερνεφὴς ἐγένου, εἰς μετέωρον δόξαν, ἐν κρίνοις τῆς Παρθένου δρέπων ὀσμάς, χαρισμάτων τοῦ Πνεύματος· διὸ ἀχύμων ἐκ κλάδων ἀνθοφορεῖς, Ἰωάννη τοῖς ὑμνοῦσί σε.




Δόξα. Ἦχος πλ. α΄.
Ἔκχεε, ἔκχεε ἀπόδεσμον τῶν μύρων σου, Κόρη ὑπέραγνε τῆς Ἄνδρου, καὶ γὰρ τοῦ ἔαρος τῇ ἀναστασίμῳ χαρᾷ, ὁ σὸς μύστης ἡμᾶς συγκαλεῖται πρὸς ὕμνησιν. Εὐωδία Χριστοῦ γὰρ γενόμενος, παρέει νῦν ἑαυτόν, ὥσπερ νάρδου θυμίαμα τῇ Ἐκκλησίᾳ. Τί οὖν ἀνώτερον τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ποθουμένῳ καὶ ἐν ἑαυτῷ τὸν ποθούμενον δέξασθαι, λέγων ὅτι· τετρωμένος ἀγάπης εἰμὶ ἐγώ!  Ὅθεν καύχημα ἐποιήσατο τὴν τοιαύτην πληγήν, ὅτι παραχρῆμα εἰς θυμηδίαν μαρτυρικήν, ἡ τοξεία τοῦ Δεσπότου μετεσκευάσθη. Ὡς νύμφῃ τε καὶ βέλει οὖν τῇ κεκαθαρμένῃ κεχρημένος ψυχῇ, εἰς μετουσίαν ὁ Νυμφίος παρέλαβε τῆς ἀφθάρτου ἀϊδιότητος, τὸν Ἱερομάρτυρα Ἰωάννην τοῦ Σάντα Κρούζ. Καὶ νῦν ἱκετεύει ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Νέου Κόσμου ὁ φωτισμός, βλάστημα τῆς Ἄνδρου, Θεοτόκου ὁ μυρισμός, χαίροις ὀρθοδόξων, τερπνὴ παραμυθία, τοῦ Σάντα Κροὺζ προστάτα, Πάτερ παγκόσμιε.






















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ χρυσὸς ἐκλαμπρυνθεὶς ἐν χωνείᾳ, ἐναπετέθης θησαυροῖς οὐρανίοις, ὦ Ἰωάννη Ἄνδρου ἐγκαλλώπισμα, νῦν ἐπαγαλλόμενος, ἐν προσώπῳ Κυρίου, ὃν ἀρτίως ἤνεσας, ἰαχαῖς μαρτυρίου· διὸ μὴ παύσῃ Πάτερ δυσωπῶν, ἐλεηθῆναι, τοὺς πόθῳ τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν Ἰησοῦ, Ἰωάννη δός μοι
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν ἀναστάσιμον ὁ πλουτῶν, σταυροῦ ἐν τοῖς πόνοις, τετρωμένος ὡσεὶ ἀμνός, παράσχου μοι Πάτερ Ἰωάννη, ἐξαναστῆναι δεινῆς καταπτώσεως.
Ἀστράψας τῷ κόσμῳ νοΐ Χριστοῦ, καὶ ἱερατεύσας, Ἰωάννη ἐν Σαντᾳ Κρούζ, ἀπάλλαξον τάχει τὸν σὸν δοῦλον, πειρατηρίων ἐχθροῦ τυραννοῦντός με.
Ῥοαῖς σου ναμάτων λειτουργικῶν, παρέχεις καρδίαις, τῆς ἀφέσεως ἱλασμόν· διό μου φλογμὸν ἁμαρτημάτων, ὦ Ἰωάννη λιταῖς σου κατάσβεσον.
Θεοτοκίον.
Ἰῶ προσβληθεὶς ἐν φθοροποιῷ, τῆς ἡδυπαθείας, νῦν προσφεύγω Σῷ δροσισμῷ, ἐλέους ζητῶν πιεῖν ῥανίδα, ἐκ συμπαθείας πελάγους Σου Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεοδώρους ἐμφαίνεις σοὺς στολισμοὺς Ἅγιε, ὡς πεποικιλμένος ἐν δόξῃ, Ἱερομάρτυρος, ἀλλ’ εὐπρέπισον, δυσείμονά μου εἰκόνα, κεχραμένην πταίσμασιν, ἐξ ἀγνωσίας μου.
Χαριτόβρυτος ὤφθης ὡς ἱερὸν σφάγιον, Πάτερ Ἰωάννη τῆς Ἄνδρου, τὸ ἀγαλλίαμα· διό μου ῥάντισον, ἐῤῥυπωμένην καρδίαν, μετανοίας δάκρυσιν, ὡς λευκανθήσωμαι.
Ῥαγδαιότητα πλάνου ἀθλητικῶς ἔτρεψας, φάλαγγας σατὰν καταργήσας· ὅθεν μοι δώρησαι, πτωχείᾳ πνεύματος, ἵνα δυνήσωμαι θλάσαι, Ἰωάννη δράκοντος, τὰ παγιδεύματα.
Θεοτοκίον.
Ἰωάννην Σὸν μύστην τοῦ Σάντα Κροὺζ Δέσποινα, ἔπλησας χαρίτων σου μύροις, τὰ σὰ κηρύττοντα, ξένα θαυμάσια· ὅθεν νοός μου τὸν ῥύπον, ἐννοιῶν ἀντάλλαξον, Σῆς καθαρότητος.
Διάσωσον, ἀπὸ σκανδάλων τοῦ ὄφεως Ἰωάννη, τοὺς ἐν πίστει τῇ σκέπῃ Σου καταφεύγοντας, καὶ μέλποντας πόθῳ τὴν σὴν θυσίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς χάριν πλουτῶν κλεινοῦ Ἱερομάρτυρος, μετάδος ἡμῖν ἐκ μύρων ἁγιότητος, Νέου Κόσμου καύχημα, καὶ τῆς Ἄνδρου στοργὴ ἀναστόχητε, ἡμῶν βοώντων ἐξ ὅλης ψυχῆς, παράσχου Ἰωάννη πᾶσιν ἄφεσιν.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σφυρηλάτησιν ἤνεγκας, πόθῳ τοῦ Δεσπότου Πάτερ κατώδυνον, Ἰωάννη φῶς καρδίας μου, τῆς ἐν κατανύξει ἀνυμνούσης σε.
Τὴν Μονὴν ἣν ἠγάπησας, νήσῳ ἐν τῇ Ἄνδρῳ σκέπε προνοίᾳ σου, διαμένουσαν ἀείφωτον, θείου Νικολάου ταῖς ἐντεύξεσι.
Οἱ τῇ θείᾳ εἰκόνι σου, εὐλαβῶς προσπίπτοντες ἁγιάζονται, Ἰωάννη καὶ γὰρ σύμμορφος, τῆς Χριστοῦ εἰκόνος ὤφθης πάθει σου.
Θεοτοκίον.
Ὑμνῳδεῖν οὐκ ἰσχύω Σε, ἣν ὁρᾶν Ἀγγέλων Τάξεις συστέλλονται· διὸ Δέσποινα οἰκτείρισον, τὸν νοΐ σπιλούμενον ἑκάστοτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, τὴν ψυχὴν πρὸς μυσταγώγησιν, τῆς κοινωνίας ἀδελφῶν ἐν χαρᾷ, καὶ τῷ συνδέσμῳ Ἰωάννη εἰρηνεύσεως.
Ὤφθης τοῦ δρυμοῦ, σμυρνοφόρον δένδρον Ἅγιε, τοῦ μαρτυρίου σου ἐν σμύρνῃ εὐπνοῶν, ἱερωσύνης λιβάνῳ τε σὰ χαρίσματα.
Ἄθλοις σου πιστοῖς, νῦν παρέχεις χάριν ἄφθονον, ὁ ἱερεύσας ἐν ἁλύσσει σταυροῦ, τὴν σὴν καρδίαν Ἰωάννη ἐθελόθυτε.
Θεοτοκίον.
Νύξ με ζοφερά, ἀπογνώσεως κατέλαβε, ἀλλὰ καταύγασον ψυχῆς μου σκιάς, ἡ τὸν Ἥλιον τῆς δόξης ἀποτέξασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναμάτων, ἱλαστικῶς ἐπλήρωσας, Ἰωάννη ὀρθοδόξων καρδίας· διὸ αὐχμῶσαν κακίαις ψυχήν μου, νῦν ἐπιδρόσισον πόθῳ τοῦ Κτίσαντος, αὐτὸν κατέχειν τῷ νοΐ, πάσῃ ὥρᾳ στιγμῇ καὶ ἡμέρᾳ τε.
Νεκρώσας, τῶν Αἰθιόπων φάλαγγα, μυριόλεκτον εὐτόξῳ ἀνδρείᾳ, νενεκρωμένην ψυχήν μου ἐκ τάφου, τῇ ζωηρᾷ σου πρεσβείᾳ ἐξέγειρον, λίθον κυλήσας τῶν παθῶν, Ἰωάννη καθάπερ ἐδίδασκες.
Ἡ Ἄνδρος, νῦν ἐξαστράπτει πέρασιν, ἐκ τῆς δόξης σῶν λαμπρῶν παλαισμάτων, πλέον δὲ χαίρει Μονὴ Ἱεράρχου, τοῦ Νικολάου προστάτην σε ἔχουσα, αἷς χάριτας παρὰ Θεοῦ, Ἰωάννη ἐξαίτει καὶ ἔλεος.
Θεοτοκίον.
Δυσῶδες, ἐμοῦ χιτώνιον Μῆτερ, ἀποδύσασα παθῶν εἰδεχθείας, ἡ καλλονὴ Ἰακὼβ ἣν ἠράσθης, Λόγος Θεοῦ ὡς καλήν τε καὶ ἄμωμον, ἐν κάλλει Σου ὑπερφυεῖ, τὴν καρδίαν μου κάλλυνον δέομαι.
Διάσωσον, ἀπὸ σκανδάλων τοῦ ὄφεως Ἰωάννη, τοὺς ἐν πίστει τῇ σκέπῃ Σου καταφεύγοντας, καὶ μέλποντας πόθῳ τὴν σὴν θυσίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερωσύνης ἐκλάμπων τῇ χάριτι, καὶ Νεομάρτυρος δόξῃ κοσμούμενος, δεινῶν πειρασμῶν τε καὶ θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους ἀνάδειξον, τοὺς σὲ Ἰωάννη δοξάζοντας.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σθένει ἱερούργησας, τὸ Εὐαγγέλιον Πάτερ, καὶ βασάνων ἄκμονι, ὤφθης ὡραιότατον Χριστοῦ ἄγαλμα, ὡς σφυρῶν μώλωψι, καθωραϊσμένος, Ἰωάννη ἀξιάγαστε· ὅθεν ἐν στέμματι, κρίνων τῆς Παρθένου εἰσέδυσας, εἰς Βῆμα ἐπουράνιον, πάντοτε πρεσβεύων πρὸς Κύριον, ἀτρώτους τηρεῖσθαι, δεινῶν μηχανημάτων τοῦ ἐχθροῦ, τοὺς σὲ τιμῶντας ἐκ πίστεως, τὸν ἄρτι ἀθλήσαντα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὅλος ὤφθης ἀστράπτων ἐν αὐγαῖς Ἰωάννη σῆς καθαρότητος, τελῶν τὴν λειτουργίαν· διὸ μὲ ταῖς λιταῖς σου, καταξίωσον δέομαι, Χριστῷ λατρεύειν νοΐ, ψυχῇ τε καὶ καρδίᾳ.
Συνεδέθης τῷ Λόγῳ ἐν σταυροῦ σου ἁλύσσεις Πάτερ θυόμενος· διὸ τῇ σῇ ἀθλήσει, συνδέεις ὀρθοδόξους, ἐκ περάτων πρὸς ὕμνησιν, τῶν σῶν θαυμάτων ἐν οἷς, ἡμᾶς καθαγιάζεις.
Μυριπνόους ὀσμάς σου ἀναβρύεις τοῖς πίστει σὲ μεγαλύνουσι· σεπταῖς γὰρ ἐμφανείαις, σὴν δόξαν Ἰωάννη, ἀναγγέλλεις πατρίδι σου, ἐν τοῖς σημάντροις ἠχῶν, χαρὰν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅτι κρίνον ὑπάρχεις ὁ ἐν κρίνοις κοσμήσας κοιλάδας πάναγνε, στολὴν ἐκ Σοῦ λαμβάνει, ἐκ φύσεως ἐξαίρων, ἀκανθώδους Σε Δέσποινα· διό με ὄντα γυμνόν, ἐπένδυσον ῥιγῶντα.








ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι Πάτερ, ὄψιν τὴν σὴν ἀποσπῶσαν, ἐκ δαιμόνων τὴν ταλαίπωρον ψυχήν μου, ὅταν ἀναβαίνῃ, ἐν τρόμῳ πρὸς τὰ ἄνω.
Σαῖς ἱκεσίαις, ἀνθίζειν κρίνους μοι ποίει, μαρανθέντας τῷ αὐχμῷ τῆς ῥαθυμίας, ἵνα Ἰωάννη, γεραίρω σου τοὺς ἄθλους.
Ἴασιν δός μοι, ἐξ ἀλγηδόνων δεινῶν μου, ὁ ἀγάπῃ τοῦ πλησίον ἐσφαγμένος, ὅπως εὐχαρίστως, Σοὶ μέλπω εἰς αἰῶνας.
Θεοτοκίον.
Δάκρυον βλύζεις, πρὸ τοῦ κλεινοῦ μαρτυρίου, Σοῦ θεράποντος Παρθένε Ἰωάννου, σπλάγχνοις ἐν μητρώοις, φιλοῦσα τὰ Σὰ τέκνα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ᾨδὰς ἐῤῥυπωμένης, δέξαι ἐκ καρδίας, Ἱερομάρτυς καθαίρων σπιλάδας μου, ὦ Ἰωάννη ἐκ πόθου γὰρ ἀπετόλμησα.
Ῥανίσι σῆς θυσίας, ἡμῖν ἀναβλυστάνεις, ὦ Ἰωάννη δωρήματα ἔνθεα, ἐν Νέῳ Κόσμῳ καὶ Ἄνδρῳ παρέχων χάριτας.
Ἀῤῥήτου κοινωνίας, μετέχεις τοῦ Δεσπότου· διὸ τῇ τούτου ἑνώσει με σύνδησον, ὁ ἐν ἁλύσσεις σταυροῦ σου δήσας τὰ πέρατα.
Θεοτοκίον.
Σταλάζουσα ἡδύνον, μέλι σωτηρίας, τῶν Σὲ ὑμνούντων Παρθένε τὸν λάρυγγα, καταγλυκαίνεις πικρίαν τοῦ πολεμήτορος.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Νέου Κόσμου ὁ φωτισμός, ὁ τῆς Θεοτόκου ἑλκυσάμενος γλυκασμόν, ἐξ εὐώδων κρίνων, ἐν οἷς τὴν κεφαλήν σου, κατέστεψεν ἡ Κόρη, ὡς Νεομάρτυρος.
Ἄρτυος ὠπτημένος ὢν τῷ Θεῷ, πιστοὺς διατρέφεις Νέου Κόσμου ἐν τῷ λιμῷ, τῆς ὀρθοδοξίας, τρυφῇ τῇ ἐδωδίμῳ, παμμάκαρ Ἰωάννη, νέοις ἐν ἔτεσι.
Ὄφεως συνέτριψας κεφαλήν, Χριστὸν ὡς κηρύξας, Ἰωάννη μέχρι σφαγῆς, αὐτοῦ τὴν θυσίαν, τυλῶν τοῖς μέλεσί σου, εἰς Σάντα Κροὺζ ἀρτίως· ὅθεν ὑμνοῦμέν σε.
Ἄνδρου ἐθελόθυτον ὡς κριός, παγκόσμιον συνάγεις, ὀρθοδόξων συνασπισμόν, ἐν μυσταγωγίᾳ, θυσίας σου τελείας, Χριστῷ ὦ Ἰωάννη, δοῦναι τὴν αἴνεσιν.
Μονὴν ἣν ἐφίλεις ἀπὸ παιδός, σεπτοῦ Νικολάου, Ἰωάννη κατευλογῶν, ἄφιξιν μηνύεις, ἀμφίων σου ἁγίων, σημάντρων ἁρμονίαις, Πάτερ νεότμητε.
Σπλάγχνοις φιλοστόργος ὑπὲρ ἡμῶν, καπτόμενος Πάτερ, Ἰωάννη τοῦ Σάντα Κρούζ, λύτρωσιν παρέχεις, παθῶν καὶ νοσημάτων, θερμῇ σου ἀντιλήψει, νέμων τὰ κρείττονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τέθυσαι ὡς ἔλλογος ἀμνός, Λόγῳ τῷ Θεῷ Ἰωάννη, τοῦ Σάντα Κροὺζ θαυμαστέ, νέοις ἐν τοῖς ἔτεσι, τὸ Εὐαγγέλιον, γεγραφὼς πορφυρίοις σου, τοῖς ῥεύμασι Πάτερ· ὅθεν σου δεόμεθα, γράψον ἡμῶν ταῖς ψυχαῖς, ὄνομα, τοῦ σοῦ ἐρασθέντος, τῶν ἀπὸ ψυχῆς αἰτουμένων, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου