ΙΟΥΝΙΟΣ ΙΘ΄!!
ΙΟΥΔΑΣ ΑΔΕΛΦΟΘΕΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς
τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Ἰούδα
μακάριε Χριστοῦ, Μαθητὴς γεγένησαι, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, ὑφ' οὗ ὡς
πρόβατον, μέσον λύκων ὄντως, ἀπεστάλης λόγῳ σου, τὴν τούτων μεταπλάττων
δυσσέβειαν, πρὸς τὴν εὐσέβειαν, καὶ τὴν ἔνθεον ἐπίγνωσιν, τῆς Τριάδος· ὅθεν
εὐφημοῦμέν σε. [Δίς].
Ἰούδα
θαυμάσιε βολίς, ἀπεστάλης πλήττουσα, καὶ παντελῶς ἀφανίζουσα, δαιμόνων
φάλαγγας, καὶ τοὺς ὑπ' ἐκείνων, πληγωθέντας χάριτι, τοῦ μόνου θεραπεύων Θεοῦ
ἡμῶν, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα
ἔλεος. [Δίς].
Ἰούδα
θεόπνευστε ἀκτίς, τοῦ ἡλίου γέγονας, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος, καὶ
κατεφώτισας, εὐσεβῶν καρδίας, καὶ τὸν ἐπικείμενον, τῇ κτίσει σκοτασμὸν
ἀπεδίωξας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Ἰούδα
Ἀπόστολε Χριστοῦ, ἀστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι·
τοῦ Τοπάρχου λέπραν, Αὐγάρου γὰρ ἰάτρευσας, σταλεὶς παρ’ αὐτοῦ τοῦ Διδασκάλου
σου. Καὶ νῦν ἱκέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν εἰρήνην, ῥῶσίν τε καὶ
ἔλεος.
Δόξα...
Ἦχος πλ. β'
Ἰούδα,
οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα Λόγου τοῦ πρὸ αἰώνων, ἐξ ἀϊδίου
ἀναλάμψαντος τοῦ Γεννήτορος, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀφράστως σαρκωθέντος,
ἐκ τῆς Ἁγίας Παρθένου, καὶ ἐνανθρωπήσαντος, ὃν Ἀπόστολε ἐκτενῶς ἱκέτευε,
δωρηθῆναι εἰρήνην τῷ κόσμω, καὶ ἡμῖν τοῖς τιμῶσί σε, τῶν πταισμάτων ἱλασμόν,
καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν,
πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος·
Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ Ἀναγνώσματα.
Καθολικὴς
Ἐπιστολὴς Ἰούδα τὸ Ἀνάγνωσμα [1-8]
Ἰούδας,
Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἠγιασμένοις καὶ
Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας,
ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς
ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς
τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ
τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὑπομνῆσαι δὲ ὑμᾶς
βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ τῆς Αἰγύπτου σώσας, τὸ
δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν
ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας
δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς
πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς
ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ
οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ
βλασφημοῦσιν.
Καθολικὴς
Ἐπιστολὴς Ἰούδα τὸ Ἀνάγνωσμα [9-19]
Ὁ
δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως
σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ' εἶπεν· ἐπιτιμήσαι σοι
Κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα
ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν
ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ
Κόρε ἀπώλοντο. Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι
ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα
φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα, κύματα ἄγρια θαλάσσης
ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς
τὸν αἰῶνα τετήρηται. Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων·
ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων καὶ
ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν
ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ
στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. Ὑμεῖς δέ,
ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ
τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ
ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.
Καθολικὴς
Ἐπιστολὴς Ἰούδα τὸ Ἀνάγνωσμα [20-25]
Ὑμεῖς
δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι ἁγίῳ
προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι,
οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς
σαρκὸς ἐσπιλωμένον χιτῶνα. Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι
κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν,
δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας·
Ἀμήν.
ΛΙΤΗ.
Ἰδιόμελα. Ἦχος α΄.
Τὸ
φῶς τὸ ἀληθινὸν, παρὰ τοῦ Χριστοῦ δεξάμενος, ὡς φῶς τοῦ κόσμου ἔλαμψας,
Θεάδελφε Ἀπόστολε· τῇ τοῦ Δεσπότου γὰρ ἐγγύτητι, τῶν ὑπὲρ λόγον τὴν μύησιν
ἐδέξω, καὶ ἀμυήτους λαοὺς ἐμυσταγώγησας, τῆς εὐσεβείας τὸ μέγα μυστήριον· καὶ
καλὼς διαγαγὼν τὴν δεδομένην ἀξίαν, Ἰούδα βασιλείας ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ
Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Τῇ
τοῦ Σωτῆρος κλήσει, ἀκολουθήσας Ἰούδα σοφὲ, τὰ ἐν νόμῳ προτυπώματα παρῆλθες,
καὶ τῷ φωτὶ τῆς χάριτος προσέδραμες, ὅλῃ ψυχη Ἀπόστολε· καὶ τῷ Διδασκάλῳ
ἑπόμενος, παρ’ Αὐτοῦ τὰ κρείττονα μεμύησαι, καὶ τὴν τοῦ κόσμου ἀνάπλασιν, καὶ
σωτηρίαν τῶν βροτῶν, διὰ πλῆθος οἰκτιρμῶν. Ἀλλ’ ὥς μύστης Χριστοῦ μακάριε, Ἀποστόλων
καύχημα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Ἀποστολικοῖς
χαρίσμασι κεκοσμημένος, ὡς τὸ Παράκλητον Πνεῦμα, ἐν εἴδει πυρὸς, ἐν τῷ ὑπερῴῳ
δεξάμενος, τῆς ἀσεβείας τὴν ἄκανθαν κατέφλεξας, καὶ τῶν ἐθνῶν τὰς ἀγέλας,
σεσωσμένας Χριστω προσήγαγες, τῷ ἱερῶ σου κηρύγματι, πάνσοφε κήρυξ Ἀπόστολε·
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματά σου Ἰούδα, πρὸς δόξαν Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος
βαρύς.
Τὸν
ἐκ γένους Ἀβραὰμ, καὶ ἐξ Ἰούδα τῆς φυλῆς, καὶ Δαβὶδ ἐκ σπέρματος, τὸν υἱὸν τοῦ
Ἰωσὴφ, καὶ συγγενῆ τῆς Παρθένου, τὸν τῇ Ἀδελφότητι Χριστοῦ τοῦ Θεοῦ
λαμπρυνόμενον, Ἀπόστολον Ἰούδαν ἀνυμνήσωμεν· ἐκ βασιλικῆς γὰρ σειρᾶς ἀναφυεὶς,
τῶ αἵματι τοῦ Μαρτυρίου τε βαφεὶς, ἐξήστραψε ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ
κόσμου τὰ πέρατα ἐφώτισε.
Δόξα.
Τὸν
Ἀπόστολον Χριστοῦ, καὶ Δωδεκάδος τὸν ἕνα, Μάρτυρα Ἰούδαν τὸν πανεύφημον, ὡς τοῦ
Εὐαγγελίου δοκιμιώτατον ἐργάτην, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· ἀποστολικῇ γὰρ
εὐκληρίᾳ ἐκλάμπων, μαρτυρικοῖς ἀγῶσι Χριστὸν ἐδόξασε· καὶ τῆ τοῦ πάθους
ὁμοιότητι, σύμμορφος αὐτοῦ ἐδείχθη καὶ τῆς δόξης συμμέτοχος, καὶ πρεσβεύει ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων...
Στιχηρὰ
Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ νοητὸς οὐρανὸς, Θεοῦ τὴν δόξαν τοῖς θνητοῖς διηγούμενος, σελήνη ἡ δᾳδουχοῦσα,
πᾶσαν Ἀσίαν λαμπρῶς, ὁ φωστὴρ ὁ μέγας τοῦ μεγίστου φωτὸς, φωτίζων τὰ πέρατα, τῷ
φωτὶ θείας γνώσεως, πάνσοφος κήρυξ, τοῖς ἐνθέοις διδάγμασι, πλάνης ἔνδοξε,
διαλύων τὴν ζόφωσιν. Μύστης τῆς νέας χάριτος, Ἰούδα Ἀπόστολε, πᾶσι τοῖς πόθῳ
τελοῦσι τὴν πανσεβάσμιον μνήμην σου, Χριστὸν καταπέμψαι, παμμακάριστε δυσώπει,
τὸ μέγα ἔλεος.
Στ.:
Εἰς πᾶσαν τὴν γῆν ...
Χαίροις,
τοῦ Ἰωσὴφ ὁ υἱὸς, Ἀδελφοθέου ἀδελφὸς Ἰακώβου τε, τῶν Δώδεκα Ἀποστόλων, θείας
χορείας ὁ εἷς, θεῖος Ἰωάννου τοῦ Εὐαγγελιστοῦ. Ἐν Μεσοποταμίᾳ μὲν, πορευθεὶς
Εὐαγγέλιον, κηρύξας πρῶτος, λαοὺς πλείστους ἐφώτισας, εἰς τὴν Ἔδεσσαν, μεταβὰς
δὲ τὸν Αὔαγρον, ἐκ τῆς λέπρας ἰάτρευσας· εἰς πόλιν τε Ἀραρὰτ, ἀναρτηθεὶς ὑπ’
ἀπίστων, καὶ τοξευθεὶς πυκνοῖς βέλεσιν, ἐτελειώθης Ἰούδα, λαβὼν παρὰ Κυρίου,
στέφος ἀμάραντον.
Στ.:
Οἱ ουρανοὶ διηγούνται δόξαν Θεοῦ..
Χαίροις
ὁ τοῦ Χριστοῦ συγγενὴς, σάλπιγξ ἠχήσασα εἰς κόσμου τὰ πέρατα, τὸν λόγον τῆς
ἀληθείας, τοῦ Θεοῦ Λόγου τρανῶς, ὁ κρουνὸς θαυμάτων καὶ δογμάτων κρατήρ·
τρωθεὶς δὲ τοῖς βέλεσι, βέλη Βελίαρ συνέντριψας, ὄργανον πνέον, ἀύλοις αὔραις
τοῦ Πνεύματος, νόμος ἔνθεος, ἐκ Σιὼν προερχόμεος. Κήρυξ ὁ διαπρύσιος, Χριστοῦ
τῆς θεότητος, ξίφος ὀξὺ κατάκαπτον, τὴν Ἰουδαίων ἀπόνοια, Χριστὸν ἡμῖν δοῦναι,
καθικέτευε Ἰούδα, ζωὴν αἰώνιον.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
φιλομαρτύρων συστήματα, πανταχόθεν συνδράμοντα τὴν παγκόσμιον πανήγυριν, τοῦ
Ἀποστόλου ἑορτάσωμεν· σὴμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τὴν σεπτὴν αὐτοῦ
ἄθλησιν, καὶ ἡμᾶς συγκαλοῦσι σὺν Ἀποστόλοις, καὶ πᾶσιν Ἁγίοις Χριστοῦ, ᾀσματικοῖς
ἐγκωμίοις βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἰούδα Ἀπόστολε, Χριστοῦ θρησκείας καὶ
πίστεως ὑπέρμαχε, καὶ εἰδώλων λατρείας καθαιρέτα δεινότατε· χαίροις ὁ κηρύξας
Χριστὸν ἐν πάσῃ Ἠπείρῳ Ἀσίας, καὶ τὴν χάριν τῶν ἰάσεων παρ’ Αὐτοῦ κομισάμενος·
χαίροις τὴν ἐξουσίαν ὁ λαβῶν, λύειν καὶ δεσμεῖν ἁμαρτίας τῶν ἀνθρώπων. Πρέσβευε
ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, δωρήσασθαι πταισμάτων ἄφεσιν καὶ ἴασιν ἀσθενειῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Χαίροις
ἡ καλλονὴ Ἰακὼβ, ἥν ἐξελέξατο Θεὸς ἥν ἠγάπησεν· ἡ θύρα τῶν σῳζωμένων· ἡ
φλογοφόρος λαβίς· τῆς ἀρᾶς ἡ λύσις παντευλόγητε· γαστὴρ θεοχαρίτωτε· πεπτοκώτων
ἀνορθωσις · ἁγιωτέρα Χερουβὶμ καὶ τῆς κτίσεως ὑπερέχουσα· δυσθεώρητον ὅρανμα·
ἄκουσμα τὸ καινότατον· ἀνέκφραστον λάλημα· ἅρμα τοῦ Λόγου, νεφέλη ἐξ ἧς
ἀνέτειλεν ἥλιος, Χριστὸς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.
Νῦν
Ἀπολύεις, τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστοῦ
σε συγγενῆ, ὦ Ἰούδα εἰδότες, καὶ Μάρτυρα στῤῥὸν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην
πατήσαντα, καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην,
ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Δόξα.
Ἕτερον. Ἦχος γ'
Ἀπόστολε
Ἅγιε Ἰούδα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Σὲ
τὴν μεσιτεύσασαν...
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἰούδα
Μαθητὰ, τοῦ Χριστοῦ θεηγόρε, τὴν τούτου μυηθεὶς, συγκατάβασιν ἄκραν, τοῖς πᾶσιν
ἀνεκήρυξας, σωτηρίας τὰ ῥήματα, θείου Πνεύματος, ἐνδεδυμένος τὴν χάριν· διὰ
τοῦτό σε, χρεωστικῶς εὐφημοῦμεν, Ἀπόστολε ἔνδοξε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκὶ, μὴ τραπέντα τὴν φύσιν, πολλοῖς
με παραπτώμασιν, ἀλλοιούμενον κάθαρον, καὶ ταπείνωσιν δίδου ἀεὶ τῇ ψυχῇ μου,
καὶ μετάνοιαν, εἰλικρινῆ τῇ καρδίᾳ, καὶ σύνεσιν δέομαι.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἀδελφὸς
κατὰ σάρκα Χριστοῦ γενόμενος, καὶ Ἀπόστολος τούτου καὶ ὑπηρέτης σοφὸς, ἀνεδείχθης
ἀληθῶς Ἰούδα ἔνδοξε, καὶ ἀνεκήρυξας σαφῶς, τὸ Εὐαγγέλιον Αὐτοῦ, δυνάμει τοῦ
Παρακλήτου· διὸ σὲ ὑμνολογοῦμεν, ὡς ἡμῶν πρέσβυν πρὸς τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
γαστρός Σου προῆλθεν ἐν ὕλῃ σώματος, ὁ Ὑπερούσιος Λόγος δίχα τροπῆς καὶ φυρμοῦ,
καὶ ἐθέωσεν ἡμᾶς δι’ ἀγαθότητα, Παρθενομῆτορ Μαριὰμ, τῶν Ἀγγέλων χαρμονὴ,
ἀνθρώπων ἡ σωτηρία· διό σε δοξολογοῦμεν, οἱ σεσωσμένοι τῇ κυήσει Σου.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀπόστολε
Χριστοῦ, Μαθητὰ καὶ θεόπτα, Ἰούδα Ἀθλητὰ, ἀδελφὲ τοῦ Κυρίου, τοὺς πίστει
ἑορτάζοντας, τὸ σεπτόν σου μαρτύριον, ἐλευθέρωσον, ἀσθενειῶν καὶ πταισμάτων, ταῖς
πρεσβείαις σου, παῤῥησίαν ὡς ἔχων, μεγίστην πρὸς Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία
ἡ τὰς τρεῖς, ἀνηκούστος ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε
καὶ ἄνθρωπον, πίστιν τε καὶ πιστεύοντας, τοῖς ξενίζουσι, τούτοις καρδίαν
ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπη, καὶ σῶσον Πανύμνητε.
Τὸ
α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον:
Εἰς πᾶσαν τὴν γῆν...
Στ.:
Οἱ ουρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Εὐαγγέλιον,
κατὰ Λουκάν. Ζήτει τῇ η΄ Νοεμβρίου...
Δόξα:
Ταῖς τοῦ Αποστόλου...
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου...
Ιδιόμελον.
Ἦχος πλ. α΄. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Παρεστηκὼς
τῷ θρόνῳ τοῦ Δεσπότου Χριστοῦ, καὶ παῤῥησίας τυγχάνων πρὸς αὐτὸν, διὰ τὴν
συγγενῆ οἰκειότητα, μὴ παύσῃ ἀεὶ δεόμενος, ὑπὲρ ἡμῶν Ἰούδα, καὶ νῦν, καὶ ὅταν
καθίσης ἐπὶ θρόνον, σὺν λοιποῖς Ἀποστόλοις, κρίναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Ὁ
Κανὼν τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὑ ἡ Ἀκροστοιχίς: Μέλπειν Ἰούδαν τὸν θεόπτην
σπουδάσω. Θεοφάνους.
ᾨδὴ
α' Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην
Μύστα
τῶν οὐρανίων, Ἰούδα πάνσοφε, μαθητὰ τοῦ Σωτῆρος, καὶ κοινωνὲ τῆς ζωῆς, τὴν
γλῶσσάν μου κίνησον, καὶ τὸν λόγον ἴθυνον, πρὸς τοὺς ὕμνους σου παμμακάριστε.
Ἕλκων
τὸν τοῦ Σωτῆρος, ζυγὸν Ἀπόστολε, καὶ τὴν αὔλακα τέμνων, καὶ νεουργῶν τῇ χάριτι,
τὸν σπόρον κατέβαλες, καὶ πολύχουν ἤνεγκας, τῷ καλέσαντι παμμακάριστε.
Λόγον
τὸν σαρκωθέντα, εὑρὼν διδάσκαλον, καὶ ταῖς τούτου θεόπτα, μαρμαρυγαῖς
πυρούμενος, ἐγένου φῶς δευτερον, ταῖς τοῦ πρώτου λάμψεσι, συμμορφούμενος
ἀξιάγαστε.
Θεοτοκίον
Πίστις
ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ πάναγνε·
τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενον τὸ ἀνθρώπινον.
ᾨδὴ
γ'. Ὁ πήξας ἐπ' οὐδενὸς
Ἐπήρθη
τῶν Μαθητῶν, Χριστοῦ ἡ εὐπρέπεια, ὑπεράνω πάσης μεγαλειότητος· οὗτοι γὰρ
γεγόνασιν αὐτοῦ, φίλοι τε καὶ οἰκεῖοι, καὶ συμφυλέται καὶ συνέστιοι, καὶ τῶν
μυστηρίων ἐκφάντορες.
Ἰούδα
οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα καὶ νομιζόμενον, τοῦ
φανερωθέντος ἐν σαρκί, Λόγου τοῦ πρὸ αἰώνων, συναϊδίου ἀναλάμψαντος, ἐκ τοῦ
ἀϊδίου Γεννήτορος.
Νεκρώσας
τὰ ἐπὶ γῆς σου μέλη συνῴκησας, τῇ ζωῇ τῶν ὅλων Χριστῷ Πανόλβιε, καὶ τῆς
ζωηφόρου βιοτῆς, πάσῃ τῇ οἰκουμένῃ, καταγγελεὺς σὺ ἐχρημάτισας, ῥήματα τῆς ζωῆς
προϊέμενος.
Θεοτοκίον
Ἰδοὺ
σὺ ὑπὲρ πάσας Ἁγνὴ κεχαρίτωσαι, ὑπερέβης πάσας τῇ ἁγιότητι, πάσας ὑπερῆρας καὶ
πασῶν, ὤφθης ὑψηλοτέρα, τῶν οὐρανίων σαφῶς δυνάμεων, Μήτηρ τοῦ Θεοῦ
χρηματίσασα.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν σοφίαν.
Τοῦ
τεχθέντος Δεσπότου καὶ ἀδελφοῦ, χρηματίσαντος πάντων τῶν ἐκλεκτῶν, Ἰούδα
μακάριε, ἀδελφὸς ἐχρημάτησας, καὶ ὑπ' αὐτοῦ Ἀπόστολος, εἰς πάντα τὰ πέρατα,
ἀπεστάλης πανεύφημε, τὸν λόγον τῆς πίστεως, πᾶσι κατασπείρων, καὶ φωτίζων τοὺς
σκότει, ἀγνοίας δουλεύοντας, πονηρῷ κοσμοκράτορι. Διὰ τοῦτο βοῶμέν σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς
πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν
ἀμέτρων πταισμάτων μου, καὶ ὡς ἔχων ἀντίληψιν, καὶ σκέπην σε Ἄχραντε, τῷ λιμένι
προστρέχω, τῆς σῆς ἀγαθότητος· Ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως
ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα
αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει,
τὸν τόκον σου ἄχραντε.
ᾨδὴ
δ'. Τὴν θείαν ἐννοήσας σου
Ὁ
μέγας τοῦ Κυρίου Ἀπόστολος, τῆς ἐμφανείας τοῦ Θεοῦ, ἠξιωμένος ἠγάπηται, καὶ τῆς
αὐτοῦ θεωρίας, τὴν αἴγλην καὶ τὸ κάλλος τεθέαται.
Ὑπάρχων
χαρισμάτων ἀνάπλεως, καὶ δωρεῶν τῶν ἐκ Θεοῦ, δεδωρημένων Ἀπόστολε, πρὸς
σωτηρίας λιμένα, τοὺς σὲ ὑμνολογοῦντας ὁδήγησον.
Δυνάμει
ἀηττήτῳ τοῦ Πνεύματος, τοῦ παναγίου Λειτουργέ, τῶν ἀπορρήτων φραξάμενος, τῆς
πονηρίας διώκεις, πνεύματα τῷ λόγῳ τῆς χάριτος.
Θεοτοκίον
Ἀφράστως
συλλαβοῦσα πανάμωμε, τὸν Ποιητήν σου καὶ Θεόν, δυσώπει σῶσαι κινδύνων ἡμᾶς, καὶ
ψυχικὴν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί σε Δέσποινα.
ᾨδὴ
ε'. Ὁ ἀναβαλλόμενος
Νόμου
παρωσάμενος, τὰ προσκιάσματα, τὸν χαρακτῆρα τῆς ἀληθείας, τηλαυγῶς ἐκήρυξας,
αὐτὴν κεκτημένος, ὁδηγὸν τὴν ἀλήθειαν.
Τὸ
τοῦ νόμου πρόσταγμα, πληρῶν Ἀπόστολε, τὰ ἔθνη πάντα ταῖς διδαχαῖς σου,
μαθητεύων ἔδραμες, καὶ ταῦτα βαπτίζων, Τριάδος ἐπικλήσεσιν.
Ὄμβρος
ὡς οὐράνιος, ὡς δρόσος ἄνωθεν, ὁ θεῖος φθόγγος σου θεοκήρυξ, τὸν αὐχμὸν
διέλυσε, τῆς πολυθεΐας, ἑνὸς Θεοῦ κηρύγματι.
Θεοτοκίον
Νέκρωσον
τὰ πάθη μου, Θεογεννήτρια, καὶ τὴν ψυχήν μου τὴν νεκρωθεῖσαν, ἁμαρτίας δήγματι,
ἀνάστησον Μήτηρ, τῆς ὄντως ἀναστάσεως.
ᾨδὴ
ς'. Μαινομένην κλύδωνι
Θεωρίας
δόγματι, πολιτείας πράξεσι φαιδραῖς, τοῦ Χριστοῦ Ἀπόστολε λαμπόμενος, τοὺς ἐν
βυθῷ τῆς ἀγνωσίας ἐφώτισας.
Ἐπιστέλλεις
ἅπασι, τοῖς ἀνθρώποις τὴν φωτιστικήν, καὶ δογμάτων ἔμπλεων τοῦ Πνεύματος
ἐπιστολήν, Ἱεροφάντα θεσπέσιε.
Ὁ
θεόπτης φθέγγεται, οὐρανὸς τις ὥσπερ λογικός, τοῦ Θεοῦ τὴν δόξαν διηγούμενος,
τοῦ δι' ἡμᾶς σαρκὶ φανέντος τὰ θαύματα.
Θεοτοκίον
Παναγία
Δέσποινα, Θεοτόκε ῥῦσαί με φθορᾶς, καὶ παθῶν τὸν τάραχον κατεύνασον, ἡ τὴν
πηγὴν τῆς ἀπαθείας κυήσασα.
Κοντάκιον
Ἦχος α'. Χορὸς Ἀγγελικὸς
Ἐκ
ῥίζης εὐκλεοῦς,θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε
θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν
λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ μηνὸς, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα
Καὶ
συγγενείᾳ, καὶ χορῷ αὐχεῖν ἔχεις,
Χριστοῦ
μαθητῶν, ὦ Ἰούδα, καὶ πάθει.
Κλήσις
τριπλῆ σοι καὶ τριπλοῦν μάκαρ πάθος,
Ἄρσις
δέσις τε καὶ τρίτον τόξου τάσις.
Ἐννεακαιδεκάτη
βελέεσσιν Ἰούδας θνήσκει.
Οὗτος, ἐν μὲν τῷ κατὰ Λουκᾶν
Εὐαγγελίῳ καὶ ταῖς Πράξεσιν, Ἰούδας Ἰακώβου ἐπονομάζεται. Παρὰ δὲ Ματθαίῳ καὶ
Μάρκῳ, Θαδδαῖος, καὶ Λεββαῖος, ἀδελφὸς κατὰ σάρκα χρηματίζων τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, καὶ υἱὸς Ἰωσὴφ τοῦ Μνήστορος, ἀδελφὸς δὲ γνήσιος Ἰακώβου τοῦ
Ἀδελφοθέου, ὁ καὶ τὴν φωτιστικὴν καὶ δογματικὴν ἔμπλεων τοῦ Πνεύματος ἅπασιν
ἐπιστείλας ἐπιστολήν. Οὗτος, παρ’ αὐτοῦ τοῦ Χριστοῦ εἰς τὸ κήρυγμα τοῦ
Εὐαγγελίου, ἀποσταλεὶς, καὶ ὡς ἀδελφὸς καὶ μυσταγωγὸς, πυρωθεὶς ταῖς αὐτοῦ
λαμπρότησιν ὡς ἄνθραξ, πᾶσαν πλάνην κατέφλεξε, καὶ τοὺς πιστοὺς κατεφώτισεν.
Ἕλκων γὰρ τὸν ζυγὸν τοῦ Σωτῆρος, καὶ τὴν αὔλακα τέμνων, καὶ σπείρας τὸν σπόρον
τῆς εὐσεβείας εἰς πᾶσαν τὴν οἰκουμένην, πολὺν ἤνεγκε τὸν καρπόν. Διὸ τῇ τε μέσῃ
τῶν ποταμῶν, τῇ Μεσοποταμία δηλαδή] καὶ τὰ ὅμορα ἔθνη καταφωτίσας τῷ λόγῳ, καὶ
κηρύξας τὸ Εὐαγγέλιον, τῇ Ἐδεσσηνῶν πόλει ἐνδημήσας, καὶ πρὸς Αὔγαρον τὸν
Τοπάρχην πορευθεὶς τοῦ θεραπεῦσαι αὐτὸν, ὕστερον κατέλαβεν ἐν Ἀραρᾷ τῇ πόλει.
Καὶ ὑπὸ τῶν ἀπίστων ἀναρτηθεὶς, καὶ τοξευθεὶς, τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ζωσίμου.
Εὕρατο
ζωὴν Ζώσιμος αἰωνίαν,
Τῆς
αὐτοζωῆς ἕνεκεν θανὼν ξίφει.
Οὗτος, ὕπηρχε στρατιώτης ἐπὶ
Τραϊανοὺ τοῦ βασιλέως ἐξ Ἀπολλωνιάδος τῆς ἐν Σωζοπόλει, ἠγεμονεύοντος τῆς ἐν
Πισιδία Ἀντιοχείας Δομετιανού· ῥίψας δὲ αὐτοῦ τὰ ὅπλα καὶ προσφυγῶν τῇ του
Χριστοῦ Ἐκκλησίᾳ, τοῦ ἐν Χριστῷ κατηξιώθη βαπτίσματος. Ὅθεν ἀχθεὶς πρὸς τὸν
Ἡγεμόνα καὶ ἑαυτὸν εἶναι χριστιανὸν ὁμολογήσας, ἐπὶ κραββάτῳ χαλκῷ πυρωθέντι
ἐπτιτίθεται ἐκ τεσσάρων ταθείς. Μεταβληθέντος οὖν τοῦ πυρὸς εἰς δρόσον, πολλοὶ
τῶν παρόντων καταπλαγεντες τὸ θαῦμα, πρόσηλθον τῷ Χριστῷ· ὃ δὲ ἅγιος Ζώσιμος,
κρηπῖσι καθηλωθείς, καὶ πώλοις προσδεθείς, συνδραμεῖν ἠναγκάσθη τῷ Ἡγεμόνι, ἐπὶ
τῶν Κανανιτὼν πόλιν ἐλαύνοντι, ἐπὶ τρισὶν ἡμέραις ἄσιτος διαμενών. Θεόθεν δύο
παίδων ἐπιφανέντων αὐτῷ, καὶ τοῦ μὲν ἄρτον τοῦ δὲ ἐν ἀγγείῳ ὕδωρ κομίζοντος,
εὐχαριστήσας τῷ Θεῷ τούτων μετέλαβεν. Ἀχθεὶς δὲ εἰς ἐξέτασιν, πάλιν, κρεμασθεὶς
ξεεται, καὶ λαμπάσι πυρὸς κατακαίεται, καὶ σιδήροις ὀξέσι κατακενταται τὸν
νῶτον, καὶ ξυρῶ τέμνεται τὰ νεῦρα, καὶ τὰ ὀστᾶ συντρίβεται σιδηραῖς σφαίραις·
καὶ οὕτω τὸν αὐχένα τμηθείς, τὸν τοῦ μαρτυρίου κομίζεται στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Οὗτος, ἀποταξάμενος τὸν κόσμον,
καὶ μαθητεύσας τῷ μεγάλῳ γέροντι Σιλουανῷ, διὰ τῆς ὑπερβαλλούσης αὐτῷ ὑπακοῆς,
καὶ ἄκρας ἀσκήσεως, καὶ ἀκτημοσύνης, γέγονε σημειοφόρος. Καὶ γὰρ πολλοὺς ἐξ
ἀνθρώπων ἀπήλασε δαίμονας. Οὕτως ὁσίως βιώσας τοῖς ἀγγελικοῖς ἀγωνίσμασιν, ἐπὶ
χρόνοις δυσὶ καὶ ἑξήκοντα, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Παϊσίου τοῦ Μεγάλου.
Ἐγὼ,
σὲ Παΐσιε Ἄγγελον λέγω,
Φύσει
μὲν αὐχὶ, ἀλλὰ τῷ ξένῳ βίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀσυγκρίτου, μαχαίρᾳ τελειωθέντος.
Ἀσύγκριτον
σφαγέντα Κυρίου πόθῳ,
Ἀσύγκριτα
στέφουσιν ἀξίως στέφη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Βαρλαὰμ τοῦ Ῥῶσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Φήλικος.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ὁ ὑπερυψούμενος
Τὸν
θεοειδέστατον, μεθέξει Θεότητος, γενόμενον ἅπαντες,, Ἰούδαν ὑμνήσωμεν, ἐνθέως
μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἡ
πνευματοκίνητος, καὶ θεόπνους γλῶσσά σου, τὸν κόσμον ἐπέστρεψε, Χριστοῦ τῷ
κηρύγματι, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέμει
σοι οὐράνιον, κληρουχίαν Κύριος, καὶ θρόνον ὑπέρλαμπρον, ἐν ᾧ καθεδούμενος,
ἐνθέως μελῳδήσεις, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στόματι
καὶ γνώμῃ σε, Θεοτόκον ἅπαντες, κηρύττομεν πάναγνε· Θεὸν γὰρ ἐγέννησας, ᾧ
πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η'. Σοὶ τῷ παντουργῷ
Πλοῦτον
τῶν ἐθνῶν, καὶ βασιλέων γέρας, εὔκλειαν ἀπείληφας, βοῶν Ἀπόστολε· Πάντα τὰ
ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὅλην
τὴν αὐγήν, τοῦ Παρακλήτου Μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων ἔνδοξε· Πάντα τὰ
ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕμνοις
οἱ πιστοί, τὴν σοὶ δοθεῖσαν αἴγλην, Ἰούδα γεραίρομεν, προθύμως ψάλλοντες· Πάντα
τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Δεῦτε
καλλονήν, τοῦ Ἰακὼβ ὑμνῶμεν, Μαρίαν τὴν ἄχραντον, συμφώνως κράζοντες· Πάντα τὰ
ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἡσαΐα χόρευε
Ἀπαστράπτων
ἔνδοξε, φωτοχύτῳ Πνεύματος αὐγῇ, θαυμάτων τὰς ἀστραπάς, τῶν ὑπερφυῶν, τοῖς
πάσιν ἀπέπεμπες, ὡς μαθητὴς τοῦ Ἐμμανουήλ, ὃν μεγαλύνοντες, σὲ θεόπτα
μακαρίζομεν.
Σὺν
Ἀγγέλων τάξεσι, παρεστῶτες οἱ θεοειδεῖς, αὐτόπται καὶ θεωροί, τοῦ μονογενοῦς,
τοῦ σάρκα πτωχεύσαντος, ὑπὲρ ἡμῶν, τοῦτον ἐκτενῶς, νῦν ἱκετεύσατε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ὡς
τεκοῦσα Πάναγνε, τῶν κτισμάτων τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν
ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχὴν καὶ ὑπερφερῆ· ὅθεν τὸν τόκον σου,
προσκυνοῦντές, σε δοξάζομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἰούδαν
τὸν Ἀπόστολον, καὶ Μαθητὴν θεάδελφον, τοῦ Παντοκράτορος Λόγου, τιμήσωμεν κατὰ
χρέος, σὺν τούτῳ μακαρίζοντες, Παΐσιον τὸν Ὅσιον, τῶν Ἀσκητῶν τὸ καύχημα, τὸν
Ἄγγελον ἐν ἀσκήσει, φανέντα ἐν τῇ ἐρήμῳ.
Θεοτοκίον.
Παρθένε
Παναμώμητε, Ἀγγέλων ἀγαλλίαμα, τῶν Ἀποστόλων ἡ δόξα, καὶ τῶν Ὁσίων τὸ κράτος,
ἀπαύστως καθικέτευε, τὸν Σὸν Υἱὸν καὶ Κύριον, τοῦ οἰκτειρῆσαι Ἄχραντε,
ἡμαρτηκότα λαόν σου, δι’ ἄμετρον εὐσπλαγχνίαν.
ΑΙΝΟΙ.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀσματικοῖς
ἐγκωμίοις τὸν ἀδελφὸν τοῦ Χριστοῦ, αἰνέσωμεν συμφώνως, φιλεόρτων οἱ δῆμοι,
Ἰούδαν τὸν Ἀπόστολον Μαθητὴν, Ἀθλητήν τε λαμπρότατον· οὗτος πρεσβεύει ἀεὶ γὰρ
ὑπὲρ ἡμῶν, τῶν πιστῶς τιμώντων τὴν μνήμην αὐτοῦ.
Τῶν
χριστωνύμων τὰ πλήθη νῦν ἱερὰν ἑορτὴν, χαρμονικῶς τελοῦντες, ἀλαλάξωμεν πάντες,
πιστῶς ἀνευφημοῦντες ψαλμοῖς καὶ ᾠδαῖς, τὸν Ἰούδαν τὸν Μάρτυρα, καὶ συγγενῆ τοῦ
Κυρίου, ὅστις Αὐτὸν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.
Τὸν
Μαθητὴν τοῦ Κυρίου Ἰούδαν μέλψωμεν· ὅτι τοῦ Παρακλήξτου, δεδεγμένος τὴν χάριν,
ἐξέλμψε τῷ κόσμῳ οἷα περ φῶς, τῷ ἁγίῳ κηρύγματι, καὶ τοὺς ἐν σκότει τῆς πλάνης
χειραγωγεῖ, πρὸς ἐπίγνωσιν τῆς πίστεως.
Ὡς
ἀδελφὸν σε κληθέντα, καὶ νομιζόμενον, τοῦ ἐκ Παρθένου Κόρης, σαρκωθέντος
Κυρίου, Ἰούδα θεηγόρε καὶ Μαθητὴν, καὶ Ἀπόστολον ἔνθεον, τῆς σωματώσεως τούτου
τῆς ὑπὲρ νοῦν, κατὰ χρέος σε γεραίρομεν.
Δόξα.
Ἦχος β΄.
Τῆς
Ὑπερθέου Τριάδος, πεπληρωμένος μυστικῶς, Εὐαγγελίου ἐργάτης ὤφθης, καὶ ὑποφήτης
θεοειδὴς, Ἀπόστολε Ἰούδα, αὐτόπτα καὶ Μαθητὰ τοῦ Χριστοῦ. Σὺ γὰρ, Ἀποστολικῷ
διαπρέψας ἀξιώματι, πολλὰ ἔθνη προσῆξας Κυρίῳ, τοῖς λόγοις σου· τὸ δὲ
εὐαγγελικὸν ἔργον διανύσας, τοῦ Παρακλήτου ὄργανον πέφηνας, λαῶν Ἀσίας φωτίζων
τὴν διάνοιαν, πρὸς γνῶσιν τοῦ ἀληθοῦς Θεοῦ. Ὡς οὗν ἔχω παῤῥησίαν πρὸς τὸν
Ἰησοῦν, ὡς ἀδελφὸς Αὐτοῦ, πρέσβευε σωθῆναι ἡμᾶς.
Καὶ
νῦν. Θεοτοκίον.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε
τὸν θεάδελφον Μαθητὴν, καὶ τῆς εὐσεβείας, τὸν φωστῆρα τὸν θεαυγῆ, ὑμνήσωμεν
πόθῳ· χαῖρε αὐτῷ βοῶντες, Ἀπόστολε Ἰούδα, Χριστοῦ διάκονε.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος
τοῦ ἱερέως· τὸ Κύριε εἰσάκουσον· Θεὸς Κύριος καὶ τὰ Τροπάρια. Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συνοδοιπόρος
τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ Αὐτοῦ ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα
Ἰούδα μοι· ὅθεν ταῖς πρεσβείαις σου, πολυμόρων κινδύνων, ἐκ παντοίων θλίψεων,
καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον
ἔχοντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ
Ν΄ ψαλμός.
Ὁ
Κανὼν τοῦ Ἁγίου, οὑ ἡ Ἀκροστοιχίς: Εὐφρανον Θαδδαῖε θείᾳ χάριτί σου· Εὐάγγελον
μέλψαντος τὴν ἄθλησίν σου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθρῶν
ἀνηκέστων τὰς προσβολὰς δεχόμενος Ἅγιε, τῇ θερμῇ σου ἐπισκοπῇ προσβλέπω
δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι θεάδελφε θλίψεως.
Ὑπάρχων
πολύτιμος ἀρωγὸς, δαιμόνων φατρίας, καὶ ἁπάσης ἐπιδρομῆς, ἡμᾶς ἀκεραίους
διατήρει, ταῖς σαῖς πρεσβείαις Θαδδαῖε μοι Ἅγιε.
Φλογίσματα
πάθους ὡς ὑετὸς, ἡμῖν κατασβέσας καὶ χαρίεσαν τὴν ζωὴν, ὑπεσχέθης ἅπασι
Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ῥυσθῆναι
ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε χριστιανῶν, προστάτευε
ἅπαντας Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων σοι.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Παθημάτων
ποικίλων, καὶ φοβερῶν θλίψεων, πάντας θεραπεύσας θεόφρων, τοῖς προσελθόντας
σοι, οὕτως ἀπάλλαξον, πάσης φροντίδος καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς σὲ
δοξάζοντας.
Πῦρ
ὁ φθόγγος σου ὤφθη, καὶ δαψιλῶς φρίττουσι πάντων τῶν δαιμόνων τὰ στίφη, δυνάμει
μείζονι· ὅθεν κατάστειλον, τὴν τῶν παθῶν ἡμῶν στήλην, Ἅγιε Ἰούδα μοι, τῆς
παρουσίας σου.
Ἀσφαλέστατον
τεῖχος, καὶ συμπαγὲς ἔρεισμα, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ καταστάσεσι, γενοῦ
Ἰούδα μοι, τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι ἑκάστοτε, οἱ σὲ δοξάζοντες.
Θεοτοκίον.
Ῥάβδος
ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὥσπερ Ἠσαΐας προεῖπε, Ἁγίω Πνεύματι, Κόρη
πανένδοξε· διὸ τῇ σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον τὴς διανοίας μου.
Διάσωσον,
θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης, καὶ μαντείας τοῦ πονηροῦ ἀλγομήτορος,
τοὺς σὲ τιμῶντες Θαδαῖε μοι ἀθλοφόρε.
Ἐπίβλεψον...
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίστου
ἐχθροῦ, ἐδείχθης ἰσχυρότερος, καὶ πάντας σοφὲ, κατέπληξας τοῖς ἔργοις σου· καὶ
νῦν μάκαρ προΐστασο, τῶν πιστῶς προσελθόντων ταῖς χεῖρες σου, καὶ τὸν Σωτήρα
δυσώπει ἀεὶ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Θείαν
χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ
μὴ παρίδης πάσης θλίψεως.
Ἀλγηδόνων
παθήσεων, λύτρωσε Ιαδαῖε μοι, τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε,
κεχρισμένους μάκαρ πρὸς τὸν Κύριον.
Τεθνεότας
σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου Ἅγιε, οὕτω κράτησον Θαδδαῖε μοι, νεκρωθεῖσαν
μάκαρ τὴν καρδίαν μου.
Θεοτοκίον.
Ἰησοῦν
τὸν πανέντιμον, ὅν ἀκαταλήπτως Κόρη ἐκράτησας, καθικέτευε χαρίσασθαι, τῶν
πλημμελημάτων ἡμῖν ἄφεσιν.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες
τὴν σὴν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων, καθ’ ἡμῶν τὰς προσβολὰς, διὰ τούτο
σοι προσφεύγομεν Ἰούδα μοι.
Ἔλαμψας
ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόδινον ἀεὶ, τῶν λαθῶν
ἡμῶν Θαδδαῖε μοι λαμπρότατε.
Μέγας
βοηθὸς, ἠξιώθης ἡμῖν Ἅγιε, διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς, ἀνελοῦ ἡμᾶς κακώσεως
καὶ θλίψεως.
Θεοτοκίον.
Ἄχραντε
Ἀγνὴ, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε πειρασμῶν, Σὺ εἷ Μήτηρ τοῦ Θεοῦ
ἡμῶν Πανάγαθος.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Σωμάτων,
ἔκβαλε πόῤῥω τὰ ἄλγη τῶν πρὸς σὲ μετὰ σπουδῆς προσελθόντων, καὶ τῶν ψυχῶν
ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον, Θαδδαῖε μοι θαυματουργὲ, τῇ θερμῇ
σου πρεσβείᾳ πρὸς Κύριον.
Ῥυσθῆναι,
τοῦ μοχθηροῦ πανουργίας, καὶ ἅπάσης ἀπειλῆς καὶ κακίας, καὶ σκληροτάτων ἡμᾶς
συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Ἰούδα μοι, ὅτι ἀρίστην πρὸς Αὐτὸν
παῤῥησίαν κρατεῖς ἁγιότατε.
Τοῖς
πάθεσι δαψιλῶς, ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ προστάτης, τῶν πληγωμένων
θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατὴρ τῶν δαιμόνων Θαδδαῖε μοι· προσφεύγοντες πάντες
ὑμῖν, ἀρωγὴν καθ’ ἑκάστην προσμένομεν.
Θεοτοκίον.
Σοὶ
πάντες, ἀναφωνοῦμεν Παρθένε, καὶ βοήθειαν ἑτοίμην ζητοῦντες, πάσης ἀνάγκης τῷ
βίῳ καὶ πάντες, τῇ χάριτί σου ἐνθέως λυτρούμεθα, Θεοσωτῆρα Μαριάμ· διὰ τοῦτο
ἀεὶ Σὲ γεραίρομεν.
Τὴν
δέησιν ἐκχεῶ θεόπτα, πάσης ἀνάγκης, καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος, καὶ
δυσωπῶ σὲ θεάδελφε ἀθλοφόρε.
Ἄχραντε...
Κοντάκιον.
Ἦχος β΄. Τῆς τῶν αἱμάτων σου.
Τοῖς
τῶν θαυμάτων σου μάκαρ πυρσεύμασιν ἀποδιώκεις παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ
χάριν οὐράνιον, καὶ χαρμοσύνην παρέχεις Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σοι
ἅπαντες.
Προκείμενον:
Οἱ ἱερεῖς Σου Κύριε...
Στ.:
Μακάριος ἀνὴρ...
Εὐαγγέλιον·
ἐκ τοῦ κατὰ Ματθαῖον [Ι΄ 1-8].
Δόξα:
Ταῖς τοῦ Ἀποστόλου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Ῥήμασι
ἐκόσμησας, τὴν σὴν ζωὴν φωτοδότα, καὶ πολλοὺς διέσωσας, λύσσης τοῦ ἀλάστορος
τοῦ ἐχθρότατου· ἀφειδῶς πᾶσι γὰρ, δίδεις τὰς ἰάσεις· διὰ τοῦτό σοι δεόμεθα·
ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ λύτρωσαι τῶν θλίψεων, πάντας ἐξ
ἡμῶν διαφύλαξον, εἰρήνην παρέχων ἡμῖν καὶ καλωσύνην ἀγαθὴν, ὧσπερ παμμάκαρ Θαδδαῖε
μοι, ταῖς σαῖς ἀντιλήψεσι.
Ωδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων
δαιμόνων, σοὶ καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, πᾶσας τὰς μεθοδείας, αὐτῶν
τᾶς ἀλλοτρίους ἑπιτυχῶς κατετρόπωσας, διὸ παράσχου ἡμῖν τὴν ἰατρείαν ταύτην.
Φωτισμὸν
ἡμῖν αἴτει, καὶ δεινῶν προβλημάτων τὴν παλινόρθωσιν, καὶ βίου εὐπραξίαν, καὶ
πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ μάκαρ Ἅγιε, τοῖς προσελθοῦσι ἀεὶ, τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν
μετανοίας, καὶ καρπούς μοι φανέρωσον μάκαρ Ἅγιε, δολείας ἁμαρτίας, ἐκβάλλων τὴν
ἀπάτην, ὡς προστασίαν ἐδέχθημεν, Θαδδαῖε μοι ἐκλεκτὲ, Θεοῦ εὐλογητὸς εἷ.
Θεοτοκίον.
Ἐν
ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίγραπτον, δεινῶν με τοῦ βελίαρ,
διάσωσον ἐν τάχει, καὶ Θεῷ μοι συνέδεσε, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Σῶσον
με μάκαρ, ἐκ τοῦ ἐχθροῦ μεθοδείας, καὶ διάσωσον ἀεὶ ἐξ ἁμαρτίας, τὴν καταστραφεῖσαν,
Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ
σκυμβάλων, καὶ μεθοδείας καὶ πλάνης, διαφύλαττε Θαδδαῖε ἀλωβήτους, τοὺς ἐπιζητούντας,
τὴν σῆν ἐπιστασίαν.
Σωματικῶν
μοι, καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου
πάθος, ἐν λόγῳ θεραπεύσας.
Θεοτοκίον.
Φώτισον
Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, σβέσον πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ
δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων
ἐξαισίων, σὲ ὁμολογοῦμεν, μὴ διαλάθῃς παρέχων εὐδόκιμα, ἑνὶ ἑκάστῳ Θαδδαῖε μοι
βοηθήματα.
Ὡς
θεῖος τοῖς ἀνθρώποις, καὶ δεινὸς ἐκφάντωρ, θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι,
ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.
Τριάδος
νῦν τῷ θρόνῳ παρεστὼς τρισμάκαρ, εὐχετηρίους ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων
δεήσεις τῶν εὐλαβούντων σε.
Θεοτοκίον.
Ἀπάλλαξον
τὸν νοῦν μου, Μῆτερ Θεοτόκε, ἐκ λογισμῶν ἀντιθέτων τοῦ πύθωνος, καὶ τὴν καρδίαν
μοι Ἄχραντε διάσωσον.
Τὸ
Ἄξιον Ἐστι· καὶ τὰ Μεγαλυνάρια.
Χάριν
ἀναβλύζεις ζῶσα πηγὴ, καὶ τοὺς ἀσθενούντας, θεραπεύεις ὠς ἰατρός· δίδου ἡμῖν
ῥῆσιν, ἀγάπην καὶ ὑγείαν, τρισμάκαρ Θαδδαῖε, τῇ ἀντιλήψει σου.
Θεῖος
ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων ἀπὸ παιδὸς, καὶ τοῖς θαύμασί
σου, πολλοὺς ζωοποιήσας, ἀξίως ἐφημίσθης, μάκαρ Ἰούδα μοι.
Χαίροις
Ἀποστόλων ὁ ἀδελφὸς, καὶ τῶν Βασιλέων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν χαρίτων,
ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ, πάντων βοήθεια.
Νόσους
ἰατρεύεις ὀδυνηρὰς, καὶ καρκίνου νεῖκος, χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν
χἀριν, ἐν βίῳ καὶ ὑγείαν, Θαδδαῖε μοι παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου
τὴν πρεσβείαν σου πρὸς Χριστὸν, τῷ πιστῷ λαῷ σου, σοὶ θεάδελφε ἱερὲ, δύναμιν
καὶ πίστιν, ἀγάπην καὶ γαλήνην, καὶ πᾶσαν εὐθυμίαν, πρὸς βίον μείζονα.
Πάσαι
τῶν Ἀγγέλων...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἑρήμου πολίτης
Θεαδέλφων
τὸ μεῖον καὶ Μνηστῆρος τὸν δεύτερον, τὸν Θαδδαῖον ἔχων προστάτην γηθοσύνως
δοξάσομεν· θαυμάτων γὰρ παρέχει δωρεὰς, καὶ πλήττει ἀσθενείας μιαρὰς, καὶ
καρκίνον ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐσεβῶς προστρέχοντας: δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν
ἰάματα.
Ἀπόλυσις,
καὶ τὸ· ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θεῖος
ἀθλοφόρος γεγονὼς, καὶ θαυμάτων πλήθη δωρήσας, μάκαρ Θαδδαῖε μοι, πάσης
καταστάσεως, καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεων, καὶ κακοδοξίας, καὶ
μαγείας λυτρώσας, τοὺς προσελθόντας σοι, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν Βασιλεά
τῶν πάντων, ἐκζητῶν ἁπάντων τὰ αἰτήματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου