ΜΑΪΟΣ 1!!
ΠΑΝΑΡΕΤΟΣ ΠΑΦΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τῶν ἐπὶ γῆς ἠρνήσω, ἀγαθῶν τὰ ἡδέα, καὶ μέσον
τῆς τοῦ κόσμου τύρβης ἑστώς, ἐβιώσω θεάρεστα, ὡς ἐν ἐρήμῳ τὸ πάλαι οἱ ἐκλεκτοί,
ἱερώτατε Πανάρετε.
Ἱερωσύνης
φορέσας τὸ περιβόλαιον, ἁγιωσύνῃ τοῦτο, ἐκοσμήσω ὡς ἔννους, καὶ ὤφθης ἐν τῷ
μέσῳ τῶν ἀκανθῶν, ὥσπερ ῥόδον ἡδύπνοον, εὐωδιάζον ἐνθέοις σου ἀρεταῖς, τοὺς τιμῶντάς
σε Πανάρετε.
Ὡς
διεδέξω τὸν θρόνον τοῦ τεταρταίου καλῶς, οὕτω καὶ τὰς ἐκείνου, ἀρετὰς ἀπεκτήσω,
καὶ φίλος κατεστάθης ὄντως Χριστοῦ, πληρωτής τε γενόμενος, τῆς φερωνύμου σου
κλήσεως ἐν καιροῦς, τοῖς ὑστέροις ἱερώτατε.
Ἐν
ἀρεταῖς διαπρέψας ὁ τούτων γνήσιος, ποιμὴν ἀνηγορεύθη, θείᾳ ψήφῳ τῆς Πάφου, καὶ
ἔξοχος ἐδείχθης καὶ θαυμαστός, ἐν τῷ τέλει καὶ ἔμπλεως, καρποφορίας ἐνθέου ὡς
νουνεχής, ὁ θεόσοφος Πανάρετος.
Δόξα.
Ἦχος πλ. α΄.
Σὺν
ἀρεταῖς διαπρέψας φαειναῖς, τὸν τῶν ἀρετῶν πάροχον, ἐν σεαυτῷ ἐταμίευσας
Πανάρετε· καὶ τὴν ἱερὰν φορέσας στολήν, σῶμα καὶ ψυχὴν ἐστόλισας, καὶ ἡγίασας
πανένδοξε· ὅθεν σὺν Ἀγγέλοις χορεύεις ἐν τῇ τῆς οὐρανίου ἱεραρχίας μεθέξει, καὶ
ὑπὲρ τῶν τιμώντων σε, τὴν πρεσβείαν σου τῷ Θεῷ ποιούμενος, παρέχεις ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος
φωτοειδής, τῶν ἀρετῶν ἐδείχθης, καὶ σκεῦος θεοφόρε, τοῦ Πνεύματος τοῦ θείου,
καὶ μύστης θείας χάριτος
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὕμνους
θεοτερπεῖς, προσφέρομέν σοι Πάτερ, Χριστοῦ ἱεράρχα, καὶ πόθῳ της μορφῆς σου,
τὸν τύπον ἀσπαζόμεθα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Φέρων
τῶν ἀρετῶν, τὸν ὁρμαθὸν ἁπάντων, τὴν κλῆσιν σὺν τῇ πράξει, συμφώνως ἐκαρπώσω,
πανάριστε Πανάρετε.
Δόξα.
Καὶ νῦν.
Ὑπέρθεε
Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Θεοτόκου, καὶ τοῦ Σοῦ Ἱεράρχου,
οἰκτείρησον τοὺς δούλους Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Πάφου τὸν ποιμένα εὐφημοῦντες δοξάσωμεν, τὸν ἀσκητικῶς ἐν τῇ πόλει, ὡς ἐν ὄρει
βιώσαντα, καὶ πάσας τὰς θείας ἀρετάς, ὡς μίαν κτησάμενος σοφῶς· διὰ τοῦτο ὡς
Πανάρετος ἐκ Θεοῦ, τῷ κόσμῳ ἐθαυμαστώθη· καὶ πρεσβεύει τῷ Θεῷ ὑπὲρ πάντων
ἐκτενῶς, ὡς Ἱεράρχης θεόληπτος.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν
τῆς Πάφου ποιμένα θεῖον Πανάρετον, ὡς Χριστοῦ Ἱεράρχην ἀνευφημήσωμεν· ὅτι
ἐργάτης συνετός, πασῶν τῶν θείων ἀρετῶν, καὶ ἐν Ἁγίοις θαυμαστός, ἐγένετο ἐν
ὑστέροις, καιροῖς καὶ πάντων προστάτης, τῶν ἀνυμνούντων αὐτοῦ τὴν κοίμησιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις χρόνοις, τὸν ἀρχαῖον δράκοντα, κατέβαλε
κραταιῶς, Χριστοῦ τῇ χάριτι, Πανάρετος ὁ σοφός, ἱεραρχίας τὸ θεῖον κειμήλιον ·
ὃς βίον ἀσκητικόν, ἐπιποθήσας εὐάρεστος γέγονε, ἔν τε τῷ Θεῷ ὁ μέγας, καὶ
βροτοῖς καὶ δέδεικται, τοῖς ποθοῦσι ποιμαίνει, τὸν λαὸν κανὼν εὐθύτατος. (Δίς)
Ὢ
τοῦ παραδόξου θαύματος! ὁ ἁπλοῦς τῷ τρόπῳ, ὑπεράνω δείκνυται, ἀρχόντων τῶν τοῦ
λαοῦ, καὶ κλῆρον ἄριστα, βιώσας ἐν ἀρεταῖς, οὐχ ὡς οἱ πρώην ἐν τρώγλαις καὶ
ὄρεσιν, ἀλλ’ ἔνδον ὡς νουνεχής, τύρβης τοῦ κόσμου, ὡς ἄλλος Ἀπόστολος, καὶ τὰς
ἀρετὰς ἐκείνων, τὰς αὐτὰς εἰργάσατο, ὡς σοφὸς Ἱεράρχης, ὡς ἐργάτης δοκιμώτατος. (Δίς)
Σήμερον
φαιδρῶς ἀγάλλετα, πᾶσα ἡ Κυπρίων, νῆσος ἐν τῇ μνήμῃ σου, καὶ χαίρουσιν ἐν αὐτῇ,
βροτῶν συστήματα· συγχαίρουσιν οἱ πιστοί, τῆς Βηθανίας καὶ Πάφου, μνησθέντες
σου, ὃς Λάζαρος τὸν αὐτῶν, σὺ ἐμιμήσω καὶ τούτου διάδοχος, γεγονὼς Ὅσιε Πάτερ·
σὺν αὐτοῖς ὑμνοῦμέν σε, ὡς πιστὸν οἰκονόμον, ὡς Πανάρετον ἐν πράγματι.
Σοὶ
τῷ τοῦ Χριστοῦ θεράποντι, θείῳ Ἱεράρχῃ, οἱ πιστοὶ σεμνύνονται, ἰδόντες ἐν
αὐχμηρῷ καιρῷ δροσίσαντα, τὴν δίψαν τῶν λογικῶν, Χριστοῦ προβάτων τοῦ σὲ
ἀναδείξαντος, ποιμένα ὁλολαμπῆ, τῆς Ἐκκλησίας Αὐτοῦ παμμακάριστε, καὶ σὺν τοῖς
Ἁγίοις πάντες, χαῖρέ σοι κραυγάζουσι, τῷ ἐμπαίξαντι ἄρτι, τὸν ἀρχέκακον
Πανάρετε.
Δόξα.
Ἦχος πλ. β΄.
Τῇ
φερωνύμῳ σου κλήσει, τὴν πρᾶξιν κατάλληλον ἔδειξας· ἧν ἐν τῇ ἐνδόξῳ σου
κοιμήσει, τοῖς συνοῦσί σοι ἀναφανδὸν ὁ Κύριος πεποίηκε. Τῦ γὰρ ἀρχαίου
πτερνιστοῦ, πάσας τὰς πλεκτάνας διαῤῥήξας, τὴν χάριν ἐπεσπάσω τοῦ Ἁγίου
Πνεύματος, ἐν τῇ σῇ καρδίᾳ παμμακάριστε· καὶ αὐτὴν πλουσίως δεξάμενος, τὰς
ἀρετὰς ἁπάσας ὡς μίαν ἐκατόρθωσας· ὅθεν καὶ Πανάρετος, ἔργῳ καὶ λόγῳ, ἐγένου
καὶ πανθαύμαστος. Καὶ πρεσβεύεις ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων, Ἱεράρχα τὴν
μνήμην σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Φῶς
ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν,
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ
ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις
γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ
ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων,
καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ
εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων
σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ
ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με,
τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ
ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς
ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα
ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν
δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου
πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι
δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν
ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου
ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ
βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι
αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ
ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν
τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι
καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο,
καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια
Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ
σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων,
καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις
ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Τὸν
Ἱεράρχην τοῦ ὑψίστου Πανάρετον, νοῦς οὐκ ἐξαρκέσει ἐγκωμιάσαι σαφέστατα· ὁ γὰρ
γενόμενος γνήσιος τῷ Θεῷ, διὰ βίον καθαρότητος, τίς ὁ ὑπὲρ τούτου ἔπαινος; Καὶ
ὁ νῦν σὺν τοῖς Ἀγγέλοις τὸν Θεὸν ὐμνολογῶν, τίς ἡ πρὸς αὐτὸν ὑμνῳδία ἡ ἡμετέρα;
Ἀλλ’ οὖν ὑπὲρ ἡμῶν τούτῳ προσείπωμεν· Ἱεράρχα Χριστοῦ μακάριε, πρέσβευε τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Ἐν
τῇ εὐθέτῳ βιοτῇ σου Πάτερ Ὅσιε, τὸν τὰ κρυπτὰ γινώσκοντα Θεὸν ἡμῶν, τοῦτον
μόνον θεωρὸν εἶχες καὶ γνώστην, Ἱεράρχα Πανάρετε· ἐν δὲ τῇ ἐνδόξῳ σου κοιμήσει,
οἱ πάντες ἔγνωσαν εἰκότως, τὰ κατὰ τοῦ διαβόλου τρόπαια, τὰς παρὰ Θεοῦ
ἐκδεδομένας σοι δυνάμεις, καὶ τὰ θαυμάσιά σου ἅπαντα· ὅθεν σου τὴν μνήμην
ποιοῦντες, ἀνυμνοῦμέν σε λέγοντες· Θεοῦ θεράπον γνήσιε, αἴτησαι ἡμῖν παρ’ Αὐτοῦ
τὸ μέγα ἔλεος.
Ἦχος
γ΄.
Τὰς
ἐκ Θεοῦ σοι δωρεάς, ἃς ἐξ αὐτοῦ ἀπείληφας ἔνδοξε, διὰ τῶν ἀσκητικῶν ἀγώνων σου,
οἱ μετὰ σοῦ ἰδόντες παρ’ ἐλπίδα, τὴν ὑπομονήν σου ἐθαύμασαν· ὁ δὲ τῆς ἐν
Καρπάθῳ εὔσημος ποιμήν, αὐτόπτης τῶν πραχθέντων γεγονώς, κήρυξ πέφυκε σοῦ τῶν
θαυμάτων διαπρύσιος· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἱεράρχα θεοφόρε Πανάρετε,
ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν μνήμην σου.
Ἦχος
δ΄.
Ὁ
ἐν Ὁσίοις Ὅσιος πιστοί, καὶ ἐν Ἱεράρχαις μέγιστος ποιμήν, ᾠδαῖς ᾀσμάτων , οὗτος
μεγαλύνεται σήμερον ἡμῖν· τὸ γὰρ ὑστέρημα πληρώσας ὁ αὐτός, τῶν Ἁγίων ἐν
ὑστέροις καιροῖς, ὑπερβαλλόντως στεφανοῦται θείοις ᾄσμασιν· ἐν τούτοις καὶ ἡ
Ἐκκλησία τοῦ Χριστοῦ εὐφραινομένη, τῷ ἑαυτῆς Νυμφίῳ κράζει λέγουσα· ἐλαμπρύνθη
μου τὸ κάλλος σήμερον, ὑπὲρ πᾶσαν ἀστέρων θέσιν καὶ φωστήρων, τῇ τοῦ Ἱεράρχου
σου κοιμήσει τοῦ σοφοῦ, καὶ ἱερουργοῦ σου Πανάρετε. Οὗ ταῖς ἱκεσίαις
εὔσπλαγχνε, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
Δόξα
Ἦχος πλ. α΄.
Δεῦτε
τῶν πιστῶν ὁ σύλλογος, τῷ Θεῷ δαυϊτικῶς σήμερον, ἐκβοήσωμεν λέγοντες· Μέγας εἶ
Κύριε, καὶ τῇ μεγαλωσύνῃ σου, πέρας οὐκ ἔστιν ὅλως· ἰδοὺ γὰρ καὶ ἐν τῇ καθ’
ἡμᾶς γενεᾷ, ὁ ἔνδοξος Ἱεράρχης Πανάρετος, τοὺς ἀσκητικοὺς ἀγῶνας, τῶν ἀρχαίων
ἐκλεκτῶν Ἱεραρχῶν Σου, ἐν ἑαυτῷ κατεστοίχωσε καὶ ᾠκοδόμησε, καὶ τὴν
μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου, δι’ ἑαυτοῦ τῷ κόσμῳ πεφανέρωκε.
Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς ἀξίωσον, τῆς οὐρανίου Σου
Βασιλείας, ὡς φιλάνθρωπος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ἐν ὑστέροις καιροῦς, πιστοποιήσας τὰ τῶν πάλαι γραφόμενα, Ἁγίων ὡς
πεπραγμένα, τοῖς ἀμελοῦσιν ἡμῖν, καὶ αὐτὰ ἐμπράκτως ἐξετέλεσας, Χριστοῦ
γνησιώτατε, Ἱεράρχα Πανάρετε, ὁ ἁγιάσας, τὴν ψυχὴν σὺν τῷ σώματι, ὁ ἑνούμενος,
Ἱεράρχαις Ὁσίοις τε· χαίροις ὁ παμφαέστατος, τῆς Πάφου καὶ ἔμψυχος, λαμπτὴρ τῆς
θείας σοφίας, δι’ ἧς τοὺς σοὺς κατεσόφισας, οἰκέτας τρισμάκαρ, ἐν τῇ θείᾳ σου
κοιμήσει καὶ ἐστερέωσας.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
ὁ ἁγιάσας σαυτόν, πόνοις ἐνθέοις τῆς ἀσκήσεως Ὅσιε, καὶ ῥίψας σαρκὸς τὸ ἄχος,
ὡς περιττὸν καὶ φθαρτόν, ὑπετάχθης ὅλος τοῖς τοῦ πνεύματος, ἀγῶσι μακάριε, ἐν
νηστείαις καὶ δάκρυσι, καὶ ἀγρυπνίαις, καὶ παννύχοις δεήσεσι, πειζόμενος,
βαρυτάταις ἁλύσεσιν, ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ
καθαρὸν ἐνδιαίτημα. Χριστὸν ἱκετεύων, μὴ ἐλλίπῃς ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
ὁ μνημονεύσας ἡμῖν, τῶν τεταρταίου ἀρετῶν Πάτερ Ὅσιε, οὗ θρονον ἐνεπιστεύθης,
οὗ ἴσοις ὤφθης ἐν γῇ, ἔν τε τῇ βιώσει καὶ κοιμήσει σου· πασῶν γὰρ ἐκέκτησο,
ἀρετῶν τὸ ἀγώγημα, καὶ ὑπεράνω, τῶν παθῶν διερχόμενος, ὄντως δέδειξαι, ἐν τῇ
κλήσει Πανάρετος· ὅθεν καὶ τὴν ἁγίαν σου, ἐγνώρισεν ἅπασιν, ὅ τε ποιμὴν τῆς
Καρπάθου, καὶ οἱ οἰκεῖοί σου ἅπαντες, μετάστασιν Πάτερ, δι’ ἧς ἔγνωσαν οἱ
πάντες, ἅπερ οὐκ ἤλπιζον.
Δόξα.
Ἦχος δ΄.
Τῶν
Ἁγίων Πατέρων ὁ χορός, ὑποδεξάμενός σε τὸν ὅμοιον, σὺν τῷ ἀσπασμῷ τὸ Χαῖρε
προσεφώνει σοι· ὁ δὲ Κτίστης τῶν ἁπάντων, ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς ὁ
Κύριος· Εὖ δοῦλέ σοι προσειπών, τὸ στέφος σοι προσέφερε τῆς νίκης, Ἱεράρχα
θεοφόρε πανάρετε· διὸ καὶ νῦν τῷ θρόνῳ τοῦ Δεσπότου στεφηφόρος παριστάμενος, μὴ
παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν μνήμην ἱερώτατε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Πάφου τὸν ποιμένα εὐφημοῦντες δοξάσωμεν, τὸν ἀσκητικῶς ἐν τῇ πόλει, ὡς ἐν ὄρει
βιώσαντα, καὶ πάσας τὰς θείας ἀρετάς, ὡς μίαν κτησάμενος σοφῶς· διὰ τοῦτο ὡς
Πανάρετος ἐκ Θεοῦ, τῷ κόσμῳ ἐθαυμαστώθη· καὶ πρεσβεύει τῷ Θεῷ ὑπὲρ πάντων
ἐκτενῶς, ὡς Ἱεράρχης θεόληπτος.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν
τῆς Πάφου ποιμένα θεῖον Πανάρετον, ὡς Χριστοῦ Ἱεράρχην ἀνευφημήσωμεν· ὅτι
ἐργάτης συνετός, πασῶν τῶν θείων ἀρετῶν, καὶ ἐν Ἁγίοις θαυμαστός, ἐγένετο ἐν
ὑστέροις, καιροῖς καὶ πάντων προστάτης, τῶν ἀνυμνούντων αὐτοῦ τὴν κοίμησιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετέστης
πρὸς Θεόν, ὁ Θεῷ ἐγνωσμένος, δι’ ἔργων ἀγαθῶν, ἃ ἐν γῇ κατειργάσω, συνήφθης τε
τοῖς τάγμασιν, ἐκλεκτῶν ὡς ἐκλόγιον, τῶν Ὁσίων τε, Ἱεραρχῶν καὶ Δικαίων· μεθ’
ὧν πρέσβευε, ὑπὲρ ἡμῶν Ἰεράρχα, τῶν πίστει τιμώντων σε.
Δόξα.
Λιπὼν
τὰ τῆς σαρκός, ἔτι ζῶν ἐν τῷ κόσμῳ, τὰ πνεύματος λαβών, οὐκ ἐδίστασας ὅλως,
ἐχθροῦ τοῖς πανουργεύμασιν, Ἱεράρχα ἀλλ’ ἔδωκας, τῷ Δεσπότῃ σου, ψυχὴν καὶ
σῶμα· διό σου, μεγαλύνομεν, τὴν ἀξιέπαινον μνήμην, Πανάρετε Ὅσιε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β’ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς
θείας χάριτος, μέτοχον γνήσιον, θεῖον Πανάρετον, ὑστέροις ἔτεσι, πῶς μὴ ὑμνήσω
ἐν ᾠδαῖς, ἢ πῶς μὴ ἐγκωμιάσω; Οὗτος γὰρ ὡς Ἄγγελος, ἐν τῷ κόσμῳ ἐβίωσεν· οὗτος
τὸ ὑστέρημα τῶν Ἁγίων ἐπλήρωσεν. Αὐτοῦ ταῖς ἱκεσίαις Οἰκτίρμον, δώρησαι ἡμῖν τὸ
μέγα ἔλεος.
Δόξα.
Ἐν
τῇ βιώσει σου, Ἀγγέλους ηὔφρανας, τοὺς κατοπτεύσαντας, σοῦ τὰ ἐπίπονα, καὶ τοὺς
οἰκείους σου σοφέ, ὁρῶντάς σου τὰ πρακτέα· ἐν δὲ τῇ κοιμήσει σου, Ἱεράρχα
Πανάρετε, πλεῖον ἐβεβαίωσας, τὴν ἐν σοὶ ἁγιότητα· διὸ καὶ ἡ ἑνοῦσά σοι κλήσις,
μᾶλλον ηὐξήθη ἐν τοῖς ἔργοις σου.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Κυβερνήτης
ἔνδοξος, τῆς Ἐκκλησίας, ἀνεδείχθης Ὅσιε, καθοδηγῶν σοὺς φιτητάς, πρὸς τὸν
πανεύδιον πάντοτε, τῆς εὐσεβείας, λιμένα Πανάρετε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χριστὲ
ὁ Θεὸς ἡμῶν, τῶν Ἁγίων ἁπάντων ἡ βάσις καὶ τὸ στήριγμα, ὁ καὶ τὸν θεῖόν Σου
Ἰεράρχην ἐνισχύσας Πανάρετον, ἀσκητικῶς ἀγωνισθῆναι ἐν τῷ κόσμῳ, ὡς οἱ πάλαι ἐν
ἐρήμῳ, καὶ ἐν τοῖς ὑστέροις χρόνοις θαυμαστὸν ἀναφανῆναι τοῖς βροτοῖς· αὐτὸς
καὶ νῦν φιλάνθρωπε, δώρησαι ἡμῖν ταῖς αὐτοῦ ἱκεσίαις, τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς εἰς στ΄, καὶ τοῦ Ἁγίου εἰς η΄.
Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ
α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως
ἡμέρα λαμπρυνθῶμεν λαοί, πάντα καινὰ ὁρῶντες· δεῦτε συμφώνως καὶ ἡμεῖς,
συγκροτήσωμεν πιστοί, καινὴν ἑορτήν· τὸν θεῖον Πανάρετον, τὸν τῆς Κύπρου
τιμήσωμεν.
Ἀναστάσεως
ἡμέρα τοῦ Σωτῆρος Χριστοῦ, καὶ μνήμη σοφοῦ ποιμένος, πᾶσιν ἀνέτειλεν ἡμῖν, τοῦ
πρὸς Θεὸν ὑπὲρ ἡμῶν, πρεσβεύοντος νῦν· αὐτὴν ἑορτάσωμεν, ὅτι δεδόξασται.
Καθαρθεὶς
νοὸς τὰς κόρας ἐθεάσω φωτός, ἀκτῖνα τοῦ τρισηλίου, δι’ οὗ τὸ σκότος τῶν παθῶν,
πόῤῥῳ ἐδίωξας σοφέ, βιώσας ὡς ἄγγελος, θεόφρον Πανάρετε, καὶ Θεῷ εὐηρέστησας.
Καθαρθῶμεν
τὰς αἰσθήσεις καὶ ὀψώμεθα, τὸν ἐν ὑστέροις καιροῖς, καλῶς ἁγιάσαντα, οὐχ ὡς
ἐνασκήσαντα σπηλαίοις καὶ ὄρεσι, σοφῶς δὲ βιώσαντα, λαοῦ εἰς ἐνώπιον.
Οὐρανοὶ
μὲν ἐπαξίως νῦν εὐφραίνονται, γῆ δὲ χορεύει πᾶσα, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Χριστοῦ
μου Πανάρετε, καὶ Κύπρος δὲ ᾄσμασι, γεραίρει σε σήμερον.
Θεοτοκίον.
Πεῖραν
ὅλως ἡ Παρθένος μὴ εἰδυῖα ἀνδρός, ἄχρονον τίκτεις βρέφος, ἄσπορον φέρεις
τοκετόν, τὸν τῶν ὅλων Ποιητήν, Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκδυσώπησον, εἰρηνεύσαι
τὰ σύμπαντα.
ᾨδὴ
γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Δεῦτε
πόμα πίωμεν καινόν, ἐκ πηγῆς καινοτάτης πάντες φιλέορτοι, τοῦ Ἱεράρχου τοῦ
σοφοῦ, Χριστὸν τοῦ δοξάσαντος τρανῶς, ἐν βίου ὀρθότητι.
Δεῦτε
εὐφημήσωμεν πιστοί, τὸν τοῦ Χριστοῦ Ἱεράρχην θεῖον Πανάρετον, τὸν μυστικὸν ὡς
εικός, τοῦ ἀμπελῶνος ἐργάτην καὶ νῦν, τὸν ὄντως θεόφρονα.
Νῦν
πάντες πληροῦνται χαρμονῆς, οἱ ἐν τῇ Πάφῳ πιστοὶ οἱ ἀκούσαντες, ἐπὶ τῇ μνήμῃ τῇ
σῇ, Πανάρετε θείας σου φωνῆς, Χριστὸν μεγαλύνοντες.
Νέος
θησαυρός τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ ἐδόθη θεῖε Πανάρετε· ἡ γὰρ ἐν σοὶ ἀρετή,
ἐργηάτην σε ἔδειξε πιστόν, καὶ θεῖον ἐκφάντορα.
Χθὲς
συνεσταυρώθης τῷ Χριστῷ, ἐν νηστείαις εὐχαῖς τε καὶ δάκρυσιν· ἀλλ’ ἐξανέστης
αὐτῷ, τρυφῆς μετασχὼν ἐν οὐρανοῖς, Πανάρετε σήμερον.
Θεοτοκίον.
Ἐν
βάτῳ Μωσῆς Σου τυπικῶς, τὸ μυστήριον πάλαι σεμνὴ ἑώρακεν· ὡς γὰρ ἐκείνη ἡ φλόξ,
τὸ πῦρ τῆς θεότητος τὴν Σήν, μήτραν οὐ κατέφλεξεν.
Κοντάκιον
τῆς Ἑορτῆς.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
σοφίαν τὴν ἄνω καταμαθών, καὶ δεξάμενος πλοῦτον τὸν μυστικόν, τοῦτον
ἐθησαύρισας, σεαυτῷ τὸν οὐράνιον, καὶ ἐν παννύχῳ στάσει, Θεὸν ἐξεζήτησας, καὶ
εὑρὼν ἐν τούτῳ, εὐφραίνῃ μακάριε· ὅθεν τῶν σῶν πόνων, ἀμοιβὴν ἐκομίσω, ἐκ
τούτου τὴν εὔκλειαν, καὶ τὸν στέφανον ἔνδοξε, Ἱεράρχα Πανάρετε· πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Προσευχῇ
ἀεννάῳ καθοπλισθείς, καὶ νηστείαις ὁ μέγας ὀχυρωθείς, τὴν κλῆσιν εἰργάσατο,
πρὸς τὴν πρᾶξιν κατάλληλον· οὗτος γὰρ τὴν σάρκα, πιέζων ἁλύσεσιν, ἐκ κρυπτῷ
κοιτῶνι, ἠγρύπνει εὐχόμενος· ὅθεν καὶ τὴν θείαν, Λειτουργίαν ἐτέλει, περίδακρυς
πάντοτε, σκεπτικὸς σύννους εὔτονος, ὁ θεόφρων Πανάρετος· οὗτος γὰρ Χριστῷ τῷ
Θεῷ, συνευφραίνων τοῖς πιστοῖς τὴν ἄφεσιν, ἱκετεύων δωρεῖται, πταισμάτων ὁ
ἔνδοξος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ
τῆς θείας ἐκλογῆς, τῶν ἀγαθῶν Ἱεράρχα, στὰς ὁ τοῦ Χριστοῦ Ἱεράρχης, ἠγνοεῖται
τέλεον, ἔκ τε λαοῦ θεόφρονος, ἔκ τε τοῦ κλήρου καὶ ἐξ οἰκείων· γνωστὸς γὰρ μόνῳ
Θεῷ ἐδείκνυτο.
Ἐπὶ
λυχνίας φωταυγοῦς, λύχνος ἐτέθης φαεινός, λάμπων ἀρετῶν ταῖς ἰδέαις, καὶ
φωτίζων ἅπαντα, τὸ ἱερόν σου ποίμνιον, πᾶσιν ἀπονέμων τὴν χάριν, τῆς ἐν κρυφῇ
σου τρισμάκαρ ἁγιότητος.
Ἀποτινάξας
ἀπὸ σοῦ, πρόνοιαν πᾶσαν τῆς σαρκός, νῆψιν ἀγρυπνίαν καὶ στάσιν, καὶ νηστείαν
ἤσκησας· σιδήροις πιεζόμενος, ἔνδον τῶν ἱματίων ἐτέλεις, τὰς πρὸς Θεὸν δεήσεις
σου Πανάρετε.
Ὡς
ἐνιαύσιος ἡμῖν, ἡ σὴ φωσφόρος ἑορτή, ἦλθεν ἱερώτε κύκλος, καὶ ὡς φῶς ἀνέτειλε,
τοῖς τε συνεορτάζουσι, μνήμην σου τὴν θείαν τρισμάκαρ, καὶ τοῖς ποθοῦσί σου
τρίβον ἀνύσασθαι.
Ὁ
θεοπάτωρ μὲν Δαβίδ, ψάλλων φησὶ πρὸς τὸν Θεόν, Σοῦ δικαιοσύνην τὴν θείαν,
ἱερεῖς ἐνδύσονται· διὸ ἐν σοὶ πεπλήρωται, σήμερον ὡς τοῖς πρὶν Ἱεράρχαις,
δίκαιος καὶ Ὅσιος σοφὲ γενόμενος.
Θεοτοκίον.
Μόνη
ἐφάνης γυναικῶν, χρῆμα πανθαύμαστον ἁγνή, πρᾶγμα φοβερόν· τὴν γὰρ φύσιν, Σὺ
ἐκαινοτόμησας, ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος· ὁ γεννηθεὶς
γὰρ ἐκ Σοῦ, Θεὸς ἐστὶν ἀληθής.
ᾨδὴ
ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίσωμεν
σήμερον πάντες, καὶ τῷ κλεινῷ Ἰεράρχῃ, σοὶ προσοίσωμεν θεῖον ὕμνον· καὶ τὴν
θείαν μνήμην σου δοξάζοντες Πανάρετε, χάριν ἀντλήσωμεν ἔνθεον.
Ὀρθρίζοντες
ὑμνοῦμέν σε πάντες, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, ἁγιάσαντα ἐν ἀσκήσει, καὶ ἐχρὸν
πατήσαντα, ποσί σου τὸν ἀρχέκακον, Πάτερ Ἱεράρχα Πανάρετε.
Τὴν
ἄμετρόν σου εὐσπλαγχνίαν, ὁ ἱερεὺς προϊδών, ὁ ἐπίορκος ἐθαμβεῖτο, καὶ ζητῶν
συμπάθειαν, εὑρίσκει τὸ ποθούμενον, ἐκ σοῦ σοφὲ ἱερώτατε.
Τὴν
ἄμετρόν σου κακουχίαν, προϊδόντες κρυπτῶς, Ἰεράρχα οἱ φοιτηταί σου, ἐμνημόνευον
τὰ σὰ ἀγαλλομένῃ ψυχῇ, εἰ καὶ ἐν κρυπτῷ εἰργάζοντο.
Προσέλθωμεν
ἐλπιδηφόροι, ἐπὶ τὸ κρεῖττον πιστοί, δεδορκότες τὰ ἐν ἐκβάσει, καὶ καλῶς
ἐτάζοντες, τὰ ἐκ τούτου ἔσχατα, Δόξα Σοι Χριστὲ ἐκβοήσωμεν.
Θεοτοκίον.
Ἐκύησας
φύσεως νόμῳ, ἀλλ’ ὑπὲρ νόμον· Σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία, κρυπτὸς καὶ νοούμενος,
ὁ τρόπος καὶ λεγόμενος, τοῦ τοκετοῦ Σου πανάμωμε.
ᾨδὴ
στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κατέγνως,
ἐν τῷ διορατικῷ τῆς ψυχῆς, τὴν ταχεῖαν πρὸς Θεόν, ἐκδημίαν σου Πάτερ· ἣν καὶ
γνωρίσας εὐθὺς τοῖς οἰκείοις σου, ἐκτενέστερον αὐτοί, τὰ ἐν σοὶ ἐπεσκόπουν.
Κατάκαρπος,
ὡσεὶ ἐλαία φανείς, ἐν τῷ τῆς ἐξόδου σου καιρῷ ἀρετῶν πολυτρόπων, τοῖς ἑαυτοῦ τε
κληρικοῖς καὶ πᾶσι γνωστοῖς, ὁ Πανάρετος φημί, ὁ τῆς Κύπρου προΐστωρ.
Φυλάξας,
τὴν ποίμνην σου σώαν σοφέ, ἐξ αἱρέσεως πάσης, καὶ τὴν πίστιν τηρήσας ἀμώμητον,
τῆς ἐξόδου σου Πανάρετε πανένδοξε, εὐτρεπίζεις τὴν τρίβον.
Φυλάξας
τὴν ψυχήν σου καθαρὰν ἱερώτατε, καθαρῶς τῷ καθαρῷ, ᾠκειώθης Νυμφίῳ, ὃς
προτρέπει σε σοφὲ τὰ ἐντάφια, ἑτοιμάσαι σου σαφῶς, καὶ τὸν τάφον ὀρύξαι.
Σῶτές
μου παντέλεις Υἱὲ Θεοῦ, καὶ τῶν ὅλων Ποιητά, ταῖς τοῦ Σοῦ Ἱεράρχου, θείαις
λιταῖς περιφρούρησον, ἀβλαβεῖς Σοὺς ὑμνητάς, ἐκ παντοίων κινδύνων.
Θεοτοκίον.
Θαυμάτων
τὸ μέγιστον θαῦμα ἐν Σοί, ὤφθη ἄσπιλε ἀμνάς, τὸν γὰρ αἴροντα κόσμου τὴν
ἁμαρτίαν, ἀμνὸν ἀπεκύησας· Ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν Σε ὑμνούντων.
Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὸν
νοῦν ἐλλαμφθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ποιμὴν πρακτικός, ἐδείχθης ἱερώτατε·
δι’ αὐτοῦ ἀπείληφας, τῶν θαυμάτων τὴν θείαν ἐνέργεια, καὶ ἐγένου Πανάρετος τῷ
πράγματι, τὴν κλῆσιν ἐκ τῶν ἔργων κομισάμενος.
Ὁ
Οἶκος.
Σοῦ
τὴν μνήμην ἱερώτατε τελοῦντες, ἐπαξίως καὶ τὸν ὕμνον σοι προσφέρομεν· ὅτι τὸν
ἀρχαῖο δράκοντα κατέβαλες, ἐν ἡμέραις ταῖς ἐσχάταις θείοις ἔργοις σου, καὶ
ποιμὴν ἀνηγορεύθης Κύπρου ἄριστος, καὶ αὐτὴν ἐφωταγώγησας πανένδοξε. Διὰ τοῦτο
καὶ πᾶς πιστὸς συγχαίρει τῇ ἐνδόξῳ σου κοιμήσει Πάτερ Ὅσιε· ὅτι περ ἐν ἀρεταῖς
διέπρεψας, θαυμαστὸς γενόμενος Ἱεράρχα Πανάρετε, τὴν κλῆσιν ἐκ τῶν ἔργων
κομισάμενος.
Συναξάριον
Τῇ
Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Παναρέτου,
επισκόπου Πάφου.
Πᾶσαν ἀρετήν,
πρὸς ἑαυτὸν ἑλκύσας,
Πράξει τὴν κλήσιν Πανάρετος καλύπτει
Πράξει τὴν κλήσιν Πανάρετος καλύπτει
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Ψυχαὶ
λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις
ἀνεῖλον θεῖον Ἱερεμίαν.
Ὁ
θαυμάσιος οὗτος τοῦ Κυρίου Προφήτης, ὁ ἐξ αὐτῆς τῆς μήτρας ἁγιασθείς, ἧν ἐξ
Ἀναθώθ, ἐν δὲ Τάφναις τῆς Αἰγύπτου, λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ, ἀποθνήσκει,
καὶ τίθεται ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτόν,
εὐεργετηθέντες παρ’ αὐτοῦ. Ηὔξατο γάρ, καὶ αἱ ὀλοθρεύουσαι αὐτοὺς ἀσπίδες
ἀπέψυξαν, καὶ οἱ ἐν τοῖς ὕδασιν θῆρες, οὓς Αἰγύπτιοι μὲν καλοῦσιν ἐφώθ, Ἕλληνες
δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ σήμερον, εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ
λαμβάνοντες τοῦ χοός, δήγματα ἀσπίδων θεραπεύουσι.
Φασὶ
δέ, ὅτι Ἀλέξανδρος ὁ Μακεδών, ἐπιστὰς τῷ τάφῳ τοῦ Προφήτου καὶ μαθὼν τὰ κατ’ αὐτόν,
εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα. Καὶ ταῦτα πανταχοῦ κατασπείρας
τῆς πόλεως, καὶ κύκλῳ αὐτῆς, τὰς μὲν ἀσπίδας ἐκεῖθεν ἀπεδίωξεν, ἀντεισήγαγε δὲ
τοὺς ὄφεις τοὺς λεγομένους ἀργαλούς, οὕς ἐκ τοῦ Ἄργους ἤνεγκεν, ἐκεῖθεν ἔχοντας
τὴν προσηγορίαν.
Δέδωκε
δὲ ὁ Προφήτης σημεῖον τοῖς ἱερεῦσιν τῆς Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα
αὐτῶν καὶ συμπεσεῖν, δια Σωτῆρος παιδίου, ἐκ Παρθένου γεννωμένου ἐν φάτνῃ. Διὰ
τοῦτο ἕως τοῦ νῦν θεοποιοῦσι παρθένον λεχώ, καὶ βρέφους ἐν φάτνῃ προτεθέντος
προσκυνοῦσι. Διά τοι τοῦτο, καὶ Πτολεμαίῳ τῷ βασιλεῖ ἐρωτήσαντι τὴν αἰτίαν,
ἔλεγον πατροπαράδοτον εἶναι τὸ μυστήριον, καὶ ὑπὸ αἰσίου Προφήτου τοῖς πατράσιν
ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα, εἶπον, τὸ πέρας τοῦ μυστηρίου.
Λέγεται
δὲ περὶ τοῦ Προφήτου, ὅτι, πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ, ἥρπασεν τὴν κιβωτὸν τοῦ
νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ ὑπὸ πέτραν κατατεθῆναι, καὶ εἶπε τοῖς
παρεστῶσιν: Ἐπεδήμησεν Κύριος ἐν Σινᾶ ἐν
δυνάμει, καὶ σημεῖον ἡμῖν ἔσται τῆς παρουσίας αὐτοῦ, ὅταν ξύλον πάντα τὰ ἔθνη
προσκυνήσωσιν. Εἶπε δέ, ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβαλεῖ, εἰ μὴ Ἀαρὼν
μόνος ὁ ἱερεύς. Καὶ τὰς ἐν αὐτῇ πλάκας, οὐδεὶς ἀναπτύξει οὐκ ἔτι, οὐχ ἱερέων,
οὐδὲ προφητῶν, εἰμὴ Μωϋσῆς ὁ τοῦ Θεοῦ ἐκλεκτός. Καὶ ἐν τῇ ἀναστάσει, πρῶτον ἡ
κιβωτὸς ἀναστήσεται καὶ ἐξελεύσεται, καὶ τεθήσεται ἐν ὄρει Σινᾶ, καὶ πάντες οἱ
Ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκδεχόμενοι τὸν Κύριον, καὶ τὸν ἐχθρὸν
φεύγοντες, τὸν ἀνελεῖν αὐτοὺς θέλοντα. Ἐν δὲ τῇ πέτρᾳ ἐσφράγισε τῷ δακτύλῳ
αὐτοῦ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ τύπος, ὡς γλυφὴ σιδήρου. Καὶ νεφέλη φωτεινὴ
ἐσκέπασε τὸ ὄνομα καὶ οὐδεὶς νοήσει τὸν τόπον, οὐδὲ ἀναγνῶναι αὐτὸ δυνήσεται,
ἕως τῆς ἡμέρας ἐκείνης. Ἔστι δὲ ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου πρῶτον ἡ κιβωτὸς
ἐγένετο μεταξὺ τῶν ὀρέων, ἔνθα κεῖται Μωϋσῆς καὶ Ἀαρών, καὶ ἐν νυκτὶ ὡς πῦρ ἡ
νεφέλη γίνεται ἐπὶ τὸν τόπον, κατὰ τὸν τύπον τὸν ἀρχαῖον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ
Πέρσου.
Καὶ τῷ Βατᾷ,
τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ
πρεπόντως οὐρανοῦ τὰ χωρία.
Ὁ
Ἅγιος Ἱερομάρτυς Βατᾶς, ἐκ Περσίας
ὁρμώμενος, ἐγεννήθη ὑπὸ γονέων Χριστιανῶν κατὰ τὸν 4ο αἰώνα μ.Χ. Ἐν
ἡλικίᾳ τριάκοντα ἐτῶν, ἐγκατέλιπε γονεῖς, τέκνα καὶ γυναίκα καὶ ἀπῆλθε εἰς
μοναστήριον καὶ ἐγένετο μοναχός. Ὅταν ἔγινε ὁ διωγμός κατὰ τῶν Χριστιανῶν ἐν τῇ
χώρᾳ τῆς Περσίας, οἱ μὲν ἕτεροι συμμοναστές του ἐγκατέλειψαν τὸ μοναστήριον,
αὐτός δέ, ἀφοῦ ἔμεινε μόνος, συνελήφθη ὑπὸ τῶν Περσῶν καὶ παρεδόθη εἰς στὸν
ἄρχοντα Νισίβεως Ἰασδήχ, ἀδελφὸ Βαρζαβανᾶ, ὁ ὁποῖος τὸν διέταξε να προσκυνήσει
τὸν ἥλιον. Ὁ Ἅγιος ἀρνήθηκε καὶ ὁμολόγησε τὸ Ὄνομα τοῦ Κυρίου. Τότε ὑπέστη
φοβερὸ μαρτύριο. Τοῦ ἔδεσαν τὶς χεῖρες καὶ τὶς τέντωσαν τόσο πολύ, ὥστε
ἐξαρθρώθηκαν οἱ ὤμοι του. Ἐν συνεχείᾳ τὸν ἔδεσαν καὶ τὸν ἔσυραν, τὸν κατέκοψαν
μὲ μάχαιρα καὶ τέλος ἀπέκοψαν τὴν τίμια κεφαλή του.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰσιδώρας τῆς σαλλῆς.
Σὸς βίος
λαμπρὸν μονασταῖς, Ἰσιδώρα,
δῶρον ἐκ Θεοῦ
ταπεινοὺς προτιμῶντος.
Σίμβλον
ἄμβροτον κρύφα Ἰσιδώρα ἐπλάκη.
Αὕτη
ἡ μακαριωτάτη καὶ ὁσιωτάτη Μήτηρ ἡμῶν Ἰσιδώρα,
ἤκμασε μεσοῦντος τοῦ δ΄ μ.Χ. αἰῶνος, ἐν τῷ γυναικείῳ κοινοβίῳ τῷ συσταθέντι ὑπὸ
τοῦ μεγάλου φωστῆρος Παχωμίου καὶ ἐπονομαζομένῳ τῶν Ταβεννησιωτών. Τὴν μωρίαν
ὑποκρινομένη καὶ τὴν δαιμονώσαν ὑποδυομένη, ἠτιμάζετο ὑπὸ πασῶν τῶν
συμμοναστριῶν αὐτῆς, χαίρουσα ἐπὶ ταῖς τοιαύταις ἀτιμίαις ὡς ἐπὶ πλούτῳ πολλῷ.
Μὴ λανθάνουσα δὲ τὸ παντέφορον ὄμμα τοῦ Παντοκράτορος Χριστοῦ, ἀπεκαλύφθη δι’
ἀγγέλου ὁράματος ἡ ἁγιότης τοῦ βίου αὐτῆς τῷ μεγάλῳ ἀσκητῇ καὶ μαθητὴ τοῦ ὁσίου
Ἀντωνίου, ὁσιωτάτῳ Πιτυρούμ, ὅστις ἐνώπιον πάσης τῆς ἀδελφότητος τῶν μοναζουσῶν
ἐφανέρωσε τὸν κεκρυμμένον θησαυρὸν τῆς καταπεφρονημένης ὁσίας Ἰσιδώρας. Αὕτη ὅμως τὸν θαυμασμὸν καὶ τὴν ἔκτοτε
προσδιδομένην τιμὴν μὴ ἀνεχομένη, λάθρα διέφυγεν εἰς ἄγνωστον καὶ ἐρημικὸν
τόπον, ὡς μόνῳ τῷ Θεῷ σκοποῦσα εὐαρεστεῖν καὶ ἀρέσκειν, παρ’ Οὐ καὶ τὸν δίκαιον
μισθὸν τῆς ἰσοβίου ταπεινοφροσύνης ἀπολαύει, τύπος θαυμαστὸς γενομένη πᾶσι τοῖς
εὐσεβέσι καὶ φιλοθέοις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀφρικανοῦ, επισκόπου
Λουγδούνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαῦρου καὶ τῶν
σὺν αὐτῷ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαήλ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παφνουτίου τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάββας, ἐν συκῇ
κρεμασθείς, τελειοῦται.
Ἤνεγκε καρπὸν
πρώιμον συκῆς κλάδος,
Tὸν χειροδέσμοις ἐκκρεμάμενον Σάββαν.
Tὸν χειροδέσμοις ἐκκρεμάμενον Σάββαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλοσόφου.
Φιλόσοφος
κλήσει τε καὶ ἔργῳ μάκαρ,
ὤφθης ἀληθῶς ὦ σοφίας σὺ φίλε.
ὤφθης ἀληθῶς ὦ σοφίας σὺ φίλε.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ φοβεροῦ σεισμοῦ ἐν τῇ
Μονῇ Σινᾷ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀσαφίου ἐπισκόπου Οὐαλίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ Πενταγλωσσίτου τοῦ
Σιναΐτου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀγαπητοῦ ἐπισκόπου Ὠξέῤῥης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταμάρας τῆς βασιλίσσης Γεωργίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀκακίου διακόνου καὶ
Ἀκέλου ὑποδιακόνου τῶν ἐν Γαλλίᾳ μαρτυρησάντων ἐν ἔτει 303 μ.Χ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τριῶν Ὁσιομαρτύρων
Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου τῶν νέων.
Εὐθύμιέ μοι,
χαῖρε, χαῖρε, πολλάκις.
Σφαγεὶς γὰρ
εὗρες τὴν ἄνω χαρὰν πρόφρων.
Τὸν Ἰγνάτιον
ἄλλον ὡς ἄστρον βλέπω.
Ἐκ γῆς
φαεινὸν, εἰς πόλον δι’ ἀγχόνης.
Ἀρνὸς δίκην
σφάττουσι, φεῦ! διὰ ξίφους.
Τὸν κλεινὸν
Ἀκάκιον, ἄνδρες αἰμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Μαρίας, τῆς
ἐπονομαζομένης Μεθυμοπούλας, τῆς ἐκ Φουρνῆς τοῦ Μεραμβέλλου τῆς Κρήτης
ὁρμωμένης καὶ ἐν αὐτῇ ἀθλησάσης ἐν ἔτει ᾳωκστ΄ (1826).
Θήρατρα
ἔρωτος ἔφυγες ἀπίστου,
ἔρωτι Μαρία τετρωμένη θείῳ.
Αὐτῆς
τῆς σωφρονεστάτης νεανίδος ἠράσθη Τουρκαλβανός τις χωροφύλαξ, ὅστις κατέβαλε
πᾶσαν προσπάθειαν προσελκύσεως ταύτης εἰς τὸν μιαρὸν ἐκεῖνου ἔρωτα. Ὅσον ὅμως
οὗτος προσεπάθει, τοσοῦτον ἡ μακαρία Μαρία ἀπεστρέφετο
αὐτόν, ὡς ἀποτρόπαιόν τινα δαίμονα καὶ κακοῦργον. Μὴ δυνηθεὶς ὅθεν ὁ δυσσεβὴς
καὶ αἱμοβόρος ἀπόγονος τῆς Ἄγαρ ἑλκύσαι αὐτήν, ἀπεφάσισε κολάσαι καὶ κακῶς
αὐτὴν ἀποκτεῖναι, ὅπερ καὶ ἐποίησε διὰ τῶν ὅπλων, ἅτινα ἔφερεν ὡς χωροφύλαξ.
Εὑρὼν μίαν τῶν ἡμερῶν τὴν Μαρίαν ἐπί τινος
μωρέας συλλέγουσαν φύλλα, πρὸς διατροφὴν τῶν μεταξοσκωλήκων, ἔβαλε κατ’ αὐτῆς
καὶ θανασίμως ἔπληξε τὴν αὐτῆς καρδίαν. Οὗτος ἔλαβεν ἡ πάγκαλος νύμφη τοῦ
Κυρίου, τὸν τῆς ἀθλήσεως στέφανον καὶ στεφηφόρος ἀπῆλθεν ὑπαντῆσαι τῷ ποθεινῷ
αὐτῆς Νυμφίῳ εἰς τὴν οὐράνιον παστάδα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, Ἱερομονάχου,
καὶ Ἱεροδιδασκάλου τοῦ Χίου.
Νικηφόρον κἂν
θανόντα ζῆν λέγειν.
Οἱ γὰρ
δίκαιοι ζῶσι κἂν τεθνηκότες.
Οὗτος,
ἐγεννήθη περὶ τὸ 1750, εἰς τὰ Καρδάμυλα τῆς Χίου, τὸ δ’ οἰκογενειακόν του ὄνομα
ἦτο Γεῶργος. Ἀσθενήσας εἰς νεαρὰν ἡλικίαν ἐκ λοιμικῆς, καὶ σωθείς, ἐφόθη δοτὸς
ὑπὸ τῶν γονέων εἰς τὴν Νεαμονήτισσαν Παναγίαν, ὅπως ὐπηρετήσῃ αὐτήν. Ἀφοῦ
ἐγένετο ὑγιής, τὸν ἔφερον εἰς τὴν Μονὴν καὶ ὑπηρέτησε τὸ πρῶτον παρ’ Ἀνθίμῳ τῷ
Ἁγιοπατερείτῃ. Ὕστερον ἐστάλη εἰς Χώρα, ὄπως παιδευθῆ ἐν τοῖς ἐκεῖ σχολείοις.
Περατώσας τὰς σπυδάς του ἐπανῆλθεν εἰς τὴν Μονήν, καὶ ἐχειροτονήθη
ἱεροδιάκονος, ὕστερον δὲ διωρισθη διδάσκαλος ἐν τοῖς Σχολείοις τῆς Χώρας, ἦτο δὲ
ἅμα καὶ ἱεροκῆρυξ. Διδάσκαλος δ’ ὢν ἐκλήθη ὑπὸ τῆς πολιτείας εἰς τὴν ἡγουμενίαν
τῆς Νέας Μονῆς. Προσπάθησεν οὐχ ἦττον μετὰ ζήλου νὰ ἔλθῃ ἀρωγὸς εἰς τὰ
συμφέροντα τῇ Μονῇ, νὰ συμβιβάσῃ τὰ διεστῶτα, καὶ τὴν καθόλου νὰ ὁμαλύνῃ
κατάστασιν, διὰ τῆς μετριόφρονός του εὐθυκρισίας καὶ εὐθυδικίας, καὶ προσέφερε
τὴν ὄχι ὀλιγώτερον ἀναγκαίαν ἐν τῇ Μονῇ ὑπηρεσίαν, τὴν ἀνύψωσιν τοῦ ἠθικοῦ
φρονήματος τῶν ἐν αὐτῇ, παρέχων αὐτὸς πρῶτος τὸ ζηλευτὸν παράδειγμα. Ὅτε δ’
ἀπέκαμε μοχθῶν καὶ ἐγκαρτερῶν ἐν ἀσχολίαις ἀλλοτρίαις αὐτῷ, καὶ ὅτε ἀπέκαμε
καταβληθεὶς πρὸ πάντων ὑπὸ τῆς ἀγνωμοσύνης τῶν περὶ αὐτῶν καὶ ὑπ’ αὐτόν, ἔφυγε
πρὸ τοῦ πέρατος τοῦ διετοῦς χρονικοῦ διαστήματος τῆς ἡγουμενίας του εἰς Ῥεστᾶ,
πρὸς τὸν ἐκεῖ μονάζοντα φίλον του ἱεροδιδάσκαλον Ἰωσήφ, διὰ τὴν γειτνίασιν μὲ τὸν
Ἅγιο Μακάριο Νοταρᾶ. Παρ’ αὐτῶν δὲ ἔμειναν καὶ ἐδιδάχθησαν τὴν ἐν τῇ
χριστιανικῇ πίστει ἐμμονήν τινὲς Νεομάρτυρες, ὡς ὁ Ἅγιος Νεομάρτυς Δημητρίος ὁ
Πελοποννήσιος, ὁ μαρτυρήσας τῷ 1803 ἐν Τριπόλει Ἀρκαδίας, ὅν, ἐνταῦθα
εὑρισκόμενον ἐξωμολόγησεν ὁ Νικηφόρος· ὁ Ἅγιος Νεομάρτυς Μάρκος· ὁ Ἅγιος
Νεομάρτυς Ἀγγελῆς, ὅστι μετέβαινε πρὸ τοῦ μαρτυρίου παρὰ Νικηφόρῳ. Παρὰ τῷ
Νικηφόρῳ διήνυσε τὸ βραχὺ λοιπόν του βίου του διάστημα ὁ Ὅσιος Ἀθανάσιος ὁ
Πάριος. Τῷ 1819 ἐξέδωκεν ἐν Ἑνετίᾳ τό: Νέον Λειμωνάριον, περιέχον τοὺς βίους
καὶ τὶς Ἀκολουθίες Νεομαρτύρων. Ἐν Ῥεστᾷ ἔμεινεν ὁ Ὄσιος ἐπὶ εἰκοσαετίαν
περίπου. Τὸ κτῆμα δὲ τοῦτο τοῦ Ῥεστᾶ ἐβελτίωσεν λίαν, ἀσχολούμενος ἐν αὐτῷ καθ’
ὅλην τὴν ἐκεῖ παραμονήν του, φυτεύσας διὰ πευκῶν τοὺς δεξιόθεν καὶ ἀριστερόθεν
λοφίσκους. Καὶ τὰ ἄλλα δένδρα, τὰ σήμερν ἐκεῖ, εἶναι δημιουργήματά του. Εἶχε δὲ
συστήσει ἐν τω κτήματι καὶ φυτώριον, καὶ διένειμεν ἀφθόνως δένδρα εἰς πάντας.
Περιερχόμενος συχνὰ τὰ χωρία παρώρμα διηνεκῶς τοὺς χωρικοὺς εἰς δενδροφυτείαν,
δίδων τὰς εὐλογίας καὶ τὰς ἁγίας του εὐψὰς εἰς τοὺς νέα φυτεύοντας. Εἶναι δὲ
γνωστὸν ὅτι ἐπώλησε τὰ πατρικά του κτήματα καὶ τὸ ἐκ τούτων χρῆμα διέθετεν εἰς
ἀμοιβὰς διὰ τοὺς φυτεύοντας πολλὰς ἐλαίας. Τόσον δ’ οἱ χωρικοὶ τὸν ἐσέβοντι,
ἰδίᾳ οἱ Καρδαμύλιοι, καὶ τοσαύτην εἶχον εὶς αὐτὸν πεποίθησιν, ὥστε τὸν
παρεκάλουν ἐν καιρῷ ἀνομβρίας νὰ μεσιτεύσῃ παρὰ τῷ Θεῷ. Ἡ δὲ καλὴ μεσιτεία
πάντοτε σχεδὸν ἐγίνετο προφρόνως δεκτὴ καὶ ἔχαιρον καὶ ἠγάλλοντο οἱ ἄνθρωποι.
Λέγουσι δ’ ὅτι ἐλθόντος πρὸς αὐτὸν ποτέ τινος νὰ ἐξομολογηθῇ καὶ εἰπόντος
μεταξὺ ἄλλων, ὅτι δὲν ἠδυνήθη ἀσθενὴς ὢν νὰ νηστεύσῃ ὡρισμένας
νηστευσίμους ἡμέρας, εἶπεν αὐτῷ: Ἀντὶ
τῆς κανονισμένης νηστείας καὶ τῶν μετανοιῶν, συνιστῶ σοι νὰ φυτεύσῃς ἐλαίας·
ὁρίσας ἅμα καὶ τὸν ἀριθμόν. Συχνότατα ἀπήρχετο εἰς τὴν πόλιν καὶ τὰ χωρία, ποῦ
μὲν ἀσθενεῖς ἐπισκεπτόμενος, ποῦ δὲ κηρύσσων τὸν λόγον τοῦ Θεοῦ. Γέρων δ’ ὢν
ἤδη δὲν ἐδίσταζεν, ἀλλ’ ἔσπευδε πρὸς τοὺς ἔχοντας ἀνάγκην. Ἀναφέρεται ἐν τῷ βίῳ
τοῦ Ἁγίου Μακαρίου, ὅτι ἐζητεῖτό ποτε ἐκ Καλλιμασιᾶς παρ’ ἀσθενούσῃ, ἀλλὰ δὲν
εὑρέθη ἐν τῷ ἐν Χώρᾳ οἰκήματι. Ἔσπευσάν τότε ἐκεῖσε καὶ εὗρον αὐτὸν καθ’ ὁδὸν
ἐπανερχόμενον εἰς Χώραν. Τῷ εἶπον τὴν αἰτίαν, καὶ ἅμα ἀκούσας ἐπορεύθη ὀπίσω
πρὸς τὴν πάσχουσαν καταπεπονημένος ἤδη τῇ 9ῃ τῆς νυκτὸς ὥρᾳ. Ἐθεράπευσε δὲ
παραχρῆμα τὴν πάσχουσαν δι’ ἐπιθέσεως λειψάνου τοῦ Ἁγίου Μακαρίου. Ἀλλὰ καὶ
αὐτὸς ἀφ’ ἑαυτοῦ πλεῖστα θαύματα ἐτέλεσεν. Ἓν εἶναι τὸ τελεσθὲν ἐπὶ μαινομένου
ἐν Βροντάδῳ. Ἄλλοτε δὲ πιπτόντων ἀερολίθων, ἐκλήθη ἵνα τελέσῃ ἁγιασμὸν εἰς
κατάπαυσιν τοῦ κακοῦ ἐν τῇ ἐνορίᾳ τοῦ Ἁγίου Γεωργίου Βροντάδου· τελουμένου δὲ
τοῦ ἁγιασμοῦ, ἔπεσειν εἷς τῶν λίθων τούτων ἐντὸς τοῦ ἁγίου ὕδατος παραχρῆμα
ἀποσβεσθείς· ἦτο δ’ οὗτος ὁ ἔσχατος πεσών. Ἄλλοτε δὲ πάλιν, ἁπόντος ἐκείνου εἰς
περιοδείαν, τῷ ἔκλεψαν τὴν μόνην ἣν εἶχεν αἶγα· ὁ Ὅσιος καθησύχασεν τὸν
κλαίοντα ὑποτακτικό του λέγων: Μὴ ὀργίζου, διότι ὁ κλέψας ιὰ ἦτο πτωχός. Μόλις
εἶπεν τοῦτο, κατέφθασε κλαίων ὁ κλέπτης καὶ ἐξωμολογήθη τὴν ἄτοπον πρᾶξίν του,
προσθέσας ὅτι ἔσφαξε τὴν αἶγα, ἀλλ’ ἐστάθη ἀδύνατον νὰ πωλήσῃ τὸ κρέας του· ὁ
Ὅσιος τὸν συνεχώρησε καὶ τοῦ εἶπε ὅτι πιὰ θὰ πωλήσει τὸ κρέας· ὅπερ καὶ
ἐγένετο. Γνωστὸν δ’ εἶναι ἐπίσης ὅτι προεῖδε καὶ προεῖπε ἐγγὺς μέλλοντα δεινά.
Θαυμαστὴ δὲ καὶ ἡ καλοκαγαθία καὶ φιλευσπλαγχνία του. Τὰ χρήματά του, ἅπανθ’
ὄσα κατὰ καιροὺς ἐκέκτητο, διέθετε βοῶν τοὺς ἐνδεεῖς, αὐτὸς παραμένων πτωχός.
Οὐδέποτε δ’ ἔδιδε τὴν ἐλεημοσύνην αὐτὸς ὁ ἴδιος, ἀλλὰ διὰ παιδίου
ἐμπίστου. Ἄλλος δέ, Νικόλαος Λόδης, ἐκ
Βροντάδου, πάσχων δεινῶς ἐπεκαλεῖτο συχνὰ τὸν Ὅσιον· μίαν δὲ νύκτα εἶδεν αὐτὸν
καθ’ ὕπνον παραγγέλλοντα νὰ μεταβῇ καὶ λάβῃ χῶμα ἐκ τοῦ τάφου του· καὶ πραγματοποιήσας
τοῦτο ἐθεραπεύθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μακαρίου Μητροπολίτου
Κιέβου, μαρτυρήσαντος ὑπὸ τῶν Ταρτάρων εν ἔτει 1497 μ.Χ, οὗ τὰ ἄφθαρτα λείψανα
αὐτοῦ φυλλάσονται ἐν τῷ Ἱ. Ν. τοῦ Αγίου Βλαδιμήρου ἐν Κιέβῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ζωσιμᾶ τοῦ Γεωργιανοῦ, ἐπισκόπου
Κουμοῦρντο.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Μυροβλύζουσας τοῦ Τσαρεβοκοκσάϊσκ
Ῥωσίας.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Ὁ
παῖδας ἐκ καμίνου ῥυσάμενος, Θεὸς τρισυπόστατος, ᾤκησεν ἐν σοί, τῇ καθαρᾷ σου
βιοτῇ, καὶ τὰ ἄδηλα δῆλά σοι Ὅσιε, εἰργάσατο ὡς φασὶν οἱ αὐτόπται, τῆς ἐκδημίας
σου Πανάρετε.
Ὁ
παῖδας ἐκ καμίνου ῥυσάμενος, αὐτός σου διήνοιξε, κόρας τοῦ νοός, καὶ τῆς ψυχῆς
σου προέγνω τὸ ἔνδοξον, θεόφρον Πανάρετε· διὸ καὶ ἀνέκραζες· Εὐλογητὸς ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.
Γυναῖκες
μετὰ μύρων θεόφρονες, Χριστοῦ τάφῳ ἔδραμον· σοῦ δὲ τῇ ταφῇ, λύπῃ συνείχοντο
πολλοί, καὶ ἐξόχως τῆς Κύπρου οἰ τρόφιμοι, σὺν τούτοις καὶ Καρπάθου, ὁ
ἱερώτατος Παρθένιος.
Γυναῖκες
σὺν ἀνδράσι θεόφρονες, καὶ αὐτοὶ οἱ οἰκέται σου, μέμνηνται τῆς σῆς, ἱερωτάτης
βιοτῆς, Ἱεράρχα Χριστοῦ μου Πανάρετε, καὶ βοῶντες ἀλλήληλοις ἐκραύγαζον·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς
ὄντως ἱερά σου ἡ ἔξοδος, Πανάρετε ἔνδοξε· αὗτη σου καὶ γάρ, καταφωτίζουσα
πιστούς, ἐγκαινίζει αὐτοῖς τά τε ὅσια, τῶν πρώην θεοφόρων τὰ ἔργα, Ἱεραρχῶν τε
καὶ Ὁσίων ὁμοῦ.
Θεοτοκίον.
Θανάτου
καθαιρέτης ὁ τόκος Σου, Δέσποινα πανάμωμε, γέγονε καὶ γάρ, ἐκ τῶν νεκρῶν
ἐξαναστάς, συνεξήγειρε τὰ τάγματα τῶν Ἁγίων, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων,
Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ
η΄. Αὕτη ἡ κλητή.
Αὕτη
ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἥπερ τοῦ Ἱεράρχου, Παναρέτου τὴν μνήμην, ὥσπερ ἥλιος
σελήνην ἐνθέως κατηύγασεν· ἐν ᾗ καὶ ὑμνοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Αὕτη
ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἐγέρσεως Κυρίου, δι’ ἧς ἡ θεία σου μνήμη, ὡς ἡμέρα ἐξ
ἡλιακοῦ φωτὸς καταλάμπεται, ἐν ᾗ σε ὑμνοῦμεν, τὸν θεῖον Ἱεράρχην.
Δεῦτε
τὴν καινήν, ἑορτὴν τοῦ Ὁσίου, καιναῖς ὑμνολογίαις, νῦν ἑορτάσωμεν πάντες· ἀμφοτέρωθεν
γάρ, τέρπει φιλεόρτων τὰ συστήματα, μέσον ὡς ἑστῶσα, τῶν ἑορτῶν τοῦ Δεσπότου.
Ἆρον
κύκλῳ, τοὺς ὀφθαλμούς σου, λαὸς Κυρίου, καὶ ἴδε τὴν ἡμέραν, ἐν ᾗ τελεῖται ἡ
μνήμη, Παναρέτου τοῦ καλοῦ κἀγαθοῦ ποιμένος σου, καὶ Χριστὸν ἀνύμνει, αὐτὸν εἰς
τοὺς αἰῶνας.
Τριαδικόν.
Πάτερ
Παντοκράτος, καὶ Λόγε καὶ Πνεῦμα, ἡ ἄναρχος οὐσία, ἡ ἀκατάληπτος φύσις, ὁ Θεὸς
τοῦ παντός, πάσης θλίψεως, τὸν σὸν λαὸν ἐξέλου, ταῖς τοῦ Σοῦ ὦ Τριάς, Ἱεράρχου
πρεσβείαις.
Θεοτοκίον.
Μόνη
ἐν μητράσιν, ἐδείχθης παρθένος, θεόνυμφε Μαρία, ἄνευ ἀνδρός τετοκυῖα, τὸν
Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγίδα φυλάξασα· Σὲ μακαριοῦμεν, πιστοὶ εἰς
τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Φωτίζου, φωτίζου.
Φωτίζου
εὐφραίνου, τῶν ὀρθοδόξων ἡ πληθύς· κατ’ἐξαίρετον σκίρτα, Κύπρος ἡ πλουτήσασα,
τὸν πρὸς Θεόν, πρέσβυν κρατιαόν, θεῖόν τε φρουρὸν καὶ προστάτην, τὸν ἐν Ἁγίοις
Πανάρετον.
Φωτίζου
φαιδρύνου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ· καὶ γὰρ νέα φαιδρότης, νῦν σε κατεκόσμησε·
χόρευε οὖν, καὶ ἀγάλλου φαιδρῶς, ἐπὶ τοῦ σοῦ, θείου τε φωστῆρος, τῇ μνήμῃ τοῦ
σὲ κοσμήσαντος.
Ὢ
θείας ὢ φίλης, ὢ μακαρίας τελευτῆς, δι’ ἧς μέτοχος ὤφθης, τῶν προκρίτων Ὅσιε,
Ἱεραρχῶν τῶν ἐπὶ τῆς γῆς, ἀσκήσει λαμψάντων, μεθ’ ὧν σε γεραίρομεν, πρεσβευτὰ
ἡμῶν Πανάρετε.
Ὢ
θείας καὶ μόνης, δόξης τῆς ἄνω ὴν τρυφᾶς, Ἱεράρχα Κυρίου, τοῦ Χριστοῦ Πανάρετε·
χόρευε οὖν, καὶ πρεσβείαν ποιοῦ, ὑπὲρ ἡμῶν, τῶν ἀεί τιμώντων, τὸ ἱερόν σου
μνημόσυνον.
Δόξα.
Ὦ
Πάτερ καὶ Λόγε, καὶ θεῖον Πνεῦμα καὶ σεπτόν, ὦ Τριὰς ὁ Θεός μου, ταῖς τοῦ Σοῦ
θεράποντος, θείαις λιταῖς, ἄφεσιν πταισμάτων, δώρησαι νῦν, ἡμῖν τοῖς Σοῖς
δούλοις, καὶ Βασιλείας Σου ἀξίωσον.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ
ὄρος τὸ μέγα, ἐν ᾧ κατώκησε Χριστός, Σὺ ὑπάρχεις Παρθένε, ὡς βοᾷ ὁ θεῖος Δαβίδ·
δι’ ἧς ἡμεῖς ἀνυψώθημεν πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ πνεύματί Σου
θεονύμφευτε.
Ἐξαποστειλάριον.
Σαρκὶ ὑπνώσας ὡς θνητός.
Ποιμὴν
τῆς Πάφου γεγονώς, ἐν ἀρεταῖς διεπρέψας, Πανάρετε Ἱεράρχα, πρᾶξιν ὡς κλῆσιν
ἐσχηκώς, καὶ μεταστὰς τοῦ βίου σου, τῷ σῷ Δεσπότῃ παρέστης, ὑπὲρ ἡμῶν τοῦ
πρεσβεύειν.
Ἕτερον.
Τῶν
ἀρετῶν τὸν ὁρμαθόν, πασῶν ἐκτήσω Ὅσιε, Πανάρετος ἐπεκλήθης, ὅθεν προσήγγισας
Θεῷ, καὶ καθορᾷς τοὺς πίστει σοι, ἐπιτελοῦντας σὴν μνήμην, καὶ σὲ μεγαλύνοντας.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ὀ ἐξ Ὑψίστου κληθείς.
Οὐρανόθεν
τὴν χάριν δεδεγμένος, ὅτε ἠκολούθησας, μάκαρ τῷ Κτίστῃ σου, καὶ σοῦ τὸν νοῦν
ἀνεπτέρωσας, θείᾳ μελέτῃ, πρὸς θεῖον ὕχος τότε καὶ πέπωκας, νάμα τὸ οὐράνιον
χαίρων Πανάρετε, καὶ τὴν ψυχὴν ἀνεζώωσας, τῇ θείᾳ πόσει, τῶν ζωηῤῥύτων πηγῶν
τοῦ Πνεύματος· ὅεθν ἐν πόλει ὡς εἰς ἔρημον, μιμηθεὶς βιοτὴν την ἰσάγγελον,
κεκρυμμένως διῆλθες, τοὺς ἀγῶνας τῆς ἀσκήσεως.
Τοὺς
σοὺς ἀγῶνας Πανάρετε θεόφρον, στάσιν τὴν ὁλόνυκτον, εὐχὴν τὴν ἄπαυστον, τῆς
ἐγκρατείας τὸ μέγεθος, τοῦ σοῦ ποιμνίου, πρόνοιαν πᾶσαν τίς διηγήσεται; Ζῶν γὰρ
ὡς ἰσάγγελος πάντων ἀφέστηκας, τῶν τε ἡδέων τὸ μάταιον, καὶ τὰ πα΄ροντα,
ὑπερπηδήσας ὅλος οὐράνιος, ὤφθης ἐν μέσῳ, τύρβης Ὅσιε, καὶ ἐδέξω ὡς ἄλλος
Ἀπόστολος, τὴν τοῦ Πνεύματος χάριν, οἰκονόμος ὡς πιστότατος.
Τῷ
πιεσμῷ τῆς ἁλύσου καὶ νηστείας, συσχεθεὶς ὁ Ὅσιος, θαυμάτων εἴληφε, τὴν θείαν
χάριν καὶ ἤγειρε, τὸν ἱερέα, αἰσχοκερδίς λύμῃ τηκόμενον· ὅθεν καὶ πρὸς θάνατον
ἐγγίσας ἔδειξε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἁγιωσύνῃ, καὶ ὁσιότητι ὡς
κατάκομος· καὶ τούτων Μάρτυς ὁ Παρθένιος, τῆς Καρπάθου ποιμὴν ὁ σεβάσμιος, ὃς
αὐτόπτης ἐδείχθη, τῆς Ἁγίου μεταστάσεως.
Τὴν
τῶν θαυμάτων ἐνέργειαν τὸ σῶμα, σοῦ καὶ μετὰ θάνατον μάκαρ ἐπλο΄τησε· καὶ
μαρτυροῦσιν οἱ φύλακες, οἳ σοῦ τὸν τάφον, ὡς τοῦ Δεσπότου φυλάττειν ἔσπευδον,
Ἱεράρχα Ὅσιε Χριστοῦ Πανάρετε· οὕτω γὰρ οἶδεν ὁ Κύριος, δοξάζειν πάντας, τοὺς
τοῦτον ἔργοις ἀντιδοξάζοντας· ὅθεν ὡς μύστης θείας χάριτος, ἱκετεύων μὴ παύσῃ
πρὸς Κύριον, ὑπὲρ πάντων τῶν πίστει, σοῦ τελούντων τὸ μνημόσυνον.
Δόξα.
Ἦχος πλ. α΄.
Τὴν
ἱερατικήν σου διπλοΐδα, Πάτερ Ὅσιε, τοῖς ἀσκητικοῖς σου πόνοις ἐξύφανας, τῇ
ἁγιωσύνῃ συνέῤῥαψας, καὶ τοῖς θαύμασιν αὐτὴν κατεκόσμησας, ἐτελεσιούργησας. Καὶ
τὰ μὲν τῆς ἀπ’ ἀρχῆς βιοτῆς ἐπίπονα, ἡ ἔνδοξός σου κοίμησις, τοῖς πᾶσιν
ἐφανέρωσε Πανάρετε· τὰ δὲ μετὰ πότμον γέρα σοι, ἡ πρὸς Θεόν σου παῤῥησία, ἡ ἐν
θαύμασιν ἡμῖν μαρτυρουμένη, βεβαιοῖ τοῦ ἔργου τὴν ἀσφάλειαν. Ταύτης οὖν
ἐντυγχάνων ἔνδοξε, ὑπὲρ τῶν τελούντων σου τὴν μνήμην, μὴ ἐλλίπῃς πρεσβεύειν
πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
ἀρετῶν ὑπενδυθεὶς θείαν χλαῖναν, ποιμὴν τῆς Πάφου θαυμαστὸς ἀνεδείχθης,
Πανάρετε καὶ μέγιστος εὐχέτης πρὸς Θεόν· ὅθεν αἰτουμένων σου, μὴ παρίδῃς
δεήσεις, ἀλλὰ ταύτας πλήρωσον, ὡς φιλότεκνος Πάτερ, καὶ πάσης ῥύου θλίψεως
δεινῆς, διδοὺς ἑκάστῳ, ψυχῆς τὰ συμφέροντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Σκήνωμα πάσης ἀρετῆς δεῖξόν με, Πάτερ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στολίσας ἐκ παίδων ταῖς
ἀρεταῖς, ψυχήν σου ἐδείχθης, οἶκος πάντερπνος τοῦ Χριστοῦ, Ὃν Πάτερ Πανάρετε
δυσώπει, ὑπὲρ ἡμῶν αἰτουμένων πρεσβείας σου.
Κρατήσας τοὺς οἴακας τῆς
ψυχῆς, λιμένι ὡρμίσθης, Βασιλείας τῶν οὐρανῶν, ἧς πάντας ἀξίωσον εὐχαῖς σου,
τὸν Ἰησοῦν ἱκετεύων Πανάρετε.
Ἠράσθης τὴν ἔνθεον βιοτήν,
σειρῆνας διώξας, ἁμαρτίας Πάτερ μακράν, ψυχῆς σου· διὸ καταξιώσαις, καὶ τοὺς
τιμῶντάς σε οὕτω πορεύεσθαι.
Θεοτοκίον.
Ναοὺς τοῦ Δεσπότου
πανευπρεπεῖς, ἀνάδειξον Μῆτερ, τοὺς εἰκόνα Σου τὴν σεπτήν, ἐκ πόθου τιμώντων
καὶ βοώντων, τοῦ Ἀρχαγγέλου τὸ Χαῖρέ Σοι ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὤφθης
ἄμωμος Πάτερ ἐν τοῖς Θεοῦ κρίμασιν· ὅθεν ἠξιώθης γενέσθαι, ποιμὴν θεσπέσιος·
διὸ ἱκέτευε, Ἀρχιερέα τὸν μέγαν, ὅπως καταπέμψειε, χάριν τοῖς τέκνοις σου.
Μακρυνθεὶς
τῶν γηΐνων καὶ τῶν φθαρτῶν Ἅγιε, γέγονας ὡς ἄγγελος θεῖος, Πάτερ Πανάρετε· ὅθεν
δεόμεθα, τὸν νοῦν ἡμῶν ἐκκαθάροις, τοῦ Χριστοῦ ὀνόματος, μνήμην δωρούμενος.
Ἀγαθῶν
ἐντρυφήσας τοῦ οὐρανοῦ Ἅγιε, ἔτι τῆς φθορᾶς περιφέρων σῶμα ἀξίωσον, πάντας τοὺς
δούλους σου, καταπολαῦσαι ἐντεῦθεν, ὧν Χριστὸς ὑπέσχετο, θείων τρυφήσεων.
Θεοτοκίον.
Πρὸς
Θεὸν αἷρε χεῖρας ὑπὲρ πιστῶν ἄχραντε, ὅτι πρὸς Αὐτὸν παῤῥησίαν Σὲ
πεπλουτήκαμεν, καὶ καθικέτευε, ἁμαρτιῶν τῶν ποικίλων, δοῦναι τὴν συγχώρησιν, ὡς
Πολυέλεος.
Διάσωσον,
τοὺς δεομένους σου πάσης ἀνάγκης, ὡς φιλότεκνος Πάτερ Πανάρετε, καὶ αἴτησαι τὴν
τῶν ψυχῶν καὶ σωμάτων ὑγείαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆς Πάφου ποιμὴν ἐδείχθης
θεονούστατος, ἀγάπῃ πολλῇ καὶ θαύμασι κοσμούμενος· δι’ ὧν ἀπελαύνεις ἀεὶ τὰς
νόσους Πανάρετε, καὶ τὴν εἰρήνην ψυχαῖς, χαρίζει ἀδιάσειστον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀδιάλειπτον ἔσχηκας, τὴν
εὐχὴν Πανάρετε Ὅσιε, ἣν παράσχου ὥσπερ δώρημα, τοῖς ἐπιθυμοῦσιν ἐν ἁπλότητι.
Σάλον κόπασον Ἄγιε, τὸν
ἐπεγειρομένον ἐκ τῶν θλίψεων, καὶ λιμένι ἐγκαθόρμισον, τῆς Χριστοῦ εἰρήνης τοὺς
τιμῶντάς σε.
Ἡ ζωή σου μακάριε, ἔμπνουν
Εὐαγγέλιον ἀναδέδεικται, καὶ κανὼν βίου χριστόφρονος, οὗ τοὺς αἰτουμένους σε
ἀξίωσον.
Θεοτοκίον.
Σωτηρίαν πανύμνητε, δίδου
τοῖς ὑμνοῦσι Σου τὰ θαυμάσια, καὶ τὴν σάρκωσιν δοξάζουσι, Λόγου τὴν ὑπέρλογον
Θεόνυμφε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἷρε ἀφ’ ἡμῶν, τῆς σαρκὸς
Πάτερ τὸν πόλεμον, καὶ τοῦ Πνεύματος κατάστησον, τὴν εἰρήνην, ὅπως σε
γεραίρομεν Πανάρετε.
Ῥῦσαι τῶν παθῶν, ψυχωλέθρων
Πάτερ τέκνα σου, πᾶσιν ἀπαθείας δωρούμενος, καὶ τῷ Δεσπότῃ, τὰς ψυχὰς ἡμῶν
συνάρμοσαν.
Ἔλαιον Χριστοῦ, ταῖς
πληγαῖς ἡμῶν ἐπίχεε, Πάτερ Πανάρετε πρεσβείαις σου, Σαμαρείτου, τοῦ καλοῦ ὡς
ἀφομοίωμα.
Θεοτοκίον.
Τήρησον ἡμᾶς, πειρασμῶν
Παρθένε ἄχραντε, καὶ λογισμοὺς πόῤῥω ἐκδίωκε, θείᾳ μνήμῃ, τοῦ Υἱοῦ τοῦ
γλυκυτάτου Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠγώνισαι, κατ’ ἐχθροῦ
Πανάρετε, καὶ ἐστέφθης ἀφθαρσίας τῷ στέφει· ὅθεν ἡμᾶς, πειρασμοῖς ἐμπεσοῦσι,
ταῖς πατρικαῖς σου εὐχαῖς ὑποστήριζε, καὶ δὸς τὸ τέλος ἀγαθόν, ἵνα πόθῳ τιμῶμεν
τὴν μνήμην σου.
Συνέδησας, ἀσθενὲς σαρκίον
σου, τῇ ἁλύσει ὡς μισόψυχον κύνα, καὶ ἐν κρυπτῷ, σοὺς ἀγῶνας ἐτέλεις· διὸ
Κυρίου τὸ ἔλεος εἵλκυσας· Ὃν πρέσβευε διὰ παντός, ὑπὲρ τέκνων σου Πάτερ
Πανάρετε.
Δεδώρηται, ὁ Χριστός σοι
δύναμιν, πρὸς καθαίρεσιν τειχῶν ἐναντίων, καὶ τὴν ψυχήν, κατεχάλκευσε πίστει,
εἰς πειρασμῶν ἀντοχὴν ἁγιώτατε· διὸ ὡς πείρα στομωθείς, ταῖς εὐχαῖς σου ἡμᾶς
καταπλούτισον.
Θεοτοκίον.
Ἐλέησον, μητρικῇ ἀγάπῃ Σου,
Σὰ ἀνόητα καὶ πίπτοντα τέκνα, καὶ γὰρ ἁγνή, εἰ ἀεὶ ἐν τῇ πτώσει, καὶ ἁμαρτίαις
πολλαῖς διακείμεθα, οὐ θέλομεν τὴν ἀπὸ Σοῦ, καὶ Χριστοῦ αἰωνίαν διάστασιν.
Διάσωσον,
τοὺς δεομένους σου πάσης ἀνάγκης, ὡς φιλότεκνος Πάτερ Πανάρετε, καὶ αἴτησαι τὴν
τῶν ψυχῶν καὶ σωμάτων ὑγείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν..
Τὸν Χριστὸν ἐκ παιδὸς
ἐφαψάμενος, ἕως γήρως Πανάρετε ἔσχηκας, θησαυρόν σου καὶ τῆς καρδίας μόνον
ποθητόν· διὸ ἀντημείφθης παρ’ Αὐτοῦ, θαυματουργίαις ἱεραῖς, καὶ σημείοις ἐν βίῳ
σου· ὅθεν μὴ διαλίπῃς, πάντοτε ἱκετεύειν, ὑπὲρ τῶν πόθῳ σου ἀεί, ἐκζητούντων
Πάτερ δέησιν.
Προκείμενον: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Κατὰ Ματθαῖον (Ε΄, 14-19)
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις
κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ
τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτως
λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ
δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι
τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ
λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ
παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν
τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν
τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν
τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὡς σοφός τις ἐμπορος, τὴν
Βασιλείαν Κυρίου, ἀρεταῖς ἠγόρασας, καὶ σαὐτὸν ἐκόσμησας ἱερώτατε· τῶν παθῶν
γέγονας, κύριος ἐν γνώσει, καὶ λαὸν Θεοῦ ἐποίμανας, Πάτερ Πανάρετε, δεσμευθεὶς
βαρείαις ἁλύσεσι· διὸ καὶ κατηξίωσαι, τῆς θαυματουργίας ἐν βίῳ σου· ὅθεν
φιλοτέκνως, ἱκέτευε τὸν εὔσπλαγχνον Θεόν, Πάφου πανάριστε πρόεδρε, ὑπὲρ τῶν
τιμώντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλέωσαι τὸν Κτίστην ἱεράρχα
Πανάρετε ὑπὲρ δούλων σου, καὶ γὰρ ἐν ἁμαρτίαις, τὸν χρόνον σπαταλῶμεν, καὶ οὐ
μνήμην λαμβάνομεν, τοῦ ἐπὶ θύραις Κριτοῦ, καὶ ὥρας τῆς ἐσχάτης.
Ξενίζει ὁ σὸς βίος τοὺς
φοροῦντας τὴν σάρκα ταύτην τὴν ἔνυλον, ὅτι ὡς ὑπὲρ φύσιν, διῆλθες κόσμον Πάτερ,
καὶ ὡς ἄγγελος ἔζησας, οἰκῶν δὲ νῦν οὐρανούς, ἡμῶν μὴ ἐπιλάθου.
Ὁ νόμος τῆς ἀγάπης ἧν ἡ
στάθμη τῶν ἔργων σου ἁγιώτατε, ὃν δίδου ὥσπερ κλῆρον, σὺν φόβῳ τοῦ Δεσπότου,
ταῖς ψυχαῖς ἡμῶν σύμβιον, ὅπως ὡς τέκνα Θεοῦ, ἀεὶ περιπατῶμεν.
Θεοτοκίον.
Νοσοῦσάν μου τὴν σάρκα καὶ
ψυχὴν τὴν συμπάσχουσαν παναμώμητε, ἰάτρευσον ὡς οἶδας, εὐχαῖς ταῖς μητρικαῖς
Σου, ἰατρὸν ἡ κυήσασα, παντὸς τοῦ κόσμου Χριστόν, Ὃν πίστει προσκυνοῦμεν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μνήμην θανάτου, τὴν
ἀλεξίμαρτον δίδου, τοῖς τιμῶσί σε Πανάρετε Πάτερ, ταύτῃ γὰρ συνέζης, Χριστῷ
ἐσταυρωμένος.
Ἐν μέσῳ κόσμου, ὡς ἀσκητὴς
ἠγωνίσθης, καὶ ἀπείληφας ὦ Πάτερ τὸ στέφος· διὸ κατευλόγει, τὴν ἄσκησιν σῶν
τέκνων.
Πάσῃ δυνάμει, ἐν κρυφιότητι
μέλι, χρισταρέστων ἀρετῶν κατειργάσθης· ὅθεν νῦν συμμάχει, Πανάρετε σοῖς
δούλοις.
Θεοτοκίον.
Ἄκουσον Μῆτερ, τὸν
στεναγμὸν τῆς καρδίας, καὶ προσδέχου μετάνοιαν Σοῦ δούλου, δάκρυα διδοῦσα,
ἀποπισσοῦντα ῥύπους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸ στόμα ἡμῶν ἀληθείας
Πάτερ, ὁ τοῦ ψευδῶς ὁρκισθέντος ἀπύλωτον, φράξας σῇ θείᾳ προστάξει, στόμα
Πανάρετε.
Ἐν ἐξομολογήσει, βίον
περαιῶσαι, τοὺς αἰτουμένους σου Πάτερ ἀξίωσον, ὥσπερ τῷ πρώην Καρπάθου, σὺ
ἐξηγόρευσαι.
Ῥημάτων ἀποροῦντες, πρὸς
εὐφημισμόν σου, Πάτερ Πανάρετε γόνατα κλίνομεν, καὶ πρὸς Δεσπότην σὲ πρέσβυν,
θερμὸν προβάλλομεν.
Θεοτοκίον.
Ἀξίωσον Παρθένε, Σὺ τῷ
Παναρέτῳ, καὶ τῶν Ἁγίων ἁπάντων στρατεύμασι, παρασταθῆναι Κυρίῳ, τοὺς
ἀνυμνοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Πάφου θεῖε
ἀρχιερεῦ, ἀρετῶν δοχεῖον, καὶ θαυμάτων ὁ αὐτουργός, χαίροις ὁ ἀσκήσει, βιώσας
θεαρέστῳ, τῆς Κύπρου πάσης πρέσβυς, Πάτερ Πανάρετε.
Παῦλον καὶ Βαρνάβαν τοὺς
ἱδρυτάς, Ἐκκλησίας Πάφου, ἔχων Πάτερ πρὸ ὀφθαλμῶν, ἀρετῆς ἐνθέου, ἐπλήσθης καὶ
ἀξίως, διάδοχος ἐδείχθης, τούτων Πανάρετε.
Ὥσπερ τὸν παράλυτον ὑγιᾶ,
ἔδειξας παμμάκαρ, οὕτω κλίνῃ ἁμαρτιῶν, κείμενόν με δεῖξον, ὡς ἔλαφον σκιρτῶντα,
Πανάρετε Πατέρων, ἀρχαίων σύστοιχε.
Ζῶσόν με ἁλύσει τῇ τοῦ
Σταυροῦ, ὅπως τῇ νεκρώσει, τοῦ Κυρίου ἐκδυνηθῶ, τοῦ ἐχθροῦ παγίδας, φευγεῖν
τοὺς ψυχωλέθρους, καὶ ἀληθῶς βιώσω, Πάτερ Πανάρετε.
Νοεραῖς αἰσθήσεσι
προσκυνῶν, Πάτερ λείψανά σου, ἅπερ κρύπτειν ἄχρι τοῦ νῦν· ὅθεν ὥσπερ κλέπτης,
Πανάρετε κρυφίως, καρποῦμαι τὰς εὐχάς σου, πρὸς τὸν Φιλάνθρωπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὸν ποιμένα τὸν
καλόν, πάσης ἀρετῆς τὸ δοχεῖον, Πάφου τὸν πρόεδρον, τὸν κλεινὸν Πανάρετον,
ἐκμιμησώμεθα, καὶ ψυχῶν ἡμῶν ἴασιν, αἰτήσωμεν πόθῳ, ἅμα καὶ τοῦ σώματος, οἱ
καχεκτοῦντες δεινῶς, ὅτι, ἐκ Κυρίου πλουσίως, εἴληφε τὴν χάριν θαυμάτων, ὁ ἐν
ἱεράρχαις τιμιώτατος.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου