ΜΑΪΟΥ 3!!
ΘΕΟΦΑΝΗΣ ΠΕΡΙΘΩΡΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου
Σιμωνοπετρίτου)
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν τὰ ἀκόλουθα προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῷ
θείῳ ἔρωτος βέλει Πάτερ βληθεὶς τὴν ψυχήν, εἰς ὄρος Ἄθω ἦλθες, ἔνθα κλίνας
αὐχένα, Μονῇ Βατοπαιδίου πόθῳ θερμῷ, θεῖον σχῆμα ἀνείληφας, τοῦ βίου λάμπων Θεόφανες ἀρεταῖς, ἐμπρεπούσαις τοῖς μονάζουσιν.
Ὑπακοὴν
ἐξασκήσας τὴν ἀδιάκριτον, διέκρινας ὡς ἔδει, τῶν πραγμάτων τὴν τάξιν, διδοὺς
πρωτεῖα Πάτερ τοῖς ἀληθῶς, καὶ οὐδέποτε πίπτουσιν, ὅθεν Θεόφανες εὗρες τὸν θησαυρόν, Βασιλείας ἐν καρδίᾳ σου.
Θεοῦ
ποθήσας τὴν θέαν κλεινὲ Θεόφανες, ταύτης
κατηξιώθης, σεαυτὸν ἐκκαθάρας, ἀσκήσει ἐπιμόνῳ καὶ προσευχῇ, ὡς Πατέρες
διδάσκουσιν, καὶ εἶδες ἄῤῥητα κάλλη τοῦ οὐρανοῦ, ὥσπερ θεῖον τηλεσκόπιον.
Εἰς
ὄρη Πάτερ ἀνῆλθες τὰ ὑπερκόσμια, ἀσκήσας ἐν τῷ Ἄθῳ, τῆς Παρθένου τῷ κήπῳ, καὶ
μύρων ἠξιώθης τῶν νοητῶν, ὡς ἀλάβαστρον ἔνθον, καταμυρίζων εὐόσμως τοὺς τὴν
σεπτήν, μνήμην πόθῳ σου γεραίροντας.
Ἀγγελοτρόπως
βιώσας τὸν νοῦν ἠλλοίωσαι, Θεόφανες
τρισμάκαρ, τῇ καλῇ ἀλλοιώσει, διὸ καὶ ἠξιώθεις Πάτερ ἰδεῖν, τὸν θειότατον
Μάξιμον, Καυσοκαλύβην περώμενον ὡς πτηνόν, τοῖς πτεροῖς τοῦ θείου Πνεύματος.
Ποιμαντικῶς
διαπρέψας ὡς καθηγούμενος, Βατοπαιδίου μάνδρας, ὦ Θεόφανες
μάκαρ, ἠξιώσαι ποιμάναι Ξάνθην λαμπράν, ἱεράρχης ὡς ἔνθεος, καθοδηγήσας σὰ
πρόβατα πρὸς νομάς, σωτηρίους θείοις λόγοις σου.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
πρὸς τὸν Κύριον ἔνθεον ἀγάπην, ἐπιδειξάμενος Θεόφανες,
τοῦ κόσμου ἐμάκρυνας ἐραστικῶς, ἐπιποθήσας τὴν τῶν ἀθωνιτῶν μοναχικὴν
πολιτείαν. Ἐν τῇ Μονῇ δὲ Βατοπαιδίου θεοφιλῶς ἐξασκήσας, καὶ καταστολισθεὶς
ταῖς ἐνθέοις ἀρεταῖς, ἐπανεκλήθης ὑπὸ τοῦ Ἀρχιποίμενος Χριστοῦ, εἰς ποιμανσίαν
τῶν χριστωνύμων τῆς Ξάνθης, ἔνθα κατὰ πάντα ἰσότιμος τοῖς ἁγίοις ἱεράρχαις
φανείς, ἐν εὐαρεστήσει Θεοῦ εἰς οὐρανοὺς μετετέθης μακάριε, πρεσβεύων
φιλοτέκνως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα,
κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε
οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις
ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Στηλογραφίας
ἀρετῆς καὶ θείας ἀγάπης, ὁ βίος σου ὑπάρχει, τρισμάκαρ Θεόφανες,
ἐκ γὰρ νεότητος ᾄρας τὸν σταυρὸν τῆς ἀσκήσεως, εἰς τὸν ἡγιασμένον Ἄθω
κατεσκήνωσας, Θεὸν ἐκζητῶν καὶ ὅλῃ καρδίᾳ ἐπιζητῶν, ὅθεν ἐπιτυχὼν τῆς ἐφέσεως,
τύπος ἀνεδείχθης ἀρετῆς, καὶ ποιμανσίας ψυχῶν ἄξιος καὶ ἐν ἡγουμένοις καὶ
ἱεράρχαις. Νῦν δὲ παριστάμενος τῷ Κυρίῳ, πρέσβευε ὑπὲρ ἡμῶν Πάτερ ἁγιώτατε.
Ἦχος
β΄.
Σχολάσας
ἀπὸ πάντων τῶν μηδὲ ὠφελούντων, ἔγνως ὡς ἔνεστι τὸν Θεόν, Πάτερ Θεόφανες, ἐν γὰρ τῇ εὐκτικῇ ἡσυχίᾳ περιεπόλευσας
σεαυτόν, καὶ περιελόμενος πάντα τὰ ψεκτὰ πάθη, τὸν θεῖον ἔρωτα ἐπηύξησας, ζῆλον
τῷ ζήλῳ ἐνζήλως προστιθέμενος, ὅθεν τὰ βάθη τοῦ Πνεύματος εἰσδύσας μυστικῶς,
πάρεχε καὶ ἡμῖν τῆς δόξης σου ἀπόμοιραν.
Ἦχος
γ΄.
Τῆς
φωνῆς τοῦ Κυρίου ἐνωτισθεὶς λέγοντος· Φιλεῖς με Θεόφανες;
ἐπωμάδιον ἦρας τῆς ἀρχιερωσύνης τὸν σταυρόν, καὶ κατὰ πάντα τρόπον φιλοτίμως
ἱεραρχῶν, ἐν λόγοις καὶ ἔργοις εἰς Χριστὸν προσήγαγες τὰ λογικά σου πρόβατα,
ὅθεν εὐγνώμονα δέχου παρ’ ἡμῶν σήμερον τὴν εὐχαριστίαν, Ξάνθης και Περιθεωρίου
μέγα καύχημα.
Ἦχος
δ΄.
Τῇ
καθαρότητι τῆς ψυχῆς σου τοῖς Ἀγγέλοις συναμιλληθεὶς Πάτερ Θεόφανες ἁγιώτατε, ἐντεῦθεν μετεῖχες τῶν οὐρανίων
μυστηρίων, ὅθεν καὶ ὁ Σωτὴρ ποιμένα σε ἀνέδειξε Ξάνθης τε καὶ Περιθεωρίου, τὰ
ἄνω τοῖς κάτω συνάπτοντα λειτουργικῶς, καὶ τοὺς κάτω οὐρανόφρονας τῇ διδαχῇ σου
ἀναδεικνύντα. Διὸ σήμερον τοῖς εὐλαβῶς τιμῶσί σε, πάρεχε ὡς ἀντιμισθίαν τὰς
εὐχάς σου ἁγιώτατε.
Δόξα.
Ἦχος πλ. α΄.
Ὡς
ἄνθος χριστεύοσμον τοῦ Ἄθωνος ἐξανθήσας, καρποὺς τῷ Θεῷ ἀπέδωκας φιλοτίμως, Θεόφανες τρισμακάριστε, ὅθεν τῇ ἀσκητικῇ ἐμπειρίᾳ
κεκοσμημένον, ἔθετό σε ὁ φιλόψυχος Δεσπότης, ἐπὶ τὴν ἀρχιερατικὴν λυχνίαν
Ξάνθης καὶ Περιθεωρίου, ἔνθα πάντας καταφωτίσας τῷ ἐνθέῳ βίῳ σου, τῆς ἁγιότητος
τὸν στέφανον ἀξίως ἀπείληφας. Διὸ τῷ Κυρίῳ νῦν παριστάμενος καὶ τὴν παῤῥησίαν
κεκτημένος, μὴ διαλίπης πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν τέκνων σου μακάριε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
ἄνθος τοῦ Ἄθω τερπνόν, Βατοπαιδίου ποιμενάρχα πανάριστε, καὶ τέκνον τῆς
Θεοτόκου, ἀρχιεράρχα σοφέ, ἡσυχίας λύχνε φωτεινότατε, εὐχῆς ἐργαστήριον, Ἰησοῦ
εὐωδέστατον, καὶ μυστηρίων, τῶν ἀῤῥήτων συνόμιλε, θείας νήψεως, ὁ διώκτης καὶ
κάτοχος, χαίροις Πάτερ Θεόφανες, ἀγάπης
ἀνάκτορον, τῆς πρὸς Θεὸν καὶ πλησίον, καὶ σωτηρίας διδάσκαλε, Χριστὸν μὴ
ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ ὅσοι, μνήμην σου ἄγουσι.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Χαίροις,
ὁ ἐπιγνοὺς θαυμαστῶς, βάθη τοῦ Πνεύματος Θεόφανες
Ἅγιε, Μαξίμου Καυσοκαλύβη, πτῆσιν ἰδὼν ὑπὲρ νοῦν, καὶ ἀκούσας τούτου θείαν
πρόῤῥησιν, διὸ ἐν κινδύνοις, καὶ πειρασμοῖς πάντα βίον σου, διατελέσας, ἄχρι
τέλους ἐβάστασας, τὸν σὸν σκόλοπα, καὶ δικαίως βεβράβευσαι. Πάτερ μακαριώτατε,
σὰ τέκνα ἐνίσχυε, τὰ ἐν πελάγει τοῦ βίου, παντοειδῶς διαπλέοντα, καὶ τοῦτο
πέρασαι, καταξίωσον ἀκλύστως, εὐχαῖς πρὸς Κύριον.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Χαίροις,
Ξάνθης ποιμὴν ὁ καλός, τοῦ φιλανθρώπου Ἰησοῦ τὸ ἐκμίμημα, την ποίμνην σου
ὁδηγήσας, πρὸς σωτηρίους νομάς, καὶ διδασκαλίᾳ ἐκθρεψάμενος, ἐν κλίσει γονάτων
σου, οὐρανοὺς πείθων πάραυτα, καὶ ἐν ὑψῶσει, τῶν χειρῶν ὄμβρους χάριτος, ἐπὶ
τέκνα σου, ἐπιχέων θαυμάσιε. Πάτερ ἡμῶν τρισόλβιε, Θεόφανες
Ὅσιε, νῦν παρεστὼς ἐν τῇ δόξῃ, τοῦ Παραδείσου μνημόνευε, τῆς ὧδε σου ποίμνης,
καὶ τοῦ ταύτης προεστῶτος, καὶ διαδόχου σου.
Δόξα.
Ἦχος δ΄.
Ἐν
τῇ ἀσκήσει τὸν νοῦν ἐκκάθαρας τῶν γηΐνων λογισμῶν, ὅλος φωτοειδὴς οἶκος τοῦ
θείου φωτὸς γέγονας, κατὰ τὴν κλῆσίν σου, Πάτερ Θεόφανες,
ὅθεν καὶ τῇ ἀρχιερατικῇ τιμῇ αναχθείς, τὴν ποίμνην τῆς Ξάνθης καὶ Περιθεωρίου
ἐν Κυρίῳ ἐφώτισας, συνεπιβάλλων τῇ γλυκυτάτῃ διδασκαλίᾳ τὸν ἔνθον βίον σου,
ὅθεν τῆς ἁγιότητος ἐπαξίως λαβὼν τὰ γέρα, πρέσβευε ὑπὲρ ἡμῶν Ἱεράρχα σεπτέ,
ὅπως ἐν πόθῳ τελῶμεν ἑκάστοτε, τὴν φαιδράν σου πανήγυριν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὄρους
τοῦ Ἄθωνος, ἄνθος πανεύοσμον, ἔφυς Θεόφανες,
καὶ ποίμνης γέγονας, Ξάνθης πανάριστος ποιμήν, καὶ τοῦ Περιθεωρίου, χάριν δὲ
τοῦ Πνεύματος, εἰληφὼς ταύτην χάρισαι, τοῖς ἐγκωμιάζουσι, τὸν φιλόθεον βίον
σου, καὶ δεῖξον βασιλείας μετόχους, τῶν οὐρανῶν τοὺς σοὶ προσπίπτοντας.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Εἰς
τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
θείαν τελοῦμέν σου Πάτερ πανήγυριν, ποιμένα γινώσκοντες καὶ Ἱεράρχην Χριστοῦ, Θεόφανες Ἅγιε, ὅθεν καὶ ἐκζητοῦμεν, σὰς εὐχὰς πρὸς
Δεσπότην, ὅπως ποίμνην τῆς Ξάνθης, ἐν εἰρήνῃ καὶ πίστει, φυλάττῃ ἀδιάσειστον,
ὡς Πολυέλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θεοφάνους σήμερον, τοῦ
Ἱεράρχου, ἑορτὴ συνέδραμε, χαροποιοῦσα τοὺς πιστούς, καὶ συγκαλεῖται εἰς
αἴνεσιν, τούτου πανδήμως, τῆς Ξάνθης Μητρόπολιν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Σκοτασμὸν
ἀπελάσας τῆς σῆς ψυχῆς, τῶν παθῶν δι’ ἀσκήσεως καρτερᾶς, παμμάκαρ Θεόφανες, ἐν τῷ ὄρει τοῦ Ἄθωνος, φωτισμοῦ
ἐνεπλήσθης καὶ ἔγνως μυστήρια, ἃ δεσπότης δωρεῖται πιστοῖς διὰ Πνεύματος, ὅθεν
Ἱεράρχης, Ξάνθης Πάτερ ἐγένου, φωτίσας τοῖς λόγοις σου τὸ δοθέν σοι ἐκλόγιον,
καὶ πρὸς φῶς καθοδηγήσας, τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ, Ὃν πρεσβεύεις, πάντοτε
αἰτούμεθα, ἡμῖν δοῦναι εἰρήνην, καὶ φῶς τὸ ἀνέσπερον.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Εὐαγγέλιον· τὸ ἱεραρχικόν, βλέπε ὄρθρον τῆς ιγ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἐν
ἡσυχίᾳ ἱερᾷ, ἰδὼν τὸ θεῖον φέγγος, Πάτερ θεόφρον Θεόφανες,
τοῦτο ἔσχες παρακλητικὸν συλλήπτορα, ὡς Ἱεράρχης τῆς Ξάνθης, ὑπὲρ ἧς ἁγιώτατε
τὸν Χριστὸν ἱκέτευε, χορηγεῖν αὐτῇ τὰ πρὸς σωτηρίαν συμβάλλοντα.
Οἱ κανόνες· ὁ Ἀναστάσιμος· καὶ τοῦ Ἁγίου, οὗ η ἀκροστιχίς: Φωτὶ Θεοῦ
φώτισον, ὦ Θεόφανες σὰ τέκνα. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Φῶς Θεόφανες παράσχου τοῖς σοῖς τέκνοις Χριστοῦ,
σέβουσι ἑορτήν σου, καὶ πρὸς Θεόν σε πρεσβευτήν, κεκτημένοις ἐν δεινοῖς, τοῦ
βίου θερμόν, φιλότεκνος πέφυκας, καὶ γὰρ Πάτερ μακάριε.
Ὥσπερ βέλει τετρωμένος τῆς
ἀγάπης Χριστοῦ, ἔφθασας εἰς τὸ Ὄρος, μοναχικὴν βιοτήν, ὦ Θεόφανες ποθῶν, ἐξ ὅλης ψυχῆς, διὸ Βατοπαίδιον,
εὗρες τόπον ἀσκήσεως.
Τῇ θερμότητι ψυχῆς σου
συνεβάλου σοφῶς, Πάτερ εὐχὴν καρδίας, καὶ καθαιρόμενος ἀεί, εἰσεδέξω ἐκ Θεοῦ,
χαρίτων βροχήν, δι’ ὧν πεφανέρωσαι, θεῖον ἄνθος Θεόφανες.
Θεοτοκίον.
Ἱκετεύω Θεοτόκε σὲ ὡς
δοῦλος πιστός, λύτρωσαι πάσης πλάνης, τὴν ταπεινήν μου ψυχήν, καὶ χαρίτωσον
αὐτήν, λιταῖς μητρικαῖς, πρὸς Ὃν ἐνσωμάτωσας, καὶ ὡς βρέφος ἐθήλασας.
ᾨδὴ
γ΄. Δεῦτε πόμα πίωμεν.
Θείου φωτισμοῦ ἐπιτυχών,
συνειδὸς ἀπεκάθηρας Πάτερ Ὅσιε, καὶ ταπεινοῦν σεαυτόν, Θεόφανες
ἔμπροσθεν Θεοῦ, τὰ μείζω ἐλάμβανες.
Ἔχων Θεοτόκον ὁδηγόν, ἐν
Μονῇ τῇ Μεγίστῃ Πάτερ Θεόφανες, αὐξητικῶς
ἀρετήν, ἐδέχου καὶ πόνοις παλαιοῖς, καινοὺς προσενήνοχας.
Ὅρους ὑπερβὰς τοὺς
φυσικούς, τοῦ ἀέρος τοῦ θείου Πάτερ μετέσχηκας, δι’ οὗ ἑώρας ὡς δεῖ, κατάστασιν
πᾶσαν τῆς ψυχῆς, τρισμάκαρ Θεόφανες.
Θεοτοκίον.
Ὕδωρ ἐκπηγάζουσα ζωῆς,
ἀληθὲς Θεοτόκε τοῦτο παράσχου μοι, καὶ τὴν διψῶσαν ψυχήν, ναμάτων κατάκλυσον
ἁγνή, πλυνόντων τὰ πταίσματα.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Φῶς
τοῦ πρώτου ὑπάρξας φῶς Πάτερ δεύτερον, ἐν φωτί σου εἰργάσω τὰ ἔργα ἅπαντα, ὅθεν
μετέδωκας πιστοῖς ἀμαρύγματα οὐρανίου φωτισμοῦ καὶ καθαρότητα ζωῆς, Θεόφανες ποιμενάρχα, καὶ νῦν φωτὶ τῷ ἁπλέτῳ, τῆς
βασιλείας ὅλος πέφυρσαι.
ᾨδὴ
δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Φωταγωγούμενος αὐγαῖς,
ἀκτίστου Πάτερ αὐγασμοῦ, ἔφανας τοῖς πέλας ἀκτῖσι, θεοειδῶν σου ἀρετῶν, καὶ
γενόμενος ποιμήν, πολλῶν μοναστῶν, αὐτοὺς καθωδήγησας, πρὸς τὸ φῶς Χριστοῦ Θεόφανες.
Ὡραϊσθεὶς τῇ εὐκτικῇ, καὶ
νηπτικῇ διαγωγῇ, χάριτι συνεκράθης, ὅθεν ἐγεύου μυστικῶς, οὐρανίων δωρεῶν, ὡς
φίλος Χριστοῦ, ᾯ νῦν παριστάμενος, καθικέτευε Θεόφανες.
Ταῖς γλυκυτάταις διδαχαῖς,
πολλὰς ἐξέθρεψας ψυχάς, καὶ τῷ Θεῷ συνῆψας, διὸ καὶ δύνασαι εἰπεῖν,
προφητάνακτος Δαβίδ, τὸν λόγον σοφέ· Ἰδοὺ ἐγὼ Κύριε, καὶ τὰ τέκνα ἃ μοι
δέδωκας.
Θεοτοκίον.
Ἱλέωσαί μοι τὸν Χριστόν,
Παρθενομῆτορ Ἀγαθή, ὅπως παρίδῃς πλῆθος, ἀνομιῶν βαρυνουσῶν, τὴν ἀθλίαν μου
ψυχήν, καὶ εὕρω κἀγώ, τὴν θεία ἀνάπαυσιν, ἣν δωρεῖται ὡς εὔσπλαγχνος.
ᾨδὴ
ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Συννεύσει συγκλείσας τὸν
νοῦν σου, εἰς θεωρίας Θεόφανες ξένως
ἡρπάγης, καὶ ἐντεῦθεν ἔμαθες, ἅπερ τοῖς καθαρεύουσι, διδάσκει Πνεῦμα τὸ Ἅγιον.
Ὁράσεις κατεῖδες
τρισμάκαρ, καὶ μυστηρίων τῆς πίστεως ἔγνως τὴν χάριν, ὅθεν ὦ Θεόφανες, ποιμαντικῆς ἠξιώσαι, ῥάβδου ἐκ τοῦ
Παντοκράτορος.
Νοσήσας πολλάκις ἰάθης, ὥς
σοι προέφη ὁ Μάξιμος Πάτερ Καυσοκαλύβης, ὅπως γένης ἄριστος, ἐκ πείρας σου Θεόφανες, ἐξιατὴρ ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Ὦ ποία ἐσχάτη μοι ὥρα! ἐν
ᾗ κατάδικος μέλλω παρίστασθαι τῷ Δεσπότῃ, ὅθεν ὡς ὑπέρπτωχος, παρακαλῶ Σε
Δέσποινα, Σύ μοι γενοῦ ἀντιλήπτρια.
ᾨδὴ
στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Θυσίαν, προσφέρων Πάτερ
Θεῷ, ὥσπερ Ἄγγελός τις ἄλλος ἐφαίνου, πολλῇ γὰρ καρδίας συνοχῇ, τὸν σωσίψυχον
παρεκάλεις Χριστόν, ὑπὲρ σύμπαντος κόσμου.
Ἐξ ὄρους, τοῦ νοητοῦ ἐκζητῶν,
τὴν βοήθειαν Θεόφανες Πάτερ, δι’ ἧς
ἱεραρχήσας σοφῶς, καὶ ἀπέδειξας ὑπηκόους πιστούς, ὡς εἰκόνας Κυρίου.
Ὁ λόγος, ἰσοβαρῶν τῇ ζωῇ,
καὶ ὁ βίος σου ἅλατι ἡλισμένος, ἀσκήσει δυνάμεις γὰρ ψυχῆς, ὦ Θεόφανες συνηγάγου εἰς ἕν, κατὰ τύπον Τριάδος.
Θεοτοκίον.
Φωτί Σου, ἐσκοτισμένην
ψυχήν, Φωτοδότις ὡς ὑπάρχουσα Μῆτερ, ἐκκάθαρον δέομαι θερμῶς, ὅπως ἴδω Σου τὸν
Υἱὸν καὶ Θεόν, τὸν γλυκὺν Ἰησοῦν μου.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὸν
τῆς ἀσκήσεως ἐτέλεσας δρόμον, ἐν ὄρει Ἄθω πρῶτον Πάτερ θεόφρον, εἶτα ποιμὴν
φιλόχριστος ἐδείχθης ἐκ Θεοῦ, ἐκδιδάσκων ἅπασι, τὴν ἀγάπην Κυρίου, ὃν καὶ
καθικέτευε, ὦ Θεόφανες ὅπως, ἁμαρτιῶν
συγχώρησιν ἡμῖν, εὐχαῖς σου δοῦναι, ὡς μόνος Φιλάνθρωπος.
Οἶκος.
Ἀνεπιστρόφως
τὸν σταυρόν σου ἀνείληφας, καὶ ὥσπερ ἔλαφος τὸν Ἄθω κατέλαβες, ὅπως ἐκδιψήσῃς
τὴν θεόφλεκτόν σου καρδίαν, ἐν τῇ Μάνδρᾳ δὲ τῆς Θεομήτορος ὑποταγείς, καὶ
ἀσκήσει χριστοπρεπεῖ νηφόντως ἀνακαθαρθείς, ταύτης καθηγούμενος, Θεόφανες ἀνεδείχθης. Μετὰ τοῦ ὁσιωτάτου δὲ Μαξίμου
φιλιωθείς, ἤκουσας ἐξ αὐτοῦ τὰ μέλλοντά σοι ἐπισυμβῆναι, ὅθεν ἱεράρχης καταστὰς
Ξάνθης τε καὶ Περιθεωρίου, ὁσίως ἐποιμενάρχησας καὶ ἁγιοτελῶς ηὐδοκίμησας. Διό
σου σήμερον τὴν μνήμην τελοῦντες χαρμοσύνως, ἱκετικῶς αἰτοῦμέν σε Πάτερ,
πρεσβεύειν τῷ Κυρίῳ, ὅπως χαρίζηται ἡμῖν πᾶν οὐρανόδωρον χάρισμα, ὡς μόνος
Φιλάνθρωπος.
Συναξάριον.
Τῇ
Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμην τοῦ Ἁγίου Θεοφάνους τοῦ
Ἁγιορείτου, ποιμενάρχου της Μητροπόλεως Ξάνθης καὶ Περιθεωρίου.
Φωτὸς
πλησθεὶς ἐντεῦθεν ὁ Θεοφάνης,
Φωτὶ συνῆπται
Βασιλείας ἀδύτῳ.
Ξάνθης ποιμὴν
κεκοίμηται μηνὸς Μαΐου ἐν τρίτῃ.
Οὗτος,
ἔζησε κατὰ τὸ πρῶτον ἥμισυ τοῦ ΙΔ΄ αἰῶνος. Φλεγεὶς δὲ ὑπὸ τοῦ θείου ἔρωτος,
ἀπηρνήθη τὸν κόσμον καὶ ὑπετάγη εἰς τὴν ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος Ἱερὰν Μονὴν τοῦ
Βατοπαιδίου, ἠξιώθη καὶ τῆς διακονίας τῆς ἡγουμενείας. Συναυλιζόμενος δέ, ὡς
φιλήσυχος καὶ τὴν εὐκτικὴν νῆψιν διώκων ἐπιμελῶς, τοῖς ἐν ἐρήμοις τοῦ Ὄρους
συγχρόνοις αὐτῷ ἡσυχασταῖς, ἐφιλιώθη μετὰ τοῦ τότε φωτεινοῦ ἀστέρος τῆς τελείας
ἀσκήσεως Ὁσίου Μαξίμου τοῦ Καυσοκαλύβη. Τοῦτον ἡμέραν τινά, ἐπισκεψάμενος
ἐθεάσατο περώμενον ὡς πτηνὸν αἰθεροβάμον ἐν αέρι καὶ ὅστις ἐλθὼν ἡρέμᾳ
προεφήτευσεν αὐτῷ τὴν μέλλουσαν πολιτείαν καὶ τοὺς εὑρήσοντας τοῦτον ποικίλους
πειρασμούς. Μετὰ ταῦτα, παραιτησάμενος ἤδη τὴν ἡγουμενείαν καὶ ἐκλεγεὶς Ξάνθης
καὶ Περιθεωρίου, διηκόνησεν πάση δυνάμει θεοφιλῶς τὴν ἐμπιστευθεῖσαν αὐτῷ
ἐπαρχίαν, ἁγιάζων καὶ ἁγιαζόμενος εν κόποις, μόχθοις καὶ ἀσθενείας, καταλιπὼν
ὁσιακὴ φήμην, κατὰ τοὺς πάλαι ἁγίους Πατέρας καὶ Ἱεράρχας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ
σχήματι ὤν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης Πεναπέων, ἄρτι
πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων εἴκοσιν ἡμερῶν,
διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ προστάξαντος ἀγαγεῖν
αὐτῷ τὰς βίβλους, ἅς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μὲν οὐκ ἐποίησεν· ἀντέφησε
δὲ τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’ ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν
Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν·
δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ
τοῖς ὠσίν, ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν
αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ
κρεμοῦσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες.
Ὡς δὲ τούτοις οὐκ ἐνεδίδου, τὴν
γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε κοσμησαμένην, διὰ
κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε, μᾶλλον δὲ ταῖς
τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν ἑαυτὴν ὡμολόγησε.
Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται, καὶ βαπτίζεται
ἐν θερμῷ ὕδατι· ἐν ᾧ μείνασα ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι, ὡς οὐ θερμὸν
ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθῆναι αὐτῷ κατὰ τῆς
χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης
αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροῖ αὐτοὺς
ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρήνουν ἐκ
διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ οὕτω τὰ
πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν.
Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν
διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ
γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τὴν δὲ δι’ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ
ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμούς (τὸ μέλι δηλαδὴ καὶ τὸ γάλα),
καὶ πιεῖν ἐπιτρέπειν· τὴν δὲ εἰπεῖν: Οὐκ ἐξ
αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός· καὶ οὕτω τὸν
διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὐτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν
εἰς τὸν οὐρανὸν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδεῖξαι αὐτῇ θρόνον, καὶ
στολὴν λευκὴν ἐπ’ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν: Ὅτι σοὶ ταῦτα ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν
ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν:
Ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν·
ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι, ὅτι ὁ
ἀνήρ σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οἰκουμενίου,
Ἐπισκόπου Τρίκκης τοῦ θαυματουργοῦ.
Οἰκουμένιον
καὶ θανόντα τοῖς λόγοις, τιμῶ·
Κατορθῶν
ἔργον ἐκ λόγων μέγα.
Οὗτος,
πατρίδα ἔσχε τὴν τῶν Καππαδοκῶν μητρόπολιν Καισαρείαν. Ἀνῆλθεν εἰς τὸν τῆς
Ἀρχιερωσύνης βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε
μέρος εἰς τὴν Α΄ Οἰκουμενικὴν Σύνοδον. Πλήρης ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω
μετέστη ζωήν, καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν Ἀρχαγγέλων πρωτεύοντι ναῷ τῷ αὐτόθι
ἐν Τρικάλοις, πολλῶν θαυμάτων καὶ πρὸ τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος
αὐτουργός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους
Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων συμπολιτῶν ὕβρεις
πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον
ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν πνεύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου
τοῦ σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.
Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ·
Ζωστιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ξενίας τῆς θαυματουργοῦ τῆς ἐκ Καλαμῶν.
Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία,
Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ
καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ
291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον,
κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ
ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα
καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι.
Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις
προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς
βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας
κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς
τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα τεμάχια,
ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παμβό, τοῦ καθολικοῦ, τῆς Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν
Σπηλαίῳ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας,
τελειωθέντων ἐν ἔτει 1821.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ
τῆς Ἑλλάδος.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα·
ὅς οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων.
Ταῖς
αὐτῶν Ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Ἀνῆλθες ἱερώτατον
σύνθρονον, τῆς Ξάνθης ἀγγελόβιε, πάσχων ἐκ ψυχῆς, ὅπως Χριστῷ ἀπολωλός,
διδαχαῖς σου συνάψης Θεόφανες, διό σε
εὐφημοῦμεν, ὡς στοργικὸν ποιμένα.
Νεότητος κρατήσας τὸ
ἔνζηλον, Θεόφανες ἐξέτεινες, τὴν ἀσκητικήν,
σοῦ ἀγωγὴν ἐπισκοπῶν, μὴ πεσεῖν τῆς ἀγάπης φοβούμενος, τοῦ καλοῦ Δεσπότου, Ὃν
βλέπεις εἰς αἰῶνας.
Ἐθέρισας πλουσίως ἃ
ἔσπειρας, ἐν δάκρυσι Θεόφανες, καὶ ὥσπερ
χρυσός, καθυπομείνας πειρασμούς, ὀβρυζότερος ἔφυς μακάριε, ὅθεν σοι τὸ στέφος,
ἐδόθη ἐκ Κυρίου.
Θεοτοκίον.
Στερέωσον ψυχὴν
κλονουμένην μου, Παρθένε Παναμώμητε σοῦ πρὸς τὸν Χριστόν, χεῖρας ὑψοῦσα
μητρικάς, καὶ αἰτοῦσα Αὐτοῦ θεῖον ἔλεος, δι’ οὗ καταπαύση, ἐμφύλιόν μου μάχην.
ᾨδὴ
η΄. Αὕτη ἡ κλητή.
Στῆθι ὡς ποτὲ Φινεὲς θεῖε
Πάτερ, καὶ κόπασον Κυρίου, ὀργὴν ἐρχομένην, καὶ γὰρ πᾶσι κακοῖς, παροργίζομεν
ἀεὶ τὸν Φιλάνθρωπον, τὴν μακροθυμίαν Αὐτοῦ καταφρονοῦντες.
Αὕτη ἡ σεπτὴ πολιτεία σου
Πάτερ, ἠξίωσε τοῦ στέφους, τῆς ἁγιωνυμίας, διὸ Ξάνθη ἀεί, πατρικαῖς σου εὐχαῖς
κατευλόγησον, ὅπως θείαν μνήμην, τελῇ σου εἰς αἰῶνας.
Τεῖχος ἐν πικροῖς
σκαιωρίαις τοῦ βίου, Θεόφανες σὲ σχόντες,
δοξάζομεν Δεσπότην, καὶ γὰρ ἴσον οὐδέν, πατρικῆς ἀγαπήσεως πέφυκεν, ἧς καὶ
ἀναξίως, γευόμεθα σὰ τέκνα.
Θεοτοκίον.
Εὔκολον Ἁγνή, ἐξομάλισον
βίου, τὴν τρίβον τοῖς Σοῖς δούλοις, ἀπαύστως εὐχομένη, πρὸς γλυκύν Σου Υἱόν,
τὸν ποθοῦντα ἀεὶ τὴν μετάνοιαν, τῶν ἁμαρτανόντων, ἐν γνώσει ἤ ἀγνοίᾳ.
ᾨδὴ
θ΄. Φωτίζου, φωτίζου.
Κρατεῖται ἡ γλῶσσα,
ἐκδιηγεῖσθαι ἀρετάς, τοῦ ἐνθέου σου βίου, ὦ κλεινὲ Θεόφανες,
πῶς γὰρ πτωχοὶ σοὶ πλουτοῦντι τρανῶς, θεοπρεπῇ, ὕμνον ἐξισχύσαι, ψάλλειν
οὐδόλως γινώσκομεν.
Νικήσας τὴν φύσιν, καὶ
ὑπὲρ φύσιν γεγονώς, θεωρὸς ἐγεγόνεις, ὧν περ ἐπεπόθησας, ὅθεν σῇ ποίμνῃ
παράσχου εὐχαῖς, Πάτερ σεπτέ, ταῖς πρὸς τὸν Δεσπότην, τούτων τὴν γνῶσιν Θεόφανες.
Ἀγάλλου εὐφραίνου, Ξάνθης
Μητρόπολις φαιδρῶς, ὅτι ἔχεις μεσίτην, πρὸς Χριστὸν τὸν Ἅγιον, καὶ ἐν εὐχαῖς
ἀρχιθύτην κλεινόν, τὸν στοργικόν, θεῖον Θεοφάνη,
ὃς Σου σεπτῶς ἐπεσκόπευσεν.
Θεοτοκίον.
Ἀγάλλου ψυχή μου, ἔχουσα
Κόρης τῆς Ἁγνῆς, προστασίαν καὶ σκέπην, καὶ θερμὴν ἀντίληψιν, ὅθεν Αὐτῇ
πεποιθὼς τὴν ὁδόν, τῆς ἀρετῆς, βάδιζε προθύμως, ὅπως καὶ τύχης θεώσεως.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκητικῶς
διέπρεψας, ἐν τῷ ὄρει τοῦ Ἄθω, χριστοπρεπῶς ἐποίμανας, τὴν Μητρόπολιν Ξάνθης, Θεόφανες θεῖε Πάτερ, ἐρευγόμενος ἅπερ, πείρᾳ πολλῇ
ἐξέμαθες, αἷμα δοὺς τῷ Δεσπότῃ, ἀντιλαβών, γνώσιν μυστηρίων ἐπουρανίων, ὧν καὶ
ἡμᾶς ἀξίωσον, τοὺς τιμῶντάς σε πόθῳ.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὅτε,
ὁ ἔρως ὁ ἔνθεος, κατέτρωσέ σου ψυχήν, τότε Πάτερ Θεόφανες,
ταχυδρόμος ἔφθασας, εἰς τὸ ὄρος τοῦ Ἄθωνος, καὶ πυριφλέκτως, εὐχὴν ἐξήσκησας,
πάσῃ δυνάμει ἀποκρουόμενος, ἐχθροῦ τὰ βέλεμνα, ἔχων τὴν Ὑπέραγνον συναρωγόν, Ἧς
τὴν καθαρότητα, ζηλῶν ἐπόθησας.
Βατοπαιδίου
ἡ μάνδρα σου, παιδαγωγὸς εἰς Χριστοῦ, πολιτείαν ἐγένετο, καὶ τῆς συνειδήσεως,
ἱερώτατον στάδιον, ἐν ᾗ νηφόντως δάκρυσιν ἔσπειρας, καὶ ἀρετῶν σου, ᾖρας τὰ
δράγματα, ὅθεν καὶ γέγονας, ταύτης καθηγούμενος καὶ ὁδηγός, ἔνδοξε Θεόφανες, θεοδηγούμενος.
Βάθη,
γνωρίσας τοῦ Πνεύματος, τῇ ἐνεργείᾳ Χριστοῦ, δι’ ἐντόνου ἀσκήσεως, νοῦν Πάτερ Θεόφανες, θεῖον ὄχημα ἔδειξας, διὸ Μαξίμου πτῆσιν
ἑώρακας, καὶ προφητείας, τούτου ἀκήκοας, τῇ ὁμοιότητι, ἕλκονται τα ὅμοια θεοπρεπῶς,
καὶ τοῖς ὑπὲρ ἔννοιαν, ἐμπολιτεύονται.
Ὅτε,
ποιμὴν θεοπρόβλητος, Ξάνθης ἐγένου σοφέ, ἅπερ Ἄθωνι ἔμαθες, θεολόγῳ γλώττῃ σου,
τῷ ποιμνίῳ ἐξέθηκας, ἱεραρχήσας πολλοῖς ἐν δάκρυσι, καὶ γόνυ κλίνων, ὑπὲρ
προβάτων σου, ὅθεν ὁ Κύριος, πάντιμε Θεόφανες
στέφει λαμπρῷ, τῷ τῆς ἁγιότητος, κάραν σου ἔστεψεν.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀσκητικῶς
βιώσας πρῶτον ἐν Ἄθωνι, θεοπρεπῶς ἐποιμενάρχησας εἶτα ἐν Ξάνθῃ Θεόφανες, κατὰ τοὺς πάλαι ἁγίους ἱεράρχας. Φῶς γὰρ
προσλαμβάνων ἐκ τοῦ Πρώτου Φωτός, τοῦτο μετεδίδους ἀφθόνως, ἱερουργῶν ὡς
ἀσώματος θεοπρεπῶς, καὶ ἀποστολικῶς κηρύττων τοῖς τέκνοις σου, ὅθεν ἐν πολλοῖς
πειρασμοῖς τελέσας τὸν βίον σου, νῦν εὐφραίνῃ μετὰ τῶν Ἁγίων, ἔνθα πρέσβευε
Πάτερ φιλοτέκνως τῷ Μεγάλῳ Ἀρχιερεῖ, ὑπὲρ τῆς ὧδε φιλαγίου ποίμνης σου.
Καὶ
νῦν.
Ἀναστάσεως
ἡμέρας...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε
εὐφημήσωμεν ἐκ ψυχῆς, θεῖον Θεοφάνη, Ὄρους Ἄθω ἄνθος τερπνόν, Ξάνθης τε
ποιμένα, καὶ Περιθεωρίου, ὅπως ἔνθεον πρέσβυν, τοῦτον πλουτήσωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ
ῬΜΒ΄ ψαλμός. Εἶτα τό· Θεὸς Κύριος καὶ τὰ τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν
ὄρει Ἄθω ἀσκητεύσας τὸ πρῶτον, ἐπισκοπῆς τὴν ῥάβδον εἴληφας εἶτα, κλεινὸν
Περιθεώριον ποιμάνας θαυμαστῶς, ἔνθα ὦ Θεόφανες,
ὡς Πατὴρ ψυχοτρόφος, ποίμνην σου ἐδίδασκες, καὶ Χριστῷ καθωδήγεις, νῦν δ’
ἀπολαύων δόξης ἀληθοῦς, ἡμῖν ἐξαίτει, πταισμάτων συγχώρησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ ψαλμός.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Θεὸν
ἐξιλέωσαι Θεόφανες σοῖς τέκνοις. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἐξιλέωσαι σαῖς
εὐχαῖς, Θεόφανες Πάτερ ὑπὲρ τέκνων
πνευματικῶν, ποθούντων γνησίως τὸν Δεσπότην, καὶ πατρικήν σου αἰτούντων
ἀντίληψιν.
Ἐκ πρώτης νεότητος τὸν
Θεόν, σφοδρῶς ἀγαπήσας ὥσπερ ἔλαφος ψαλμική, εἰς Ἄθω προσέδραμες ταχέως, Ὃν
μνημονεύεις εὐχαῖς σου Θεόφανες.
Οὐδόλως προσέσχες τοῖς
γεηροῖς, τὸν νοῦν προσηλώσας εἰς τὰ κάλλη τοῦ οὐρανοῦ, διὸ καὶ ἡμῶν τὰς
διανοίας, γῆθεν Θεόφανες ἄρον πρὸς Κύριον.
Θεοτοκίον.
Νικώμενος πάθεσι ψυχικοῖς,
πρὸς Σὲ Θεοτόκε καταφεύγω καὶ ἐκβοῶ, δυνάμεων Κύριον τεκοῦσα, κἀμὲ ἀδύνατον
Μῆτερ ἐνίσχυσον.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψῖδος.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ τὸν
Ἰησοῦν ἔσχηκας, θείαν κατατρύφησιν Πάτερ, ἀεὶ εὐχόμενος, ὅθεν Θεόφανες, ἀδιαλείπτως τὴν μνήμην, τούτου
ἐγκαθίδρυσον ἐν τῇ καρδίᾳ μου.
Ξενωθεὶς ἑκουσίως τῶν βλαβερῶν
σχέσεων, μόνον τὸν Χριστὸν ἔσχες πλοῦτον, Πάτερ Θεόφανες,
Ὃν ὡς πολύτιμον, θείας ζωῆς μαργαρίτην, καὶ ἡμᾶς ἀξίωσον εὑρεῖν πρεσβείαις σου.
Ἱερέων ποδήρη ἐπενδυθεὶς
γέγονας, πῦρ ἐν παραστάσεσι θείαις, σοφὲ Θεόφανες,
διὸ τοὺς φέροντας, τῶν πρεσβυτέρων ἀξίαν, Σεραφεὶμ θεολέκτα Πάτερ ἀνάδειξον.
Θεοτοκίον.
Λυτρωτὴν τετοκυῖα
ἁμαρτωλῶν Πάναγνε, λῦσον τὰ δεσμὰ τῆς ψυχῆς μου, δι’ ὧν ὁ τύραννος, κακῶς με
ἔδησε, ὡς ἐντολῶν παραβάτην, καὶ Χριστοῦ ἐμάκρυνεν ἀθέσμοις πράξεσι.
Διάσωσον,
πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ,
ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην
Κυρίου.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ...
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ
φῶς τοῦ Χριστοῦ Θεόφανες ἐπίφανον, ψυχαῖς
ἱκετῶν ποθούντων τὸν Παράδεισον, καὶ Κυρίῳ ἅρμοσον ταῖς πρεσβείαις σου ἅπαντας,
τοὺς σοὶ βοῶντας ἐκτενῶς, καὶ τιμῶντας τὴν μνήμην σου.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἐν φωτὶ φῶς γινώσκεται,
τῆς θεογνωσίας Πάτερ Θεόφανες, ὅθεν νοῦν μου
καταφώτισον, θείαις καὶ ἀκτίστοις ἐπιλάμψεσιν.
Ὡραΐσας καρδίαν σου,
ἀρετῶν τῇ κτήσει μάκαρ Θεόφανες, καὶ ἡμῶν
καρδίας κάθαρον, εἰς Χριστοῦ αἰώνιον κατοίκησιν.
Συνενώσας ὡς ἄριστα,
πρᾶξιν θεωρίᾳ σοφῶς Θεόφανες, ταῖς εὐχαῖς
σου καταξίωσον, καὶ ἡμᾶς τὴν πίστιν ἔργοις στέφεσθαι.
Θεοτοκίον.
Ἁμαρτίας βαρύνομαι, ἅσπερ
ἑκουσίως ἤ ἀκουσίως τε, πράττω Δέσποινα καὶ δέομαι, δυσαχθοῦς φορτίου τούτων
σῶσόν με.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν ψυχῶν πάθη
δυσίατα, εὐχαῖς πρὸς Κύριον Θεόφανες,
ἐνισχύων τὸν ἀγῶνα τῆς καθάρσεως.
Θρόνους Ἰησοῦ, τὰς καρδίας
ἡμῶν ποίησον, ἐγκαθιστῶν μνήμην ψυχίζωον, ταύταις Πάτερ, ἀνεξάλειπτον
πρεσβείαις σου.
Ἔλεος εὑρών, τοῦ Κυρίου ὦ Θεόφανες, τοῦτο κατάρδευσον τοῖς τέκνοις σου,
ὥσπερ πλοῦτον, πατρικὸν καὶ ἀναφαίρετον.
Θεοτοκίον.
Ὅλον μου τὸν νοῦν, πρὸς σὲ
αἴρω Παναμώμητε, τὴν μητρικήν Σου ἱκεσίαν ἐκζητῶν, πρὸς τὸν Δεσπότην, ὅπως
ἵλεώς μοι γένηται.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Φανότατα, εἶδες φῶς
θαβώρειον, ὦ Θεόφανες καρδίαν καθάρας, διὸ
ἡμῖν, τοῖς τιμῶσί σε πόθῳ, ἀκτῖνα μίαν παράσχου καθάρσιον, διώκουσα ὁλοτελῶς,
τῶν παθῶν τὸν ἐσμὸν τὸν ψυχώλεθρον.
Ἀγάπης σε, τῆς διπλῆς γινώσκοντες,
οἰκητήριον Θεόφανες μάκαρ, ἱκετικῶς
ἐκζητοῦμεν· παράσχου, ἡμῖν φιλεῖν ἐκ ψυχῆς τὸν Φιλάνθρωπον, καὶ πάντα ἄνθρωπον
ὁμοῦ, ὡς εἰκόνα Αὐτοῦ ἀνεκτίμητον.
Νεώσας σου, τῆς ψυχῆς τὴν
ἄρουραν, ἀνεβλάστησας καρποὺς τῷ Κυρίῳ, τὰς ἀρετάς, ὡς καλὸς οἰκονόμος, τῆς
παρ’ Αὐτοῦ πιστευθείσης σοι χάριτος, ἐξ ὧν μετάδος καὶ ἡμῖν, φιλοτέκνων ὦ Πάτερ
Θεόφανες.
Διάσωσον,
πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ,
ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην
Κυρίου.
Ἄχραντε,
ἡ διὰ Λόγου...
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν
ἀσκήσει ἐκλάμψας Θεόφανες, ποιμενάρχης
ἐφάνης χριστόψυχος, ὅθεν ἔχων τὴν παῤῥησίαν πρὸς τὸν Ἀγαθόν, τὰς χεῖράς σου
αἶρε ἐκτενῶς, καὶ Αὐτὸν ἐξιλέωσαι, ὅπως ἡμῖν παράσχη, ἄφεσιν τῶν πταισμάτων,
καὶ μετανοίᾳ ἀληθεῖ, τὸν Παράδεισον χαρίσηται.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον
(Ματθαῖον 5, 14-19)
Εἶπεν
ὁ Κύριος· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους
κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν
λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν
τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν
τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ
ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως αν παρέλθη ὁ οὐρανὸς
καὶ ἡ γῆ, ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθη ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα
γένηται· ὃς ἐὰν οὐ λύση μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω
τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὃς δ’ ἂν
ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νυν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Φῶς
ποθήσας ἄκτιστον, αὐτοῦ πεπλήρωσαι ὅλος, ἐν τῷ ὄρει Ἄθωνος, εἶτα δὲ πεπίστευσαι
ὡς φιλόπονος, ποίμνην τὴν θεόλεκτον, Περιθεωρίου, ἔνθα ἔλαμψας τῷ βίῳ σου, καὶ
εὐηρέστησας, τῷ ἠγαπημένῳ Δεσπότῃ σου, τὸ τάλαντον ὃ εἴληφας, πολυπλασιάσας
σοφώτατα, νῦν δὲ βλέπων τούτου, τὸ πρόσωπον τὸ πάμφωτον ἀεί, πρέσβευε Πάτερ Θεόφανες, ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σαρκικῶν ἡδονῶν με
ἐλευθέρωσον τάχει μάκαρ Θεόφανες, καὶ τούτων
ὑπεράνω, ἀξίωσον πετᾶσθαι, ὡς ἑώρακας Μάξιμον, ὅπου γὰρ θέλει Θεός, ἀργεῖ
φύσεως τάξις.
Σόφισον με σοφίᾳ τῇ τοῦ
Πνεύματος ὅπως Κυρίου θέλημα, γνώσωμαι ἐν τῷ βάθει, καὶ τοῦτο προθυμίᾳ,
ἐκτελέσω ὁ δείλαιος, σοῦ δὲ τιμήσω σεπτῶς, Θεόφανες
τὴν μνήμην.
Οὐράνιον τὸν νοῦν σου καὶ
τὸ φρόνημα ἔχων μάκαρ Θεόφανες, ἐμὲ
ἐσκοτισμένον, νέφεσιν ἁμαρτίας, σαῖς εὐχαῖς ἀποκάθαρον, καὶ τοῦ ἡλίου Χριστοῦ,
ἔλλαμψιν χάρισαί μοι.
Θεοτοκίον.
Ἴθυνόν μου Παρθένε τὰς
πορείας τοῦ βίου ταῖς ἱκεσίαις Σου, ὅπως εὐαρεστήσω, ὡς δοῦλος πανευγνώμων, τῷ
τεχθέντι ἐκ μήτρας Σου, καὶ σώσαντί με Χριστῷ, οἰκονομίᾳ θείᾳ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Σοφίας θείας, ἀναδειχθεὶς
σεπτὸς οἶκος, ἐλαχίστην ἀπόμοιράν μοι δίδου, ταύτης τῷ ἀσόφῳ, Θεόφανες παμμάκαρ.
Τρόποις οἷς οἶδας, ὦ Θεόφανες Πάτερ, καθοδήγησον τάλαιναν ψυχήν μου,
πρὸς τὴν θεωρίαν, προσώπου τοῦ Κυρίου.
Ἐκ τῶν σκανδάλων, τοῦ
ἐχθροῦ τήρησόν με, ἀδιάφθορον καὶ ἀξίωσόν με, στῆναι δεξιόθεν, Θεόφανες Δεσπότου.
Θεοτοκίον.
Καταβληθέντα, τὴν ψυχὴν
καὶ τὸ σῶμα, ἐκ ποικίλων Παρθένε νοσημάτων, Σὺ ἀνάστησόν με, πρεσβεύουσα Κυρίῳ.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ναοῦ ἀκαταλύτου, ὢν νῦν
ἱεράρχης, τῶν σὲ τιμώντων Θεόφανες μνήσθητι,
καὶ συμμετόχους τῆς θείας, δόξης ἀνάδειξον.
Ὁ τῆς ἐπισκοπῆς σου,
κλῆρος καὶ λαός τε, σὲ δυσωποῦμεν Θεόφανες
ἔνδοξε, ἀεὶ τῇ σκέπῃ εὐχῶν σου, ἡμᾶς ἐνίσχυε.
Ἰδὼν τῶν ἱκετῶν σου,
θλίψεις καὶ ἀνάγκας, χεῖρας σεπτάς σου Θεόφανες
ἔκτεινον, ὅπως τὴν λύσιν παράσχη, ὁ Πολυέλεος.
Σωμάτων ἀσθενείας, καὶ
ψυχῶν τὰ ἄγχη, μακρὰν τῶν τέκνων σου δίωξον Ἅγιε, ὅπως ἀεί σε τιμῶμεν, Πάτερ Θεόφανες.
Θεοτοκίον.
Ἀκήρατε Παρθένε, σὺν τῷ
Θεοφάνει, τὸν Ἀγαθὸν ἱλεώσατε Κύριον, ὅπως πιστοὺς Ξάνθης σκέπῃ, Αὐτοῦ τῇ
χάριτι.
Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Δεῦτε
εὐφημήσωμεν ἐκ ψυχῆς, θεῖον Θεοφάνην ὄρους
Ἄθω ἄνθος τερπνόν, Ξάνθης τε ποιμένα, καὶ Περιθεωρίου, ὅπως ἔνθεον πρέσβυν,
τοῦτον πλουτήσωμεν.
Ἔκτεινόν
σου χεῖρας τὰς πατρικάς, Θεόφανες μάκαρ καὶ ἱκέτευε ἐκτενῶς, ἀγαθὸν Δεσπότην,
ὑπὲρ λαοῦ καὶ κλήρου, τῆς Ξάνθης ἧς ὑπῆρξας, ποιμὴν χριστόψυχος.
Λύτρωσαι
κινδύνων τῶν ψυχικῶν, καὶ σωμάτων νόσους ἀποδίωξον ἀφ’ ἡμῶν, ὅπως εὐγνωμόνως, Θεόφανες τιμῶμεν, τὴν πάντιμόν σου μνήμην
ἁγιαζόμενοι.
Ἀρχαγγελιώτισσαν τὴν
Ἁγνήν, ἔχων σύμμαχόν σοι ὦ Θεόφανες ταῖς
εὐχαῖς, θρόνῳ τοῦ Δεσπότου, προσπίπτετε ἀπαύστως, καὶ χάριν ἐξαιτεῖσθε ἡμῖν τὴν
ἄφθονον.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον.
Εἰς
τὴν ἀπόλυσιν, τὸ προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι,
ὡς φιλόθεος ποιμήν, τέκνων σου φωνὰς καὶ δεήσεις, Πάτερ Θεόφανες, καὶ δεινῶν ἀπάλλαξον ἡμᾶς καὶ θλίψεων, ἐν καιρῷ δὲ τῷ
μέλλοντι, παράσχου ὡς δῶρον, τὸν γλυκὺν Παράδεισον, ἔνθα ὁρᾷς Ἰησοῦν, ἅμα τῇ
Ἁγνῇ Θεοτόκῳ, καὶ χοροῖς Ἁγίων ἁπάντων, τῶν ἀξιωθέντων τῆς θεώσεως.
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου