Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 20. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΖΑΚΧΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Κ΄!!
ΖΑΚΧΑΙΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπεπόθησας ἰδεῖν, τὸν ὑπὲρ ἡμῶν σαρκωθέντα, Χριστὸν τὸν πάντων Θεόν, τότε πόθῳ κρείττονι, καὶ θεολήπτῳ ψυχῇ, ἐπὶ δένδρου ἀνέδραμες, τῆς συκομορέας, καὶ ποθουμένης σοφέ· ὅθεν καταβὰς ἐκ τοῦ δένδρου, τοῦτον ὑπεδέξω Ζακχαῖε, καὶ τῶν ὑπὲρ ἔννοιαν ἠξίωσαι.

Ὅτε, ὑπεδέξω ἐν χαρᾷ, ἐν τῇ σῇ οἰκίᾳ Ζακχαῖε, Χριστὸν τὸν Κύριον, τότε ἀνεβόησας, ἀπὸ ψυχῆς πρὸς Αὐτόν· τὰ ἡμίση μου Κύριε, δίδωμι ἀπόροις, καὶ συκοφαντήσασι, ἐκ τῶν ἐμῶν τετραπλοῦν· ὅθεν σωτηρίας τὸν λόγον, παρὰ τοῦ Σωτῆρος ἀκούσας, χάριτος πλουσίας κατηξίωσαι.

Ὅτε, εἰσεδέξω ἐν ψυχῇ, λόγον τῆς Χριστοῦ τοῦ Σωτῆρος, θείας κενώσεως, τότε ὁμοδίαιτος, καὶ συναρίθμιος, Ἀποστόλοις γεγένησαι, Ζακχαῖε θεόφρον, καὶ πᾶσαν μεμύησαι, γνῶσιν τὴν κρείττονα· ὅθεν ὡς Ἀπόστολος ἄλλος, τοῦ Εὐαγγελίου τὸν λόγον, πᾶσιν ἀνεκήρυξας θεόπνευστε.

Ὤφθης, Ἀποστόλων κοινωνός, ἅπαντα λιπὼν τὰ ἐν κόσμῳ, τελειωτάτῃ ψυχῇ, καὶ κατηκολούθησας, Πέτρῳ γηθόμενος, καὶ τῶν πόνων συμμέτοχος, αὐτοῦ ἀνεδείχθης, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος· ὅθεν, ἐπαξίων ἐπάθλων, ἐν τοῖς οὐρανοῖς ἠξιώθης, σὺν αὐτῷ Ζακχαῖε εὐφραινόμενος.

Δόξα. Ἦχος α΄.
Τῇ τοῦ Σωτῆρος θέας ἀξιωθείς, τῆς σωτηρίας ἐδέξω τὸν λόγον, καὶ ἀπὸ τελώνου Ἀπόστολος ὤφθης, ἁλλοιωθεὶς τῷ Πνεύματι, Ζακχαῖε μακάριε. Καὶ ἀποστολικὴν ἀνύσας πορείαν, τῆς πλάνης ἐξέτεμες τὴν ἄκανθαν, τῷ θείῳ κηρύγματι. Καὶ νῦν τὰ ἄνω οἰκῶν Βασίλεια, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.














Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤκουσας τοῦ Χριστοῦ, κατάβηθι Ζακχαῖε, ἐκ τῆς συκομορέας, σὺνς οὶ γὰρ δεῖ με μεῖναι, σήμερον ἐν τῷ οἴκῳ σου.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Πνεύματος τῷ φωτί, τὸν νοῦν λελαμπρυσμένος, ὁμοῦ σὺν Ἀποστόλοις, ἐκήρυξας Ζακχαῖε, τὸ θεῖον Εὐαγγέλιον.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀνάγγελει τὸ στερέωμα.
Πρέσβευε ἐκτενῶς, Ἀπόστολε Ζακχαῖε, Χριστῷ τῷ Διδασκάλῳ, διδόναι ἡμῖν πᾶσιν, πταισμάτων τὴν συγχώρησιν.

Δόξα. Τριαδικόν.
Ἄναρχα παντουργέ, Τριὰς ὑπεραγία, λιταῖς ταῖς εὐπροσδέκτοις, τοῦ ἱεροῦ Ζακχαίου, οἰκτείρησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες ἐν σαρκί, τὸν πάντων Βασιλέα, καὶ ἔμεινας παρθένος, ἁγνὴ μετὰ τὸν τόκον, Παρθένε ὑπὲρ ἔννοιαν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς φωνῆς ἐπακούσας τοῦ Παντοκράτορος, συκομορέας κατῆλθες ἀγαλλομένῃ ψυχῇ, καὶ τῷ οἴκῳ σου Χριστὸν Ζακχαῖε δέδεξαι· ὅθεν εὐθὺς ἀλλοιωθείς, ἀπὸ τελώνου μαθητής, ἐδείχθης Χριστοῦ ἀξίως· Ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.


















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ἀποστόλου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι
Τῆς φωνῆς ὡς ἀκήκοας, τοῦ δι’ οἶκτον ἀμέτρητον, προσλαβόντος φύραμα τὸ ἀνθρώπινον, σπεύσας κατῆλθες γηθόμενος, τοῦ δένδρου καὶ δέδεξαι, ἐν τῷ οἴκῳ σου Χριστόν, σωτηρίαν καρπούμενος, τὴν αἰώνιον, καὶ τὴν χάριν τὴν θείαν δεδεγμένος, ἠλοιώθης παραυτίκα, μάκαρ Ζακχαῖε τῷ Πνεύματι.

Ὡς ἐδέξω τῷ οἴκῳ σου, τὸν Σωτῆρα καὶ Κύριον, πρὸς Αὐτὸν ἐβόησας μετὰ πίστεως· Ἰδοὺ πτωχοῖς τὰ ἡμίση μου, νῦν δίδωμι Κύριε, τετραπλοῦν δὲ χορηγῶ, ἀπὸ τῶν ὑπαρχόντων μου, οἷς ἠδίκησα· διὰ τοῦτο Ζακχαῖε ὡς θυσίαν, ὁ Χριστὸς τὴν προσφοράν σου, τὴν ἐκ καρδίας ἐδέξατο.

Ἐκ τελώνου Ἀπόστολος, καὶ διάκονος ἔνθεος, τοῦ Ἁγίου Πνεύματος τὴν ἐνέργειαν, ἐν τῇ ψυχῇ σου δεξάμενος, Ζακχαῖε γενόμενος, τοῦ τῶν ὅλων Ποιητοῦ, σὺν τῷ Πέτρῳ ἐκήρυξας, τὸ τῆς χάριτος, Εὐαγγέλιον θεῖον εἰς τὰ ἔθνη, καὶ ἀξίως ἐκομίσω, τῆς ἀφθαρσίας τὸν στέφανον.

Δόξα. Ἦχος πλ. β΄.
Τοῦ Σωτῆρος τῷ φωτί, καταυγασθεὶς τὴν καρδίαν, ἀποστολικῆς ἠξιώθης χάριτος, Ζακχαῖε θεόληπτε. Προσκολληθεὶς γὰρ τῷ Χριστῷ, τῇ Αὐτοῦ διδασκαλίᾳ ἀνεπτερώθης τῷ πνεύματι, καὶ τῆς οἰκονομίας Αὐτοῦ τὸ μέγα μυστήριον, σαφῶς ἐμυήθης· ὅθεν ἧς ἠξίωσαι δωρεᾶς, κῆρυξ διαπρύσιος ὤφθης, τῆς πλάνης ἐκριζῶν τὴν ἄκανθαν. Καὶ νῦν τοῖς τῶν Ἀποστόλων συνὼν χοροῖς, σὺν αὐτοῖς πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 21-24, δ΄ 1-3)
Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.





Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 11-16)
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 20-ε΄ 1-5)
Ἀγαπητοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; 21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;

Λιτή. Ἦχος α΄.
Τὴν θείαν ἀλλοίωσιν δεξάμενος, ἀποστολικοῖς ἀγῶσι διέπρεψας, Ζακχαῖε θεόληπτε· ἡ γὰρ τοῦ Πνεύματος ἐπίπνοια, ἔμπνουν σε ὄργανον ἀνέδειξε, καὶ τοῦ Σωτῆρος λειτουργόν, καὶ ὑποφήτην θεῖον. Οὗ τῷ θρόνῳ παρεστώς, ἀπαύστως ἱκέτυεε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὅλον τὸν πόθον ἀνέτεινας, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, Χριστῷ τῷ Θεῷ ἡμῶν, Ζακχαῖε παμμακάριστε. Καὶ θερμοτάτῃ ψυχῇ κολληθεὶς Αὐτῷ, τῆς μυστικῆς Αὐτοῦ φωταυγείας, ἔσοπτρον ὤφθης ἱερόν. Καὶ τὴν σοφίαν τὴν θείαν δεξάμενος, σωτηρίας διδάγματα, τῷ κόσμῳ ἀνήγγειλας, καὶ ψυχὰς ἐσκοτισμένας, τῆς εὐσεβείας τῷ φωτὶ ὡδήγησας· διὸ ἀξίως ἐκομίσω, τῆς αἰωνίου ζωῆς τὸν στέφανον.

Ἦχος γ΄.
Τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς γενόμενος, θεοσόφοις διδαχαῖς κηρύττεις, τοῦ Σωτῆρος Χριστοῦ, τὴν ἀνερμήνευστον σάρκωσιν· ἀποστολικὴν γὰρ ἐξουσίαν δεξάμενος, ἔργῳ καὶ λόγῳ ἐκφαίνεις τὴν γενομένην ἡμῖν ἀνάπλασιν, καὶ σωτηρίαν τὴν αἰώνιον, τῇ τοῦ Λόγου ἀποῤῥήτῳ κενώσει· διό σε μακαρίζομεν, θεηγόρε Ζακχαῖε, ὡς πρεσβευτὴν ἡμῶν θερμότατον.

Δόξα. Ἦχος δ΄.
Τὸν ἀπὸ τελώνου ἀναδειχθέντα μαθητὴν τοῦ Χριστοῦ, καὶ ἐξ ἔργων ἀδικίας, εἰς δικαιοσύνης μεθαρμοσθέντα ἀγωγήν, Ζακχαῖον τὸν ἀοίδιμον, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Προσελθὼν γὰρ τῷ Κυρίῳ, σκεῦος εὔχρηστον ἐγένετο, τοῦ Ἁγίου Πνεύματος, ὡς Ἀποστόλων φοιτητής· μεθ’ ὧν τῆς ἄνω Βασιλείας κληρονομήσας τὰ ἀγαθά, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Τοῦ τελωνείου ζυγὸν ἐγκαταλείψας, τελείῳ φρονήματι, ᾖρας ἐπ’ ὤμων σου, ζυγὸν Χριστοῦ τὸ σωτήριον, μάκαρ Ζακχαῖε, πρὸς τὰ οὐράνια ἀναγόμενος· ἐντεῦθεν ὁμότροπος καὶ ὁμοδίαιτος, τῶν Ἀποστόλων γενόμενος, τῆς εὐσεβείας τὸν θεῖον λόγον πᾶσιν ἐκήρυξας· διό σε πάντες μακαρίζομεν, τῶν πταισμάτων τὴν λύσιν καρπούμενοι, οἱ τιμῶντές σε πόθῳ, ταῖς πρεσβείαις σου πρὸς Κύριον.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Συκομορέας εἰς δένδρον ὡς ἀνῆλθες, ἐνθέῳ φρονήματι, ἰδεῖν τὸν Κύριον, σάρκα θνητὴν περικείμενον, δι’ εὐσπλαγχνίαν, τῆς μακαρίας φωνῆς ἀκήκοας, Ζακχαῖε κατάβηθι ὅτι τῷ οἴκῳ σου, φιλοξενήσεις με σήμερον, καὶ ἐκπληρώσης, τὴν τῆς καρδίας σου θείαν ἔφεσιν· ὅθεν ἐδέξω ὡς ἐπόθησας, παρ’ Αὐτοῦ τοῦ Σωτῆρος μακάριε, ἀγαθῶν πᾶσαν δόσιν, καὶ σοφίας τὴν λαμπρότητα.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀνάγγελει τὸ στερέωμα.
Ἐκ τῆς ἀβύσσου Ζακχαῖε τῶν χαρίτων, Χριστοῦ ἀρυσάμενος, τοῦ Παντοκράτορος, ὡς ἐν τῷ οἴκῳ σου δέδεξαι, τὸν πάντων Κτίστην, καὶ ὁμιλήσας Αὐτῷ θερμότατα, σοφίας τὸ πλήρωμα καὶ ἀγαθῶν τὴν πηγήν, Αὐτοῦ τὸ μέγα μεμύησαι, καὶ ὑπὲρ λόγον, οἰκονομίας καὶ θεῖον μυστήριον, καὶ καταλλήλως διανύσας σου, τὴν ζωὴν πρὸς τὰ ἄνω Βασίλεια, μετετέθης ἐν δόξῃ, καὶ Ἀγγέλοις συνηρίθμησαι.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ ἀκροτάτῳ φωτί, ἐπειλημμένῳ βροτείας ὕλης, ἀνενδότῳ ἐφέσει Ζακχαῖε προσωμίλησας. Καὶ μακαρισμοῦ θείου τυχών, ἐπλήσθης τῶν ὑπὲρ φύσιν, καὶ πᾶσι μετέδωκας, τῶν ἀγαθῶν ὧν ἔτυχες, καὶ καλῶς τὸν δρόμον τελέσας, τὸν καρπὸν τῆς θεώσεως ἐτρύγησας, πρεσβεύων Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς φωνῆς ἐπακούσας τοῦ Παντοκράτορος, συκομορέας κατῆλθες ἀγαλλομένῃ ψυχῇ, καὶ τῷ οἴκῳ σου Χριστὸν Ζακχαῖε δέδεξαι· ὅθεν εὐθὺς ἀλλοιωθείς, ἀπὸ τελώνου μαθητής, ἐδείχθης Χριστοῦ ἀξίως· Ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Κύριον ἰδών, καὶ Αὐτῷ ὁμιλήσας, καρδίᾳ καθαρᾷ, τῆς Αὐτοῦ φωταυγείας, ἐδέξω τὴν ἔλλαμψιν, καταλείψας τὰ πρόσκαιρα, καὶ συνόμιλος, τῶν Ἀποστόλων ἐγένου· μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, Ζακχαῖε θεόληπτε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δοχεῖον ὑπέρτιμον τῶν θεϊκῶν δωρεῶν, Ζακχαῖε γενόμενος προσομιλήσας Χριστῷ, ἐνθέῳ φρονήματι, ὤφθης τῆς ἀληθείας, ἱερὸς ὑποφήτης, λόγον τῆς εὐσεβείας, διεκήρυξας πᾶσι· διό σε ἐπαξίως τιμῶμεν Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Συκομορέας ἀνελθὼν ἐν τῷ δένδρῳ, καὶ κατιδὼν τὴν τοῦ Χριστοῦ θεωρίαν, καρποφορεῖς τὴν χάριν τὴν τοῦ Πνεύματος· θείαν γὰρ ἀλλοίωσιν, παραυτίκα ἐδέξω, καὶ τὰ σὰ ὑπάρχοντα, τοῖς πτωχοῖς διανέμεις, καὶ ἐκ τελώνου θεῖος μαθητής, Χριστοῦ ἐγένου, Ζακχαῖε μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀνάγγελει τὸ στερέωμα.
Εὐαγγέλιον, τὸ ἐν τῇ Λειτουργίᾳ τῶν Ἀσωμάτων, Η’ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ λόγῳ τῆς χάριτος, καλλιεργῶν τὰς καρδίας τῶν ἀνθρώπων, ἐν αὐταῖς κατέπειρας, τῆς ἀληθείας τὰ σπέρματα. Καὶ πολὺν καρπὸν δρεψάμενος, τῶν πιστευσάντων τὰ στίφη, Χριστῷ ἀνελήλυθας, τελέσας τὸν δρόμον σου. Ἀλλὰ πρέσβευε Κυρίῳ, Ζακχαῖε δεόμεθα, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου οὗ ἡ Ἀκροστιχίς: Τῷ θείῳ Ζακχαίῳ, ᾆσμα πλέκω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Τριάδος τὴν ἔλλαμψιν, εἰσδεδεγμένος, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ὅπως ὑμνήσω φαιδρῶς, τὴν ἱεράν σου ἑορτήν, Ζακχαῖε ἔνδοξε.
Ὡς εὗρες τὸν Κύριον, νοΐ τελείῳ, Αὐτῷ ἠκολούθησας, καὶ πάντα ἔλιπες, Ζακχαῖε οἷα φθαρτά, καὶ ἐπληρώθης φωτισμοῦ, τοῦ θείου Πνεύματος.
Θεὸν ὡς ἑώρακας, σάρκα λαβόντα, δι’ ἄμετρον ἔλεος, σῶσαι τὸν ἄνθρωπον, προσκολληθὴς Αὐτῷ, καὶ ἐμυήθης παρ’ Αὐτοῦ, τὰ ὑπὲρ ἔννοιαν.
Θεοτοκίον.
Ἐκ Σοῦ ἀνατέταλκεν, δικαιοσύνης, σαρκὸς ὁμοιώματι, ζωῆς ὁ ἥλιος, Παρθενομῆτορ ἁγνή, καὶ κατεφώτισεν ἡμᾶς, τῇ ἐπιγνώσει Αὐτοῦ.


ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Ἰδὼν ὁ Κτίστης ἀνελθόντα σε, ἐν συκομορέᾳ ἐβόησε· σπεύσας κατάβηθι ἰδού, ἐν τῷ οἴκῳ σου σήμερον, δεῖ με μεῖναι καὶ πληρώσω σου, Ζακχαῖε τὴν ἔφεσιν.
Ὡς ἠλλοιώθης θείῳ Πνεύματι, πάντα ἀπηρνήσω τὰ πρόσκαιρα, καὶ ἐν καινότητι ζωῆς, τῷ Χριστῷ εὐηρέστησας, μαθητὴς Αὐτοῦ γενόμενος, Ζακχαῖε μακάριε.
Ζητήσας εὗρες Ὃν ἐπόθησας, ὅλῃ διανοίᾳ θεόληπτε, Χριστὸν τὸν πάντων Ποιητήν, καὶ Αὐτῷ ἠκολούθησας, τελωνείου ἅπαν σύνδεσμον, λιπὼν τελειώτατα.
Θεοτοκίον.
Ἀπειρογάμως ἀπεκύησας, τὸν Δημιουργὸν πάσης κτίσεως, καὶ μετὰ τόκον τὸν φρικτόν, ἀειπάρθενος ἔμεινας· διὰ τοῦτο μεγαλύνομεν, Θεοτόκε τὴν δόξαν Σου.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τελωνείου τὴν σχέσιν καταλιπών, τῷ Χριστῷ ἐκολλήθης ὁλοσχερῶς, καὶ τούτῳ ἐβόησας· τὰ ἡμίση μου Κύριε, πτωχοῖς ἤδη παρέχω, καὶ οὕσπερ ἠδίκησα, εὐεργετῶ πλουσίως, ἐκ τῶν ὑπαρχόντων μου· ὅθεν καὶ ἐξ ἔργων, τῶν νεκρῶν ὡς ἀπέστης, τὰς τρίβους ἐβάδισας, τῆς ζωῆς θείῳ ἔρωτι, ὦ Ζακχαῖε θεόληπτε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Κατελθὼν ὑποδέδεξαι, ἀπὸ τοῦ δένδρου ἐν τῷ σῷ οἴκῳ, τὸν Σωτῆρα Ὃν ἐπόθησας, ὦ Ζακχαῖε ἔνδοξε, καὶ τῶν ὑπὲρ φύσιν μετέσχηκας.
Χαριτώσας ὁ Κύριος, τὴν σὴν καρδίαν μάκαρ Ζακχαῖε, ὑπηρέτην σε ἀνέδειξε, τῆς Αὐτοῦ κενώσεως, προειδὼς τὴν σὴν καθαρότητα.
Ἀποστόλων ὁμόζηλος, καὶ συνοδίτης Ζακχαῖε ὤφθης, καὶ τὸ θεῖον Εὐαγγέλιον, ἱερῶς ἐκήρυξας, τοῖς ἐν σκότει πλάνης καθεύδουσι.
Θεοτοκίον.
Ἰησοῦν τὸν ὑπέρθεον, καὶ ζωοδότην ἁγνὴ τεκοῦσα, τοῦ θανάτου καταβέβληκας, ἅπασαν τὴν δύναμιν, καὶ ζωὴν αἰώνιον ἔβλυσας.

ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην.
Ὡς τοῦ Ἁγίου Πνεύματος, τὴν χάριν λαβών, πνευμάτων πονηρίας, τὰ στίφη ἀπήλας, καὶ πλείστας νόσους ἐθεράπευσας, Ζακχαῖε θεηγόρε, Ἀπόστολε Κυρίου.
Ἀμέσως προσωμίλησας, Χριστῷ προσελθών, καὶ παρ’ Αὐτοῦ ἐδέξω τὸ φῶς τὸ τῆς πίστεως, καὶ γνῶσιν ὄντως τὴν σωτήριον, καὶ παρέσχες πᾶσι, θεογνωσίας φέγγος.
Σαφῶς τὰ προσκόμματα, τοῦ νόμου λιπών, καὶ τοῦ τελωνείου, φυγὼν πάντα σύνδεσμον, τῆς ἀληθείας τὴν ἀκρίβειαν, νουνεχῶς ἐδέξω, ἀκηκοὼς Κυρίου.
Θεοτοκίον.
Μαρία ἀειπάρθενε, ἡ Μήτηρ Θεοῦ, Αὐτὸν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ τῆς ἐτάσεως, οἷα παῤῥησίαν, μητρικὴν πλουτοῦσα.









ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Μαθητὴς θεοειδής, τοῦ Σωτῆρος γεγονώς, σὺν τῷ Πέτρῳ τῷ κλεινῷ, ἐν τῇ πέτρᾳ τῆς ζωῆς ἐδόμησας, μάκαρ Ζακχαῖε, πιστῶς τὸ φρόνημα.
Ἀποστόλων ζηλωτής, καὶ συνόμιλος ὀφθείς, σὺν αὐτοῖς ἐπὶ τῆς γῆς, τοῦ παντάνακτος Χριστοῦ, ἐκήρυξας, μάκαρ Ζακχαῖε, τὸ Εὐαγγέλιον.
Προσελθὼν μετὰ σπουδῆς, τῷ Σωτῆρι Ἰησοῦ, ἐκομίσω παρ’ Αὐτοῦ, θησαυρὸν τὸν ἀληθῆ, καὶ ἔφανας, μάκαρ Ζακχαῖε, πᾶσι τὰ κρείττονα.
Θεοτοκίον.
Λάμπρυνόν μου τὴν ψυχήν, ὡς λυχνία τοῦ φωτός, μυστικαῖς μαρμαρυγαῖς, τῆς Σῆς χάριτος ἁγνή, καὶ ῥῦσαί με, ἐκ τῆς ἀπάτης τοῦ πολεμήτορος.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ τελωνείου τὴν σχέσιν ἀπέῤῥιψας, καὶ τῷ Σωτῆρι προθύμως προσέδραμες, καὶ παρ’ Αὐτοῦ ἐμυήθης τὰ κρείττονα, μάκαρ Ζακχαῖε καὶ φῶς ἐχρημάτισας· διό σου τὴν μνήμην γεραίρομεν.
Ὁ Οἶκος.
Ἐπιποθήσας κατιδεῖν, τὸν σαρκωθέντα Λόγον, συκομορέας τῷ φυτῷ, μετὰ σπουδῆς ἀνῆλθες, καὶ ὡς κατεῖδες τὸν Χριστόν, φωνῆς ἀκήκοας Αὐτοῦ, καὶ ἐπληρώθης χαρμονῆς, Ζακχαῖε θεοφόρε. Καὶ ἐν τῇ οἰκίᾳ δεξάμενος τὸν Σωτῆρα, παραυτίκα ἐδέξω τὴν θείαν ἀλλοίωσιν, καὶ ἀπὸ τελώνου παρευθύς, μύστης τοῦ Εὐαγγελίου γέγονας, καὶ τῆς ὑπὲρ λόγον οἰκονομίας, τοῦ Δεσπότου λειτουργὸς καὶ Ἀπόστολος, θεολήπτῳ ψυχῇ καὶ καρδίᾳ· διό σου τὴν μνήμην γεραίρομεν.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ζακχαίου τοῦ Ἀποστόλου
Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Εἰκάδι Ζακχαίοιο θυμὸς ἐς πόλον ἀστερόεντα ἔβη.
Τὰ κατ’ αὐτὸν ἱστορεῖ ὁ ἱερὸς Λουκᾶς εἰς τὸ κατ’ αὐτὸν θεῖον Εὐαγγέλιον.
Οὕτως, ἀξιωθεὸις τῆς εὐλογίας τοῦ Κυρίου, μετὰ τὸ Πάθος, τὴν Ἀνάστασιν καὶ τὴν Ἀνάληψιν τοῦ Σωτῆρος, ἠκολούθησε τῷ θείῳ Ἀποστόλῳ Πέτρῳ, ὑπὸ τοῦ ὁποίου ἐχειροτομήθη μετὰ ταῦτα Ἐπίσκοπος Καισαρείας.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Τριχιν
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Οὗτος ὁ ἀοίδιμος, πάσῃ κακουχίᾳ, καὶ σκληραγωγίᾳ ἑαυτὸν ὑποβαλών, καὶ κρύει καὶ παγετῷ πηγνύμενος, τριχίνοις καὶ ἀδρανέσιν ἀμφίοις τὸ σαρκίον ἐκάλυπτερν· ὅθεν καὶ τοῦ Τριχινᾶ μετέσχεν ὀνόματος. Διά τι τοῦτο καὶ τὴν τῶν δαιμόωνν ἀπεγύμνου ἀπάτην, καὶ μῦρον εὐῶδες ὁ τάφος αὐτοῦ ἀναπηγάζει, πᾶσι τοῖς προστρέχουσι πόθῳ, καὶ τὴν ψυχικὴν καὶ σωματικὴν ὑγείαν κομιζομένοις.









Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Οὗτοι πάντες, ἐπὶ Διοκλητιανοῦ τοῦ δυσσεβοῦς τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· ὅτε καὶ ὁ πολύαθλος Μάρτυς Χριστοῦ Γεώργιος, συλληφθεὶς ἐτιμωρεῖτο, καὶ τιμωρούμενος τὰ παράδοξα ἐπετέλει ἐκεῖνα. Καὶ ὁ μὲν Βίκτωρ, Ἀκίνδυνος, Ζωτικός, Ζήνων καὶ Σεβηριανός, ἰδόντας τὸν Ἅγιον τῷ τροχῷ βληθέντα, καὶ μηδὲν ἀδικηθέντα, μιᾷ φωνῇ Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, οἳ καὶ ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν. Ὁ δὲ Χριστοφόρος, Θεωνᾶς καὶ Ἀντωνῖνος, δορυφόροι ὄντες τοῦ βασιλέως, καὶ παριστάμενοι αὐτῷ ἐν μιᾷ τῶν ἡμερῶν, τὸν Μεγαλομάρτυρα ἐτάζοντι ἀπηνῶς, καὶ τὴν τοῦ νεκροῦ Ἕλληνος διὰ τῆς ἐπικλήσεως Χριστοῦ τοῦ Θεοῦ ἰδόντες ἀνάστασιν, ὡς τάχος διὰ προσευχῆς γεγενημένην, παραυτίκα ῥίψαντες τὰς ζώνας, καὶ τὰ ὅπλα αὐτῶν ἐνώπιον τοῦ βασιλέως, καὶ παντὸς τοῦ θεάτρου, τὸν Χριστὸν ὡμολόγησαν Θεὸν εἶναι ἀληθινόν. Διά τοι τοῦτο κρατηθέντες, τῇ φυλακῇ συνεκλείσθησαν. Μεθ’ ἡμέρας δέ τινας, παραστάντες τῷ τυράννῳ ἐκρεμάσθησαν καὶ ἐξέσθησαν, καὶ τὰς πλευρὰς λαμπᾶσι κατεφλέχθησαν, καὶ τέλος ἐν πυρὶ βληθέντες, τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Παλαιολαυρίτου
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Οὗτος ἐξ ἁπαλῶν ὀνύχων θείῳ πόθῳ τρωθείς, τῷ Θεῷ προσεκολλήθη. Καὶ καταλιπὼν τρυφὴν καὶ περιφάνειαν βίου, καὶ ἀποξενωθεὶς πατρίδος καὶ τῶν οἰκείων, καὶ τὸν Σταυρὸν ἀράμενος, ἦλθεν εἰς ξένην χώραν καὶ ἄγνωστον, διὰ τὸν ξενιτεύσαντα Κύριον, καὶ ἐπὶ ξένης τεχθέντα. Καὶ καταλαβὼν τοὺς σεβασμίους τόπους, ἐν τῇ τοῦ μακαρίου Χαρίτωνος Μονῇ ἐπιδημεῖ. Καὶ καλῶς τελέσας πᾶσαν ἰδέαν ἀρετῆς, μετῆλθε τῶν τῇδε, πρὸς τὰς αἰωνίους καὶ μακαρίους μονάς.

Ἀθανάσιε τὸν λίθον Mετεώρου,
πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, τοῦ συνασκητοῦ τοῦ Ὁσίου Ἀθανασίου
Ἀθανασίῳ ἐν πόλῳ Ἰωάσαφ,
νῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς Ἀναστάσιος, ἐπίσκοπος Ἀντιοχείας, ξίφει τελειοῦται.
Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;




Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἡ κάμινος Σωτήρ.
Ἐδέξω ἐκ χειρῶν τοῦ Κυρίου σου Ζακχαῖε, εὐλογίαν τὴν κρείττονα, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Κατεῖδες τὸν Σωτῆρα καὶ ἤκουσας, Αὐτοῦ τῆς σωτηρίας τὰ ῥήματα, καὶ πρὸς καινότητα ζωῆς, μεταπεφύτευσαι.
Ὡς Πέτρῳ τῷ σοφῷ ἠκολούθησας, τῆς χάριτος αὐτοῦ ὤφθης ἔμπλεως, καὶ τὸν Σωτῆρα Χριστόν, ἀνακηρύττεις τρανῶς.
Θεοτοκίον.
Γεννήσασα Χριστὸν ὑπὲρ ἔννοιαν, καὶ μείνασα παρθένος ἀμόλυντος, Θεογεννήτορ ἁγνή, κόσμῳ βλυστάνεις ζωήν.

ᾨδὴ η’. Ὕμνον Σοι προσφέρομεν.
Ἔδραμες τοῖς ἴχνεσι μάκαρ προθύμως, τῶν Ἀποστόλων τῶν θεηγόρων, καὶ σὺν τούτοις ἔψαλλες· εὐλογεῖτε πάντα τὰ ἔργα, Ζακχαῖε τὸν Κύριον.
Ῥήμασι τοῖς ζωηφόροις τοῦ Σωτῆρος, ἀνεκαινίσθης εὐθὺς Ζακχαῖε, καὶ τὴν παλαιότητα, ἀπεβάλου τῶν πάλαι τύπων, Κυρίῳ ἑπόμενος.
Ἀπὸ τελωνείου μύστης Κυρίου, διδασκαλίᾳ τῇ θείᾳ, ὤφθης Ζακχαῖε μακάριε, εὐλογεῖτε πάντα τὰ ἔργα, κραυγάζων τὸν Κύριον.
Θεοτοκίον.
Σάρκα ἐνδυσάμενος ἐκ τῆς σαρκός Σου, ὁ ὑπερούσιος Θεὸς Λόγος, ὤφθη ὡς ηὐδόκησε Θεοτόκε, καὶ τοὺς ἀνθρώπους, φθορᾶς ἐλυτρώσατο.

ᾨδὴ θ’. Τὴν φωτοφόρον νεφέλην.
Ἰδὼν Χριστὸν καὶ ἀκούσας, Αὐτοῦ τῶν θείων ῥημάτων, τῶν Ἀποστόλων μιμητής, καὶ τοῦ Πνεύματος σκεῦος, ὤφθης Ζακχαῖε πρευθύς, λιπὼν τελωνείου ἅπαν τὸ σύνδεσμον, καὶ δεσμοῖς οὐρανίοις, συνδεθεὶς τῷ διδασκάλῳ Ἰησοῦ.
Μεταβαλὼν τὴν ζωήν σου, τῇ τοῦ Χριστοῦ ὁμιλίᾳ, Εὐαγγελίου τοῖς θεσμοῖς, ἠκολούθησας χαίρων, καὶ τῷ θελήματι Αὐτοῦ, πιστῶς καὶ ἀμέμπτως διηκόνησας, νεκρωθεὶς τοῖς ἐν κόσμῳ, τῇ ἐφέσει τῆς ζωῆς τῆς ἀληθοῦς.
Ὁλοσχερῶς καταλείψας, πᾶσαν ματαίων τὴν σχέσιν, κατηκολούθησας Χριστῷ, ὦ Ζακχαῖε προθύμως, καὶ ἀνελήλυθας Αὐτῷ, τελέσας Ἀπόστολε τὸν δρόμον σου, καὶ ἐδέξω τὸ γέρας, τῶν καμάτων παρ’ Αὐτοῦ ἐν οὐρανοῖς.
Θεοτοκίον.
Ὕψιστον Λόγον τεκοῦσα, σωματικῶς ὑπὲρ φύσιν, δι’ ἀγαθότητα πολλήν, ἀναπλάττοντα κόσμον, ὤφθης Ἀγγέλων βασιλίς, καὶ πάντων κτισμάτων ὑπερέχουσα, ἀσυγκρίτως Παρθένε, καὶ ἀνθρώπων κραταιὰ καταφυγή.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ ἱερὸς Ζακχαῖος, ἀνευφημείσθω παρ’ ἡμῶν, ὡς τοῦ Χριστοῦ ὑπηρέτης, καὶ ἀληθὴς μυσταγωγός· ὅτι πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι.
Καὶ τὸ τῆς Ἑορτῆς.





Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν σαρκωθέντα Δεσπότην ἰδεῖν ἐπόθησας, ἐν τῇ συκομορέᾳ, ἀνελήλυθας χαίρων, Ζακχαῖε καὶ τῆς θέας ἀξιωθείς, τοῦ Σωτῆρος γηθόμενος, τῶν Ἀποστόλων αὐτίκα συγκοινωνός, ἀνεδείχθης καὶ συνόμιλος.

Ἐν τῷ σῷ οἴκῳ ἐδέξω ἀγαλλομένῃ ψυχῇ, Ζακχαῖε τὸν Σωτῆρα, πρὸς Αὐτὸν καὶ ἐβόας· ἰδοὺ πτωχοῖς παρέχω ἐκ τῶν ἐμῶν, τὰ ἡμίση μου Κύριε, καὶ τετραπλοῦν οἷς ἠδίκησα χορηγῶ, ἀπὸ τῶν ὑπαρχόντων μου.

Τοῦ τελωνείου ἐμφρόνως τὴν σχέσιν ἔλιπες, ὡς ἤκουσας τῶν θείων, τοῦ Σωτῆρος ῥημάτων, Ζακχαῖε θεοφόρε καὶ μαθητής, καὶ Ἀπόστολος ἔνθεος, ὤφθης Χριστοῦ καὶ διάκονος ἀληθής, τῆς Αὐτοῦ συγκαταβάσεως.

Σὺν Ἀποστόλοις χορεύων Ζακχαῖε ἔνδοξε, ἐν τῇ ἀφράστῳ δόξῃ, τοῦ Θεοῦ καὶ Σωτῆρος, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου, ὡς ἂν ῥυώμεθα πάσης ἐπιβουλῆς, τοῦ δολίου πολεμήτορος.

Δόξα. Ἦχος πλ. α΄.
Ὃν ἐκήρυττον οἱ Προφῆται, καὶ ἰδεῖν ἐπεπόθουν, τοῦτον κατεῖδες καὶ ἐδέξω, σάρκα λαβόντα ὑπὲρ ἡμῶν, Ζακχαῖε ἀοίδιμε. Μακάριος ὄντως ὤφθης, ὅτι Χριστὸν ἐθεάσω, καὶ Αὐτῷ προσήγγισας, καὶ καθαρᾷ καρδίᾳ ὡμίλησας. Ἀλλ’ ὡς τὸν δρόμον τῆς εὐσεβείας τελέσας, καὶ τῆς αἰωνίου ζωῆς λαβὼν τὸν στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τὸ τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χάριτος μεγίστης ἀξιωθείς, Ζακχαῖε θεόφρον, τὸν Σωτῆρα δεξιωθείς, μάκαρ τῷ σῷ οἴκῳ, ἀπὸ τελώνου ὤφθης, ἀλλοιωθεὶς αὐτίκα, θεῖος Ἀπόστολος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου