ΜΑΙΟΥ 1.
ΑΚΑΚΙΟΥ ΝΕΟΥ
ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΣΒΕΣΤΟΧΩΡΙΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Εἰς
τὸν μικρὸν Ἑσπερινόν.
Ἱστῶμεν στ. δ΄ καὶ ψάλλομεν
στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
προφρόνως τὸν νέον Ὁσιομάρτυρα, Ἀκάκιον τὸν
θεῖον, προβαλλόμενοι τούτου, τοὺς ἄθλους καὶ ἀγῶνας πνευματικούς, ἐπιστέψωμεν
ᾄσμασιν, ἵνα δεχθῶμεν βραβεῖα τῶν ἀρετῶν, ἐν τῇ μνήμῃ τούτου σπεύδοντες.
Χῶμα
τοῦ τάφου σου μάκαρ, καὶ θεῖον μάργαρον, ἐκ τοῦ σεπτοῦ σου, πάτερ, προσκυνοῦμεν
λειψάνου, λαμβάνοντες ἐκ πόθου χάριν ἐκ σοῦ καὶ καρδίας σκιρτήμασιν,
εὐχαριστήσωμεν πάντες τῷ Ἰησοῦ, σὲ Ἀκάκιε προβάλλοντι.
Ἕτερα
δύο. Ἐκ τῆς Παλαιᾶς Ἀκολουθίας Ὀνουφρίου.
Ὁ
τὴν καινὴν συγκροτοῦντες ταύτην πανήγυριν, Εὐθύμιος
ὁ θεῖος καὶ Ἰγνάτιος πάλιν, σὺν ἅμα Ἀκακίῳ σὲ ὡς Τριάς, τῇ Τριάδι παρίστανται, μετὰ μαρτύρων
ὁσίων ἀγγελικῶς, μελωδοῦντες τὸ τρισάγιον.
Περιφλεγόμενοι
ὄντως ὑμῶν τῷ ἔρωτι, τριὰς νεομαρτύρων, ὦ Εὐθύμιε θεῖε,
Ἰγνάτιε στεῤῥόφρον καὶ σὺ κλεινέ, τοῦ
Χριστοῦ μου Ἀκάκιε, ἰδοὺ συνήλθομεν πάντες
μνήμην ὑμῶν, ἐκτελέσαι ἐν φαιδρότητι.
Δόξα.
Ἦχος α΄.
Σήμερον
πᾶσαν ἡ κτίσις, ἐαρινὼς σκιρτὰ καὶ χορεύει καὶ εὐωδίαις μυρίζει, τὴν μνήμην τοῦ
μάρτυρος, τοῦ νέου ἐν ὁσίοις καὶ φίλου Ἀκακίου,
ὅσπερ κατῄσχυνεν ἀνδρικοῖς παλαίσμασιν κόσμον, σάρκα, καὶ κοσμοκράτορα σατάν,
ἐν τοῖς γεννήμασι τῆς γραίας Ἄγαρ. Πανηγυρίζει ἐν οὐρανοῦ ἡ ἐνεὰς τῶν οὐρανίων
νοῶν καὶ ἐπὶ γῆς συγχορεύει τῶν μοναζόντων τὸ ἀγγελοειδὲς πολίτευμα, ἄλλα καὶ
τῆς αὐτοῦ πατρίδος τῶν νεαζόντων ὁ σύλλογος. Ὅθεν καὶ ἡμεῖς, συνελθόντες
τούτοις, χαρμονικοῖς ᾄσμασι τὸν Ὁσιομάρτυρα περικοσμήσωμεν, ἵνα παρὰ τοῦ
δωροδότου Χριστοῦ λάβωμεν, πνευματικὴν πᾶσαν δωρεὰν καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς προτυχούσης ἑορτῆς.
Εἰς
τὰ Ἀπόστιχα. Οἶκος τοῦ Εὐφραθᾶ. Ἦχος β΄.
Δεῦτε
οἱ γηγενεῖς, καὶ ὅσοι προστυχόντες, ἐπὶ τῇ θεία μνήμη, σήμερον Ἀκακίου, τοῦ νέου συγχορεύσωμεν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ...
Ὥρα
ἐαρινή, ἀνθέων εὐωδίαις καὶ μύροις ἐγκωμίων, τὴν μνήμην Ἀκακίου, ἐν χαρμονὴ τιμήσωμεν.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ....
Ῥεύματα
χαρμονῆς, σκιρτήματα καρδίας, προσώπων δὲ φαιδρότης κατέχει τοὺς τιμῶντας, Ἀκάκιον τὸν φίλτατον.
Δόξα.
Τριάδι
τῇ σεπτή, τριὰς μαρτύρων φέρει, δεήσεις Ἀκακίου,
καὶ σὺν τῷ Ἰγνατίῳ, Εὐθύμιος
ἀγάλλεται.
Καὶ
νῦν.
Βασίλισσα
σεμνή, τῶν μοναζόντων Μήτηρ, τοῦ Ἄθωνος καὶ πάντων, νῦν Σὲ περικυκλοῦσι τρεῖς
θεῖοι νεομάρτυρες.
Νῦν
Ἀπολύεις. Τὸ Τρισάγιον.
Ἀπολυτίκιον.
Τοῦ ἁγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μετανοίας
τοῖς ἔργοις διαπρέψας ἐν Ἄθωνι, Ἀσβεστοχωρίου ὁ γόνος, Θεοφόρε Ἀκάκιε, ἐνώπιον ἀπίστων δικαστῶν, ἐκήρυξας τὴν
πίστιν σου τρανῶς, καὶ προσήχθης τῷ Κυρίῳ σου λογικὴ θυσία διὰ ξίφους ἱερά,
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ
σοῦ, χάριν οὐράνιον.
Δόξα.
Ἀπολυτίκιον. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Ἰσάριθμοι
Τριάδος τῆς ἀκτίστου ὑπάρχοντες, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, καὶ μαρτύρων τοῖς
τάγμασι, παρίστασθε χαίροντες ὑμεῖς, τῷ θρόνῳ τῆς θεότητος σοφοί. Διά τοῦτο ἐν
μεθέξει, τὰς ἀστραπὰς ἐκεῖθεν προσλαμβάνοντες, πηγὰς ἰαμάτων τοῖς πιστοῖς
παρέχετε καὶ θεῖον φωτισμόν, μάρτυς Εὐθύμιε Χριστοῦ,
σὺν τῷ σοφῷ Ἰγνατίῳ καὶ τῷ θείῳ Ἀκακίῳ τε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Καὶ
νῦν. τῆς ἑορτῆς
Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ
Τὸ Μακάριος ἀνήρ. Εἰς τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια β΄ τῶν Ἁγίων. Ἦχος
δ΄.
Τὴν
καινὴν καὶ χαρμόσυνον, ἑορτὴν Χριστὲ σήμερον, τῶν Νεομαρτύρων Σου ἑορτάζοντες,
ἔαρος ὥρᾳ φιλάνθρωπε, ὡς ἄνθη πανεύοσμα, χελιδόνας τορευτὰς, κελαδούσας ἐν
χάριτι Σὴν θεότητα, καὶ πληρούσας χαρᾶς τῶν ὀρθοδόξων τὰς καρδίας Σοι ἐν
πίστει, αὐτῶν τοὺς ἄθλους προσφέρομεν.
Αἰσθητὸν
ἔαρ σήμερον, αἰσθητὴν κτίσιν ηὔφρανε, νοητὸν ἀνέτειλε ἡ Ἀνάστασις Χριστοῦ, καὶ
φύσιν ἐν Πνεύματι βροτῶν ἀναπλάττουσα, ἐπευφραίνει νοητῶς. Νῦν δὲ ἔαρ
τριπλάσιον ἡ πανήγυρις, τῶν τριῶν Ἀθλοφόρων κατατέρπει, τριπλασίως τὰς
αἰσθήσεις, ψυχῆς ἡμῶν καὶ τοῦ σώματος.
Εἶτα
λέγομεν δ΄ τοῦ Ἁγίου Ἀκακίου Ἦχος α’ . Τῶν οὐρανίων ταγμάτων.
Τῶν
ἐπὶ γῆς φθειρομένων ἀπαρνησάμενος, πρὸς δρόμον μετανοίας κατεσκήνωσας μάκαρ,
οὐράνια ποθήσας διψητικώς, κάλλη θεῖε Ἀκάκιε,
ἔνθα χορεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, ἱκετεύων τὸν Σωτῆρα Χριστόν.
Βλαστὸς
ὡραῖος ὑπάρχων καὶ ἄνθος εὔοσμον, δι’ ἀρετῶν ποικίλων τὴν ψυχὴν ὡραΐσας,
προσφέρεις εὐωδίαν πνευματικήν, τοῖς θερμῶς ἑορτάζουσι, τὴν ἱερὰν σου πανήγυριν
ἐπὶ γῆς, χριστοπόθητε Ἀκάκιε.
Ἐν
Κωνσταντίνου τῇ πόλει, πάτερ φερόμενος, πολλὰς διῆλθες κώμας ἐν τῇ Μακεδονίᾳ,
θυσία τῷ Δεσπότῃ σου ἱερά, προσεφέρθης στεῤῥόψυχε· ἀποτμηθεὶς δὲ τὴν κάραν
πλήρης χαρᾶς, στῖφος μάρτυρος ἀπείληφας.
Ὁ
τῇ πατρίδι σου μάκαρ, φαιδρῶς συνέλθωμεν, καὶ μέλψωμεν ἀξίως μαρτυρίου τοὺς
ἄθλους· ἀσβέστου γὰρ Ἀκάκιε χαρμονῆς, οἱ σοι
φίλοι πληρούμεθα. Ἀσβεστοχώριον χαίρει καὶ συγκροτεῖ τὴν ἐτήσιον πανήγυριν.
Δόξα.
Ἦχος πλ. α’ .
Δεῦτε
σήμερον ἀδελφοί, ἐν ὥρᾳ Ἀνοίξεως καὶ Ἀναστάσεως, Χριστοῦ τὸν ἀμνόν, ἐν μέσῳ
προβάλλοντες, ὕμνοις καὶ ἐγκωμίων στεφάνοις, αὐτὸν κατακοσμήσωμεν. Ἡλικία γὰρ
νεαρά, ὁ θεοφώτιστος Ἀκάκιος, εὐῶδες ἱερεῖον, παλαίσμασιν ἀσκητικοῖς,
πορφυρωθεὶς ποικίλοις βασάνοις, χαίρων προσάγεται Χριστῷ, ἀποδεχόμενος κάρας
τὴν ἀπότμησιν. Ὅθεν διπλοστεφείς, παριστάμενος τῷ θρόνῳ τοῦ παντάνακτος, ὡς
ὅσιος καὶ μάρτυς, διπλῆν τὴν παῤῥησίαν προσκτησάμενος, πρεσβεύει ἐκτενῶς ὑπὲρ ἡμῶν,
τῶν φαιδρῶς ἑορταζόντων τὴν μνήμην αὐτοῦ.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος·
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε
λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ`
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ.
Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην,
ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ
ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν
πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί,
και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα.
Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς
ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ
πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν
αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν.
Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄ .
Ἀθλητικὴν
πανήγυριν, συγκροτήσωμεν, ἀδελφοί, σήμερον. Ἄνθος νεότητος, ὁ Ὁσιομάρτυς Ἀκάκιος συγκαλεῖ ὑμᾶς, προσάγων τῶν πόνων τὰ
κατορθώματα. Τὴν θεοκίνητον δὲ κάραν προσφέρων ταῖς ἰδίαις χερσίν, Χριστῷ τῷ
γλυκυτάτῳ καὶ πρωτομάρτυρι, ἅπαν τὸ νόημα αὐτῆς, καθυπέταξε, εἰς τὸν καλὸν τῆς
ὁμολογίας ἀγῶνα, μὴ δειλανδρίσας φυλακῆς τὰς στεῤῥήσεις, ἁλύσεων δεσμά,
ῥαβδισμῶν τὴν πορφύρωσιν καὶ πολλῶν κακώσεων βάσανα, θωρακισθεὶς γὰρ τῇ
κοινωνία τοῦ δεσποτικοῦ σώματος, ὁλοκαύτωμα πίστεως γέγονεν. Καὶ ἐκτενῶς νῦν
πρεσβεύει, ὑπὲρ νεότητος πρῶτον καὶ πάσης ἡλικίας, τῶν ἐκτελούντων εὐσεβῶς τὴν
ἐτήσιον μνήμην αὐτοῦ.
Ἦχος
β΄.
Σπεύσατε
αἱ γύρω κῶμαι, προσφέρουσαι ἑκάστη τὸ ἴδιον τέκνον, βοᾶ ἡ πατρὶς τοῦ Ἀκακίου, καὶ χορὸν νεομαρτύρων συστήσωμεν, ἵνα
περὶ τὸν μεγαλομάρτυρα Δημήτριον, εὐφρανθῶμεν ἀγαλλώμεναι. Σὺ δὲ Γεώργιε,
Ἀσβεστοχωρίου παλαίτατε προστάτα, προσάγαγε τοῦτον τὸν ἀνδρικώτατον σου
μιμητήν, καὶ χαῖρε προπορευόμενος. Κώμην δὲ καὶ λαὸν ἡμῶν, ἀμφότεροι σκέπετε,
ποδηγοῦντες Χριστῷ, τῷ σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Δεῦρο
Ἀκάκιε, διπλόστεπτε Ὁσιομάρτυς, γενοῦ
ἔξαρχος παντέρπνου χοροῦ, ἐν ὥρᾳ Ἀνοίξεως. Λάβε ἐξ Ἐπανόμης τὸν Ἀργύριον,
κάλεσον τὸν Ἀθανάσιον ἐκ Πύργου, προσφωνῶν τὴν καλλιπάρθενον Κυράνναν, μὴ
ἐπιλάθου τῆς Ἀκυλίνης καὶ τῶν λοιπῶν, ἐπωνύμων καὶ ἀσήμων νεομαρτύρων, καὶ μία
φωνή, Χριστῷ βοήσατε, εἰρηνεύσαι τὸν κόσμον, παρέχων φωτισμὸν θεογνωσίας καὶ
σωτηρίαν ψυχῶν τοῖς μετὰ πόθου τελοῦσι, τὴν ἐτήσιον σου ἄθλησιν.
Ἦχος
δ΄.
Τοὺς
ἀριστέας Χριστοῦ τρισαρίθμους ὁπλίτας Εὐθύμιον,
Ἰγνάτιον, καὶ Ἀκάκιον,
συνελθόντες ἀδελφοὶ ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἐγκωμίοις μαρτυρικοῖς καὶ ᾠδαῖς
πνευματικαῖς εὐφημήσωμεν οὗτοι γὰρ τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες,
μᾶλλον δὲ τὴν πίστιν Χριστοῦ τρανῶς κηρύξαντες, νομίμως ἐνήθλησαν, καὶ τὰ τῆς
νίκης βραβεῖα παρ’ αὐτοῦ ἐκομίσαντο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων
χορεύοντες τὴν ἀκατάλυτον χορείαν, αἰτοῦνται τῇ οἰκουμένη εἰρήνην, καὶ ταῖς
ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος
πλ. α΄.
Ὢ
μακαρίας μητρὸς παραίνεσις, ὑπὸ τοῦ Παρακλήτου ἐμπνευσθεῖσα, εἰς υἱὸν εὐήκοον.
Σὺ μὲν γλυκύτατου υἱοῦ καὶ νεάζοντος ἐστερήθης, ἀλλ’ ἡ μήτηρ Ἐκκλησία,
πορφυροστόλιστον προβάλλεται τὸν μάρτυρα. Χαίρομεν οὖν καὶ ἡμεῖς, ἔσχατα τέκνα
ὀδύνης, καὶ πρὸς τὸν μάρτυρα, ὡς πρεσβύτερον φίλον καὶ ἀδελφόν, οὕτω
προσείπωμεν παμφίλτατε Ἀκάκιε, γενναιόφρον
καὶ καρτερόψυχε, μοναζόντων ἱερεῖον τιμιώτατον, καὶ πατρίδος τέκνον εὐφρόσυνον,
γενοῦ ποδηγέτης τῆς νεότητας, ὁσιόαθλε, καὶ ἡμῶν τῶν ὑμνούντων σου, πρέσβυς
πρὸς Κύριον.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
φιλομάρτυρες πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε οἱ ἀνθοὶ τῆς νεότητος καὶ
τὸ σεβάσμιον γῆρας, δεῦτε ἱερεῖς καὶ λαϊκοί, μονασταὶ καὶ μιγάδες, παρθένοι καὶ
μητέρες, οἱ ἐγγὺς καὶ οἱ μακράν, προσδράμωμεν πόθῳ, ἐν ἔαρος ὥρᾳ, βαστάζοντες
στεφάνους ἀνθοπλέκτους ἐξ ἀρετῶν, καὶ ἀνέλθωμεν εἰς κώμην μικράν, ἀλλ’ ὅμως
εὐτεκνουμένην καὶ εὔανδρον. Πάντες ὁμοῦ προστρέξωμεν, πάθη χαλινοῦντες καὶ πόθῳ
πτερούμενοι, ἵνα μάρτυρος μνήμην ἐπιτελέσωμεν. Διπλοστεφὴς γὰρ ὑπάρχων, ἅπασαν
εὐφραίνει τὴν ἐκκλησίαν. Ὅθεν γηθοσύνως, αὐτῷ βοήσωμεν Ἀκάκιε,
γενναιόφρον καὶ ὁσιώτατε, Μάρτυς θεόλεκτε, σκέπε καὶ φύλαττε, ἐκ πάσης
προσβολῆς ἐναντίας, τοὺς τιμῶντας τὴν σὴν πανήγυριν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὰ ἀπόστιχα, λέγομεν
πρῶτον τὸ ἀναστάσιμον καὶ εἶτα· Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Χαίροις
τοῦ Γεωργίου υἱέ, καλὸν γεώργιον Χριστοῦ ἀρχιποίμενος, Ἀκάκιε
χριστομάρτυς, ὅτι ἡμέρα ἐν ἡ, τὸν καλὸν ἀγῶνα ἐτελείωσεν, Γεώργιος
ἀρίστᾳ, σὲ προθύμως ἐκάλεσεν, καὶ μαρτυρίου ἴσον δρόμον ἐβάδισας, τροπωσάμενος
τῶν δαιμόνων τὰ φάλαγγας. Ὅθεν δυὰς θεόλεκτε, θεόστεπτοι μάρτυρες, μὴ ἐπιλάθητε
ὅσων, ἡμᾶς τιμῶσι δοξάζοντες, Χριστὸν τὸν Σωτῆρα, ἵνα εὕρωμεν εἰρήνην καὶ μέγα
ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ...
Ἄγρα
ὄντως καλὴ συλληφθείς, ἰχθὺς ὡς ἄλλος χριστομάρτυς Ἀκάκιε,
ἀγκίστρῳ τοῦ μαρτυρίου, πορφυρωθεὶς ἐν πληγαῖς, καὶ βασάνων πόνοις ἀνδρικώτατα.
Διὸ καὶ διδάσκαλος, ἀρετῆς ἡμῖν γέγονας, καίτοι ἐν χρόνοις τῆς νεότητος
ἠθλησας, καὶ κατῄσχυνας ἀλλοπίστων τὸ φρύαγμα. Ὅθεν καὶ σὲ κατέχοντες, ὡς
πρέσβυν πρὸς Κύριον, παρακαλοῦμεν προφρόνως, νεομαρτύρων πανάριστε, νεότητα
σκέπε, καὶ ἡμῖν τοῖς σὲ τιμῶσι δίδου παράκλησιν.
Τῶν Τριῶν Ὁσιομαρτύρων. Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Χαίροις
νεομαρτύρων τριάς, οἱ ἀθλοφόρων παλαιῶν μιμησάμενοι, τὴν στάσιν καὶ καρτερίαν
καὶ τὸ γενναῖον σαφῶς, καὶ στεφάνους ἴσους εἰσδεξάμενοι· Χριστοῦ θείῳ ἔρωτι
πυρποληθέντες ἀοίδιμοι, ἑαυτοὺς εἰς θάνατον ἑκουσίως ἐδώκατε, καὶ ὡς ἅγιοι,
παρ’ ἡμῶν νῦν δοξάζεσθε, νόμιμον οἱ τελέσαντες, ἀθλήσεως στάδιον, νόμιμα στέφη
καὶ θεία, παρὰ Χριστοῦ κοιμισάμενοι, αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος δ΄.
Ὁσιομάρτυς
Ἀκάκιε, τὸ κοινωνικόν, τῆς εἷς Χριστὸν
πίστεως φανερῶν, ὡς ὁ θεῖος Παῦλος, ὁδὸν μαρτυρίου πορευόμενος, πᾶσι τοῖς
συμμονασταῖς καὶ φίλοις τὸ χαῖρε ἐπιστέλλεις. Αἱ ὁ καὶ νῦν, χαίρει σῆς πατρίδος
ὁ σύλλογος, ὅτι ἐβλάστησεν ἡ κοινῶς ἐνεγκαμένη, σὲ τὸν στεῤῥώτατον ἀθλητήν,
θεῖον Χριστοῦ καλλιέρημα. Χαῖρε οὖν καὶ σύ, αὐτῷ παριστάμενος φαιδρῶς, καὶ ἡμῖν
πᾶσιν ἐπιστέλλων, ἀντίδωρον τῆς πανηγύρεως, χάριν πλουσιόδωρον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Καὶ
τὰ Ἀπολυτίκια.
Τοῦ
ἁγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μετανοίας
τοῖς ἔργοις διαπρέψας ἐν Ἄθωνι, Ἀσβεστοχωρίου ὁ γόνος, Θεοφόρε Ἀκάκιε, ἐνώπιον ἀπίστων δικαστῶν, ἐκήρυξας τὴν
πίστιν σου τρανῶς, καὶ προσήχθης τῷ Κυρίῳ σου λογική, θυσία διὰ ξίφους ἱερά,
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ
σου, χάριν οὐράνιον.
Δόξα.
Ἀπολυτίκιον. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Ἰσάριθμοι
Τριάδος τῆς ἀκτίστου ὑπάρχοντες, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, καὶ μαρτύρων
τοῖς τάγμασι, παρίστασθε χαίροντες ὑμεῖς, τῷ θρόνῳ τῆς θεότητος σοφοί. Διά
τοῦτο ἐν μεθέξει, τὰς ἀστραπὰς ἐκεῖθεν προσλαμβάνοντες, πηγὰς ἰαμάτων τοῖς
πιστοῖς παρέχετε καὶ θεῖον φωτισμόν, μάρτυς Εὐθύμιε
Χριστοῦ, σὺν τῷ σοφῷ Ἰγνατίῳ καὶ τῷ
θείῳ Ἀκακίῳ τε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Καὶ
νῦν. τῆς ἑορτῆς
Εἰς
τὸν Ὄρθρον
Εἰς
τὴν α΄ στιχολογίαν. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μητρικὴ
παραινέσει καὶ προσευχή, πρὸς τὸν Ἄθω ἐκπλεύσας μετανοῶν, πόνοις τῆς ἀσκήσεως
διατρέχων Ἀκάκιε, Σίμωνα τὸν ὅσιον ὁράματι
ἔβλεψας. Ὅθεν ὑπομείνας ἐν Προδρόμου τῇ Σκήτη, καὶ σχῆμα λαβόμενος, μοναστῶν ὡς
ἐπόθησας, ἀρετῆς ἀκροθίνιον, προσέδραμες ὁδῷ μαρτυρική, Χριστομάρτυς, κεφαλὴν
ἐκτεμνόμενος. Ὅθεν πέμπεις πλουσίαν τὴν χάριν τοῖς φίλοις σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὴν β΄ στιχολογίαν. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πῶς
ἐκαρτέρησας, μάρτυς Ἀκάκιε, βασανιζόμενος, ἐν
φυλακῇ ἀθλητά, εἶπε ἡμῖν ἀγαπητέ, τιμῶσί σου τὴν ἄθλησιν. Ἔλαβον ἐφόδιον,
στομωθεὶς τοῦ δεσπότου μου, σῶμα καὶ ἐβάδισα σταθερῶς πρὸς ἀπότμησιν, τῆς κάρας
ὅθεν χαίρων παρίσταμαι, αὐτῷ ὑπὲρ ἡμῶν προσευχόμενος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
δὲ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀκακίου σήμερον, τὴν θείαν
μνήμην, ἑορτάζει χαίρουσα, ἡ ἐκκλησία σου Χριστέ, καὶ γηθομένη ἐν ᾄσμασιν,
αὐτοῦ γεραίρει τὰ ἔνδοξα ἔπαθλα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
αὐτοῦ.
Στίχ.: Τί, ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον εἶπε ὁσιακόν.
Δόξα. Ταῖς τοῦ ὀσιοάθλου πρεσβείαις...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλέησον με, ὁ Θεός... Καὶ τὸ Ἰδιόμελον.
Ἦχος πλ. β΄.
Ἀνοίξεως
ἐποχή, καὶ ἡλικίας νεότητι, ἀπετμήθης τὴν κεφαλήν, Ὁσιομάρτυς Ἀκάκιε, ὡς ἄνθος εὐωδέστατον προσάγων αὐτήν, τῷ
πρωτομάρτυρι τῆς τοῦ Πατρὸς ἀγάπης, Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ νῦν, ἑορτὴν
σοι ἁρμόδιον συγκροτοῦντες, αἰτούμεθα πανάριστε· ζωομύρισον ἡμᾶς, τῇ εὐωδία τοῦ
Παρακλήτου Πνεύματος καὶ πρέσβευε ἐκτενῶς τῇ Τριάδι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ Κανόνες. Πρωτεύει ὁ Κανὼν ἐκ τοῦ Πεντηκοσταρίου. Εἶτα,
τῶν Ἁγίων. Καὶ τοῦ Ὁσιομάρτυρος Ἀκακίου. Ἦχος πλ. δ΄. Οὗ ἡ ἀκροστιχίς: Ἀσβέστῳ πόθῳ
Ἀκάκιον ὑμνήσω. Πορφύριος.
ᾨδὴ
α΄. Ὑγρὰν διοδεύσας.
Ἀκάκιον μέλλοντες,
ἀδελφοί, νῦν πανηγυρίζειν, πρὸς πατρίδα τὴν ἐπὶ γῆς, προσδράμωμεν πόθῳ
ἀνυμνῆσαι, τὰ πρὸς Χριστὸν αὐτοῦ θεία παθήματα.
Συχνάκις ὁδεύων τὴν
ἁλμυράν, θάλασσαν τοῦ βίου, ἐν ὀλίγοις χρόνοις σοφέ, Ἀκάκιε
μάρτυς θεοφόρε, εὗρες λιμένα ἐν Ἄθῳ λυτρώσεως.
Βεβαίωσιν
εἴληφας ἐκ μητρός, σαρκικῆς παμμάκαρ, ὅτι μήτηρ πνευματική, ὑπάρχει ἡ Δέσποινα
τοῦ Ἄθω, τοῖς προσιοῦσιν αὕτη μετὰ πίστεως.
Θεοτοκίον.
Σὺ θύμησον, μῆτερ τοῦ
Ἰησοῦ, ὅτι Εὐθυμίου, νῦν ὑπάρχει ὁ μιμητής, Ἀκάκιος νέος ἀθλοφόρος, τοῦ Βαπτιστοῦ ἐν τῇ Σκήτη
στομούμενος.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σκυτοτομήσας ἀνδρικῶς,
νεανικῆς ἡλικίας, φοβερόν τε καὶ ἐξαίσιον πτῶμα, διὰ μύρου δὲ χρισθείς, ἀφόβως
προεβάδισας, πρὸ βήματος τυράννου, λαβεῖν τῆς κάρας ἀπότμησιν.
Τυραννικῶς ἐκμαυλισθείς,
Χριστὸν ἀδίκως ἠρνήθης, ἀλλὰ πάλιν εἰς τὸν Ἄθω ἐκπλεύσας, τυραννία τῆς σαρκός,
καὶ μετανοίας δάκρυσιν, ὑπακοῆς βραβεῖα, ἔλαβες θεῖε Ἀκάκιε.
ᾨδήν σοι πλέκομεν θερμῶς,
ὥσπερ νῦν Ἔαρος ὥρα, σοὶ προσάγει ἀνθοπλέκτους στεφάνους, ἡμερῶν ἡ ἀπαρχή,
Μαΐου χριστοπόθητε, Ἀκάκιε τρισμάκαρ,
Ὁσιομάρτυς πανάριστε.
Θεοτοκίον
Πεποικιλμένη Μαριάμ,
Ἀθωνιτῶν ἡ χορεία, Σὲ κατέχουσα ἐν θρόνῳ χορεύει, ἀσκητῶν ὁ μελισσών, μιγάδων
τε τὰ τάγματα, νεομαρτύρων δῆμος, μεθ’ ὧν καὶ νέος Ἀκάκιος.
Κοντάκιον
τῆς ἑορτῆς.
Εἶτα
κάθισμα τοῦ Ὁσιομάρτυρος. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἥλιος ὑμῶν, ἡ σεβάσμιος μνήμη, ἀνέτειλεν ἡμῖν, νεομάρτυρες θεῖοι, Τριάδος
ἰσάριθμοι, τοὺς πιστοὺς καταυγάζουσα ἥν περ σήμερον, ἐπιτελοῦντες βοῶμεν,
ἱκετεύσατε, ὑπὲρ ἡμῶν ἀθλοφόροι, τὸν μόνον φιλάνθρωπον.
Δόξα
ἕτερον. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῶν
βασάνων τὰ εἶδη τὰ χαλεπά, ὁσιόαθλοι θεῖοι καρτερικώς, ὑμεῖς ὑπεμείνατε,
γενναιόφρον Εὐθύμιε, καὶ Ἰγνάτιε θεῖε, τρισμάκαρ Ἀκάκιε·
παρομοίοις τρόποις, λαμπρῶς ἐδοξάσθητε, θεραπεύειν τὰς νόσους μετὰ τέλος τὴν
χάριν, ἐξ ὕψους ἐδέξασθε, τοῖς ἐν πίστει προστρέχουσι τῇ σορῷ τῶν λειψάνων ὑμῶν
πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ
νῦν. Ἀναστάσιμον.
Ἐκ
τῶν κόλπων κατῆλθε τῶν πατρικῶν, ὁ μηδέποτε τούτους ἀπολιπών, ἡνώθη παχύτητι,
τῆς σαρκὸς ὁ ἀόρατος, καὶ Σταυροῦ τὸ πάθος, ἑκὼν κατεδέξατο, τοὺς νεκροὺς
ἀνέστησε, νεκρώσας τὸν θάνατον. Ὅθεν τὴν πηγὴν Σε, τῶν τοσούτων θαυμάτων
ὑμνοῦντες βοῶμεν Σοι, Θεοτόκε πανύμνητε· χαῖρε κλῖμαξ οὐράνιε, καὶ γέφυρα Παρθένε
Ἁγνή, πρὸς ζωὴν μετάγουσα τὸ ἀνθρώπινον, χαῖρε ᾍδου ἡ γύμνωσις Δέσποινα.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὀφειλέτης προσέρχομαι,
κράζει σῆς πατρίδος Ἀκάκιε σύλλογος, καὶ συνίστημι γηθόμενος, ἑορτὴν τῆς μνήμης
σου ἐπάξιον.
Θεραπεύεις πανόλβιε,
τραύματα ψυχῶν, καὶ νόσους τοῦ σώματος, καὶ ὡς μάρτυς Χριστοπρόσδεκτος, παύεις
νοσημάτων τὴν ἐπίθεσιν.
Ὡς ἱστάμενος, ἅγιε, θρόνῳ
τοῦ Παντάνακτος καθικέτευε, ὑπὲρ πάντων τῶν ὑμνούντων σε, καὶ πιστῶς κυκλούντων
σου τὰ λείψανα.
Θεοτοκίον
Ἀπαλύνεις θεόνυμφε, πόνους
ἀτακτούσης τῆς νεότητος, τῶν μητέρων δὲ τὰ βάσανα φέρεις πρὸς τὸν θρόνον τοῦ
Κυρίου Σου.
Καταβασία.
Ἐπὶ τῆς θείας φυλακῆς.
ᾨδή
ε΄. Φώτισον ἡμᾶς.
Κύκλωσαν εὐχαῖς, τὴν
πατρίδα σου Ἀκάκιε, καὶ ἀπάλλαξον κινδύνων
χαλεπῶν, τοὺς προσελθόντας καὶ κυκλούντας τὴν εἰκόνα σου.
Ἄκουσον τανῦν, τὰς δεήσεις
ἡμῶν ὅσιε, καὶ καθάρισον αἱμάτων σου κρουνοῖς, πάσης κηλῖδος, τὰς ψυχὰς τῶν
δεομένων σου.
Κράζετε πυκνῶς, ἐκ καρδίας
πολυπόθητοι, τῷ δεσπότῃ καὶ γλυκεῖ μου Ἰησοῦ, βοᾶ τοῖς φίλοις, ὁ Ἀκάκιος θερμότατα.
Θεοτοκίον.
Ἴθυνον Ἁγνή, Μαριὰμ
Θεοχαρίτωτε, νεολαίαν ἐκ παγίδων νοσηρῶν, εἰς σωτηρίων, ἐντολῶν τὴν
πιστοποίησιν.
Καταβασία.
Ὀρθρίσωμεν ὄρθρου βαθέος.
ᾨδὴ
στ΄. Χιτῶνα μοι παράσχου φωτεινόν.
Ὁρμήσας πρὸς μαρτύριον
θερμῶς, πόθῳ ἀπεκδέδυσαι, ἔνδυμα πτώσεως, τὸν Χριστὸν πάλιν φορῶν,
χριστοπόθητε.
Νικήσας γυναικὸς τὴν
ἡδονήν, τέως Ἀκάκιε, νίκην κατήνεγκες, σκολιὸν πρὸς πτερνιστὴν ἀνδρικώτατα.
Ὑπέφερες γενναίως
ῥαβδισμούς, ξύλῳ καρτερώτατα, ὑπὲρ τοῦ πτώματος, ὅπερ σώματι ὡς στίγμα
προσέλαβες.
Θεοτοκίον.
Μαρτύρων ὡς ὑπάρχουσα
Σεμνή, μόνη καταφύγιον, σκέπε τοὺς μέλποντας, νεομάρτυρος τὴν μνήμην Πανάμωμέ.
Καταβασία.
Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀκακίου σήμερον, τὴν θείαν
μνήμην, ἐν ἀνοίξει Ἔαρος, ἀνθοφορία ἀρετῶν στεφηφοροῦντες κροτήσωμεν, αὐτοῦ τὰ
ἆθλα ἐν ὕμνοις γεραίροντες.
Ὁ
Οἶκος.
Μητρικὴν
προτροπὴν δεχθεὶς καρτερόψυχε, νεαρὰ ἡλικία ἡδονῶν κατεφρόνησας, καὶ ἡμέραις ἐν
αἷς Χριστὸν πάσχοντα ἔλιπες, ταῖς αὐταῖς εὐθαρσῶς ἐπανέκαμψας, Γεωργίου
γεώργιον φανεὶς ἀνδρικώτατα. Μιμητὴς γὰρ ἐκείνου ἐκ πατρίδος δεικνύμενος, εἰς
τέλος λαμβάνεις κεφαλῆς τὴν ἀπότμησιν. Διὸ ἑορτὴν συγκροτοῦμεν ἁρμόδιον, σοῦ τὰ
ἔπαθλα ἐν ὕμνοις γεραίροντες.
Συναξάριον.
Τῇ
Ἃ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἐνδόξων Ὁσιομαρτύρων
Εὐθυμίου καὶ Ἰγνατίου.
Εὐθύμιέ μοι,
χαῖρε, χαῖρε, πολλάκις.
Σφαγεὶς γὰρ
εὗρες τὴν ἄνω χαρὰν πρόφρων.
Τὸν Ἰγνάτιον
ἄλλον ὡς ἄστρον βλέπω.
Ἐκ γῆς
φαεινὸν, εἰς πόλον δι’ ἀγχόνης.
Ἀρνὸς δίκην
σφάττουσι, φεῦ! διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀκακίου τοῦ
Ἀσβεστοχωρίτου τοῦ ἐν Κων/πόλει ἀθλήσαντος ἐν ἔτει 1816.
Ἀρνὸς δίκην
σφάττουσι, φεῦ! διὰ ξίφους
Τὸν κλεινὸν
Ἀκάκιον, ἄνδρες αἱμάτων.
Τῇ πρώτη
ὁσιοάθλους τρεῖς ἀγλαοὺς ἅμα μέλπω.
Κατὰ
τὴν πρώτην τοῦ μηνὸς Μαΐου ἡ κατέχουσα τὰ σπάργανα τοῦ Ὁσιομάρτυρος κώμη τοῦ
Ἀσβεστοχωρίου πανηγυρίζει τὴν μνήμην τοῦ γνησίου αὐτῆς τέκνου Ἀκακίου.
Λησμονηθείσης γὰρ ἔκπαλαι τῆς μνήμης αὐτοῦ, διὰ τὰς τῶν καιρῶν περιστάσεις,
καθὼς καὶ τὴν μετοίκησιν τῶν γονέων αὐτοῦ πολλαχώς, ἐπ’ ἐσχάτων ὁ οἰκεῖος τῆς
περιοχῆς ἐπίσκοπος, ὁ Μητροπολίτης Νεαπόλεως καὶ Σταυρουπόλεως κὺρ Διονύσιος,
συνεστήσατο ἑορτὴν ἐπὶ τῇ προβολὴ τοῦ ὁσιοάθλου, ἰδίᾳ πρὸς τὴν χειμαζομένην
νεότητα, διὰ τὸ ὁμήλικον.
Ὅθεν
ἅπασα ἡ περιοχὴ πανηγυρίζει τὴν μνήμην τοῦ Ἀκακίου. Φαίνεται δὲ ἐκ τοῦ βίου τοῦ
μάρτυρος, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἰδικής του γεννήσεως ἡ ὀλίγον πρὸ αὐτῆς,
συνῳκίσθη ἡ κώμη, ὅθεν καὶ Νεοχωρίον. Ἤ εἰς ἀνάμνησιν τῆς ἐλεύσεως ἐκ Νεοχωρίου
Καρδίτσης τῶν κατοίκων. Ἀλλ’ ἀργότερον, τῶν κατοίκων ἐπιδοθέντων εἰς τὴν
κατεργασίαν ἐγχωρίου πέτρας, ἔλαβεν ἐξ αὐτῆς καὶ ἡ κώμη τὴν κλῆσιν. Ὅθεν καὶ
Ἀσβεστοχώριον καλεῖται τὸ πρὶν Νεοχωρίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Ψυχαὶ
λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις
ἀνεῖλον θεῖον Ἱερεμίαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος
Βατᾶ τοῦ Πέρσου.
Καὶ τῷ Βατᾷ,
τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ
πρεπόντως οὐρανοῦ τὰ χωρία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, Ἱερομονάχου,
καὶ Ἱεροδιδασκάλου τοῦ Χίου.
Νικηφόρον κα
θανόντα ζῆν λέγειν.
Οἱ γὰρ
δίκαιοι ζῶσι κἂν τεθνηκότες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀφρικανοῦ, επισκόπου
Λουγδούνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Ἰσιδώρας.
Ἐκ γῆς ἀπέπτη
πρὸς μελισσῶνας πόλου.
Μέλισσα
χρηστῶν πράξεων Ἰσιδώρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαῦρου καὶ τῶν σὺν αὐτῷ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παναρέτου, επισκόπου
Πάφου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πανφουτίου τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλοσόφου.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ ἐν ἀρχὴ τὴν γῆν θεμελιώσας.
Νυκτὶ γεννῶν, Χριστοῦ
ἐπαγρυπνήσας, ἐν τῇ Μονὴ τοῦ θείου μυροβλύτου, ὁρᾷς σαφῶς, τὸν Σίμωνα τρισόλβιε,
ἐν πρεσβύτου ἱερωτάτη μορφή.
Ἡλιακὰς ἀκτῖνας ἀναπέμπει,
θήκη ἐν ἡ κάρα αὐτοῦ ὑπάρχει. Προσκυνητὼς δὲ κράζω σοι, Κύριε: Θεέ, Ἀκακίου βοήθει μοι.
Σκήτη τιμῶ, τοῦ Βαπτιστοῦ
σὴν μνήμην, δοξαστικὼς ὡς μιμητοῦ Προδρόμου· Εὐλογητὸς βοᾶ, εἰς τοὺς αἰῶνας Κύριε,
ὁ Θεὸς ὁ τῶν μαρτύρων ἡμῶν.
Θεοτοκίον.
Ὢ Μαριάμ, Παρθένε Θεοτόκε,
τοὺς ὑμνητὰς τοῦ θείου Ἀκακίου, ἐπευλογεῖς,
πλουσιοτρόπως μέλποντας, ὑμνητικὼς τὸν σὸν Υἱὸν καὶ Θεόν.
Καταβασία. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.
ᾨδὴ
η΄. Τὸν ἄναρχον βασιλέα τῆς δόξης.
Πεπλάνηται, ὁ πλανήσας σε
πλάνος, πλανηθεὶς ἐξ ἰδίας αὐτοῦ πλάνης. Σὺ δὲ λυτρωθείς, Χριστῷ νῦν ἐπαγάλλει,
ὑπὲρ ἡμῶν πρεσβεύων.
Ὁ πόθος σου, εἰς ἀπέκδυσιν
ἄγει, δερματίνης ἁμαρτίας χιτῶνος· ἐν μύρῳ δὲ χρισθείς, καὶ πάλιν χριστοφόρος, Ἀκάκιε ἐδείχθης.
Ῥανίδες σου, ἐρυθραὶ καὶ
ἱδρῶτες, ἀποπλύνουσι καὶ ἡμῶν τὰς σπιλάδας. Μάρτυρος γὰρ θρόμβος, πολλὰ Χριστῷ
ἰσχύει.
Θεοτοκίον.
Φυλάκισον, τὰς ἀλόγους
ὀρέξεις, τῆς καρδίας μου, θεονύμφευτε Μῆτερ, ἔψαλλεν ἐμφρόνως, Ἀκάκιος πρὸ
πάθους.
Καταβασία. Αὕτη ἡ κλητή.
ᾨδὴ
θ’ . Μεγαλύνομεν σε.
Σήμερον
σκιρτῶντες, λαμπρύνομεν τὴν μνήμην, τοῦ Θείου Ἀκακίου.
Ὕψωσον παμμάκαρ, χερσὶν
ἰδίαν σου κάραν, Χριστῷ τῷ Θεῷ, καὶ οὕτως ἰλέωσον, αὐτὸν ὑπὲρ τῶν φίλων σου.
Ῥητορεύομεν σου, τὸν
πανάριστον ἀγῶνα Χριστοῦ ἀθλητά, ὅτι κατηύφρανας, τὸ Πνεῦμα τὸ Ἅγιον
Ἱκετεύομεν σε, ὡς πατρίδος
εὐεργέτην Χριστοῦ ἀθλητά, ἵνα μεσιτεύης, ὑπὲρ τῶν ὑμνούντων σε.
Ὄλβον ἀποφέρει, ἡ σὴ Ἀκάκιε μνήμη, ἡμῖν τοῖς πιστοῖς, ἐν ἡ μεγαλύνομεν
τὴν πάντερπνον σου ἄθλησιν.
Θεοτοκίον.
Σέσῳσται, Παρθένε, Σαῖς
πρεσβείαις ἡ Σὴ ποίμνη, ἡ τιμῶσα Σε Μῆτερ ἐν ἡ συγκαταρίθμησον, κάμε τὸν
ὑμνοῦντα Σε.
Καταβασία. Φωτίζου, φωτίζου.
Ἐξαποστειλάριον.
Τοῦ Ἁγίου.
Ἀκάκιε τρισόλβιε,
χριστοπόθητε μάρτυς, προβάλλεις τῷ Δεσπότη σου ἀνθοκόσμητον κάραν, ταῖς ἀρεταῖς
καὶ αἱμάτων λύθρῳ κεκοσμημένην, πέμπεις δὲ τοῖς τιμῶσι σε, ἐν Ἀνοίξεως ὥρᾳ,
μύρα τερπνά, Παραδείσου ἔνδον ὥσπερ πολίτης ἡμῖν δὲ τοῖς ὑμνοῦσι σε, δίδου
χάριν παμμάκαρ.
Καὶ
τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου
τὸ πανάγιον, Ὄρος τοῦ Ἄθω σήμερον τοῦ Βαπτιστοῦ γὰρ ἡ Σκήτη κροτεῖ πανήγυριν
θείαν, μάρτυρας νέους ἔχουσα τοὺς ἰδίους ὁσίους σου· δώη σοι οὖν ἡ πάναγνος,
καρποὺς τοιούτους προσφέρειν τῇ παναγία Τριάδι.
Εἰς
τοὺς Αἴνους, ἱστῶμεν στίχους δ΄. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νέον
χωρίον Ἀκάκιε, νεομαρτύρων οἰκεῖς, ἐν Ἐδὲμ
παμμακάριστε, ἔνθα συγχορεύουσι, τῶν ὁσίων συστήματα, ἔνθα ἀγγέλων χαίρουσι
τάγματα, ἔνθα μαρτύρων δῆμοι εὐφραίνονται. Ἔνθεν ἐξαπόστειλον, χάριν τοῖς
τιμῶσι σε, μάρτυς Χριστοῦ, ἵνα μεγαλύνωμεν τὰ θεία ἆθλα σου.
Ἄσβεστον
ἔλαβες ὅσιε, φλόγα ὑπὲρ τοῦ Χριστοῦ, καὶ παθεῖν προετίμησας, μαρτυρίῳ πίστεως,
ὥσπερ πρὶν ὁ Εὐθύμιος. Ὅθεν λαμβάνων, πάτερ
συγχώρησιν, τὴν Κωνσταντίνου χαίρων κατέλαβες, ἔνθα τὴν ἀπότμησιν κάρας λαβών,
διπλοῦν στέφος εἴληφας, μάρτυς καὶ ὅσιος.
Σίμωνα βλέπων ὁράματι, τῆς
ἐπωνύμου Μονῆς, τὸν σεπτὸν δομήτορα, ἐπανῆλθες μακάριε, ὅθεν πρωτίστως, φθόνῳ
διέφυγες, καὶ κλῆσιν νέαν, σχήματι ἔλαβες. Ὅθεν Ἀκάκιος,
ὠνομάσθης πάγκαλε, ὁμοιωθεὶς τούτου τοῖς χαρίσμασιν, ἀθανασίας υἱέ.
Χαίρομεν
νῦν καὶ κραυγάζομεν, δόξαν Χριστῷ τῷ Θεῷ, ὅτι κώμη ἄσημος, διὰ σὲ νῦν διάσημος.
Ὅθεν ἐλθόντες, νῦν εἰς πανήγυριν, ἆθλα καὶ βίον, πόθῳ γεραίρομεν, καὶ
κατασπαζόμεθα, ὅσιε Ἀκάκιε τὰ σὰ θερμῶς,
λείψανα λαμβάνοντες τὸ θεῖον ἔλεος.
Δόξα.
Ἦχος πλ. α’ .
Πάλιν
ἑορτὴ καὶ πανήγυρις καὶ πάλιν ἀναστάσεως χαρά, οὐ μόνον ἐπὶ ἁμαρτωλοῦ μετάνοια,
ἀλλ’ ἐπὶ μαρτυρικῇ ἀθλήσει καὶ πίστεως καλλίστη ὁμολογία. Συγκαλεῖται γὰρ
ἅπασαν, τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, Ἀκάκιος, ὁ νεοθαλλὴς καὶ καρτερόψυχος, τοῦ
Ἄθω ἔρνος ἐαρινόν, Ἀσβεστοχωρίου δὲ κώμης Θεσσαλονίκης, βλαστὸς καὶ κραταίωμα. Ἴσον
γὰρ χρόνον ἐν πίστει Χριστοῦ καὶ ἀρνήσει βιώσας ἐπὶ γῆς, κηλῖδας ἁμαρτίας
ἐξέπλυνε, μετανοίας δάκρυσιν καὶ αἱμάτων κρουνοῖς. Ὅθεν καὶ παῤῥησίαν
κεκτημένος πρὸς Χριστόν, ὑπὲρ ἡμῶν ἱκετεύει, τῶν τελούντων τὴν σεπτὴν αὐτοῦ
πανήγυριν.
Καὶ
νῦν.
Ἀναστάσεως
ἡμέρα... Ἤ κατὰ βούλησιν.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Ἕτερα
εἰς τὸν Ἅγιον Ἀκάκιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
νύμφην ἀμίαντον τὴν ἱερὰν σου ψυχήν, λαμπρῶς ὑπεδέξαντο τῶν οὐρανῶν αἱ σκηναὶ Ἀκάκιε ἔνδοξε, ψάλλουσαι τοὺς παιᾶνας τῆς ἐνδόξου
σου νίκης, στέφουσι τὴν σὴν κάραν τῷ Χριστῷ ἐκτμηθείσαν. Διὸ καὶ ἐδωρήθης ἡμῖν
πόνων λυτηρίων.
Κοντάκιον
Ἦχος γ’ . Θείας πίστεως.
Νέος
ἔλαμψας Χριστοῦ τῇ πίστει, μάρτυς ἔνδοξος λαμπρὰν Τριάδα, ἀθλοφόρων πληρῶν καὶ
τυπούμενος τὸν ἀριθμὸν ἀρχιθέου Τριάδος τε, ἀλλ’ ἐμφραγήτωσαν στόματα βλάσφημα,
μὴ δεχόμενα Νεομαρτύρων τὴν ἄθλησιν, τὴν τοῦ Χριστοῦ βεβαιούντων θεότητα.
Ἀπολυτίκιον κοινὸν διὰ τοὺς
ἁγίους Γεώργιον τὸν μεγαλομάρτυρα καὶ Ἀκάκιον τὸν ὁσιομάρτυρα. Ἦχος δ΄. Ὡς τῶν
αἰχμαλώτων.
Ὡς
τῆς ἐκκλησίας πρόμαχοι θερμοὶ καὶ μαρτύρων ἔξαρχοι στεῤῥώτατοι, νεότητος ὁδηγοὶ
καὶ προστάται ἀκαταίσχυντοι, Γεώργιε καὶ Ἀκάκιε, πύργοι ἄσειστοι· πρεσβεύσατε
Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάρια
τοῦ Ὁσιομάρτυρος Ἀκακίου.
Ἀσβεστοχωρίου
νέος βλαστός, ποτισθεὶς δακρύων καὶ αἱμάτων σου τοῖς κρουνοῖς, μάρτυς
χριστοφόρος, καὶ ὅσιος ἐφάνης, ὅθεν καὶ σῆς πατρίδος φρουρὸς ἀκοίμητος.
Κάλλος
τῆς νεότητος ἀρνηθείς, πόνοις μετανοίας καὶ τὴν κάραν ἀποτμηθείς, σὺν Χριστῷ
ἀγάλλη χορῷ νεομαρτύρων, μεθ’ ὧν καὶ συγχορεύεις, μάκαρ Ἀκάκιε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’
ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό
ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι
πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ
Ἀκακίου τὴν εἰκόνα προθύμως, περικυκλοῦντες ἀδελφοὶ ἐκ καρδίας, ἐν παῤῥησίᾳ
κράξομεν πρὸς φίλον ἀσφαλῆ· Ὅσιε Ἀκάκιε, τῆς πατρίδος σου φύλαξ, σπεῦσον τὴν
νεότητα, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας λύτρωσον ἐχθρᾶς, ἵνα τιμῶμεν, τὸ θεῖόν
σου ὄνομα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκάκιε Μάρτυς νῦν τῷ
Χριστῷ, ὡς φίλος ἐκείνου, παριστάμενος ἐκτενεῖς, δεήσεις προσάγαγε καὶ σπεῦσον,
τοῦ βοηθῆσαι τοὺς φίλους σου ὅσιε.
Ἀκάκιε κλέος θαυμαστικόν,
Ἀσβεστοχωρίου, τὰς ἀσβέστους νῦν μηχανάς, παθῶν καὶ δαιμόνων καταλύων, ταχέως
πάτερ σοὺς δούλους εἰρήνευσον.
Ἀκάκιε δώρησαι τοῖς
πιστοῖς, λύσιν αἰτημάτων, καὶ πταισμάτων ἀπαλλαγήν, ναῷ σου προστρέχομεν γὰρ
πόθῳ, καὶ μεγαλύνομεν θεῖόν σου ὄνομα.
Θεοτοκίον.
Παρθένε ὡς ἔλαβες παρὰ Σοί,
τὸ σκῆνος ἐκείνου, οὕτω δέχου καὶ τὰς λιτάς, ἡμῶν τῶν κυκλούντων τὴν εἰκόνα,
καὶ Ἀκακίου ναὸν τὸν φερώνυμον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀκακίᾳ
παμμάκαρ ὁμωνυμῶν ἄριστα, πρόφθασον καὶ πάσης κακίας, νῦν ἐλευθέρωσον, τοὺς
προσιόντας σοι, καὶ κατανύξει καρδίας, ἐπικαλουμένους σε, Πάτερ Ἀκάκιε.
Ἀκακίᾳ
συζήσας δεκαοκτὼ ἔτεσιν, καίτοι ἐν ἀρνήσει ἐννέᾳ χρόνοις διέμεινας, ὅμως
ἀπέσβεσας, κρουνοῖς αἱμάτων τὴν πτῶσιν· ὅθεν καὶ ἀεπίληφας, Μάρτυρος στέφανον.
Ἀκακίαν
ποθοῦντα τὸν σὸν λαὸν φίλτατε, πρέσβευε Χριστῷ στεντορίᾳ, φωνῇ Ἀκάκιε, ἵνα
κερδήσομεν, τῆς ἀκακίας τὸν πλοῦτον, καὶ πταισμάτων ἄφεσιν, σὲ μεγαλύνοντες.
Θεοτοκίον.
Παναγία
Παρθένε ἡ τὸν Χριστὸν τέξασα, τοῦτον ὡς ἀμνὸν ἀπειρόκακον πῶς ἐγέννησας, καὶ ἐν
σταυρῷ γοερῶς, εἰπὲ πῶς ἔκλαιες ὅμως, ἀναστάντα χαίρουσα, πρώτη πῶς ἔβλεψας.
Διάσωσον,
ἐπιβουλῆς ἐναντίας θεόφρον καὶ κακίας πονηρᾶς τῶν δαιμόνων, Ἀκάκιε τοὺς σὲ πόθῳ
ὑμνοῦντας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ τεῖχος
θεοδώρητον, τῆς κώμης ἡμῶν προβάλλομέν σε Ὅσιε, ἐκτενῶς κραυγάζοντες· Ἀθλοφόρε
πρόφθασον, καὶ ἐκ παγίδων σῶζε τοῦ ἐχθροῦ, τοὺς σὲ ἐν πίστει τιμῶντας Ἀκάκιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκακίου τὰ λείψανα, πόθῳ
προσκυνοῦντες ἀπαρυόμεθα, νοσημάτων τὴν ἐπούλωσιν, καὶ παθῶν ἀδήλων ἐξαφάνισον.
Ἀκακίου τοῦ Μάρτυρος,
σπεύσωμεν εἰκόνα νῦν κατοπτεύοντες, τῷ προσώπῳ γὰρ προσβλέποντες, ὡραιότητα
καρδίας ἀποκτήσωμεν.
Ἀκακίου παθήματα, βλέποντες
τὰ τέκνα μὴ ἐξοργίζωμεν, τοῦ σατὰν γὰρ πονηρότατα, σπεύδει καὶ καλεῖ αὐτὰ εἰς
ἀπομάκρυνσιν.
Θεοτοκίον.
Θεονύμφευτε Ἄνασσα, Μήτηρ
τὴν νεότητα περιφύλαττε, τοὺς γονεῖς δὲ καθοδήγησον, ἵνα δίδωσι τοῖς τέκνοις τὰ
σωτήρια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάντα τὰ δεινά,
κατατρύχουσιν Ἀκάκιε, τὴν νεότητα καὶ ἕλκουσι σφοδρῶς, πρὸς ἀπογνώσεως ὁδοὺς
καὶ καταπτώσεως.
Ῥῦε παντελῶς, τὴν νεότητα
Ἀκάκιε, διαλύων τὰς σειρὰς τοῦ πονηροῦ, δι’ ὧν καταθέλγει, εἰς παθῶν αἰσχρότητα
μακάριε.
Φεύγει τροπωθείς, ὁ
ἀντίπαλος Ἀκάκιε, μαρτυρίου γὰρ ἐν αἵματι πνιγείς, τρέμει καὶ φοβεῖται,
Μάρτυρος δεήσεις.
Θεοτοκίον.
Ῥῦσαί με ἁγνή, ἐκ βελῶν τοῦ
πολεμήτορος, καὶ παθῶν δειναῖς ἐπιβουλαῖς, τέτρωμαι Παρθένε, καὶ φόβῳ Σοι
κραυγάζω.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκάκιε, προσφωνῶ σε
γνησίως, καὶ προβάλλομαι μεσίτην Κυρίῳ, ὅτι κακῶν, ἀκρασίας ἐπλήσθην, καὶ
καταγώγιον ἄσωτον γέγονα, παθῶν ὁρμῶν καὶ ἡδονῶν, κινδυνεύων εἰς τέλειον
θάνατον.
Ἀκάκιε, ὡς ἡ ἄσβεστος
πέτρα, ἡ καρδία μου τοῖς πάθεσι τρέμει, ἀλλὰ ποθῶν, τελικὴν σωτηρίαν, σὲ προσκαλοῦμαι
καὶ πόθῳ κραυγάζω σοι· κατάσβεσον ἐν δροσισμῷ, τῆς σῆς χάριτος ταύτης τὰ
βάσανα.
Ἀκάκιε, νεοσύστατον Πάτερ,
ἀδελφόν σε καὶ πατέρα καλοῦμεν· ὅθεν πρὸς σέ, καταφεύγει εἰκότως, καὶ ἡ νεότης
πατρίδος σου Ὅσιε, καὶ κράζομέν σοι ἐκτενῶς· ἵνα σκέπῃς ἡμᾶς ὡς πρεσβύτερος.
Θεοτοκίον.
Θεόνυμφε, Μητροπάρθενε
Κόρη, παρθενίας καθαρότατον ἄνθος, τὰς προσβολὰς ἀκαθάρτων δαιμόνων,
ἀποδιώκουσα σκέπε τὰ τέκνα Σου, καὶ δὸς αὐτοῖς τε καὶ ἡμῖν, καθαρώτατον βίον
Μητρόθεε.
Διάσωσον,
ἐπιβουλῆς ἐναντίας θεόφρον καὶ κακίας πονηρᾶς τῶν δαιμόνων, Ἀκάκιε τοὺς σὲ πόθῳ
ὑμνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀκακίου τὸν βίον
μανθάνοντες, παῤῥησίαν ἀδελφοὶ προσκτησώμεθα, ὥσπερ Μάρτυς καὶ ὁσιότητος καρπός, ἡμῖν προβάλλει ὡς φρουρός,
καὶ προστάτης κραταιός, τοῖς ἐν πίστει κραυγάζουσι· σκέπε τοὺς σὲ ὑμνοῦντας,
ῥῦε τοὺς ἐν ἀνάγκαις, καὶ τὴν νεότητα καλῶς, ἐκ παγίδων διαφύλαττε.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν
οἴκῳ Κυρίου, ἐν ταῖς αὐτοῦ ἐξανθήσει.
Καὶ τὸ Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν
φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν
ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν
μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς
μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς
ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε
οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ
ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ
γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά
μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τοῦ Ὁσιοάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὄλος δι’ ἀθλήσεως,
ἀνατεθεὶς τῷ Κυρίῳ, στέφος λιθοστόλιστον, ἀρεταῖς προσείληφας ὁσιόαθλε,
γυμνασθεὶς ἄριστα, μοναστῶν σκάμμασιν, ἐν τῇ Πόλει ἐκαρτέρησας, φρικτὰ γὰρ
βάσανα, φυλακαῖς καὶ κάρας ἀπότμησιν· ὅθεν καὶ κατέχεις, ὡς Μάρτυς παῤῥησίαν
πρὸς Χριστόν, καὶ θεραπεύεις νοσήματα, τῶν πιστῶς ὑμνούντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκάκιον τὸν θεῖον
κατέχοντες ἐν μέσῳ ὡς ἀδελφὸν ἀδελφοί, τιμήσωμεν πρεπόντως, δοξάσωμεν ἐντίμως,
καὶ Χριστῷ ἀνακράξωμεν· δέχου Χριστὲ ἐκτενεῖς, τοῦ Μάρτυρος δεήσεις.
Ἀκάκιον τὸν θεῖον τὸν νέον
ἐν Ὁσίοις καὶ κραταιὸν Ἀθλητήν, ἰδίας ἡμῶν κώμης, τὸν γόνον καὶ πατέρα, πρὸς
Χριστὸν ἀποστείλωμεν, ὡς πρεσβευτὴν ἱκανόν, ἐπιτελεῖν ἰάσεις.
Ἀκάκιε τρισμάκαρ οὐκ ἔχω
τὰς δυνάμεις ἵνα ὑμνῶ σε ὀρθῶς, πρεσβύτερος ὑπάρχεις, καὶ Μάρτυς χριστοφόρος,
διὰ κάρας ἀφαίρεσιν· δός μοι σοφίαν Πάτερ, καὶ βίου προστασίαν.
Θεοτοκίον.
Παρθένε Παναγία τοῦ Ἄθω
προστασία μοναστῶν ἡ παράκλησις, τὰ τέκνα τοῦ ἀγροῦ Σου, ὡς ἄνθη καρποφόρα,
φυτοκόμησον Δέσποινα, ἵνα πολύν Σοι καρπόν, προσφέρομεν Κυρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὲ ἀριστοῦχον, ἀθλητικῶν
παλαισμάτων, καὶ ἀγώνων ὁσιότητος Πάτερ, νῦν παρακαλοῦμεν, ἐκ μέσης τῆς
καρδίας.
Ὡς ἐπακούσας, τῆς μητρικῆς
νουθεσίας, μητρικὰς δεήσεις νῦν παμμάκαρ, δέχου καὶ παράσχου, τοῖς τέκνοις
προστασίαν.
Κάραν προσάγεις, θυσιάζων
Κυρίῳ, πᾶσαν κίνησιν καὶ νόημα νοός σου, κάθαρον οὖν Πάτερ, κἀμὲ τῶν λογισμῶν
μου.
Θεοτοκίον.
Θεογεννῆτορ, ἡ τὸν Σωτῆρα
τεκοῦσα, καταπράϋνον ὀργὴν ἐπερχομένην, ἔχεις γὰρ ὡς Μήτηρ, πολλὴν τὴν
παῤῥησίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀκάκιε θεόφρον, σπεῦδε
ἀπαλύνων, σωματικὰς ἀλγηδόνας τοῖς κάμνουσιν· ἔχεις γὰρ ὡς Μάρτυς, πολλὴν τὴν
παῤῥησίαν.
Ἀκάκιε θεόφρον, νεαρὰν
ἡλικίαν, ἐπιστήριξον διόρθωσιν παρέχων, αὐτοῖς ἤθους θεοφόρε, ἵνα Χριστὸν
δοξάζει.
Ἀκάκιε θεόφρον, ναρκώσεως
κακίας, καὶ νοσογόνων φαρμάκων διάσωζε, τοὺς ἀγνοοῦντας θεόφρον, δαίμονος
ἔνεδρα.
Θεοτοκίον.
Ἀκάκιε θεόφρον, Κυρίας
Θεοτόκου, ὡς προσταφεὶς τῇ εἰκόνι ἐκνέκρωσον, τὰς μηχανὰς καὶ ἀλάστορος ἔνεδρα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν
Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἀσβεστοχωρίου νέος βλαστός,
ποτισθεὶς δακρύων, καὶ αἱμάτων σου τοῖς κρουνοῖς, Μάρτυς χριστοφόρος, καὶ ὅσιος
ἐφάνης· ὅθεν καὶ σῆς πατρίδος, φρουρὸς ἀκοίμητος.
Κάλλος τῆς νεότητος
ἀρνηθείς, πόνοις μετανοίας καὶ τὴν κάραν ἀποτμηθείς, σὺν Χριστῷ ἀγάλλῃ, χορῷ
Νεομαρτύρων, μεθ’ ὧν καὶ συγχορεύεις, μάκαρ Ἀκάκιε.
Μάϊος χορεύει πλήρης χαρᾶς,
καὶ σοὶ πλέκει στέφος, ἀνθοφόρον ὡς ἀρετάς, σὺ τῆς μετανοίας, καὶ θείου
μαρτυρίου, πορφύραν τῷ Κυρίῳ, δίδεις Ἀκάκιε.
Πρὶν ἀθανασίας κλῆσιν
λαβών, νῦν τῆς ἀκακίας, ὤφθης τέμενος ἱερόν, πλύνας ἁμαρτίας, ἀρνήσεως θεόφρον,
αἱμάτων σου ῥανίσιν, Πάτερ Ἀκάκιε.
Χαίροις μοναζόντων
Ἀθωνιτῶν, καύχημα Μαρτύρων, καὶ Ὁσίων ὁ νεογνός, χαίροις νεαζόντων, παράδειγμα
καὶ κλέος, ἡμῶν δὲ πολιοῦχος, χαῖρε Ἀκάκιε.
Ταμεῖον ὑπάρχον τῶν ἀρετῶν,
τὸ Ἅγιον Ὄρος, σοὶ ἐδώρησε φυσικῶς, μετάνοιαν Πάτερ καὶ στεφάνους, τοῦ
μαρτυρίου καὶ τῆς ὁσιότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἐν ἀσβέστῳ χαρμονῇ,
Ἀσβεστοχωρίου τὸ γόνον, νῦν περιβάλλωμεν, ᾄσματα προσφέροντες αὐτῷ καὶ
λέγοντες· θεοδόξαστε Ὅσιε, Ἀκάκιε Μάρτυς, φύλαττε τοὺς δούλους σου καὶ ἀποκάθαρον,
πάσης προσβολῆς καὶ κηλῖδος, πόθῳ τοὺς τὴν θείαν σου μνήμην, ἐκτελοῦντας καὶ
προσκαλουμένους σε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου