ΙΟΥΝΙΟΥ
11!!
ΒΑΡΘΟΛΟΜΑΙΟΥ
ΑΠΟΣΤΟΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φωτὶ ἐλλαμθεὶς τῷ νοητῷ,
τοῦ Ἁγίου Πνεύματος Βαρθολομαίε Ἀπόστολε,
φωστὴρ ὡς μέγιστος, ἔλαμψας τῷ κόσμῳ, τὸν τῆς δόξης ἥλιον, Χριστὸν ἀνακηρύττων
τοῖς ἔθνεσιν· ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Φωνῆς ἐπακούσας τοῦ
Χριστοῦ, τούτῳ ἠκολούθησας, γνώμῃ εὐθείᾳ Ἀπόστολε, λιπὼν τὰ πρόσκαιρα, τῆς
οἰκονομίας, Αὐτοῦ τὸ μυστήριον, μυούμενος τὸ μέγα καὶ γέγονας, μύστης οὐράνιος·
τῆς Αὐτοῦ γὰρ σωματώσεως, ὑπηρέτης, ὤφθης ἐνθεώτατος.
Τὸ Πνεῦμα τὸ Ἅγιον τὸ πρὶν,
ἐνδημῆσαν δέδεξαι, πυρίνῃ γλώσσῃ Ἀπόστολε, ὑπὲρ κατάληψιν, ἐν τῷ ὑπερῴῳ, καὶ
φωστὴρ οὐράνιος, σαφῶς Βαρθολομαῖε γενόμενος,
πᾶσιν ἐκήρυξας, τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον, τοὺς ἐν σκότει, φωτίσας τοῖς λόγοις
σου.
Χριστῷ τῷ Δεσπότῃ
πειθαρχῶν, ὁλικῶς Ἀπόστολε, ἀνδρειοτάτως καθήλωσαι, Σταυρῷ μακάριε, καὶ τὸ
ἱερόν σου, λείψανον κατέπλευσε, δυνάμει τοῦ τὰ πάντα δεσπόζοντος, εἰς Δύσιν
Ἅγιε, ἀναβλύζον χάριν ἄφθονον, τοῖς ἐν πίστει, καὶ πόθῳ προστρέχουσι.
Δόξα.
Ἦχος β΄.
Ἀποστολικῆς δωρεᾶς
ἠξιωμένος, τοῦ Εὐαγγελίου ἐργάτης δόκιμος ὤφθης, ὡς Χριστοῦ Ἀπόστολος, Βαρθολομαῖε μακάριε· τὰ θεῖα γὰρ καλῶς μυηθείς,
τοῖς ἐν πᾶσιν ἐκήρυξας σωτηρίαν, διὰ Χριστοῦ τοῦ Σωτῆρος· ᾧ πρέσβευε δεόμεθα,
ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, ὦ Μήτηρ τοῦ Θεοῦ· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.
Φῶς
ἱλαρόν.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Κήρυξ περιφανής, Ἀπόστολε
ἐδείχθης, Χριστοῦ Βαρθολομαῖε, καὶ τούτου ἐν
τῷ κόσμῳ, ἐκήρυξας τὴν σάρκωσιν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν...
Θαύματα ἐκτελῶν, Χριστοῦ ἐν
τῇ δυνάμει, εἰς πίστιν τὴν ἁγίαν, Ἀπόστολε ἐνῆγες, τοὺς ἐν τῇ πλάνῃ πρότερον.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται...
Σταύρωσιν ὑποστάς, ὡς ὁ
Σωτὴρ τῶν ὅλων, σοφὲ Βαρθολομαῖε, τῆς τούτου
ἠξιώθης, ὑπερφυοῦς λαμπρότητος.
Δόξα.
Τριαδικόν.
Σύνθρονε Παντουργέ, Πάτερ
Υἱὲ καὶ Πνεῦμα, ὁμότιμε Θεότης, ἐλέησον τὸν κόσμον, λιταῖς τοῦ Ἀποστόλου Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Σάρκα ἐξ τῶν ἀγνῶν, αἰμάτων
Σου ὁ Λόγος, λαβῶν διπλοῦς ὡράθη, καὶ τὸν Βαρθολομαῖον, Παρθένε ἐθαυμάστωσεν.
Νῦν
Ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Βαρθολομαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, Βαρθολομαῖε σοφέ, καὶ τούτου Ἀπόστολος, καὶ
ὑπηρέτης σοφός, σαφῶς ἐχρημάτισας· ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον,
σύμμορφος ἀνεδείχθης, τῶν παθῶν τοῦ Κυρίου· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον,
καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τῇ σαγήνῃ τῆς γλώττης σου,
θεοῤῥῆμον Ἀπόστολε, ἐκ βυθοῦ ἀνήγαγες ματαιότητος, καὶ χαλεπῆς ἀθεότητος, τοῦ
κόσμου τὰ πέρατα, καὶ προσήγαγες Χριστῷ, τῷ Θεῷ διὰ πίστεως, τῷ τοιαύτην σοι,
δεδωκότι τὴν χάριν ὡς ἐνθέῳ, μαθητῇ καὶ μυστολέκτῃ, Βαρθολομαῖε
Ἀπόστολε.
Ὁ τῆς δόξης σε ἥλιος,
Ἰησοῦς ὁ Θεὸς ἡμῶν, ὡς ἀκτῖνα ἔνδοξε ἐξαπέστειλεν, εἰς τὰ τοῦ κόσμου πληρώματα,
συντόνως ἐλαύνουσαν, ἀθεΐας τὴν ἀχλύν, καὶ φωτίζουσαν ἅπαντας, τοὺς
καθεύδοντας, ἐν νυκτὶ ἀγνωσίας, οὓς εἰργάσω, τῆς ἡμέρας κληρονόμους, Βαρθολομαῖε θεόσοφε.
Καθυπείκων τοῖς νεύμασιν,
οὗ τῷ νεύματι ἅπαντα, καθυπείκει τοῦτόν τε ἐκμιμούμενος, ὡς ἀληθείας
διδάσκαλον, θανάτου ποτήριον, διὰ πάθους σταυρικοῦ, ἀγαλλόμενος ἔπιες, καὶ
παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀποστόλοις, καὶ Ἀγγέλοις συγχορεύων, Βαρθολομαῖε ἀοίδιμε.
Ἕτερα.
Ἔδωκας σημείωσιν.
Ἔσπευσας ὡς ἤκουσας, τοῦ
διδασκάλου τοῖς ῥήμασι, καὶ Ἀπόστολος ἔνθεος, Αὐτοῦ ἐχρημάτισας, καὶ μύστης τῆς
δόξης, Αὐτοῦ τῆς ἀῤῥήτου, Βαρθολομαῖε ἱερέ,
τὰ ὑπὲρ λόγον θεῖα μυστήρια, Αὐτοῦ μυσταγωγούμενος, τῆς ἀποῤῥήτου κενώσεως,
πολιτείας λαμπρότητι, διαλάμπων τοῖς ἅπασι.
Λόγῳ τῆς σοφίας σου, καὶ
διδαγμάτων λαμπρότητι, καὶ θαυμάτων δυνάμεσιν, ὡς ἥλιος ἔλαμψας, τοῖς ἐν σκότει
πλάνης, οὕς καὶ καταυγάσας, Βαρθολομαῖε ἱερέ,
τούτοις προσήγαγες τῷ Παντάνακτι, ὡς λογικὸν ὀψώνιον, καὶ τῶν καμάτων τὰ
ἔπαθλα, ἐκ χειρὸς τοῦ Κυρίου σου, ἐκομίσω πανεύφημε.
Σταύρωσιν ὑπέμεινας, Βαρθολομαῖε Ἀπόστολε, τὸν Σωτῆρα μιμούμενος·
ἐντεῦθεν δεδόξασαι, δόξῃ ἀκηράτῳ, τῆς ἀθανασίας, καὶ λείψανόν σου τὸ σεπτόν,
διὰ θαλάσσης εἰς Δύσιν ἔπλευσεν, ἐκπλῆττον τοὺς θεόφρονας, τῷ παραδόξῳ θεάματι,
καὶ πηγάζον ἰάματα, τοῖς ἐν πίστει προστρέχουσι.
Δόξα.
Ἦχος πλ. β΄.
Τοῦ Διδασκάλου Χριστοῦ,
ὑπείκων τοῖς λόγοις, εἰς ἔθνη μακρὰν ἀπεστάλης, τοῖς πεπλανημένοις κηρύξαι τὴν
αἰώνιον λύτρωσιν, Βαρθολομαῖε Ἀπόστολε· τοῦ
Παρακλήτου γὰρ ἐνδεδυμένος τὴν δύναμιν, ξένα καὶ παράδοξα εἰργάσω, καὶ ἀφωτίστοις
λαοῖς, τὸ φῶς τῆς εὐσεβείας ἀνέτειλας· καὶ διὰ Σταυροῦ, Χριστοῦ τὴν ἔγερσιν
δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωσαι, ὥς ὁ Σωτὴρ ἀπεφήνατο. Αὐτὸν ἱκέτευε
δεόμεθα, Ἀπόστολε ἔνδοξε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει Σε Παναγία
Παρθένε; Τὶς μὴ ἀνυμνήσει Σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς
ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα
προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτων γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος·
Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Καθολικῆς
Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. [Κεφ. γ΄. 21]
Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν
μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν· καὶ ὅ ἐὰν αἰτῶμεν,
λαμβάνομεν παρ’ Αὐτοῦ, ὅτι τὰς ἐντολὰς Αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον
Αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ Αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ
Υἱοῦ Αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπώμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. καὶ
ὁ τηρῶν τὰς ἐντολὰς Αὐτοῦ, ἐν Αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ
γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ
παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν·
ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ
Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα, ὅ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐν
τοῦ Θεοῦ ἐστι· καὶ πᾶν πνεύμα ὅ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα
ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτο ἐστι τὸ τοῦ ἀντιχρίστου, ὅ ἀκηκόατε ὅτι
ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε τεκνία, καὶ
νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἤ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ
κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς
ἐκ τοῦ Θεοῦ ἐσμέν. Ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν· ὅς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ,
οὐκ ἀκούει ἡμῶν.
Καθολικῆς
Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. [Κεφ. δ΄. 11]
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς
ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε
τεθέαται· ἐάν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγαπὴ Αὐτοῦ
τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν Αὐτῷ μένομεν, καὶ Αὐτὸς
ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος Αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ
μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Αὐτοῦ Σωτῆρα τοῦ κόσμου. Ὅς ἄν
ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν
τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἥν ἔχει ὁ Θεὸς ἐν ἡμῖν.
Ὁ Θεὸς ἀγάπη ἐστι· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν
αὐτῷ.
Καθολικῆς
Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. [Κεφ. δ΄. 20-ε΄ 1]
Ἀγαπητοί, ἐὰν τις εἴπῃ, ὅτι
ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν
ἀδελφὸν αὐτοῦ ὅν ἑώρακε, τὸν Θεὸν ὅν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην
τήν ἐντολὴν ἔχομεν ἀπ’ Αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν
αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ
πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ Αὐτοῦ. Ἐν τούτῳ
γινώσκομεν, ὅτι ἀγαπώμεν τὰ τέκνα τοῦ Θεοῦ ἵνα τὰς ἐντολὰς Αὐτοῦ τηρῶμεν καὶ αἱ
ἐντολαὶ Αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν
κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τὶς ἐστὶν ὁ
νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
Εἰς
τὴν λιτήν, ἰδιόμελα. Ἦχος α΄.
Τὸ φῶς τὸ ἀληθινόν, παρὰ
τοῦ Χριστοῦ δεξάμενος, ὡς φῶς τοῦ κόσμου ἔλαμψας, Βαρθολομαῖε
Ἀπόστολε· τῇ τοῦ Δεσπότου γὰρ ἐγγύτητι, τῶν ὑπὲρ λόγον τὴν μύησιν ἐδέξω,
καὶ ἀμυήτους λαοὺς ἐμυσταγώγησας, τῆς εὐσεβείας τὸ μέγα μυστήριον· καὶ καλῶς
διαγαγὼν τὴν δεδομένην ἀξίαν, τῆς ἄνω βασιλείας ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ,
καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Τῇ τοῦ Σωτῆρος κλήσει,
ἀκολουθήσας νουνεχῶς, τὰ ἐν νόμῳ προτυπώματα παρῆλθες, καὶ τῷ φωτὶ τῆς χάριτος
προσέδραμες, ὅλῃ ψυχῇ Ἀπόστολε· καὶ τῷ Διδασκάλῳ ἑπόμενος, παρ’ Αὐτοῦ τὰ
κρείττονα μεμύησαι, καὶ τὴν τοῦ κόσμου ἀνάπλασιν, καὶ σωτηρίαν τῶν βροτῶν, διὰ
πλῆθος οἰκτιρμῶν. Ἀλλ’ ὦ Βαρθολομαῖε μακάριε,
Ἀποστόλων καύχημα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Ἀποστολικοῖς χαρίσμασι
κεκοσμημένος, ὡς τὸ Παράκλητον Πνεῦμα, ἐν εἴδει πυρός, ἐν τῷ ὑπερῴῳ δεξάμενος,
τῆς ἀσεβείας τὴν ἄκανθαν κατέφλεξας, καὶ τῶν ἐθνῶν τὰς ἀγέλας, σεσωσμένας
Χριστῷ προσήγαγες, τῷ ἱερῷ σου κηρύγματι, Βαρθολομαῖε
Ἀπόστολε· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα τῆς γλώττης, πρὸς δόξαν Χριστοῦ, τοῦ
Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος
δ΄.
Τῷ ἀρότρῳ τοῦ λόγου, τὰς
ψυχικὰς ἀρούρας γεωργῶν, πολύχοον καρπὸν Χριστῷ προσήγαγες, ὡς γεωργὸς
πρακτικώτατος, Βαρθολομαῖε Ἀπόστολε· τῆς γὰρ
ἀσεβείας τὴν ἄκανθαν ἐξέτεμες, καὶ εὐσεβείας τὰ ἄνθη περιεποιήσω ἐν ταῖς
καρδίαις τῶν πιστῶν, τῶν δεξαμένων τῆς θείας γνώσεως τὴν ὀσμὴν τῶν διδαχῶν σου
τῇ χάριτι ἔνδοξε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων ...
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄ Χαίροις ἀσκητικῶν.
Χαίροις Βαρθολομαῖε σοφέ, τῶν Ἀποστόλων ἱερὸν
ἐγκαλλώπισμα, σοφίας θείας δοχεῖον, ὁ τοῦ Δεσπότου Χριστοῦ, προσδαμὼν τῷ λόγῳ
θερμῷ ἔρωτι. Καὶ τούτου ἀκόλουθος, χρηματίσας θερμότατος, οἰκονομίας, τῆς Αὐτοῦ
τὴν ἀπόῤῥητον, εἰσδεχόμενος, διδαχὴν θείῳ Πνεύματι· ὅθεν πᾶσιν ἀπήστραψας, τὸ
φέγγος τῆς πίστεως, ὡς ἑωσφόρος τῆς δόξης, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν. Αὐτὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις Βαρθολομαῖε σοφέ, τοῦ Παρακλήτου παναρμόνιον ὄργαν
ον, τὸ στόμα τῆς ἀληθείας, Εὐαγγελίου Χριστοῦ, ὑποφήτης θεῖος καὶ σοφώτατος· ἡ
γλῶσσα ἡ εὔλαλος, τῆς Χριστοῦ σωματώσεως, τῆς τῶν ἀνθρώπων, σωτηρίας
διδάσκαλος, καὶ τῆς χάριτος, θησαυρὸς πολυτίμητος· ἥλιος ὁ πολύφωτος, τῆς θείας
χρηστότητος, τῆς εὐσεβείας ὁ λύχνος, ὁ φαεινὸς καὶ λαμπρότατος· Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ
χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Χαίροις Βαρθολομαῖε σοφέ, ὁ τοῦ Σωτῆρος μιμητὴς καὶ
ὁμότροπος· Αὐτὸν γὰρ ἀνακηρύττων, ἐσκοτισμένοις λαοῖς, σταύρωσιν ὑπέστης ὡς ὁ
Κύριος· ἐντεῦθεν τὸ θεῖόν σου, καὶ σεβάσμιον λείψανον, διὰ θαλάσσης, πρὸς τὴν
Δύσιν κατέπλευσε, καὶ ἐξέπληξε, τοὺς ὁρῶντας τῷ θαύματι· ὅθεν σε ὡς Ἀπόστολον,
Χριστοῦ μεγαλύνομεν, καὶ ἀληθῆ ὑπηρέτην, Αὐτοῦ τῆς θείας κενώσεως, Αὐτὸν
δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν διδόναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τοῦ Παρακλήτου τὸ θεῖον
πῦρ, ἐν τῇ γλώσσᾳ περιφέρων, τῆς ἀσεβείας τὴν ὕλην κατέφλεξας, καὶ τῶν ἐθνῶν
τὰς ἀγέλας ἐφώτισας, Βαρθολομαῖε Ἀπόστολε·
ὡς λαμπὰς γὰρ φαεινή, ἐκ Σιὼν ἐξέδραμες, τῆς αἰωνίου ζωῆς τὸ φῶς ἀναγγέλλων,
καὶ πρεσβεύων ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε...
Νῦν
Ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Βαρθολομαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων
ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, Βαρθολομαῖε σοφέ, καὶ τούτου Ἀπόστολος, καὶ
ὑπηρέτης σοφός, σαφῶς ἐχρημάτισας· ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον,
σύμμορφος ἀνεδείχθης, τῶν παθῶν τοῦ Κυρίου· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἤκουσας Χριστοῦ, τῆς
φωνῆς τῆς ἁγίας, προσέδραμες Αὐτῷ, καταλείψας τὸν κόσμον, καὶ τούτου μύστης
ἔνθεος, τῆς Αὐτοῦ σωματώσεως, ἐχρημάτισας, Βαρθολομαῖε
θεόφρον· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάντιμον μνήμην
σου.
Θεοτοκίον.
Ὡς ἔτεκες Χριστὸν, τὸν Θεὸν
τῶν ἁπάντων, πεπλήρωκας Ἁγνή, Προφητῶν τὰς προῤῥήσεις· διό σε μεγαλύνομεν, οἱ
σωθέντες τῷ τόκῳ Σου, καὶ βοῶμέν Σοι, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, Ἀειπάρθενε,
εὐλογημένη Μαρία, βροτῶν καταφύγιον.
Μετὰ
τὴν β΄ στιχολογίαν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων ἐμπρέπων τοῖς
προτερήμασι, τῇ οἰκουμένῃ ἐκλάμπεις ὡς ἑωσφόρος ἀστήρ, καὶ τῆς πλάνης τὴν ἀχλὺν
διώκεις ἔνδοξε· ὅθεν προσήγαγες Χριστῷ, τοὺς ἐξ ἐθνῶν λόγῳ τῷ σῷ, πιστεύσαντας
τῷ Κυρίῳ, Βαρθολομαῖε τρισμάκαρ· Ὃν
ἐκδυσώπει ὑπὲρ πάντων ἡμῶν
Θεοτοκίον.
Ἡ Θεὸν ἀποῤῥήτως
κυοφορήσασα, καὶ μετὰ τόκον Παρθένος ἄφθορος μείνασα, τῶν ἀνθρώπων προσφυγὴ
ὤφθης καὶ στήριγμα, καὶ Ἀγγέλων Βασιλὶς Θεοτόκε ἀληθῶς· διό Σε δοξολογοῦμεν, οἱ
τῇ θερμῇ Σου πρεσβείᾳ, διὰ παντὸς Κόρη σωζόμενοι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ τοῦ Πνεύματος χάρις τοῦ
παντουργοῦ, ὡς πυρίνῃ σοι γλῶσσα σῇ κορυφῇ, κατῆλθεν Ἀπόστολε, σὺν τοῖς ἄλλοις
συμμύστοις σου, φρικτῶς ἐν ὑπερῴῳ, καὶ πλήρη σε ἔδειξε, σοφίας ὑπερσόφου, καὶ
θείας ἐλλάμψεως· ὅθεν διαλάμπεις, ὥσπερ ἥλιος μέγας, ἐν πᾶσι τοῖς πέρασι,
εὐσεβείας τοῖς δόγμασι, Βαρθολομαῖε θεσπέσιε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ἡ Θεὸν τῶν ἁπάντων καὶ
Ποιητήν, σωματώσασα Κόρη δίχα τροπῆς, ἁπάντων πεπλήρωκας, Προφητῶν τὰ
κηρύγματα, καὶ τὸν Ἀδὰμ τῆς πάλαι, κατάρας ἀπήλλαξας, τὸ γένος τῶν ἀνθρώπων,
πρὸς δόξαν ὑψώσασα· ὅθεν ὡς αἰτία, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμεν Πανύμνητε, καὶ
πιστῶς προσκυνοῦμέν Σε, ἐκβοῶντες καὶ λέγοντες: Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὴν ἄῤῥητον δόξη σου.
Τὸ α΄
Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ
χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον
κατὰ Λουκᾶν· ζήτει τῇ η΄ Νοεμβρίου
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ
τὸ μέγα ἔλεός Σου...
Τῷ τοῦ Πνεύματος φωτί,
διαλάμπων πανταχοῦ, τῆς ἀσεβείας τὸ σκότος διέλυσας Βαρθολομαῖε
Ἀπόστολε· καὶ υἱοὺς φωτὸς ἀπειργάσω, τοὺς πρὶν τέκνα ὀργῆς
χρηματίζοντας, καὶ Χριστῷ προσήγαγες, ὡς ἐκλεκτὸν ὀψώνιον. Αὐτὸν ἱκέτευε, ὑπὲρ
τῶν τιμώντων σε.
Οἱ Κανόνες τῆς
Θεοτόκου [κατὰ προτίμησιν ὁ α΄ τοῦ Ἄξιόν Ἐστι], καὶ τοῦ Ἁγίου ὁ παρών· ποίημα
Θεοφάνους.
ᾨδὴ α.
Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ὁ προγνώστης πάντων καὶ
Θεός, τὸ τῆς διανοίας σου, θεοειδὲς καθορῶν ἐξελέξατο, καὶ σὲ συνηρίθμησε, τῇ
χορείᾳ Βαρθολομαῖε πανεύφημε, τῇ τῶν
Ἀποστόλων, χάριτι λαμπρύνας τὴν καρδίαν σου.
Ἀρετῶν εἰς ὕψος ἀναβάς,
γλῶσσαν τὴν πυρίπνοον, πυροειδῶς μερισθεῖσαν ἐπλούτησας, ὡς Χριστοῦ Ἀπόστολος,
παρουσίᾳ τοῦ Παρακλήτου Πανάριστε, τὴν τῆς ἀσεβείας ὕλην, δαπανῶσαν καὶ
κουφότητα.
Θεοτοκίον
Νεανίδων θείων ὁ χορός,
ἐνθεαστικώτατα, ἐν γυναιξὶ σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς
ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπέρ λόγον ἀπεκύησας.
ᾨδὴ
γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Ὡς πηγὴ προελήλυθας,
σωτηρίου νάματος, Βαρθολομαῖε πάντιμε, καὶ
πολύχουν τὸν καρπὸν ἤνεγκας, ἐθνῶν τὴν σωτηρίαν ἀξιάγαστε.
Τῷ ἅλατι τῆς χάριτος, τῶν
εἰδώλων ἔπαυσας, τὴν σηπεδόνα Πάνσοφε, τῷ νοστίμῳ λόγῳ τῆς πίστεως, τὰς καρδίας
ἡδύνων τῶν τιμώντων σε.
Θεοτοκίον
Ἐφάνης καθαρότητι, ὡσεὶ
κρίνον Δέσποινα, τῶν ἀκανθῶν ἐκλάμψασα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ
Θεοτόκε πανσεβάσμιε.
Κάθισμα
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς οὐρανὸς περικαλλὴς
διηγήσω, Βαρθολομαῖε ἐπὶ γῆς θείαν δόξαν,
τῆς τοῦ Θεοῦ σαρκώσεως πανεύφημε, φαίνων ὥσπερ ἥλιος, τὰς ἐν ζόφῳ καρδίας, λύων
τὴν σκοτόμαιναν, τῶν κακίστων δαιμόνων, ἀλλὰ εὐχαῖς σου φώτισον ἡμᾶς, σοῦ τὴν
φωσφόρον τελοῦντας πανήγυριν.
Θεοτοκίον.
Τὸ προσταχθὲν μυστικῶς.
Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν
καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ νοῦν ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοῖς
Ἀποστόλοις, εἰρήνην τῇ οἰκουμένῃ, εἰλικρινῆ, βραβεῦσαι, καὶ τῶν πταισμάτων
δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ βασιλείας οὐρανῶν, δι' ἄκραν
ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους σου.
ᾨδὴ
δ'. Ἐλήλυθας ἐκ Παρθένου.
Κατήργησας, τῷ Σταυρῷ τοῦ
Κυρίου φραξάμενος, δαιμόνων τὸ φρύαγμα, Βαρθολομαῖε
πανάριστε, τούτων ψυχόλεθρον, ἀπάτην ἀποδιώξας τῷ κηρύγματι.
Φῶς τοῦ κόσμου, τὸ τῆς
δόξης τῆς θείας ἀπαύγασμα, Χριστὸς σε ἀνέδειξε, Βαρθολομαῖε
θεόληπτε· πᾶσαν γὰρ κατηύγασας, θεογνωσίᾳ τὴν κτίσιν παμμακάριστε.
Θεοτοκίον
Ἡ τῆς Εὔας, Θεομῆτορ κατάρα
τῷ τόκῳ σου, λέλυται πανάμωμε· σεσαρκωμένον γὰρ τέτοκας, Λόγον τὸν ἀΐδιον, τὸν
εὐλογίαις τὸν κόσμον στεφανώσαντα.
ᾨδὴ
ε'. Μεσίτης Θεοῦ.
Ἀκτίστῳ φωτί, δι' ἡμᾶς ἐν
κτίσματι φανέντι Χριστῷ, πρωτουργῶς ὡμίλησας, τούτῳ συγγινόμενος Ἀπόστολε, καὶ
ταῖς θείαις ἀκτῖσι, ταῖς παρ᾽ αὐτοῦ λαμπόμενος.
Ὡς δρόσος Θεοῦ, τοῖς
ἀνθρώποις ἴαμα κομίζουσα, ἐν τῷ κόσμῳ πέφηνας, ὦ Βαρθολομαῖε,
παμμακάριστε, καὶ τὴν γῆν τῆς ἀσεβείας, προφητικῶς κατέστρεψας.
Θεοτοκίον
Ἰδοὺ ἐν γαστρί, Θεοτόκε
πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ
φύσιν δὲ τοῦτον, Θεογεννῆτορ τέτοκας.
ᾨδὴ
ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Τῶν θαυμάτων τὴν χάριν
δεξάμενος, καὶ τῶν ἰαμάτων πλουτήσας ἐνέργειαν, Βαρθολομαῖε
πάνσοφε, τῶν ἐθνῶν τὰς ἀγέλας ἐζώγρησας.
Ἡ πυρίνη σου γλῶσσα
Πανεύφημε, πᾶσαν τὴν ἀπάτην ὡς χόρτον κατέφλεξε, τῶν δὲ πιστῶν ἐλάμπρυνε, τὰς
καρδίας τῷ θείῳ κηρύγματι.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας
βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον ἀπέδειξε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ
ἀνατείλας ἐπέφανεν.
Κοντάκιον
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὤφθης μέγας ἥλιος, τῇ
Ἐκκλησίᾳ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς
σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.
Ὁ
Οἶκος
Ἐμυήθης τοῦ Λόγου Μαθητά,
τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα
εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ
ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ.
Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς
Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε
Κυρίου Ἀπόστολε.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Καὶ σὸς μαθητής,
Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε,
σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον
σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας
εἶχε Βαρνάβας λίθους.
Ἑνδεκάτῃ σταύρωσαν
ἐρίφρονα Βαρθολομαῖον.
Τούτων μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν, Ὅς Ἰνδοῖς
τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς
Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται ἐνδόξως· καὶ ἐν
μολυβδίνῃ λάρνακι τεθεὶς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας,
μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθεὶς καὶ φανερωθείς, ἐκεῖ θάπτεται,
πολλῶν θαυμάτων, ὡς ἔκτινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ
ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν ἴασιν,
καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν Ἀποστόλων πράξεσιν
ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα ὑπάρχων, συνέκδημος Παύλου χειροτονεῖται.
[Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς μὲν Λευΐ ὁρμώμενος,
κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν Ἱερουσαλὴμ, εἶτα
καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ἐπελθὼν ἐν
Κύπρῳ, ὑπό τε Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ παραδίδοται. Ὅν
Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς συγκομίσας, ἔθετο ἐν σπηλαίῳ, καὶ ἐκπλεύσας
εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν Βαρνάβα· ἔκλαυσε δὲ
αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῲ ὑπ’ αὐτοῦ γραφέντι κατὰ
Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ άποστολικοῦ σώματος. Ὅθεν
καὶ προνόμιον ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ τῶν ἄλλων Επισκόπων ταύτην
τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου Ἐπισκόπου χειροτονεῖσθαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.
ᾞσας Γαβριὴλ πρὶν
τὸ Χαῖρε τῇ Κόρῃ.
ᾌδεις δὲ καὶ νῦν,
Ἄξιόν σε ὑμνέειν.
Εἰς τὴν πρωτεύουσαν τοῦ
Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῇ άριστερᾷ ὄχθῃ τοῦ κατιόντος
χειμάῤῥου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου Ἀνδρέου, εἰς
τὰ ὅρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ ὁποῖος ἔχει
κελλία διάφορα. Εἰς ἕνα τῶν κελλίων τούτων ἐπ’ ὀνόματι τιμώμενον τῆς Κοιμήσεως
τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος ἐνάρετος μετὰ τοῦ
ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ γίνεται ἀγρυπνία καθ’ ἑκάστην
Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου λοιπὸν τῆς
10ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς τὴν ἀγρυπνίαν μόνος,
λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον, ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ
δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ
οὕτως εἰπών, ἀπῆλθε. Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ
κελλίου· ὁ δὲ ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις
μοναχός, ἄγνωστος εἰς αὐτόν· ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν
τὴν νύκτα ἐκείνην εἰς τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ
τὴν καθωρισμένην ἀκολουθίαν· καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν
ὑποτακτικὸς ἔψαλλε μόνον · τὴν Τιμιωτέραν τῶν Χερουβὶμ· καὶ καθ’ ἑξῆς ἕως
τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμὰ τοῦ Ποιητοῦ· ὁ δὲ ξένος
ἐκεῖνος μοναχὸς, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ περισσῆς
εὐλαβείας καὶ φόβου, ἔκαμεν ἀρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ φωνῇ
οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός,
λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν τιμιωτέραν
ψάλλομεν, τὸ δὲ Ἄξιον ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ πρότεροι
ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν θαυμαστὸν
τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ ἀποκριθείς: φέρε
μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος ἀντέφη: Δὲν ἔχω
οὔτε μελάνι, οὔτε χαρτί. Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν
λοιπόν, προσεκόμισεν πλάκα τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ
ξένος, ὦ τοῦ παραδόξου θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς
τὸν ρηθέντα ὕμνον τοῦ Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα
ἐχαράχθησαν ἐπάνω εἰς τὴν σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων
δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ
Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος.
Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ
του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον
θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ
Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς
συνάξεως, ἀκούσαντες ὑπ’ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν,
ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς
δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη
καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα,
καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ Πρωτάτου.
Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας
Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ
Ἁγίου Μάρτυρος Θεοπέμπτου καὶ ἑτέρων τεσσάρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρνάβα
τοῦ ἐν Λεμεσῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ
Ἁγίου Ἱερομάρτυρος Μητροφάνους τοῦ Τσὶ-Σούνγκ,
Τατιανῆς τῆς πρεσβυτέρας αὐτοῦ, τῶν τέκνων τοῦς Ἠσαΐα καὶ Ἰωάννου· Μαρίας καὶ
ἕτέρων 222 Κινέζων Μαρτύρων, μαρτυρησάντων ἐν ἔτει 1900.
Τῇ ἀυτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Λουκὰ
ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ ἰατροῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ἀντίθεον πρόσταγμα.
Τὸ μέγα μυστήριον Βαρθολομαῖε, τῆς θείας σαρκώσεως, τῷ κόσμῳ
ἐφανέρωσας, τὸ πᾶσιν ἀχώρητον καὶ ἀκατάληπτον, μόνοις δὲ χωρούμενον πιστοῖς,
ἀνερμηνεύτως καὶ πιστευόμενον.
Ὡς λίθος πανάγιος Βαρθολομαῖε, ἁγνῶς κυλιόμενος τῆς πλάνης τὸ
ὀχύρωμα, εὐτόνως κατέστρεψας, τῆς Ἐκκλησίας δέ, ἄῤῥηκτος θεμέλιος φανείς,
διαφυλάττεις ταύτην ἀκράδαντον.
Θεοτοκίον
Ἰθύνουσα Πάναγνε τὸν ἐμὸν
βίον, πρὸς τὸν σὸν πανεύδιον, λιμένα καθοδήγησον, Θεὸν ἡ κυήσασα, τῶν ἀγαθῶν
τὴν πηγήν, τὸν πᾶσι παρέχοντα πιστοῖς, τὴν ἀφθαρσίαν τῆς ἀγαθότητος.
ᾨδὴ
η'. Κάμινος ποτέ, πυρὸς.
Μέγα καὶ μικρόν, πολύ τε
καὶ ὀλίγον, τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, πανσόφως ἐδίδαξας, τὰ μεγάλα καὶ
παράδοξα, συντετμημένοις ῥήμασι, πᾶσι διασημαῖνον, Βαρθολομαῖε
θεόσοφε.
Ὥσπερ ποταμός, Σιὼν
ἐξωρμημένος, τῆς Ἐκκλησίας τὰ συστήματα, ποτίζων Πανόλβιε, τὸν χειμάῤῥουν τῆς
θείας τρυφῆς, ἐξέπιες φανότατα, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Θεοτοκίον
Ἵνα τὴν ἀράν, τὴν πρώτην
ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ κατάκριμα, τῆς πάλαι προμήτορος, ἐκ Παρθένου
Θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι, πᾶσι δεδωρημένος, ἀθανασίαν ἀνώλεθρον.
ᾨδὴ
θ'. Ἀνάρχου Γεννήτορος.
Τοῦ Λόγου γενόμενος,
αὐτόπτης καὶ διάκονος, μαθητής τε καὶ κήρυξ θεοπτικώτατος, ἔνθα νῦν ὑπάρχει ὁ
Λόγος, σὺ κατοικεῖν, ὄντως ἠξιώθης, ὡς αὐτὸς ὑπέσχετο, ἀψευδῶς ὁ ὑπεράγαθος.
Ὡς νῦν παριστάμενος, τῷ
θρόνῳ τοῦ Δεσπότου σου, καὶ ἐκεῖθεν ἀκτῖσι περιλαμπόμενος, ὦ Βαρθολομαῖε θεόφρον, τοὺς ὑμνητάς, τοὺς σοὺς
ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, καὶ ποικίλων περιστάσεων.
Θεοτοκίον
Ὡς ὄρθρος εὑρέθης πρωϊνός,
ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα· τὴν ἀνατολὴν γὰρ ἡλίου,
τοῦ νοητοῦ τῆς δικαιοσύνης ἡμῖν ἐφανέρωσας, Θεομῆτορ πανσεβάσμιε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Βαρθολομαῖε πάνσοφε, αὐτόπτα καὶ Ἀπόστολε, τοῦ Βασιλέως τῆς δόξης,
καὶ γνήσιε ὑπηρέτα, ἀπαύστως καθικέτευε, Χριστὸν τὸν ἐλεήμονα, δοῦναι πταισμάτων
ἄφεσιν, καὶ ἐλεῆσαι τοὺς πόθῳ, τὴν μνήμην σου ἐκτελοῦντας.
Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν
θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ
δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς
Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῷ σαρκωθέντι δι’ οἶκτον
εἰς σωτηρίαν ἡμῶν, προσῆλθες μετὰ πόθου, σοφὲ Βαρθολομαῖε,
καὶ θεῖος ὑπηρέτης καὶ μύστης Αὐτοῦ, καὶ Ἀπόστολος πέφηνας, καὶ παρ’ Αὐτοῦ
ὑπεδέξω τὴν δωρεάν, τῶν χαρίτων τῶν τοῦ Πνεύματος.
Ἐν ὑπερῴῳ πυρίνῃ γλώσσῃ
Ἀπόστολε, σαφῶς τοῦ Παρακλήτου, ὑπεδέξω τὴν χάριν, σὺν τοῖς συναποστόλοις καὶ
ῥήτωρ σοφός, ἀληθῶς ἀναδέδειξαι, Βαρθολομαῖε,
κηρύττων πάσῃ τῇ γῆ, τὰ σωτήρια διδάγματα.
Ἐν τοῖς Ἰνδοῖς παρεγένου ὡς
φῶς Ἀπόστολε, καὶ τὴν ζοφώδη πλάνην, διαλύσας τῷ λόγῳ, τὸν ἥλιον τῆς δόξης,
Χριστὸν τὸν Θεόν, ἀνεκήρυξας ἔνδοξε, καταφωτίζων καρδίας τε καὶ ψυχάς, φωτισμῷ
τῆς θείας πίστεως.
Ἐν τῷ Σταυρῷ προσηλώθης ὡς
ὁ Δεσπότης Χριστός, σοφὲ Βαρθολομαῖε, καὶ
τῆς τούτου εἰκόνος, σύμμορφος ἐδείχθης καὶ κοινωνός, ὥς Ἀπόστολος ἔνθεος· ὅν
ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων τοὺς καμάτους σου.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀποστολικῇ ἠγλαϊσμένος
χάριτι, ὡς τοῦ Σωτῆρος θεῖος Μαθητής, σοφὲ Βαρθολομαῖε,
εἰς φῶς ἐθνῶν ἐκ Σιὼν ἐξῆλθες, κατὰ τὴν θείαν ῥῆσιν· καὶ τοῦ Σωτῆρος τὴν
σάρκωσιν κηρύξας, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, υἱοὺς φωτὸς
εἰργάσω καὶ κληρονόμους Χριστοῦ, τοὺς δεξαμένους τὸν λόγον σου· καὶ νῦν τῶν
πόνων τὰ γέρα δρεπόμενος, καὶ θείας δόξης ἀπολαύων, πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν...
Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη, καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ἡ
καλλονή, μύστα τοῦ Κυρίου, καὶ Ἀπόστολε ἱερέ· χαίροις θεηγόρε, σοφὲ Βαρθολομαῖε, ἡμῶν πρὸς τὸν Δεσπότην, μεσίτης
ἔνθεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου