ΙΟΥΝΙΟΣ ΙΗ΄!!
ΛΕΟΝΤΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους
στ’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ
Ἁγίου μάρτυρος. Ἦχος δ’. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ὡς ἀήττητον φρόνημα, Ἀθλοφόρε
Λεόντιε, εὐσεβείας χάριτι ἐνδειξάμενος, τῆς ἀσεβείας κατέβαλες, ἰσχὺν τὴν
ὀλέθριον, καὶ ἐδόξασας Χριστόν, τῇ γενναίᾳ ἀθλήσει σου· Ὃν ἱκέτευε, ἐκ φθορᾶς
καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην
σου.
Τῷ ὡραίῳ τοῦ σώματος, τῆς ψυχῆς
τὴν εὐπρέπειαν, Ἀθλητὰ Λεόντιε καθυπέδειξας, καὶ τῇ συνέσει κοσμούμενος, καὶ
τρόπων χρηστότητι, ἐστρατεύθης τῷ Χριστῷ, καὶ στρατείαν κατέλιπες, τὴν
ἐπίγειον, καὶ ἀθλήσεως ὅπλοις τοῦ δολίου, τὰ στρατεύματα καθεῖλες, καὶ νίκης
τρόπαιον ἤγειρας.
Καὶ τοῖς βάκλοις τυπτόμενος, καὶ
εἱρκταῖς συγκλειόμενος, καὶ πολλαῖς κολάσεσιν ἀλγυνόμενος, καὶ ἐπὶ ξύλου
κρεμάμενος, καὶ λίθῳ βαρούμενος, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας,
ἀλλ’ ἀνέδραμες, πρὸς τὰ ἄνω Βασίλεια ἐν δόξῃ, ὑπὲρ πάντων ἱκετεύων,
Μεγαλομάρτυς Λεόντιε.
Ἕτερα. Ἦχος πλ.
δ'. Τὶ ὑμᾶς καλέσωμεν
Τὶ σε ὀνομάσωμεν ἔνδοξε; τῆς
Ἑλλάδος προσφοράν, ὡς ὡρμημένον ἀπ' αὐτῆς, τῆς Φοινίκης καθαρμόν, ὡς τεθυμένον
ἐν αὐτῇ, φωστῆρα, ὡς ἐν σκότει ἐξαστράψαντα, γενναῖον, ὡς ἀήττητον τοῖς
πλήττουσι. Πολύτροπός σου ἡ εὔκλεια, Λεόντιε παμμακάριστε, ἱκέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Τὶ σε ἀθλοφόρε προσείπωμεν,
στρατιώτην τοῦ Χριστοῦ, ὡς καθαιρέτην τῶν ἐχθρῶν, βασιλέα τῶν παθῶν, ὡς
εὐσεβείας ἀθλητήν, τροφέα, τῶν πεινώντων ὡς φιλόπτωχον, δικαίων, ἐραστὴν ὡς
οὐρανόφρονα· Ποικίλα σου τὰ παθήματα, λαμπρότερα τὰ παλαίσματα, ἱκέτευε, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶς σε οὐ θαυμάσει Λεόντιε; ὅτι
ἔνοικον λαβών, τῆς ἀληθείας τὴν πηγήν, ποταμοὺς εὐεργεσίας, ἀναβλύζεις τοῖς
πιστοῖς, καὶ πᾶσιν, ἀναργύρως ἀνεπίφθονα, προσφέρεις τοῖς διψῶσι τὰ δωρήματα,
εὐφραίνεις δὲ τοὺς μετέχοντας, ὑδάτων τῶν τῆς χρηστότητος, ἱκέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος β΄.
Στρατηγικῇ τετιμημένος ἀξίᾳ,
μαρτυρικῇ διέπρεψας ἀνδρείᾳ, ὡς νομίμως ἀθλήσας, Μεγαλομάρτυς Λεόντιε. Τὰ γὰρ
ὅπλα τοῦ φωτὸς ἀναλαβών, καθεῖλες τοῦ σκότους τὸν ἄρχοντα, καὶ τὸν Χριστὸν
ὡμολόγησας, γλώσσῃ εὐθαρσεῖ, καὶ πεπαῤῥησιασμένῃ ψυχῇ. Καὶ ὡς ἀδάμας στεῤῥός,
τὰς ἐπιφορὰς τῶν ἀλγηδόνων ἐνεγκών, καιρίως ἐτραυμάτισας, τὸν ἀρχαῖον
πτερνιστήν· διὸ Χριστὸς ὁ Κύριος, ὁ δοξασθείς σου τοῖς μέλεσιν, ἀθανάτου δόξης
σε ἠξίωσε, καὶ ἀφθάρτων, στεφάνων. Ὃν ἱκέτευε, Ἀθλητὰ μακάριε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως
Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς
ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς
μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ
ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως
λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας,
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει
αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην,
καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος
ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, τὸν εὐσεβῶς ἀγωνισάμενον, καὶ
τὴν ἀπάτην καθελόντα, Λεόντιον τὸν ἔνδοξον, ᾀσματικῶς τιμήσωμεν· ἀπτοήτῳ γὰρ
φρονήματι ὑπελθὼν τὸν ἀγῶνα, τῆς εὐσεβείας τὴν λαμπρότητα, πᾶσιν ὑπέδειξεν. Καὶ
τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ἑνώσει ὑπερβὰς τοῦ κρείττονος, βασάνων ὑπερεῖδε τὸ
ἄλγος, καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἠξίωται. Αὐτοῦ Χριστὲ ἱκεσίαις, δίδου ἡμῖν τὰ
ἐλέη Σου, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἦχος β’ .
Τὴν ἀπανθοῦσαν ἀποῤῥίψας δόξαν, τὸν τοῦ Σωτῆρος ἠγάπησας
ζυγόν, καὶ τοῖς ἴχνεσιν Αὐτοῦ πεπόρευσαι, θεολήπτῳ ψυχῇ. Στεῤῥοτάτῃ γὰρ καρδίᾳ,
μαρτυρικὸν ὑπῆλθες στάδιον, καὶ τῇ ἄνωθεν ῥοπῇ, κατηγωνίσω τὸν ἀντίπαλον· ὡς
γὰρ ἄσαρκος ἤνεγκας, ῥαβδισμοὺς καὶ ξέσεις, τῆς φθορᾶς ἀποξέων τὸ κάλυμμα, καὶ
τῷ Χριστῷ τελεώτερον ἐγγίζων. Τῷ γὰρ ἔρωτι Αὐτοῦ πάντα ἔφερες, καὶ τῆς ἄνω εὐκλείας,
ἐπαξίως ἐτρύφησας. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Ἀθλοφόρε Λεόντιε, τοὺς πιστῶς σε
μακαρίζοντας.
Ἦχος γ’ .
Τῇ στρατείᾳ τῆς πίστεως, σεαυτὸν κατέλεξας, τῆς εὐσεβείαις
ταῖς πράξεσι, τὴν ψυχὴν ἐκόσμησας, παμμακάριστε Μάρτυς Λεόντιε. Καὶ στρατιώτης
εὐσθενής, τοῦ Σωτῆρος γενόμενος, ἀθλητικοῖς ἀγῶσιν ἠρίστευσας, καὶ τὰ στίγματα
Αὐτοῦ, τῇ σαρκί σου ἐβάστασας. ᾯ καὶ προσενήνοχας, τῇ ἐν σοὶ λαμπρότητι, ὡς
θυσίαν καθαράν, Ὑπάτιον καὶ Θεόδουλον, τὴν πλάνην μισήσαντας, καὶ τὸν Σταυρὸν
Αὐτοῦ ποθήσαντας· μεθ’ ὧν καλῶς ἀγωνισάμενος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος δ’ .
Μαρτυρικοῖς ὁμιλήσας πόνοις, τοῦ ἐχθροῦ καθεῖλες τὸ
φρύαγμα, ψυχικῇ ἀνδρείᾳ, καὶ ἀλγηδόνων ὑπεροψίᾳ, καὶ λόγων σοφίᾳ, Ἀθλητὰ
Λεόντιε· ἐν ἀσθενείᾳ γὰρ σαρκός, τοῦ Σταυροῦ ἐνδεδυμένος τὸ κράτος, περιφανῶς
ἠνδραγάθησας, ἐν τῷ καιρῷ τῆς ἀθλήσεως. Καὶ νίκης τρόπαιον μέγα ἐγείρας,
μεγάλων ἐπάθλων ἠξίωσαι, καὶ τῆς ἐν μεθέξει ἀῤῥήτῳ θεώσεως· διὸ τοὺς τιμῶντας
τὴν μνήμην σου, ῥῦσαι πάσης περιστάσεως, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β’ .
Τοῦ μαρτυρίου τὴν ὁδόν, ἀπροσκόπως βαδίσας, τοῦ ἐχθροῦ τὰς
πορείας ἐστένωσας, τῷ πλατυσμῷ τῶν ἀγώνων, ἀξιάγαστε Μάρτυς Λεόντιε· ὅλον γὰρ
σαὐτὸν Χριστῷ ἀνέθου, καὶ ὡς οὐδὲν ἡγήσω τὰς τῶν δεινῶν ἐπιφοράς, τῇ θείᾳ
κουφιζόμενος ἀγάπῃ. Καὶ ἐν πᾶσι δόκιμος φανείς, καὶ ἐν ἄθλοις ὡς χρυσὸς
δοκιμασθείς, οἰκείῳ αἵματι Χριστὸν ἐδόξασας, καὶ πρὸς τὴν ἄνω μητρόπολιν
ἔδραμες· διό σου τὴν ἄθλησιν γεραίροντες, τὸν σὲ στεφανώσαντα δοξάζομεν.
Καὶ νῦν.
Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα,
μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξῃ, διαλάμπων τῇ φθαρτῇ, δόξης
ἐραστὴς τῆς ἀφθάρτου, ὤφθης Λεόντιε· ἔνθεν ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι,
μαρτυρίου τοῖς σκάμμασι, πάντων ἀλογήσας, καὶ ἀπαρνησάμενος, κόσμου τερπνότητα·
ὅθεν, οὐρανίων στεφάνων, μέτοχος ἐδείχθης θεόφρον, καὶ Ἀγγέλων δήμοις
συνηρίθμησαι.
Στ.:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πόνους, ἐνεγκὼν τοὺς τῆς σαρκός,
ξέσεις χαλεπὰς καὶ ὀδύνας, τῶν μαστιγώσεων, πᾶσαν ἀπεῤῥάπισας, ἐχθροῦ τὴν
ἔνστασιν, καὶ καλῶς τὸν ἀγῶνά σου, τελέσας παμμάκαρ, χαίρων ἀνελήλυθας, πρὸς τὰ
οὐράνια, δήμοις, Ἀθλητῶν συγχορεύων, καὶ ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν ἀνευφημούντων
σε Λεόντιε.
Στ.:
Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς
οἴκου Θεοῦ ἡμῶν.
Χαίροις, στρατιῶτα τοῦ Χριστοῦ, ὁ
τὰς παρατάξεις ὀλέσας, τοῦ κοσμοκράτορος, ὅπλοις τῆς ἀθλήσεως, ἀνδρειοτάτῃ
ψυχῇ, Ἀθλοφόρε Λεόντιε, κλέος Ἀθλοφόρων, καὶ μέσιτης κράτιστος, ἡμῶν πρὸς
Κύριον. ᾯ μὴ διαλίπῃς πρεσβεύων, ῥύεσθαι ἠμᾶς πάσης βλάβης, τοὺς εἰλικρινῶς σε
μακαρίζοντας.
Δόξα. Ἦχος πλ.
δ΄.
Τῆς ἀληθείας τὴν ἰσχύν,
θωρακισμάμενος ἔνδοξε, τὸν τοῦ ψεύδους καθεῖλες προστάτην, ἀθλητικοῖς ἀγῶσιν,
Ἀθλοφόρε Λεόντιε. Οὐδόλως γὰρ ἐπτόησαι, τῶν ἐναντίων τὰς ἀπειλάς, ἀλλ’ ἀπτοήτως
ἔδραμες, τοῦ μαρτυρίου τὸ στάδιον, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ὁλικῶς
ἀφορῶν. Καὶ νῦν τοῦ πόθου εἰληφὼς τὸ πέρας, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις
τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Ῥώμην ἔνθεον, διεζωσμένος,
ἐθριάμβευσας, ἐν τοῖς ἀγῶσιν, ἀθλοφόρε τοῦ Σωτῆρος Λεόντιε·
σὺ γὰρ ὡς λέων πρὸς ἄθλησιν ὥρμησας, καὶ πολεμίων τὸ κράτος κατέβαλες. Μάρτυς
ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου
καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς
φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’
Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς λέων πεποιθώς, τοῦ Χριστοῦ τῇ
ἀγάπῃ, ἐχώρησας σοφέ, πρὸς ἀθλήσεως πόνους, καὶ ἤθλησας στεῤῥότατα, Ἀθλοφόρε
Λεόντιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὡς στρατιώτην σε
θεῖον, Χριστοῦ μακαρίζομεν.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Συνέλαβες γαστρί, διὰ λόγου τὸν
Λόγον, καὶ τέτοκας Αὐτόν, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν κόσμον ἐκλυτρούμενος,
ἀλογίας πανάμωμε· ὅθεν λόγοις σε, μελῳδικοῖς ἀνυμνοῦμεν, ὡς ἂν ἄχραντε, ταῖς
Σαῖς πρεσβείαις ῥυσθῶμεν, παθῶν κατακρίσεως.
Μετὰ τὴν β’
Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Καθάπερ θεῖος στρατηγὸς καὶ
θεόφρων, τῇ οὐρανίῳ ἐστρατεύθης στρατείᾳ, Μεγαλομάρτυς Ἅγιε Λεόντιε· ὅθεν
καταβέβληκας, πολεμίων τὰ στίφη, ὅπλοις θείας πίστεως, ἐναθλήσας νομίμως· καὶ
νῦν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι, τοὺς σὲ μακαρίζοντας.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Ὥσπερ καθέδρα καὶ πυρίμορφος θρόνος,
τοῦ Βασιλέως καὶ Δεσπότου τῶν ὅλων, σωματωθέντα Κόρη ἐξ αἱμάτων Σου, φέρεις ἐν
ἀγκάλαις Σου, διὰ σπλάγχνα ἐλέους· Ὃν δυσώπει πάντοτε, οἷα μήτηρ Παρθένε, ἡμῖν
διδόναι λύσιν τῶν παθῶν, καὶ τῶν πταισμάτων, τὴν ἄφεσιν ἄχραντε.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ταῖς αἰκίαις τοῦ σώματος
ἐτραυμάτισας, τὸν τραυματίσαντα πάλαι παρακοῇ τὸν Ἀδάμ, καὶ ἐδόξασας Χριστὸν
πόνοις ἀθλήσεως· ὅθεν τὴν ἄπονον ζωήν, καὶ τὴν δόξαν τοῦ Θεοῦ, ἀξίως
κατεκληρώσω, Λεόντιε Ἀθλοφόρε, καλῶς τελέσας τὸν ἀγῶνά σου.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Τὴν ὑπέρθεον φύσιν ἐν τῇ νηδύϊ
Σου, δεξαμένη Παρθένε ὥσπερ ἡ βάτος τὸ πῦρ, ἀπεκύησας ἡμῖν Χριστὸν τὸν Κύριον,
ἐν οὐσίαις μὲν δυσίν, ὑποστάσει δὲ μιᾷ, ἀτρέπτως ἀναλλοιώτως, ἀνακαινίζοντα
κόσμον, πρὸς τὴν ἀρχαίαν ὡραιότητα.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.:
Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς
οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον,
Μαρτυρικόν.
Ὁ Ν’
ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ἀθλοφόρε Λεόντιε, τῷ πυρὶ τῆς
ἀγάπης τοῦ Χριστοῦ ἀναφλεχθείς, τῶν ἐν κόσμῳ ἀξιωμάτων, ὑπερεῖδες τὴν σχέσιν,
καὶ ὑλικῆς περιφανείας τὸν ὄγκον, καὶ τῆς ἐν Χριστῷ ζωῆς, ᾑρετίσω τὴν
οἰκείωσιν, ὡς πηγὴν τῶν ἀγαθῶν, καὶ ἀληθοῦς εὐκληρία ἀρχήν. Καὶ οἰκείοις
αἵμασι, τῶν ἀρετῶν τὴν στολὴν πορφυρώσας, νικηφόρος ἀνέδραμες, ὡς Ἀθλητὴς
ἀήττητος, πρὸς οὐράνιον νυμφῶνα· διὸ δυσωποῦμέν σε· μὴ παύσῃ πρεσβεύων Χριστῷ,
ῥύευσθαι ἡμᾶς πάσης θλίψεως.
Εἶτα,
οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων):
Νίκη Θεός σοι καὶ γέρας Λεόντιε. Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος δ'.
ᾌσομαί σοι Κύριε.
Νόμοις ἐγκωμίων ἡ ἀρετή σου, οὐχ
ὑποπίπτει τοῦ Χριστοῦ, θεράπον Λεόντιε· αὐτὸς γὰρ σοι ἐγκώμιον, καὶ ὄλβος
ἀναφαίρετος.
Ἰέμενος Μάκαρ τῶν ὑπὲρ φύσιν, τὴν
ἀκηλίδωτον ψυχήν, παρθένῳ τῷ σώματι, κοσμήσας πρὸς τὴν ἄνοδον, εὐσταλῆ
κατεσκεύασας.
Κράτος ἀπηνέγκω κατὰ τῆς πλάνης,
τῇ εἰς τοὺς Μάρτυρας τιμῇ, γεραίρων ὁσίως, ἀοίδιμε Λεόντιε, τὸν ἀεὶ σοι ποθούμενον.
Θεοτοκίον
Πῶς σε μακαρίσωμεν Θεοτόκε, τὴν
ὑπερτέραν οὐρανοῦ, καὶ πάσης τῆς κτίσεως; Υἱὸν γὰρ ἐγέννησας, τὸν πλάστην καὶ
Θεὸν ἡμῶν.
ᾨδὴ γ. Τόξον
δυνατῶν ἠσθένησε
Ἦθος εὐσταθὲς καὶ φρόνημα, χάριν
τε θεόθεν κεκτημένος Λεόντιε, ἀνεδείχθης τῆς ἀληθείας, ἀθλητὴς καὶ Μάρτυς
ἄριστος.
Θέσθε τὰς ψυχὰς τῷ ζῶντι Θεῷ,
τοῖς συστρατιώταις ἀνεφώνεις Λεόντιε, Βασιλεῖ τε τῷ αἰωνίως, διαμένοντι
στρατεύεσθε.
Ἔῤῥει εὐσεβείας ῥήματα, ἡ
μελισταγὴς καὶ φιλόθεος γλῶσσά σου, τοῖς δὲ δούλοις τῆς ἀσεβείας, βλασφημεῖν
ἐνδιεβάλλετο.
Θεοτοκίον
Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν
Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ
ἄνθρωπον.
Κάθισμα. Ἦχος
δ'. Ταχὺ προκατάλαβε.
Σταυρὸν ὥσπερ θώρακα,
ἀναλαβόμενος πρὸς πάλην ἐχώρησας, τῶν ἀοράτων ἐχθρῶν, γενναίως τε ἤθλησας· ὅθεν
ἐξαφανίσας, τὴν αὐτῶν δυναστείαν, ἔπαθλον ἐκομίσω, τῶν θαυμάτων τὴν χάριν,
πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς, Μάρτυς Λεόντιε,
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Ἐχθροῖς ἀντιτάχθητι, τοῖς
πολεμοῦσιν ἡμῖν· δεινῶς γὰρ ἐπέθεντο, τῇ κληρουχίᾳ τῇ σῇ, πανάχραντε Δέσποινα,
ὄλεσον σαῖς πρεσβείαις, τῶν βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν σου,
φιλοπόλεμα ἔθνη, τῷ νεύματί σου τούτους πάντας ἀφάνισον.
ᾨδὴ δ'. Τοὺς
οὐρανοὺς ἡ ἀρετή σου
Ὁ τῷ θυμῷ τῷ δεισιδαίμονι
ὑπόσπονδος, σὲ τὸν πόθῳ τῷ θείῳ πληρούμενον Χριστοῦ, ἀνηλεῶς ᾐκίζετο, Μάρτυς
ἀθλοφόρε Λεόντιε.
Συνεκροτεῖτο παῤῥησίᾳ σοι
Λεόντιε, ὑπὲρ τῆς ἀληθείας κινδυνεύοντι, μεθ' ἧς τομῆς καὶ καύσεως, πάσης
κατετόλμας ἀοίδιμε.
Σὲ σαγηνεύειν καὶ ζωγρεῖν πρὸς
τὴν ἀλήθειαν, θαρσαλέως ἀντέφης, ὡς μακαριστὸν τὸν ἀπειλοῦντα ἤγημαι, Μάρτυς
Ἀθλοφόρε Λεόντιε.
Θεοτοκίον
Χερουβικῶν ταγμάτων ὑπερέχουσα,
καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε
πανύμνητε.
ᾨδὴ ε'. Ὁ
κτησάμενος ἡμᾶς.
Ἱερεῖον πρὸς σφαγήν, ἑτοιμότατον
ἀχθείς, Λεόντιε πανένδοξε, τυραννικοῦ πρὸ βήματος, ὑπὲρ Χριστοῦ αὐθαιρέτως
παρίστασο.
Καθελεῖν σου τὸ στεῤῥόν, ἐπειρᾶτο
τῆς ψυχῆς, τῆς πλάνης ὁ ὑπεύθυνος, τὸν σταυρωθέντα Κύριον, ὥσπερ κακοῦργον
βροτὸν λοιδορούμενον.
Ἀπολέσθωσαν θεοί, οἱ τὴν γῆν καὶ
οὐρανόν, σαφῶς μὴ τεκτηνάμενοι· ὁ σταυρωθεὶς ἁπάντων γάρ, Δημιουργὸς ἐστι
Μάρτυς ἀντέλεγες.
Θεοτοκίον
Ἡ Θεὸν ὑπερφυῶς, συλλαβοῦσα ἐν
γαστρί, Παρθενομῆτορ ἄχραντε, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, τοῖς Θεοτόκον σε ὕμνοις
δοξάζουσιν.
ᾨδὴ ς'. Ἐβόησε,
προτυπῶν
Ἱλαρὸς μέν, τοῖς προστρέχουσι
πίστει Λεόντιε, καὶ τὸν λόγον, ἠρτυμένος τῷ θείῳ σου ἅλατι, ἰταμώτατος δὲ τοῖς
ἐχθροῖς τοῦ Χριστοῦ ἀνεδείκνυσο.
Γεγηθὼς μέν, ὁ πιστός σου θεράπων
Λεόντιος, ἀπεδίδου, τὸ μαρτύριον τῆς βασιλείας σου, ἀλλ' οὐκ ἔφερον, οἱ ἐχθροί
σου Χριστὲ τὴν ἀλήθειαν.
Ἐξήπτοντο, τῷ θυμῷ ὥσπερ θῆρες οἱ
ἄνομοι, καὶ τὰς χεῖρας, ἐπετίθουν ὡς ἀρνίῳ τῷ Μάρτυρι, ἐπειγόμενοι, διασπᾶν
ἀφειδῶς τὸν ἀήττητον.
Θεοτοκίον
Δεόμεθα ὑπὲρ τῶν ἱκετῶν σου
ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ καὶ μόνην, προστασίαν
ἡμῶν ἐπιστάμεθα.
Κοντάκιον. Ἦχος
γ'. Ἡ Παρθένος σήμερον.
Τῶν τυράννων ἤλεγξας, τὰς πονηρὰς
ἐπινοίας, καὶ Ἑλλήνων ᾔσχυνας, τὴν ἀθεώτατον πλάνην, ηὔφρανας τὰς τῶν Ἀγγέλων
χοροστασίας, ἴασιν τῶν νοσημάτων πιστοῖς παρέχεις· διὰ τοῦτό σου τὴν μνήμην,
τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.
Ὁ Οἶκος.
Ἐνδεδυμένος τοῦ Χριστοῦ, τὴν
θείαν πανοπλίαν, κατέβαλες τῶν δυσμενῶν, τὰς παρατάξεις μάκαρ, καὶ ἠγωνίσω
ἀνδρικῶς, ὡς στρατηγὸς περιφανής, ὑπὲρ τῆς εὐσεβείας. Τῶν γὰρ φθαρτῶν ὑπεριδὼν
τὴν κοινωνίαν, πρὸς τὰς ἀφθάρτους ἀνεπτερώθης δωρεάς, θεολήπτῳ ψυχῇ, καὶ
στεῤῥοτάτῃ γνώμῃ. Καὶ ἤθεσι σεμνοῖς διαπρέπων, καὶ Εὐαγγελικοῖς κοσμούμενος
τρόποις, τοῦ Χριστοῦ τὸ πάθος ἐδόξασας, ἀθλητικοῖς ἀγῶσι, καὶ πίστεως ὁμολογίᾳ.
Πᾶσαν γὰρ ἐπιφορὰν βασάνων ὑπέμεινας, καὶ τοῦ ἐχθροῦ τὴν μανίαν ἐφαύλισας, καὶ
ἐπαξίων ἐπάθλων ἔτυχες· διὸ καὶ ἡμεῖς, τὴν μνήμην σου τιμῶμεν πόθῳ, σοφὲ
Λεόντιε.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Λεοντίου καὶ τῶν σὺν αὐτῷ Ὑπατίου καὶ Θεοδούλου
Ἄκμων τὸ σῶμα τοῦ Λεοντίου τάχα,
ἄκμων σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας.
Ἐλευθερόφρων Θεόδουλος πρὸς ξίφος,
τοιοῦτον ὄντα καὶ τὸν Ὕπατον βλέπει.
Ὀγδοάτῃ δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ.
Οὗτος
τὴν μὲν γέννησιν ἔσχεν ἐξ Ἑλλάδος· μεγέθει δὲ σώματος συναυξηθεῖσαν ἔχων ἀλκὴν
καὶ ῥώμην, τοῖς στρατιωτικοῖς καταλόγοις ἐτάχθη. Ἐν δὲ τῷ πολεμεῖν, καὶ τοῖς
ἐναντίοις ἐμπλέκεσθαι, ἀνδρεῖος, καὶ πολλάκις τρόπαια στήσας. Δόξαν δὲ καὶ
σύνεσιν ἔχων, καὶ λογισμὸν ἔμφρονα, τῇ στρατηγικῇ στολῇ, καὶ τοῖς παρασήμοις
κατεκοσμήθη. Διατρίβων δὲ ἐν Τριπόλει τῇ κατὰ τὴν Ἀφρικὴν, ταῖς βασιλικαῖς
σιτήσεσι καὶ φιλοφροσύναις ἔδεξιοῦτο τοὺς πένητας, καὶ γνησίως καὶ εἰλικρινῶς
ἐλάτρεύε τῷ Θεῷ.
Περὶ
τούτου μαθὼν ὁ ἡγεμὼν τῆς Φοινίκης Ἀνδριανὸς, ὅς ἧν κατὰ τοὺς καιροὺς
Οὐεσπεσιανοῦ, ἀποστέλλει πρὸς αὐτὸν Ὑπάτιον Τριβοῦνον, μεθ’ ἑτέρων δύο
στρατιωτῶν, ὧν ὁ ἕτερος Θεόδουλος ἐκαλεῖτο. Ἐν δὲ τῷ πορεύεσθαι, πυρετῷ λαύρῳ ὁ
Ὑπάτιος συσχεθεὶς, ἄνωθεν ἐνεχθείσης φωνῆς, Ἀγγέλου τε ἐπιφανέντος αὐτῷ,
ἤκουσεν: Εἰ μέλλει τῆς νόσου ἀπαλλαγήσεσθαι, τρίτον ἐπικαλέσασθαι εἰς βοήθειαν
τὸν τοῦ Λεοντίου Θεόν. Τῆς δὲ φωνῆς ταύτης ἐν αἰσθήσει καὶ ὁ Θεόδουλος γέγονε.
Καὶ
δὴ τυχὼν τῆς ἰάσεως ὁ Τριβοῦνος, ἐπεὶ κατέλαβε τὸν Ἅγιον ἅμα τοῖς σὺν αὐτῷ, τὸ
μὲν πρῶτον, Λεόντιον ἀγνοῶν, ὅς τίς ἐστι, παρ’ αὐτοῦ ἐξενίσθη. Ἐπιζητοῦντι δὲ
αὐτὸν, καὶ λέγοντι κατὰ προσποίησιν, ὅτι ἐστὶ φίλος ἑαυτοῦ τε καὶ τῶν θεῶν, ὁ
Ἅγιος εἶπεν: Ἑαυτὸν μὲν εἶναι τὸν ζητούμενον Λεόντιον, εἶναι δὲ τοῦ Χριστοῦ
δοῦλον, τοὺς δὲ λεγομένους θεοὺς ἀποβδελύττεσθαι. Ἀκούσαντα δὲ ταῦτα τὸν
Τριβοῦνον, καὶ τὸν Θεόδουλον, προσπεσεῖν τῷ Ἁγίῳ, καὶ αἰτεῖσθαι παρ’ αὐτοῦ τὴν
χάριν τῆς ἐν Χριστῷ οἰκειώσεως. Εὐξαμένου δὲ τοῦ Ἁγίου ὑπὲρ αὐτῶν, ἐξ οὐρανοῦ
νεφέλην ὕδατος λέγεται ἐλθεῖν, καὶ φωτίσαι αὐτοὺς, καὶ λευκὰς ἐνδύσαι στολάς·
ἐφ’ ᾧ τοὺς ἀπίστους ταραχθέντας, μηνύσαι πάντα τῷ ἡγεμόνι Ἀνδριανῷ.
Ὁ
δὲ τούτους παραστησάμενος, ἐπεὶ νουθετπων ἀποστῆναι τῆς τοῦ Χριστοῦ πίστεως οὐκ
ἔπεισε, τὸν μὲν Ἁγιον Ὑπάτιον ἀναρτηθῆναι καὶ ξέεσθια ἐκέλευσε, καὶ τὸν Ἅγιον
Θεόδουλον σπαθίζεσθαι, καὶ οὕτω τὰς κεφαλὰς ἐκτμηθῆναι. Ὁ δὲ Μεγαλομάρτυς
Λεόντιος, πρῶτα μὲν τύπτεται βάκλοις· εἶτα, ταῖς παρακλήσεσι τοῦ τυράννου καὶ
κολακείαις μὴ προσχὼν, ἀλλὰ καταγελάσας αὐτὸν, τύπτεται σφοδρῶς. Μετὰ ταῦτα
κρεμασθεὶς, ἐπὶ πολὺ ξέεται, καὶ λίθῳ τῷ τραχήλῳ βαρυνθεὶς, καὶ τυπτόμενος, τω
Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου
Πολλῶν βασάνων Aἰθέριε λαμβάνεις,
τὰς ἀνταμείψεις ἐν πλάτει τοῦ αἰθέρος.
Οὗτος
ἧν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Διαβληθεὶς οὖν, παρέστη Ἐλευσίῳ τῷ ἄρχοντι,
καὶ τὸν Χριστὸν ὁμολογήσας, τείνεται, καὶ λαμπάσι πυρὸς καταφλέγεται, καὶ
τριβόλοις σιδηροῖς πυρωθεῖσι τὰς μασχάλας διακαίεται, καὶ κατὰ τὸν νῶτον καὶ τὰ
στέρνα καὶ τοῖς μυκτῆρσιν ὀγκίνους εἰσδέχεται, καὶ ἐν χαλκῷ τάπητι πυρωθέντι
ἁπλοῦται, καὶ ἐκ τούτων πάντων Ἀγγέλου ἐπιστασίᾳ λυτροῦται, εἰθ’ οὕτω τὴν
κεφαλὴν τέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ἐράσμου
Θνήσκων Ἔρασμος, ἡδέως ἔχω λέγει,
ἐράσμιον γάρ, ἔστι μοι τὸ τεθνάναι.
ἐράσμιον γάρ, ἔστι μοι τὸ τεθνάναι.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι Δύο
Μάρτυρες οἱ ἐκ Κύπρου,
τοὺς πόδας καυθέντες τελειοῦνται.
Kαῦσιν ποδῶν στέξαντες εἰς ὥραν μίαν,
αἰωνίως χαίρουσι Μάρτυρες δύω.
αἰωνίως χαίρουσι Μάρτυρες δύω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ ποιμένος, τοῦ κειμένου πέραν τοῦ Ἄστεος
Ποιμὴν ὑπάρχων νῦν παρέστης Ποιμένι,
τῷ Ποιμενάρχῃ ὦ Λέοντι εὐθύφρον.
τῷ Ποιμενάρχῃ ὦ Λέοντι εὐθύφρον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Λεόντιος ὁ ἐν τῇ Μονῇ
Διονυσίου τοῦ Ἁγίου Ὄρους ἀσκήσας, καὶ τῆς Μονῆς μὴ ἐξελθὼν ἐν χρόνοις
ἑξήκοντα, καὶ προφητικοῦ χαρίσματος ἠξιωμένος, καὶ μυροβλύτης γενόμενος μετὰ
θάνατον, ἐν εἰρήνῃ τελειοῦται.
Τὰ μύρα βλύζειν ὦ Λέοντι ἐκ τάφου
καθαρότητος σῆμά ἐστί σῆς ἄκρας.
Οὗτος
ἑξήκοντα χρόνους δὲν ἐξῆλθεν ἀπὸ τὸ μοναστήριον· καὶ διορατικοῦ καὶ προφητικοῦ
χαρίσματος ἀξιωθεὶς, μετὰ θάνατον ἔβλυσε μῦρον ἀπὸ τὰ θεῖά του λείψανα, ὡς
ἱστορεῖ ὁ ἱερὸς Μαλαξὸς ὁ πρωτοπαπᾶς Ναυπλίου. Ἔζη δὲ ὁ Ὅσιος οὗτος ἐπὶ τοῦ
πατρὸς τοῦ Μαλαξοῦ, περὶ τὰ διακόσια τριάκοντα ἤδη ἔτη.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Δέκα Ὀκτὼ Μαρτύρων
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λεοντίου
τοῦ Κανονάρχου, τῆς Λαύρας
τῶν Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ
διασώσας ἐν πυρί.
Ῥωμαλεότητι φρενῶν, ὥσπερ οἱ
αἰχμάλωτοι Παῖδες, σὺν τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην ἐπάτει Λεόντιος,
ἀναμέλπων σοι Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἀπροσπαθείᾳ τῆς σαρκός,
ἐπιλελησμένος εὐτόνως, τοὺς αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος Μάρτυς
ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Σοφίᾳ πόθῳ τε Χριστοῦ, φύσεως
βιαίως κρατήσας, τῆς ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον, ἀναμέλπων
Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Τριαδικόν
Λόγον καὶ Πνεῦμα σὺν Πατρί, μίαν
τρισυπόστατον φύσιν, θεολογῶν ὁ ἀκλινής, καὶ ἀήττητος Μάρτυς ἐκραύγαζεν·
Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ
ὑπερφυῶς, δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα,
εὐσεβῶς ἀνυμνήσωμεν, ὡς μητέρα γενομένην τοῦ πάντων Κτίστου.
ᾨδὴ η'. Τὸν ἐν
τῷ Σταυρῷ προσηλωθέντα.
Ἔφερε σαρκὸς πληγὰς ὁ Μάρτυς, καὶ
τὸν ἀσώματον ἐχθρόν, σφοδρότερον ἡνία, μέλπων· Ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν
ἡμῶν εἰς τοὺς αἰῶνας.
Ὄρθιον τὸν νοῦν πρὸς τὸν
Δεσπότην, ἐν ταῖς βολαῖς τῶν ἀκανθῶν, ἀνέτεινας τῷ πόθῳ, Μάρτυς· Ὑπερυψοῦτε,
βοῶν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Νίκη σοι Χριστὸς ὑπάρχει Μάρτυς,
ὃν ταῖς αἰκίαις τῆς σαρκός, ἐδόξασας κραυγάζων· Πάντες ὑπερυψοῦτε, Χριστόν, τὸν
Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν ἐκ τῆς Ἁγνῆς τεχθέντα Λόγον,
καὶ δωρησάμενον ζωήν, τῷ γένει τῶν ἀνθρώπων· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν
Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ὁ τόκος
σου ἄφθορος.
Τριάδος θεράπων ἀνεδείχθης,
λατρεύσας Λεόντιε ἀμέμπτως, ᾧ καὶ πᾶν γόνυ κάμπτει, οὐρανίων ἐπιγείων
καταχθονίων, ὃν ἀνυμνοῦντες, ὡς Σωτῆρα μεγαλύνομεν.
Ἰδεῖν ἐφιέμενος ἀϋλως, προσώπῳ
ἀνακεκαλυμμένῳ, τοῦ Κυρίου τὴν δόξαν, τὰς ἀρχὰς ἀπεξεδύσω καὶ ἐξουσίας, μίαν
κηρύξας, Τρισυπόστατον Θεότητα.
Εὐφράνθη τῇ σῇ ὁμολογίᾳ, καὶ σὲ
ὡμολόγησεν ἀξίως, τοῦ Πατρὸς ἐναντίον, ὁ Σωτήρ, ὃν ἐξιλέωσε, Ἀθλοφόρε, πᾶσι
τοῖς πίστει, μεγαλύνουσι τὴν μνήμην σου.
Θεοτοκίον
Φανεῖσα τῶν Ἀγγέλων ἀνωτέρα, ὡς
πάντων τεκοῦσα τὸν Σωτῆρα, Παναγία Παρθένε, σῶσον οἰκτίρησον λαὸν ἡμαρτηκότα,
καὶ τῇ σκέπῃ τῶν πτερύγων σου προστρέχοντα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ὡς στρατηγέτης ἄριστος, ἐχθροῦ
τοῦ πολεμήτορος, τὰς παρατάξεις καθεῖλες, τοῖς ὅπλοις τῆς εὐσεβείας, καὶ τὸν
Χριστὸν ἐδόξασας, ἀθλητικοῖς παλαίσμασι, Μεγαλόμαρτυς ἔνδοξε, Λεόντιε Ἀθλοφόρε·
διὸ λαμπρῶς ἐδοξάσθης.
Θεοτοκίον
Θεογεννῆτορ ἄχραντε, Ἀγγέλων
ἀγαλλίαμα, καὶ τῶν βροτῶν σωτηρία, σῶσον ἐκ πάσης ἀνάγκης, ταῖς μητρικαῖς
πρεσβείαις Σου, πρὸς τὸν Υἱόν Σου Δέσποινα, τοὺς ἀδιστάκτως σπεύδοντας, τῇ
σκέπῃ Σου Θεοτόκε, καὶ εὐλαβῶς Σε ὑμνοῦντας.
Αἶνοι. Ἦχος α’.
Τῶν οὐρανίων ταγμάτων.
Ἀθλητικῶς ἀριστεύσας Μάρτυς
Λεόντιε, τὰς τῆς σαρκὸς ὀδύνας, ὥσπερ πάσχοντος ἄλλου, ὑπήνεγκας ἀνδρείως καὶ
τοῦ ἐχθροῦ, τὴν ἰσχὺν καταβέβληκας· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ
διάδημα.
Οὔτε μαστίγων τὸ ἄλγος οὔτε
ξεσμοὶ τῆς σαρκός, κατίσχυσαν οὐδόλως, τοῦ Χριστοῦ τῆς ἀγάπης, χωρίσαι σε
θεόφρον· ὅθεν καλῶς, τὸν ἀγῶνα διήνυσας, Μεγαλομάρτυς Λεόντιε καὶ ζωῆς,
οὐρανίου ὤφθης μέτοχος.
Τῆς εὐσεβείας τῷ λόγῳ Χριστῷ
προσήγαγες, Λεόντιε παμμάκαρ, προσφορὰν ὡς τελείαν, λιπόντας τὴν ἀπάτην πίστει
θερμῇ, καὶ σὺν σοὶ ἐναθλήσαντας, σὺν Ὑπατίῳ Θεόδουλον τὸν κλεινόν· μεθ’ ὧν
πρέσβευε σωθῆναι ἡμᾶς.
Τοὺς τὴν ἁγίαν σου μνήμην πιστῶς
γεραίροντας, καὶ τῷ σεπτῷ ναῷ σου, εὐλαβῶς προσιόντας, ῥύου ἀπὸ πάσης ἐπιφορᾶς,
χαλεπῶν περιστάσεων, καὶ πᾶσιν αἴτει πταισμάτων ἀπαλλαγήν, Ἀθλητὰ Χριστοῦ
Λεόντιε.
Δόξα. Ἦχος πλ.
α΄.
Τῶν θείων ἐντολῶν τοὺς καρποὺς
γεωργήσας, τοῦ μαρτυρίου τὴν ὁδόν, ἀκλινῶς ἐπορεύθης, Ἀθλοφόρε Λεόντιε. Τὸν γὰρ
Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, τῶν παθῶν Αὐτοῦ σύμμορφος ἐγένου, ἀγῶσιν
ἀθλήσεως, καὶ τῆς δόξης κοινωνός, ὡς εὐσεβείας στεῤῥὸς ὁπλίτης· διὸ τοὺς τελοῦντας
τὴν μνήμην σου, ἐκ πάσης ῥῦσαι ἀνάγκης, ἐκ παθῶν καὶ νόσων λυτρούμενος, ὡς
πολλὴν παῤῥησίαν, πρὸς Κύριον ἔχων Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως,
Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν
ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν
χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Δόξῃ διαπρέπων στρατηγικῇ, αἴγλῃ
ἐλαμπρύνθης, ἐν Κυρίῳ ἀθλητικῇ, σὺ γὰρ τοῦ Σωτῆρος, τὸ ὄνομα δοξάσας,
μεγαλομάρτυς ὤφθης, Αὐτοῦ Λεόντιε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς
Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς
τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς
τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς
κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με
ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί
ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ
ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου.
Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν
μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου,
ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν
τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις
ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα
τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν καθελόντα τὴν ἀπάτην εἰδώλων,
καὶ ὁλοκάρπωμα γενόμενον θεῖον, ὑπὲρ Χριστοῦ τῆς πίστεως τιμῶντες λαμπρῶς,
κράζομεν· Λεόντιε, στρατηλάτα γενναῖε, λίθον τῷ τραχήλῳ σου, ὁ δεινῶς
ὑπομείνας, τῆς εὐσεβείας ἄγαλμα λαμπρόν, ἀνάδειξόν με, καὶ λίθον ἀτίμητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός
ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό
πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ
γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς
ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας
Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας
τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί
τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Λεόντιε, ὁμολογεῖν Χριστὸν ἀξίωσόν με. Χ.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Λεόντιε κλέος Αἰγινητῶν, καὶ θεῖε στρατάρχα, τῆς τοῦ Κτίσαντος
στρατιᾶς, Αὐτὸν καθικέτευε διδόναι, τοῖς σὲ τιμῶσι κατ’ ἄμφω ὑγείαν.
Εὐΐλατον Κύριον καὶ Θεόν, δυσώπει ἀπαύστως, ὑπὲρ πάντων
τῶν εὐλαβῶς, Λεόντιε Μάρτυς εὐφημούντων, τὰ ἐν σταδίῳ σεπτά σου παλαίσματα.
Ὁπλῖτα Κυρίου πανευσθενές, Λεόντιε Μάρτυς, τὰς ἀλόγους μου
τῆς σαρκός, ὁρμὰς καθυπόταξον ταχέως, ἀδιαλείπτοις νοΐ σαῖς δεήσεσι.
Θεοτοκίον
Νεκρώσασα ἄχραντε τὰς ὁρμάς, παθῶν ἀκαθέκτων, τῆς ψυχῆς
μου τῆς ῥυπαρᾶς, τῇ Σῇ ζωτικῇ ἐπιστασίᾳ, τῷ Σῷ Υἱῷ καὶ Θεῷ με οἰκείωσον.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν πολλῶν
ἄφεσιν, ἐγκλημάτων παρὰ Κυρίου, θεῖε Λεόντιε, ὁ Ἀθλοφόρων λαμπρῶν, ἀγλαϊζόμενος
δόξῃ, καὶ σὺν τούτοις ἅπασιν, ἀγαλλιώμενος.
Ἐναθλήσας νομίμως ὡς τοῦ Χριστοῦ
ἄριστος, στρατηλάτης λύτρωσαι τάχος, μάκαρ Λεόντιε, ἐξ ἀῤῥωστίας δεινῆς, καὶ
χαλεπῆς ἀνομίας, τοὺς πιστῶς προστρέχοντας, σκέπῃ τῇ θείᾳ σου.
Ὁλοτρόπως ὑπήχθην φεῦ Ἀθλητὰ
πάγκαλε, τοῦ ἐχθροῦ ἀπάτῃ σὸς τάλας, πρόσφυγξ τῆς χάριτος· ἀλλὰ θαῤῥῶν σοι βοῶ,
τῆς κακουργίας με ῥῦσαι, τῆς αὐτοῦ Λεόντιε, σαῖς παρακλήσεσι.
Θεοτοκίον
Μὴ λιπὼν τὰ ἐν πόλῳ ὁ Λυτρωτὴς
Δέσποινα, ὅλος ἐν τῇ θείᾳ Σου μήτρᾳ, Μῆτερ ἐσκήνωσε· δι’ εὐσπλαγχνίαν πολλήν,
καὶ Παραδείσου ἀνοίξας, πύλας τὸ ἀνθρώπινον, γένος ἐθέωσε.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Λεόντιε Ἀθλοφόρε, ἐκ
παγίδων τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς πρόσφυγας πάντας τῆς χάριτός
σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε
Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ
ἄλγος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ μὴ παύσῃ ἐλεήμονι, διδόναι ἡμῖν
πταισμάτων ἀπολύτρωσιν, καὶ κατ’ ἄμφω δύναμιν, ἀντιστῆναι πλάνῃ τοῦ ὄφεως, τοῖς
σὲ τιμῶσι πίστει ἀκλινεῖ, Λεόντιε Μάρτυς ἀκατάβλητε.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὅπλῳ πίστεως ἔπαρσιν, τῶν ἀθέων πτήξας στεῤῥὲ Λεόντιε, τὰ
πυρίμορφα ἀφάνισον, βέλη καθ’ ἡμῶν τοῦ πολεμήτορος.
Λέων ὡς ὡρυόμενος, ἐκχυθεὶς Λεόντιε εἰς τὰ σκάμματα, καὶ
ἐχθρὸν σπαράξας ἄθεον, γέγονας πιστῶν προστάτης ἔνθεος.
Οὐ πτοοῦμαι τὰ θήρατρα, βοηθόν σε ἔχων τοῦ παναλάστορος,
Ἀθλητὰ Χριστοῦ Λεόντιε, ὁ ποσὶ πατήσας κράτος ἄθεον.
Θεοτοκίον
Γηγενῶν παραμύθιον, καὶ θερμὴ προστάτις ἐν βίου κλύδωσι,
μὴ παρίδῃς με τὸν δείλαιον, τὸν ἀποζητοῦντα τὴν Σὴν εὔνοιαν.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἔχων πρὸς Θεόν, παῤῥησίαν καθικέτευε, δυσπραγίας πάσης
ῥύεσθαι ἡμᾶς, τοὺς τιμῶντάς σε Λεόντιε ἀήττητε.
Νόσων καὶ παθῶν, ἀνωτέρους διαφύλαττε, τοὺς προστρέχοντας
Λεόντιε ἀεί, τῇ σῇ χάριτι Μαρτύρων ἀγαλλίαμα.
Νύκτα ζοφεράν, τῆς ἀνόμου πολιτείας μου, ἀποδίωξον Λεόντιε
βολαῖς, πρεσβειῶν σου πρὸς Θεὸν τὸν φωτοπάροχον.
Θεοτοκίον
Χάριν Μαριάμ, οὐρανόθεν πέμψον ἅπασι, τὴν Σὴν θείαν καὶ
ὁδήγησον ἡμᾶς, μετανοίας πρὸς τὴν τρίβον τὴν σωτήριον.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, σῶν ἐντεύξεων Λεόντιε
μάκτρῳ, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, τὸν ἐν σταδίῳ τρανῶς δυναμώσαντα,
σὲ καθελεῖν Ἀδριανοῦ, τοῦ τυράννου παράνομον φρύαγμα.
Ἰλύος με, ἁμαρτίας κάθαρον, ῥυπτικῇ σου πρὸς τὸν Κτίστην
πρεσβείᾳ, ὁ ἐπιχρώσας αἱμάτων σου ῥείθροις, τὸν τῆς ψυχῆς σου χιτῶνα Λεόντιε,
καὶ λαμπροχίτων εἰσελθών, εἰς τῆς δόξης τὰ πάμφωτα δώματα.
Συνάθλους σου, κραταιοὺς Θεόδουλον, στρατιώτην καὶ Ὑπάτιον
δείξας, τριβοῦνον μάκαρ Λεόντιε σθένει, τοῦ Παρακλήτου κἀμὲ δεῖξον δέομαι, τῶν
οὐρανίων στρατιῶν, ἐν Ἐδὲμ μετὰ πότμον συνέστιον.
Θεοτοκίον
Τὸν νέμοντα, κατ’ ἀξίαν Δέσποινα, τῆς ἀφθίτου εὐφροσύνης
τὰ γέρα, τοῖς ἐν σταδίῳ νομίμως ἀθλοῦσι, βιοτικῶν παλαισμάτων κυήσασα, ἱκέτευε
ἀπονεμεῖν, καὶ τοῖς δούλοις τοῖς Σοῖς στέφος ἄφθαρτον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Λεόντιε Ἀθλοφόρε, ἐκ
παγίδων τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς πρόσφυγας πάντας τῆς χάριτός
σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὰς ἀγλαΐας στεῤῥῶς ἀπωσάμενος, τῆς ἐπιγείου σου δόξης
Λεόντιε, στρατάρχα Χριστῷ ἠκολούθησας, καὶ Μάρτυς γενόμενος ἄριστος, προστάτης
πιστῶν ὤφθης ἔνθερμος.
Προκείμενον:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.:
Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς
οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω
ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ
ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς
εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας
δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν
ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ
Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ
πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ
ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος
σωθήσεται.
Δόξα: Ταῖς τοῦ
Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄθλησιν ὑπέμεινας, ὑπὲρ Κυρίου ἀρίστην, καὶ τοὺς λίθους
σέβοντας, ᾔσχυνας ἐνστάσει σου, γενναιότατα, Μάρτυς Λεόντιε· ὅθεν χάριν εὗρες,
δυσωπεῖν τὸν πανευΐλατον, Θεὸν τῆς κτίσεως, πάσης Ποιητὴν τὸν σοφώτατον,
λυτροῦσθαι ἄχθους θλίψεων, καὶ δεινῆς μανίας τοῦ δαίμονος, τοὺς ἐπιζητοῦντας,
προθύμως τὴν σεπτήν σου ἀρωγήν, καὶ θείαν πέμποντας αἴνεσιν, σὲ τῷ
στεφανώσαντι.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλικῶς ἀτενίσαι τοῦ Χριστοῦ καὶ Σωτῆρος τὸ θεῖον πρόσωπον,
ἀξίωσον τοὺς ὕμνοις, Λεόντιε τιμῶντας, σὲ ὡς Μάρτυρα ἔνθεον, τὸν νῦν γυμνοῖς
ὀφθαλμοῖς, θεώμενον τὸν Κτίστην.
Νικηφόρως τελέσας τὸν ἀγῶνα ἐδέθης πασσάλοις Ἅγιε, Λεόντιε
ἐξέσθης, δεινῶς καὶ ἐτανύσθης, ἐπὶ γῆς· ὅθεν μνήμην σου, ἀνευφημοῦντες λιτάς,
τὰς σὰς ἐπιζητοῦμεν.
Ἀξιάγαστε Μάρτυς τῶν ἀγρίων παθῶν μου τὸ πῦρ κατάσβεσον,
καὶ δρόσιον λιταῖς σου, Λεόντιε τὸ καῦμα, τῆς ψυχῆς μου κραυγάζω σοι, ὡς ἂν
ὑμνῶ σε ἀεί, τὸν τοῦ Χριστοῦ ὁπλίτην.
Θεοτοκίον
Ξενωθέντα τῶν κόλπων τῶν πατρώων Παρθένε ἀχρεῖον δοῦλόν
Σου, τὸν ἐν τῇ ἁμαρτίᾳ, τὸν βίον δαπανῶντα, ἐπιστρέψαι βοήθησον, ἰσχύϊ Σῇ
παναλκεῖ, εἰς τοῦ πατρός μου οἶκον.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἰδίαις κόραις, τὸν Βασιλέα τῆς δόξης, ὁ θεώμενος νῦν ἐν τῷ
πόλῳ, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ὁ καταυγάσας, τὴν οἰκουμένην ἀκτῖσι, τῶν σῶν ἄθλων Λεόντιε
σκότος, σκέδασον παθῶν μου, τῶν χαμαιζήλων Μάρτυς.
Σταυρὸν ἐπ’ ὤμων, τοὺς σὲ ἀεὶ ἀνυμνοῦντας, ἀγογγύστως
Λεόντιε φέρειν, ὥσπερ στρατιώτην, ἀξίωσον Κυρίου.
Θεοτοκίον
Οἱ τῶν μερόπων, χοροί Σε Μῆτερ ἁγία, μακαρίζομεν εἰς τοὺς
αἰῶνας, καὶ τῇ χάριτί Σου, προστρέχομεν τῇ θείᾳ.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Νικῆσαι τὸν βελίαρ, καταξίωσόν με, ὁ τροπωσάμενος Μάρτυς
Λεόντιε, τοὺς βδελυρὰ προσκυνοῦντας θεῶν ἀγάλματα.
Μεθέξει ζωηφόρῳ, ὢν τεθεωμένος, ὡς Ἀθλητὴν στεφανίτην Λεόντιε,
τοὺς σὲ τιμῶντας πολίτας Ἐδὲμ ἀνάδειξον.
Ἐλαύνεις ἐμπυρέτους, νόσους σῇ δυνάμει, καὶ ἰατρεύεις
δεινὰ ἀσθενήματα, σημειοφόρε Κυρίου ἀμνὲ Λεόντιε.
Θεοτοκίον
Χαρᾶς ἀστασιάστου, τῶν πιστῶν ταμεῖον, καὶ τῆς μερόπων
θεώσεως πρόξενε, Θεοκυῆτορ εἰρήνης ἀφάτου πλῆσόν με
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ, ὁ κατανικήσας, ἀγαλμάτων
τοὺς μιαρούς, λάτρεις καὶ κρατύνας, τῶν εὐσεβῶν χορείας, Λεόντιε Μαρτύρων,
πάντιμον κόσμημα.
Χαίροις εὐσεβείας ἡδυτερπές, κρίνον καὶ Αἰγίνης,
ἐγκαλλώπισμα εὐκλεές· χαίροις Ἀθλοφόρων, ἀγλάϊσμα τὸ μέγα, Λεόντιε ἀνδρείας,
θέμεθλον ἄσειστον.
Χαίροις ὁ Κυρίῳ προσενεγκών, Ἀθλητῶν δυάδα, τὸν Θεόδουλον
τὸν κλεινόν, καὶ τριβοῦνον θεῖον, Ὑπάτιον φωσφόρε, Λεόντιε στρατάρχα, πίστεως
ἄλκιμε.
Ξίφους καθυπέμεινας τὴν ἀκμήν, τοῦ πυρὸς τὸ καῦμα, τὴν
ἀνάρτησιν τὴν δεινήν, ἐπὶ ξύλου Μάρτυς, τὴν ξέσιν τοῦ σαρκίου, καὶ λίθου διὰ
πίστιν, βάρος Λεόντιε.
Ἀθλητὰ Κυρίου θαυματουργέ, νόσους ἐμπυρέτους, ἐκδιώκεις ἐκ
τῶν πιστῶς, ἐπικαλουμένων, τὸ θεῖον ὄνομά σου, Λεόντιε γενναῖε, πίστεως
πρόβολε.
Δέχου τὰς αἰτήσεις ὡς συμπαθής, τῶν σοὶ προστρεχόντνω, ἐκ
κινδύνοις καὶ συμφοραῖς, Ἀθλοφόρων κλέος, Λεόντιε τρισμάκαρ, ὁ ἐξαστράψας
ἄθλων, θείων πυρσεύμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι
ἡμᾶς.
Τό
Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί
Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ
γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί
νῦν…
Τῆς εὐσπλαγχνίας τὴν
πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,
ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ
Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.
Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Θεόν, ὡς Αὐτοῦ ὁπλίτης γενναῖος, ὁ ἐν
σταδίῳ ἐχθρόν, φαῦλον τροπωσάμενος, καὶ τὸ πανάγιον, ἀποχύσας Λεόντιε, καὶ
θεῖόν σου αἷμα, πρέσβευε δεόμεθα, διδόναι ἅπασι, δύναμιν ἐν μάχαις τοῦ βίου,
καὶ ἰσχὺν πατῆσαι τὸν πλάνον, τοῖς ἀνευφημοῦσί σου τὰ σκάμματα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου