ΜΑΡΤΙΟΣ ΙΒ΄!!
ΘΕΟΦΑΝΗΣ ΟΣΙΟΣ ΣΙΓΡΙΑΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου
Γιαλαμᾶ ἱερέως)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης,
οἰκουμένης ὁ φωστήρ, τῆς Ὀρθοδοξίας προστάτης, τῶν μοναστῶν ὁ κανών, πλοῦτον δὲ
σοῦ ἅπαντα, πτωχοῖς διένειμας· σοῦ συμβία συμπράξασα, Ἀγγέλων τὸ σχῆμα, βίον
τὸν ἐπίγειον, ἁγνῶς τηρήσατε· Ὅσιε, Θεόφανες Πάτερ, Κύριον Χριστὸν τὸν Σωτῆρα,
ὑπὲρ τῶν ὑμνούντων σε ἱκέτευε.
Ὅτε,
τῶν εἰκόνων ὁ διωγμός, καὶ εἰκονοκλάσται κατέσπων, τὰς σεβασμίας μορφάς, Πάτερ
σὺ Θεόφανες, αὐτοὺς διήλεγξας· τῶν εἰκόνων ὑπέρμαχος, προστάτης ἐφάνης, Λέων δὲ
Ἀρμένιος, εἱρκτῇ συνέκλεισεν· ὡς καὶ ὑπερόριος ἤχθης, καὶ ἐν Σαμοθράκῃ τὸ
πνεῦμα, τῷ Θεῷ παρέδωκας μακάριε.
Πλοῦτον,
διανείματε φθαρτόν, σεῖς τὴν ἐντολὴν τοῦ Κυρίου, ἐπιτελοῦντες πιστῶς, πλοῦτον
τὸν αἰώνιον, σοφῶς κερδίσατε· καὶ τὸ σχῆμα ζηλώσαντες, Ἀγγέλων τὸ θεῖον, μετὰ
τῆς συμβίου σου, ἁγνῶς τιμήσατε· Πάτερ, σοῦ τὴν μνήμην τελοῦντας, αἴτησαι Κυρίῳ
δωθῆναι, καὶ ἐμῶν πταισμάτων τὴν συγχώρησιν.
Καὶ
γ’ ἕτερα. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ
θεόφρον Θεόφανες, θεοφανείας Χριστοῦ, κεκλημένος ἐπώνυμος, ζωηφόροις ἴχνεσι,
τοῖς αὐτοῦ ἠκολούθησας, καὶ τὰ τερπνὰ τοῦ βίου κατέλιπες, ἐνατενίζων τῷ
ποθουμένῳ σοι κάλλει πανάριστε, καὶ ταῖς θείαις νεύσεσι ταῖς πρὸς αὐτόν, ἄριστα
θεούμενος, καὶ τελεώτατα.
Πάτερ
θεόφρον Θεόφανες, ὑπερορίας πικράς, ἀσθενῶς διακείμενος, καρτερῶς ὑπήνεγκας,
ἀφειδήσας τοῦ σώματος, ὑπὲρ σεπτῶν εἰκόνων πανεύφημε, θυμῷ λεόντων
ἐξοριζόμενος, ὧν κατορχούμενος, τὰς βουλὰς ἐμώρανας, καὶ λογισμούς, ὄντας
ματαιόφρονας, καὶ νοῦν ἀλάστορα.
Ὄντως
ἀμοιβὰς τῶν πόνων σου, τῶν ἀγαθῶν ὁ δοτήρ, δαψιλῶς σοι δεδώρηται, ἀπελαύνειν
δαίμονας, θεραπεύειν νοσήματα, παρεσχηκὼς Τρισμάκαρ τὴν δύναμιν, καὶ ἀξιώσας σε
τῆς ἀφράστου χαρᾶς, ἔνθα χορεύουσι, τῶν Ἀγγέλων τάγματα, διὰ παντός, πρόσωπον
θεώμενον, τοῦ Παντοκράτορος.
Δόξα.
Ἦχος β΄.
Τῆς
εὐσεβείας κανών, καὶ Ὀρθοδοξίας διδάσκαλον· τῆς Ἐκκλησίας φωστήρ, κααὶ στύλος
ὤφθης ἀκλόνητος· τῶν ἐνδεῶν καὶ ὀρφανῶν ὁ θησαυρός, τῶν μοναζόντων ὁ ποιμήν,
Πάτερ Θεόφανες. Τὰς Λεοντίου κακοδοξίας ἀντέφησας εὐθαρσῶς, ὁ τῶν εἰκόνων
ὑπέρμαχος· πρόσδεξαι ὑμνῳδίας καὶ θερμὰς ἱκεσίας, καὶ τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ,
Πάτερ, ταύτας προσάγαγε.
Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ θαλάσσῃ, ἐν θλίψει ἐνέβαλον,
τὴν σεβασμίαν Εἰκόνα Σου ἄχραντε· ἐκ τῆς θαλάσσης ἀγαλλιῶντες ταύτην παρέλαβον,
ὅτε ἐν τῷ ὅρμῳ κατέπλευσεν, οἱ τὰς σαγήνας, ἐν τῇ ἀκτῇ καταρτίζοντες. Ἀναδειχθεῖσα
ἡμῶν ἡ προστάτις, ὁ φύλαξ α’ποδημούντων καὶ τῶν πλεόντων συμπλοηγήτρια. Ὦ Μήτερ
τῶν πιστῶν, Καμαριώτισσα, ἀδιαλείπτως τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν καθικέτευε, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α’.
Τὰς
ἀρετάς σου, Ὅσιε Πάτερ, ἐν βίῳ τίς διηγήσηται; Τὴν σωφροσύνην, τὴν ἄσκησιν, τὴν
ὑπομονήν, τὴν ἐλεημοσύνην, τοὺς μόχθους, τὴν προσευχήν, τοὺς ἱερούς σου ἀγῶνας
ὑπὲρ εἰκόνων ἤθλησας, τὴν ὁμολογίαν, τὰς ταλαιπωρίας σου πάσας ἢ τὰ δεσμὰ ἃ
ὑπέστης; Ὀρθοδοξίας καὶ Ἐκκλησίας ὑπέρμαχε, ὡς καὶ τὴν πικρίαν ὑπερορίας
γευσάμενος, τῆς εὐσεβείας τὸ κλέος, Πάτερ Θεόφανες· ὅθεν, παρὰ Κυρίου τὰ γέρα
δεξάμενος, τῆς ὁμολογίας τὸ στέφος, καὶ ἰαμάτων τὴν ἀέναον χάριν προσείληφας·
διὸ καὶ νῦν δυσωποῦμέν σε, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν, τῶν
ὀρθοδόξως ἀνευφημούντων σε, Ὅσιε.
Ἦχος
β’.
Πηγὴ
δωρεῶν, ἰάσεις ἀναβρύουσα, παθῶν ἰατρός, κατέστης ὦ Θεόφανες· διὸ καὶ βοῶμέν
σοι· Χριστῷ τῷ Δεσπότῃ ἱκέτευε, καὶ τῆς γεέννης τῆς φοβερᾶς, λυτρώσῃ ἡμᾶς ὡς
πολυεύσπλαγχνος.
Ἦχος
δ’.
Τῶν
παραδόσεων κανὼν καὶ ἐπόπτης, ὁ τῶν εἰκόνων τῶν ἁγίων προστάτης· τῶν μοναζόντων
καύχημα, πτωχῶν ὁ δοτήρ· ᾧδε ὑπερόριος, ἐν Σαμοθράκῃ τελευτᾶ· πλοῦτος
χαρισμάτων εἶ καὶ πηγὴ θαυμασίων· καὶ νοσημάτων ἔστι ἰατρός, ὁ Θεοφάνης, ὁ
φύλαξ τῆς πίστεως.
Δόξα.
Καὶ νῦν. Ἦχος βαρύς.
Σήμερον,
ὁ ὁσιότατος Πατὴρ ἡμῶν, ἐν τῇ νήσῳ ἐπεδήμησεν ὡς ὑπερόριος· καὶ τοῦτον ὁ
σύλλογος τῶν ἁλιέων ἀσμένως ὑποδέχεται. Τῆς Καμαριωτίσσης ἰδὼν τὴν σεβασμίαν
μορφήν, πανευλαβῶς κατασπάζεται, τοῖς δάκρυσιν ἐν πολλοῖς περιβρέξασα· ἡ δὲ
νῆσος προσερχομένη, σύμπασα τὴν ταλαιπωρίαν αὐτοῦ ἀπαλύνει. Οὗτος δέ, τὰς
εὐλογίας τοῖς πᾶσιν παρέχει ἀφθόνως καὶ τοῖς νοσοῦσι τὰς ἰάσεις χαρίζει.
Σήμερον οὖν καὶ ἡμεῖς συνελθόντες ὦ φιλέορτοι, ἐν ὕμνοις εὐφημήσωμεν τῷ
ἐπισκέπτῃ, σὺν τῇ παναχράντῳ Θεομήτορι· καὶ τῷ χαῖρε χαρμονικῶς ἐκβοήσωμεν, ἵνα
πρεσβεύουσι τῷ Κυρίῳ, ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θεόφανες
Ὅσιε ὁμοῦ, μετὰ τῆς συμβίου σου, παρθενικῶς καὶ ὡς ἄγγελοι ἁγνῶς βιώσατε· τὴν
οὐσίαν πᾶσαν, τοῖς πτωχοῖς ἐνείματε, τὴν ῥῆσιν τοῦ Κυρίου τηρήσαντες, Ὃν καὶ
πρεσβεύσατε· δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Προστᾶται
γεγόνατε πτωχῶν, ἀρεταῖς κοσμούμενοι, σὺν Μεγαλῷ τῇ συζύγῳ σου, Πάτερ Θεόφανες·
παρθενίας βίον, εὐσεβῶς ζηλώσαντες, καὶ σχῆμα τῶν Ἀγγέλων ἐνδύσασθε, Χριστῷ
πρεσβεύοντες· δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς
ἄγγελοι ὤφθητε ἐν γῇ, ζεῦγος ἁγιόλεκτον, τῶν μοναζόντων ἀγλάϊσμα, πτωχῶν ἡ
πρόνοια· Παραδείσου πύλαι, καὶ ὑμῖν ἠνοίγησαν, οἰκήτορες ἐν τούτῳ γενόμενοι·
διὸ μὴ παύσῃτε· τὸν Σωτῆρα ἱκετεύοντες, τὴν εἰρήνην, δοῦναι καὶ τὸ ἔλεος.
Δόξα.
Ἦχος δ’.
Τῶν
παραδόσεων κανὼν καὶ ἐπόπτης, ὁ τῶν εἰκόνων τῶν ἁγίων προστάτης· τῶν μοναζόντων
καύχημα, πτωχῶν ὁ δοτήρ· ᾧδε ὑπερόριος, ἐν Σαμοθράκῃ τελευτᾶ· πλοῦτος
χαρισμάτων εἶ καὶ πηγὴ θαυμασίων· καὶ νοσημάτων ἔστι ἰατρός, ὁ Θεοφάνης, ὁ
φύλαξ τῆς πίστεως.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Θεῷ τῷ ἐν σώματι, ἐπιφανέντι ἡμῖν, ὁσίως
ἐλάτρευσας δι' ἐνάρετου ζωῆς, Θεόφανες Ὅσιε, πᾶσαν γὰρ τὴν προσοῦσαν, ὕπαρξιν ἀποῤῥίψας, ἄθλους
ὁμολογίας, τῇ ἀσκήσει συνάπτεις, ἐντεῦθεν δι' ἀμφοτέρων, φαίνεις τοῖς πέρασι.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄. Τῆς Καμαριωτίσσης.
Εὐλογημένη
σεπτὴ Καμαριώτισσα, παραδόξως τοὺς ἁλιεῖς φανεροῦσα, ἐξαστράπτουσαν Σὴν Εἰκόνα
εἰς θάλασσαν· καὶ ἐσαεί, τὴν Σαμοθράκην περισκέπεις, Παρθένε πανάχραντε.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θεόφανες
Ὅσιε πτωχῶν, σὺ προστάτης γέγονας, καὶ τῶν εἰκόνων ὑπέρμαχος, καὶ ὑπερόριος·
τὴν ὁμολογίαν, εὐθαρσῶς ἐτράνωσας, τοὺς δὲ εἰκονομάχους κατήσχυνας, καὶ πρὸς
οὐράνιον, Βασιλείαν μεταβέβηκας, ἱκεσίας οἱ ἡμᾶς ποιούμενος.
Δόξα.
Καὶ νῦν. Τῆς Εἰκόνος τῆς Παναγίας.
Ἐπέλεξας
τόπον ἀσφαλῆ, τῇ σεπτῇ Εἰκόνι Σου, τὴν Σαμοθράκην πανάχραντε, πρὸς ἣν
κατηύθυνας· ἁλιεῖς μὲν ταύτην, εὐλαβῶς παρέλαβεν, ἀλλὰ καὶ Θεοφάνης ὁ Ὅσιος, τῇ
κατεφίλησεν· Παναγία Καμαριώτισσα, Σοὺς ἱκέτας, ἐν δεινῶν περίσωζε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Σοῦ
τὸ πανίερον σκῆνος Πάτερ Θεόφανες, ἡ νῆσος δεξαμένη, ἐν πολλαῖς εὐλογίαις,
ἄφθονον τὴν χάριν ὑπεραντλεῖ, τὴν δοθεῖσάν σοι ἄνωθεν· σὲ γὰρ ψυχῶν καὶ σωμάτων
θεραπευτήν, Πάτερ Ὅσιε κεκτήμεθα.
Δόξα.
Καὶ νῦν. Τῆς Εἰκόνος τῆς Παναγίας.
Τὴν
συνοδίαν τοῦ Παύλου ὕμνοις γεραίρομεν, ἅμα καὶ Θεοφάνους, κοίμησιν ἐν τῇ νήσῳ,
ἄθλησιν Μαρτύρων νεοφανῶν, Σαμοθράκης τὰ σφάγια, καὶ Καμαριώτισσαν χαίροντες ἐν
σπουδῇ, ὀρθοδόξως μεγαλύνομεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θεόφανες
ὄντως εὐσεβῶν, ὁδηγὸς γεγένησαι, εἰκονομάχων ὁ ἔλεγχος, πιστῶν τὸ στήριγμα· τῶν
εἰκόνων ὤφθης, φίλος καὶ ὑπέρμαχος, Χριστοῦ τοῦ Βασιλέως τοῦ σύμπαντος, Ὃν νῦν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Εἰκόνος τῆς Παναγίας.
Εἰκόνα
Σου ἔνδακρυς ἁγνή, προσκυνὼν ἠσπάζετο, ὁ Θεοφάνης ὁ Ὅσιος, ὢν ὑπερόριος, καὶ
κατέχων ταύτην, ἕως οὓ παρέδωκεν, τὸ πνεῦμα τῷ Υἱῷ Σου πανάχραντε, ᾧ καὶ πρεσβεύει
νῦν· δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πηγὴ
δωρεῶν, ἰάσεις ἀναβρύουσα, παθῶν ἰατρός, κατέστης ὦ Θεόφανες· διὸ καὶ βοῶμέν
σοι· Χριστῷ τῷ Δεσπότῃ ἱκέτευε, καὶ τῆς γεέννης τῆς φοβερᾶς, λυτρώσῃ ἡμᾶς ὡς
πολυεύσπλαγχνος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Θεοφάνης,
μέλπει σε, τὸν Θεοφάνην
ᾨδὴ
α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος
Θεοῦ,
τοῦ σαρκὶ φανέντος ἴχνεσιν, ἐπηκολούθησας, τῇ εὐσεβείᾳ Πάτερ πυρωθείς, ὡς
ἐντεῦθεν τὴν κλῆσιν πλουτεῖν, τὴν ἀληθῶς φερώνυμον, ὡς τῇ προνοίᾳ προτετύπωτο.
Ἐθέλχθης,
ποθεινοτάτῳ ἔρωτι, τῷ τοῦ Δεσπότου σου, καταφρονήσας πόθου κοσμικοῦ, συγκραθεὶς
δὲ τῇ θείᾳ στοργῇ, βιωτικὴν τερπνότητα, οὐδὲν ἡγήσω Παμμακάριστε.
Ὁρμήσας,
θηριωδῶς ἐδίωξε, Λέων ὁ τύραννος, τοὺς ἐκλεκτούς, μὴ φέρων καθορᾶν, σεβομένους
εἰκόνα Χριστοῦ, μεθ' ὧν καὶ σὲ Θεόφανες, ὑπερορίᾳ κατεδίκασεν.
Θεοτοκίον
Ἀσπόρως,
τὸ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ
σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
ᾨδὴ
γ’. Οὐκ ἐν σοφίᾳ
Φωτὸς
τοῦ θείου, πεπλησμένος ὡράθης Θεόφανες, δι' ἀγάπης συγκραθείς, τῷ ποθουμένω
μακάριε, διό σου τὴν ἔνδοξον μνήμην γεραίρομεν.
Ἀπαγορεύσας,
τὰ δυσσεβῆ τοῦ Λέοντος δόγματα, τοὺς θεσμοὺς πανευσεβῶς τῆς Ἐκκλησίας
ἐκράτυνας· διὸ σε τοῖς θαύμασι, Χριστὸς ἐδόξασε.
Νενευρωμένη,
δι' ἐλπίδος καὶ πίστεως Ὅσιε, σοῦ σαρκὸς τὸ ἀσθενές, ψυχὴ στερρότητι ῥώννυσι,
Θεῷ οἰκειώσασα, σῶμα ὁμόβουλον
Θεοτοκίον
Ἀπειρογάμως,
ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον·
οὐ γὰρ ἔχω Ἄχραντε, πλήν σου βοήθειαν.
Κάθισμα.
Ἦχος γ'. Θείας πίστεως
Ζῆλον
ἔνθεον προσκεκτημένος, δόγμα ἄθεον ἀπεβδελύξω, καὶ κινδύνοις πολυτρόποις
ὡμίλησας, ὑπερορίαις ἀδίκως στελλόμενος, καὶ εὐσεβῶς παμμάκαρ τελειούμενος,
Πάτερ Θεόφανες, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Κάθισμα. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅσιε
Θεόφανες, τῶν μοναζόντων τὸ κλέος, ὁ σοφὸς διδάσκαλος, Σιγριανῆς ὁ κτίτωρ καὶ
ἡγούμενος, ἱεροῖς δόγμασιν, ἐκτελῶν διδάσκεις, τῶν εἰκόνων ὁ ὑπέρμαχος, χρυσὸν
καὶ ἄργυρον, τοῖς ἐν ἀπορίᾳ διένειμας· ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας
μετέδωκας· καὶ ἐν Σαμοθράκῃ, τὸ πνεῦμα παραδίδεις τῷ Χριστῷ, Ὃν ἐκτενῶς
καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Εἰκόνος τῆς Παναγίας.
Χαῖρε
ἀειπάρθενε, τῆς Σαμοθράκης τὸ κλέος, προστασία ἄμαχε, θησαυρὲ ἀτίμητε
Καμαριώτισσα· τοῖς βροτοῖς πάντοτε, δωρεὰς παρέχεις, τοῖς νοσοῦσι τὰ ἰάματα,
πηγὴ ἀκένωτος, καὶ πρὸς τὸν Υἱόν Σου μεσίτρια· Ἀγγέλων ὑπερέχουσα, καὶ τῶν οὐρανῶν
ἡ βασίλισσα· θεία εὐλογία, τῶν πίστει προστρεχόντων Σοι ἁγνή, ἐν παῤῥησίᾳ οὖν
πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ
δ’. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία
Ἡ
οὐράνιος ἡτοίμασται βασιλεία, ὡς, Ἀθλητῇ σοι ἔνδοξε· τῆς γὰρ ἐπιγείου, χαίρων
μετετέθης σκηνῆς, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.
Στεφανηφόρος
Θεόφανες ἀνεδείχθης· τὸ γὰρ σεπτὸν εἰκόνισμα, Χριστοῦ θεοφόρε, μάκαρ οὐκ ἠρνήσω
τιμᾶν· διὸ καὶ ἀνέκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Μεθιστάμενος
προστάγματι τοῦ τυράννου, τοῦ δυσσεβοῦς ὁ Ὅσιος, σαρκὸς ἀσθενείας, ὅλως οὐκ
ἐφρόντισε, κραυγάζων τῷ Κτίσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐμεγαλύνθης
τοῖς θαύμασι Θεοφόρε· ὁ γὰρ Χριστὸς ἠμείψατο σὲ τῆς καρτερίας· ὅθεν καὶ ἰάματα
πηγάζεις τοῖς χρῄζουσιν, ὥσπερ ἐκ πηγῆς ἱερώτατε.
Θεοτοκίον
Ἀπειρογάμως
ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις
φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ
ε’. Σὺ Κύριέ μου φῶς.
Λόγῳ
πανευσεβεῖ, ὀρθοδόξως ἐκήρυξεν, ὁ Ὅσιος Θεοφάνης, τὸ τῆς πίστεως δόγμα, τῷ
Πνεύματι λαμπόμενος.
Πλοῦτον
παντοδαπῆ, θεοφρόνως διένειμας, προστάγματι τοῦ Δεσπότου, τοῖς πενίᾳ συζῶσιν,
ἑπόμενος Πανεύφημε.
Ἔχων
σου τὴν ψυχήν, κατ' εἰκόνα τοῦ Κτίσαντος, τὴν ἄχραντον τοῦ Δεσπότου,
προσεκύνεις Εἰκόνα, τῷ πόθῳ ἀσπαζόμενος.
Θεοτοκίον
Σὲ
ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, ἡμῶν σωτηρίας,
Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ
στ’. Θύσω σοι
Ἴθυνον,
πρὸ ἀρετὴν τὸν βίον μου Ὅσιε, τὴν τῆς ἀσκήσεως τρίβον, ταῖς εὐχαῖς σου Πάτερ
ἐξομαλίζων, ἣν συντόνως, εὐθυπορεῖν με μάκαρ ἀξίωσον.
Σωφρόνως,
σοῦ τὴν ζωὴν διήνυσας Ὅσιε, μετὰ φρονήσεως ἔσχες· σὺν ἀνδρείᾳ γὰρ τὴν
δικαιοσύνην, καὶ τῷ κύκλῳ, τῶν ἀρετῶν ἐφάνης κοσμούμενος.
Εὐκλείας
μαρτυρικῆς ἐπέβης Θεόφανες, τῆς Θεομήτορος Κόρης, καὶ Μαρτύρων Πάτερ τοὺς
χαρακτῆρας, ὡς τιμήσας, καὶ τοῖς διώκταις ἀντιταξάμενος.
Θεοτοκίον
Ὦ
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα
περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Κοντάκιον.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐξ
ὕψους λαβὼν τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σπουδῇ, ἐκ μέσου τῶν θορύβων, καὶ
μονάσας Ὅσιε, ἐνεργείας θαυμάτων εἴληφας, καὶ προφητείας χάρισμα, συμβίου καὶ
πλούτου στερούμενος.
Ὁ
Οἶκος.
Ἐπὶ
τῆς γῆς μηδὲν προτιμήσας, ἠκολούθησας χαίρων τῷ καλούντι Χριστῷ· καὶ τὸν ζυγὸν
Αὐτοῦ ἔλαβες ἐπὶ τῶν ὤμων τῶν σῶν προθύμως, καὶ ἀνάπαυσιν εὗρες τῇ ψυχῇ σου·
ἥνπερ κᾀμοὶ τῷ πτωχῷ καὶ ῥαθύμῳ κατάπεμψον, τῷ λέγοντι καὶ μηδόλως ἐκτελοῦντι,
ἀλλ’ ἔτι σχολάζοντι, ἐν τοῖς τοῦ βίου πράγμασι, καὶ θαυμάζοντι, πῶς πάντα
ἔφυγες, συμβίου καὶ πλούτου στερούμενος.
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ὁσίου
Θεοφάνους τοῦ Ὁμολογητοῦ τῆς Σιγριανῆς, τοῦ ἐν τῷ Μεγάλῳ Ἀγρῷ.
Θεόφανες,
φάνηθι πιστοῖς προστάτης,
τιμῶσι πιστῶς σὸν μετ' εἰρήνης τέλος.
τιμῶσι πιστῶς σὸν μετ' εἰρήνης τέλος.
Δωδεκάτῃ
φθινύθοντος ἀπῆρε βίου Θεοφάνης.
Οὗτος,
πατρὸς μὲν ἔφυ Ἰσαάκ, μητρὸς δὲ Θεοδότης· τοῦ δὲ πατρὸς τελευτήσαντος ἐν τῇ ὑπ’
αὐτοῦ διεπομένῃ τῶν Αἰγαιοπελαγιτῶν ἀρχῇ, ἧν παρὰ τῇ μητρὶ ἀναγόμενος, καὶ
τρεφόμενος. Γενόμενος δὲ δωδεκαετής, ἁρμόζεται γυναικί, καὶ αὐτῇ συνδιάγων ἦν
χρόνους ὀκτώ, πλοῦτος δὲ ἦν ἀμφοτέροις πολύς· συμβούλῳ δέ τινι χρησάμενος ἰδίῳ
οἰκέτῃ, πόθον ἔσχε πολὺν τὸν τῶν μοναστῶν ὑπελθεῖν βίον. Τῆς δὲ μητρὸς τὸν βίον
ἀπολιπούσης, καὶ πλοῦτον ἄπειρον αὐτῷ καταλελοιπυίας, ὁ κηδεστὴς αὐτοῦ πληρώσαι
τὰ τῷ γάμῳ νενομισμένα τοῦτον ἐξεβιάζετο. Καὶ δὴ τῆς κυρίας ἡμέρας
καταλαβούσης, καὶ παστὰς ἐπήγνυτο, καὶ ὑμέναιος ᾔδετο, καὶ τὰ λοιπὰ ἐτελεῖτο.
Ἐπεὶ δὲ ὁ καιρὸς αὐτὸν τὸν μακάριον καὶ τῇ συνεύνῳ κατὰ μόνας γενέσθαι ἐκάλει,
τὰ τῶν λογισμῶν αὐτοῦ κρύφια ἐφανέρου τῇ νεανίδι, ἥτις καὶ συγκατέθετο, καὶ
εἴτι δ’ ἂν καὶ βούληται αὐτὸς πράττειν, καὶ αὐτὴ τοῦτο μετὰ προθυμίας
διεβεβαιοῦτο ποιεῖν· ὅπερ ἀκούσας ηὐχαρίστησε τῷ Θεῷ. Ἔκτοτε οὖν ἐποίουν
ἀμφότεροι τὰς ἡμερινὰς καὶ νυκτερινὰς εὐχάς.
Ταῦτα
μαθὼν Λέων ὁ δυσσεβὴς βασιλεύς, καὶ ὁ τούτου κηδεστής, διεκώλυον τοὺς νέους τοῦ
σκοποῦ, ἐξαπέστειλε δὲ αὐτὸν ὁ βασιλεὺς πρὸς τὸ τῆς Κυζίκου Κάστρον
συγχειρίσοντα· ἤφη γὰρ τότε ἐκτίζετο· καὶ ἀπελθὼν ὁ τίμιος παῖς, ἐξ ἰδίων
ἀναλωμάτων, τὴν τοῦ κρατοῦντος δουλείαν πεποίηκε. Τῷ δὲ εἰκοστῷ πρώτῳ χρόνῳ τῆς
αὐτοῦ ἡλικίας, ὅ,τε θηριιώνυμος βασιλεύς, καὶ ὁ πενθερὸς αὐτοῦ, οὐ μόνον ὁ
νέος, ἀλλὰ καὶ ἡ οἰκουμένη γίνεται, Εἰρήνης τὰ σκῆπτρα διαδεξαμένης.
Ἐπεὶ
δὲ κατὰ νοῦν αὐτῷ πάντα γέγονε, τοῖς ἐνδεέσι καὶ πτωχοῖς τὴν οὐσίαν αὐτοῦ
διεσκόρπισε, καὶ τοὺς οἰκίους ἐλευθερίᾳ τετίμηκε· τῇ δὲ τιμίᾳ αὐτοῦ συζύγῳ
χρήματα πολλὰ παρασχόμενος, ἐν τῇ τοῦ Πρίγγιπος Μονῇ ἀπέκειρεν, Εἰρήνην αὐτήν,
ἀντὶ Μεγαλοῦς ὀνομάσας· αὐτὸς δὲ τῷ Κυρίῳ ἑαυτὸν προσφέρων, ἱερούργει ἐν τῇ τῶν
Σιγριανικίων ὄρει κειμένη Μονῇ, Πολυχρονίῳ λεγομένη. Μοναχὸς δὲ γενό,ενος,
οὐδόλως τὸ ἄρχειν κατεδέξατο, ἀλλ’ ἐν τῇ κέλλῃ καθεζόμενος, ἐξ οἰκείων χειρῶν
τὴν τροφὴν ἐπορίζετο, καλλιγραφῶν, ἑξαετῆ χρόνον διηνυκὼς ἐν αὐτῇ. Μετὰ δὲ
ταῦτα ἀναχωρήσας ἐκεῖθεν, ἀπῆλθεν ἐν τῇ καλουμένῃ Νήσῳ τῆς Καλωνύμου, ἐν ᾗ καὶ
Μονὴν συνεστήσατο, καὶ πάλιν ἔρχεται ἐν τῷ τῆς Σιγριανῆς ὄρει. Τῷ δὲ πεντηκοστῷ
τῆς ζωῆς αὐτοῦ χρόνῳ, ἀσθενείᾳ τινὶ παραδίδοται, ἥτις ἦν λιθίασις κύστεως, καὶ
νεφριτικῆς ἀκολουθίας σύμπτωμα. Ἐκ τούτου λοιπὸν τοῦ χαλεποῦ νοσήματος ἔμεινε
διαπαντὸς τοῦ βίου κλινήρης καὶ ἀκίνητος.
Μετὰ
δὲ ταῦτα ἐδέξατο τὰ σκῆπτρα τῆς βασιλείας Λέων ὁ Ἁρμένιος· ἀλλ’ οἷα τούτῳ
συμβέβηκεν, οὐδεὶς ἀγνοεῖ. Τέως δὲ ὁ ἀνόητος καὶ ἀνόσιος πέμπει πρὸς τὸν τοῦ
Θεοῦ ἄνθρωπον, λέγων· Ἐλθέ, εὖξαι ὑπὲρ ἡμῶν, ὅτι κατὰ βαρβάρων ἀπέρχομαι. Αὐτὸς
δὲ διὰ τὸ ἀκίνητος εἶναι, ἐκ τῆς ἁμάξης μετετέθη εἰς πλοῖον, καὶ ἤχθη πρὸς τὴη
Βασιλεύουσαν· καὶ τῆς μὲν δυσειδοῦς ὄψεως τοῦ τυράννου οὐκ ἔτυχε, πλὴν μηνύσει
ἐχρήσατο πρὸς αὐτόν, λέγων· Εἰ κατανεύσεις τῇ παρακλήσει μου, καὶ σοὶ καὶ τῇ
Μονῇ σου ἀγαθὰ παρέξω· εἰδὲ μήγε, ξύλῳ ἀγχόνης σε παραδειγματίσω, καὶ τῶν
λοιπῶν εἰς φόβον σε προθήσω. Ὁ δὲ ὁμολογητής, ἔφη· Τῶν δωρεῶν σου μὴ κενώσῃς
τοὺς θησαυρούς, τὸ δὲ ἀγχόνης ξύλον, ἢ καὶ τὸ πῦρ, εὐτρέπισον σήμερον, τοῦτο
γὰρ ἐφίεμαι, διὰ τὴν τοῦ Χριστοῦ μου ἀγάπην.
Ταῦτα
ὁ ἀναιδὴς ἀκούσας, παρέδωκεν αὐτὸν τῷ τότε πατριαρχεύοντι, Ἰωάννῃ τῷ Μάντει,
περὶ λόγους αὐχοῦντι, καὶ τοῦ μύσους τῶν εἰκομομάχων ἐμπεπλησμένῳ, στρεβλότητι
ἀντεπεκκλῖναι αὐτὸν ἡγούμενος· ὃς παραληφθεὶς ἐν τῇ Ὄρμισδι Μονῇ Σεργίου καὶ
Βάκχου, τῇ παρακειμένῃ τῷ Παλατίῳ, καὶ πρὸς λόγων ἅμιλλαν, τῷ Μάντει συνελθών,
καὶ τοῦτον ἡττήσας, καὶ τῷ περιόντι τῆς σοφίας καταβροντήσας, καὶ τὸ ἀμετάθετον
ἐνδειξάμενος, τοῦτον ᾐσχυμμένον εἰς τὸν μανιώδη τύραννον ἀπέπεμψεν, ἀγροίκου
μᾶλλον ἢ ῥήτορος δόξαν τὸν δείλαιον ἀπενεγκάμενον· ὃς ἀνελθὼν πρὸς αὐτόν, ἔφη·
Κρεῖσσον, βασιλεῦ, κηρῷ μαλάξαι σίδηρον, ἢ πεῖσαι τὸν ἄνδρα, μεταθεῖναι πρὸς τὸ
σοὶ ἐφετόν.
Τούτων
ἐπακούσας ὁ τύραννος, μετάγει τοῦτον εἰς τὰ Ἐλευθερίου ἀνάκτορα, καὶ κατακλείει
αὐτὸν ἔν τινι οίκήματι σκοτεινοτάτῳ, καταστήσας καὶ φρουρούς, ὡς μηδὲ
διακονεῖσθαι αὐτὸν παρατινος. Οὕτω διετῆ χρόνον τελέσας, θλίψεσι καὶ
στενοχωρίαις πιεζόμενος, κατήσχυνε κᾂν τούτῳ τὸν τύραννον. Ἐπεὶ δὲ καθ’ ἑκάστην
ὑποκύψαι τῇ αὐτοῦ βουλῇ ἠναγκάζετο, μὴ εἴξας, ἐξορίζεται ἐν τῇ τῆς Σαμοθράκης
νήσῳ· ἡ δὲ πρὸς τὴν ὑπερορίαν ἀπαγωγὴ ταχεῖαν ἔσχε τὴν ἀπὸ τοῦ σώματος
ἐξαγωγήν· ἡμέραις γὰρ τρισὶ πρὸς ταῖς εἴκοσι, τὴν ἐν τῇ Νήσῳ ζωὴν διανύσας,
ἐκεῖ κατεπαύσατο, ἀπελθὼν ἐν Κυρίῳ ὁσίως καὶ εἰρηνικῶς. Τί δὲ χρὴ λέγειν ὁπόσης
μὲν εὐλογίας τὸν τόπον ἐνέπλησε, καὶ ὁπόσων δὲ ἰατρείων ὁ χῶρος ἐκεῖνος
εὐπόρησε;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Γρηγορίου τοῦ Α' τοῦ Διαλόγου Πάπα Ῥώμης
Ὁ
Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.
Οὗτος ἦν ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως, πρῶτον μὲν μοναχὸς καὶ
ἡγούμενος γεγονὼς τῆς Μονῆς, τῆς οὕτω καλουμένης Κλειοσκάβρης· ἔπειτα δὲ τὸν
ἀρχιερατικὸν θρόνον ἐγχειρίζεται, οὐ κατὰ συντυχίαν καὶ ἀποκλήρωσιν τὴν
ἄλλογον, ἀλλὰ θείᾳ ψήφῳ τὴν ἀρχιερωσύνην λαβών, ὡς προϊὼν ὁ λόγος δηλώσει. Ἔτι
γὰρ αὐτοῦ ἐν τῷ Μοναστηρίῳ ὄντος, καὶ κατὰ τὸ ἴδιον κελλίον, καλάμῳ καὶ μέλανι
πρὸς γραφὴν τὴν χεῖρα κινοῦντος, ἐπέστη τις αὐτῷ ἐκ ναυαγίου, κατατραγωδῶν, καὶ
τὸν Ὅσιον εἰς οἶκτον ἐπικαλούμενος, καὶ ἐπαρκέσαι αὐτοῦ τῇ συμφορᾷ δεόμενος· ἦν
δὲ ἄρα οὐ κατὰ τὸ φαινόμενον ἐνδεὴς ὁ αἰτῶν· οὐδὲ γὰρ ἄνθρωπος ἦν, ἀνάγκην ἔχων
ὡς γυμνὸς ἐκ ναυαγίου ἐπανελθών τι λαβεῖν, ἀλλ’ ἐν προσχήματι δεομένου, τὴν προσοῦσαν
αὐτῷ συμπάθειαν ἐξεκάλυπτεν Ἄγγελος· ὃς απαξ καὶ δὶς καὶ τρὶς προσελθών, οὐκ
ἀπεπέμφθη κενός, ὡς μηδενὸς χρυσοῦ νομίσματος τῷ Ἁγίῳ καταλειφθέντος, ἀλλὰ καὶ
τὸ τῆς Μονῆς ἐκομίσατο τρυβλίον ἀργυροῦν, τοῦτο τοῦ Ὁσίου προθύμως ἐπιδόντος
αὐτῷ. Τοσοῦτον ἦν ἄρα πρὸς τοὺς δεομένους ἀνεξίκακος ἅμα καὶ συμπαθής· ἐξὸν γὰρ
αὐτῷ, καὶ διὰ τὴν σπάνιν τοῦ χρυσοῦ, καὶ τὸ τοῦ αἰτοῦντος φορτικόν, ὅτε δὶς καὶ
τρὶς λαβὼν προσέκειτο ὀχληρῶς, ὑπειδόμενον νεμεσῆσαι καὶ ἀποπέμψασθαι· ἀλλὰ
μᾶλλον εἵλετο τῶν ἀνεκποιήτων τῆς Μονῆς ἅψασθαι, ἢ τοῦ ἀνθρώπου παριδεῖν, ὧν
ἐδεῖτο μὴ τυχόντα ἐπανελθεῖν ἄπρακτον.
Γενόμενος δὲ ὁ Ὅσιος Γρηγόριος πάσης σοφίας καὶ γραφῆς ἔμεπιρος,
πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ κατέλιπεν, ἃ πρὸς τὴν ἑλληνίδα διάλεκτον ὕστερον
μετηνέχθησαν, οὐ δι’ ἀνθρωπίνων μόνον συλλογισμῶν, καὶ τῆς ἐν λόγοις σοφίας
συντεθέντα, ἀλλὰ καὶ διὰ Πνεύματος Ἁγίου, ὡς μετὰ τὴν αὐτοῦ ἀποβίωσιν καὶ
ἀνάλυσιν, Πέτρος ὁ ἀρχιδιάκονος αὐτοῦ ἐξηγήσατο, ἰδεῖν λέγων περιστερὰν λευκήν,
ἐν τῷ γράφειν αὐτόν, τῷ αὐτοῦ προσεγγίζουσαν στόματι, καὶ οἷον ἐξηγουμένην καὶ
συνεξορμῶσαν πρὸς τὰ γραφόμενα. Γενόμενος δὲ ἐν τοῖς κατὰ Δύσιν τόποις,
διδάσκων καὶ ἐπιστρέφων διετέλει τὸ τῶν Σάξων γένος, πρὸς τὴν εἰς Χριστὸν
πίστιν· οἳ καὶ ταῖς δι’ ἔτους αὐτὸν τιμαῖς, τὴν πρεσβυτέραν Ῥώμην καταλαβόντες,
ἔνθα τὸ ἱερὸν αὐτοῦ κατάκειται σῶμα, γεραίρουσι. Φασὶ δὲ ὅτι ἐπιτελεῖσθαι
Λειτουργίαν παρὰ Ῥωμαίοις ἐν ταῖς νηστίμοις ἡμέραις οὗτός ἐστιν ὁ νομοθετήσας,
ὅπερ κρατεῖται μέχρι τῆς σήμερον παρ’ αὐτοῖς.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη οἱ Ἅγιοι Ἐννέα
Μάρτυρες, πυρὶ
τελειοῦνται.
Πρὸς
τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
θείου πόθου κάμινος ἐκκεκαυμένη.
θείου πόθου κάμινος ἐκκεκαυμένη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ
Νέου Θεολόγου.
Πρώην
μὲν εἶχες γλῶτταν ἀντὶ τῆς βιβλου,
γλώττης
δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λαυρεντίου τοῦ Ἀλαμάνου τοῦ ἐν Κύπρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Δικαίου Φινεές
Ἔστι
Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας,
ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.
ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀαρών.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, βασιλέως τῆς Γεωργίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ᾿. Ἐν τῇ καμίνῳ
Τὸ
κατ' εἰκόνα, σὺ κεκτημένος καὶ ὁμοίωσιν, βίῳ λαμπροτάτῳ, Πάτερ προσειληφώς, δι'
ἀμφοτέρων ὑπερέλαμψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Ὁμολογίας,
σὺ τῷ στεφάνῳ Πάτερ διέπρεψας, ἔργῳ διελέγξας λόγους τῶν δυσσεβῶν, τοὺς πιστοὺς
δὲ ἐβεβαίωσας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Νοῦ
στερροτάτῃ, ἐν προθυμίᾳ τὰς τοῦ σώματος, Πάτερ, ἀλγηδόνας ἤνεγκας καρτερῶς,
εὐχαρίστως τῷ Δεσπότῃ σου· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
Τὸ
τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά,
Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
ᾨδὴ
η’. Χεῖρας ἐκπετάσας Δανιήλ.
Θεώμενος
Μάκαρ τὸ στερρόν, τῆς σῆς ἐνστάσεως, Λέων ὁ τύρραννος, ὑπερορίᾳ σε ἔπεμψε,
πικροτάτῃ παμπόνηρος, ἐν εὐφροσύνῃ δὲ βοῶν, ταύτην ὑπήνεγκας· Εὐλογεῖτε, πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐπὶ
τὸ πρωτότυπον εἰδώς, τὴν τῆς εἰκόνος τιμὴν διαβιβάζεσθαι, ἐπὶ τὸ στάδιον
ἔδραμες, Ἀθλητὴς ὡς ἐννομώτατος, καὶ νικητὴς ἀναδειχθείς, στέφανον εἴληφας,
ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Οὐράνιον
ἀντὶ τῆς ἐν γῇ, σκηνὴν σοι δέδωκεν, ὁ πάντων Κύριος, ἀντὶ στενώσεως· εὗρες γάρ,
πλατυσμὸν ἀγαλλιάσεως, ἐν Παραδείσῳ τῆς τρυφῆς, μετὰ Μαρτύρων βοῶν· εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωτὶ
ἐλαμπρύνθης νοητῷ, τοῦ θείου Πνεύματος, μάκαρ Θεόφανες· ὅθεν ἰάματα βρύεις νῦν,
τοῖς ἐν πίστει σοι προστρέχουσι, καὶ τὴν ἁγίαν σου σορόν, πόθῳ γεραίρουσι, καὶ
βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Σὺ
μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος
γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν
πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
ᾨδὴ
θ’. Λίθος ἀχειρότμητος ὄρους
Ἅπαντα
τὸν βίον σκορπίσας, τοῖς δεομένοις Θεοφόρε, τὴν δικαιοσύνην σου σαφῶς,
ἀντικομίζῃ σοι ἀνατέλλουσαν, ἀντὶ φθαρτῶν δρεπόμενος, τὰ δι' αἰῶνος διαμένοντα.
Νόσους
θεραπεύεις Παμμάκαρ, τοῦ Παρακλήτου τῇ δυνάμει, δαίμονας σαφῶς ἀπελαύνεις, τῇ
ἐνεργεία τούτου πανόλβιε· διὸ πιστοὶ θεώμενοι, σὲ θεοφόρε μακαρίζομεν.
Ἡ
σὴ φωτοφόρος θεόφρον, τῆς μεταστάσεως ἡμέρα, πάντας προσκαλεῖται τοὺς πιστούς,
πρὸς μετουσίαν τοῦ ἁγιάσματος, ἣν περ καὶ νῦν γηθόμενοι, ἐπιτελοῦμεν ἱερώτατε.
Νέμοις
τὴν σὴν ἄφθονον χάριν, τῷ τῶν ἐπαίνων σου τοὺς λόγους, πλέξαντι θεόφρον προθύμως,
ὁμότροπόν σοι ὥσπερ ὁμώνυμον, τοῦτον δεικνὺς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις
ἱερώτατε.
Θεοτοκίον
Δέχου
τὰς λιτὰς τοῦ Λαοῦ σου, πρὸς τὸν Υἱόν σου Θεοτόκε, ἱλεωσαμένη εὐμενῶς, ἡμᾶς
κινδύνων καὶ περιστάσεων, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε· σὺ γὰρ προστάτις τῆς ζωῆς
ἡμῶν.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὑπερορίας
ἐν χρόνοις, θείων εἰκόνων τοῦ Χριστοῦ, σὺ Σαμοθράκη τὸ σκῆνος, τοῦ Θεοφάνους τὸ
σεπτόν, ἐδέχθης εἰς προστασίαν, ἀπὸ παντοίων κινδύνων.
Ἕτερον.
Ὅμοιον.
Ὑπερορίαν
οἶδας, ὑπὲρ εἰκόνων τοῦ Χριστοῦ, τῆς Παναχράντου Δεσποίνης, καὶ τοῦ Θεοῦ τῶν
ἐκλεκτῶν, εἰς Σαμοθράκην ἐνθέτεις, σὸν ἱερώτατον σκῆνος.
Θεοτοκίον.
Ἀποδημίαν
οἶδας, ἐν τῷ καιρῷ τῶν διωγμῶν, σὺν Θεοφάνει τὴν νῆσον, καταλαμβάνεις καὶ
οἰκεῖς, καὶ προστασίαν παρέχεις, τοῖς ἀποδήμοις Παρθένε.
Αἶνοι.
Ἦχος δ’. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὑπὲρ
εἰκόνων λαμπρῶς ὑπερμαχήσας, ὅτε τὸ λέοντειον μῖσος ἐμαίνετο, τοῦ δυσσεβοῦς
αὐτοκράτορος, καὶ θεομάχου, τῆς Ἐκκλησίας καὶ τοῦ πληρώματος· τότε σὺ Θεόφανες
τοῦτον διήλεγξας, ταλαιπωρίας δεξάμενος, ὑπερορίαν, εἰς Σαμοθράκην ἤχθης ὁ
Ὅσιος· ὅθεν τὸ σκῆνος ἐναπέθεσας, τὸ δὲ πνεῦμα Χριστὸς προσελάβετο, Ὃν ἱκέτευε
Πάτερ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
τῶν εἰκόνων ὑπέρμαχος ἐδείχθης, ὅτε τὸ λεόντειον μένος ἐνέσκυψε, εἰκονομάχου
τοῦ ἄρχοντος, τοῦ Βυζαντίου, πιστῶν ταράττοντος τὴν ἑνότητα· τοῦτον σὺ
διήλεγξας καὶ ἐπετίμησας, ὡς θεομάχον καὶ κήρυκα, τῆς ἀσεβείας, ὑπερορίας
πεῖραν ἐγνώρισας· ὅθεν Χριστός σε ἀντημείψατο, καὶ ἰάσεις τὴν νῆσον ἐνέπλησας·
Ὃν ἱκέτευε ῥῦσαι, τῶν παγίδων τὰς ψυχὰς ἡμῶν.
Ὑπὲρ
εἰκόνων γενναίως ἠγωνίσθης, ὅτε ὁ Ἁρμένιος θὴρ ἐπεκράτησε, τῆς Βασιλίδος
τῶνπόλεων, τῆς οἰκουμένης, Ὀρθοδοξίας ὁ μιαρότατος, Πάτερ σὺ Θεόφανες τούτῳ
ἀντέφησας, ὁμολογίαν θεάρεστον, καὶ τῶν εἰκόνων, διακηρύττων τὴν σκοπιμότητα·
ᾧδε ἀφίχθης ὑπερόριος, καὶ δοξάζων Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε σῶσαι καὶ
φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ
ἐναρέτως τὸν δρόμον διανύσας, σῶμα τῆς ἀσκήσεως πόνοις ἐλέπτυνας, καὶ τῶν
Ἀγγέλων ἐβίωσας, τὴν πολιτείαν, Ὀρθοδοξίας στῦλε ἀκλόνητε· Λέοντα τὸν τύραννον
σὺ ἐπετίμησας, τὴν τῶν εἰκόνων προσκύνησιν, διακηρύξας, τῆς Ἐκκλησίας τὴν
ὡραιότητα· ὅθεν μετέστης εἰς οὐράνθον, Βασιλείαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Ὃν
ἱκέτευε Πάτερ, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. α’.
Πάσας
τὰς ἀρετάς, ἐν σοὶ ἀνεμάξω μακάριε Ὅσιε. Ψυχὴν καὶ σῶμα δεόντως κατεκάλλυνας,
καὶ στῦλος ἀνεδείχθης Ὀρθοδοξίας, ἀπερίτρεπτος Ἅγιε. Τῶν πενήτων κατέστης ὁ
θησαυρός, τῶν μοναστῶν ἡ καλλονή, ὁ ἰατρὸς τῶν ἀσθενῶν, τῆς Ἐκκλησίας τὸ
ἐγκαλλώπισμα, τῆς εὐσεβείας ὁ θεῖος διδάσκαλος, ἡ δόξα τῶν Ὁσίων. Τὸ μὲν
πανίερόν σου σκῆνος, ἡ Σαμοθράκη ἐνεκολπώθη, τὴν δὲ ψυχήν σου τὴν ἁγίαν, ὁ
Κύριος προσελάβετο, καὶ νῦν μετὰ Ἀγγέλων, ἐν Παραδείσῳ εὐφραίνεσαι. Ἀλλ’ ὦ
μάκαρ Θεόφανες, ὡς παριστάμενος τῷ θρόνῳ, Χριστοῦ τοῦ παντάνακτος, αἴτησαι,
εἰρηνεῦσαι τὴν Ἐκκλησίαν, καὶ ἵλεος γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Τῆς θεοφανείας τῆς μυστικῆς, βίῳ ὑπερτέρῳ, θησαυρίσας τὴν μετοχήν,
θέσει ἐθεώθης, Θεόφανες θεόφρον, καὶ ὤφθης Ἐκκλησίας, στῦλος θεόφωτος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
παραδόσεων κανὼν καὶ ἐπόπτης, ὁ τῶν Εἰκόνων τῶν Ἁγίων προστάτης, τῶν μοναστῶν
τὸ κλέος Ἐκκλησίας φωστήρ, σήμερον ὢν ὑπερόριος ἐν Σαμοθράκῃ τελευτᾷ, πλοῦτος
χαρισμάτων εἶ, καὶ πηγὴ θαυμασίων, καὶ νοσημάτων ἐστι ἰατρός, ὁ Θεοφάνης, ὁ
φύλαξ τῆς πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἐπισκέπτριαν ἡμῶν
ἀνυμνοῦμεν, τὴν θαυματόβρυτον Εἰκόνα τιμῶμεν, καὶ προσευχὰς εἰσάκουσον ἁγνὴ τῶν
πιστῶν, ρπόσδεξαι τὰς ἱκεσίας τε, καὶ εὐχὰς ταπεινοῦ ἐμοῦ· αἴτησαι πρὸς Κύριον,
δοῦναι λύσιν πταισμάτων, καὶ τὴν εἰρήνην βράβευσον ἡμῖν, ἄχρις αἰῶνος, σεπτὴ
Καμαριώτισσα.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοφάνους, μελετήσας τὸν βίον, ἀναφωνῶ
ὕμνον. Γ. Ἱ. Γ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεόφανες Ὅσιε ἐπὶ γῆς,
ὅλον σου τὸν βίον, διανύσας ἐν ἀρετῇ, καὶ εἰς οὐρανοὺς ἐναποβλέπων, τὴν
ματαιότητα κόσμου ἀπέφυγες.
Ἑκὼν καταλίπεις τὰς
κοσμικάς, ἡδονὰς τοῦ βίου, καὶ τὰ πλούτη καὶ τὰς τιμάς, καὶ ὡς ἐρημίτης σὺ
μονάσας, τοῦυ Παραδείσου οἰκήτωρ γεγένησαι.
Ὁμόφρων δὲ οὖσα
προορισμοῦ, καὶ ἡ σοῦ συμβία, καὶ παρθένος ἡ Μεγαλώ, μονάσασα ὅλως ἐναρέτως,
καὶ εἰς εἰρήνην Χριστοῦ ὀνομάζεται.
Φωτίζων ἐλέγχων καὶ
νουθετῶν, καὶ διακηρύσσων, Ἐκκλησίας ἐπιταγάς, Χριστοῦ Ἀποστόλων παραδόσεις,
Ὀρθοδοξίας κανὼν ἀκριβέστατος.
Θεοτοκίον.
Ἀκλόνητος στύλος τῆς
ἀληθοῦς, καὶ τῆς Ὀρθοδόξου, Παραδόσεως καὶ Γραφῶν, τῆς ὁμολογίας ἠξιώθης, ὡς
τῶν ἁγίων εἰκόνων ὑπέρμαχος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεανίας
τὸ σῶμα εἰσέτι μακάριε, πρὸς δὲ τὴν σοφίαν πρεσβύτης, σὺ καταφαίνεσαι, ταῖς
ἐνεργείαις ταῖς σαῖς, καὶ ἀρεταῖς σου θεόφρων, μοναστῶν τὸ καύχημα, γέγονας
Ὅσιε.
Οὐρανίοις
θαλάμοις ἡ σοῦ ψυχὴ Ὅσιε, καὶ ἐν Σαμοθράκῃ τὸ σῶμά σου ἀνεπαύσατο· διὸ αἰτοῦμεν
θερμῶς, τὰς παρακλήσεις ἁπάντων, καὶ ἐμοῦ τὴν δέησιν, Πάτερ εἰσάκουσον.
Ὑπερόριος
ἤχθης Σιγριανῆς Ὅσιε· ἡ μὲν Ἐκκλησία τιμᾶ τὴν ὁμολογίαν σου, καὶ τοὺς ἀγῶνας
τοὺς σούς, ὡς ἀθλητὴν μετὰ δόξης· ἡ δὲ νῆσος τέρπεται, Πάτερ Θεόφανες.
Σαμοθράκη
γεραίρει τὴν μνήμην σου Ὅσιε, τὰς ταλαιπωρίας σου πάσας, καὶ τοὺς ἀγῶνάς σου,
καὶ ὡς προστάτην ὑμνεῖ, καὶ εὐλογεῖ τὸν Δεσπότην, τῷ σὲ στεφανώσαντι, δόξῃ
μακάριε.
Θεοτοκίον.
Μεγαλύνω
καὶ ψάλλω καὶ ἀνυμνῶ ἄχραντε, ὡς ὁ Θεοφάνης προσπίπτω, καὶ κατασπάζομαι, τὴν
τῶν θαυμάτων πηγήν, τὴν ἱεράν Σου Εἰκόνα, τὸ σεπτὸν ἀγλάϊσμα, τὴν
Καμαριώτισσαν.
Διάσωσον,
ἐκ τῶν παγίδων τοὺς δούλους σου Πάτερ ὅτι πάντες, εἰς τὰς πρεσβείαις σου
ἀποβλέπομεν, ὡς ἔχων τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ δωρεῶν ἰάσεις
ἀναβρύουσα, παθῶν ἰατρὸς κατέστης ὦ Θεόφανες· διὸ καὶ βοῶμέν σοι· Χριστὸν τὸν
Δεσπότην ἱκέτευε, καὶ τῆς γεέννης τῆς φοβεράς, λυτρώσῃ ἡμᾶς, ὡς
πολυεύσπλαγχνος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν τῇ νήσῳ ὢν πάροικος,
τοὺς ἐν ἀσθενείᾳ σοὶ προσεκόμιζον, καὶ δεόμενος μακάριε, τὰς ἰάσεις ταχέως
ἐλάμβανον.
Λεοντίου δυσσέβειαν, τῆς
Ὀρθοδοξίας τὸν μιαρότατον, Πάτερ ἤλεγξας δριμύτατα, καὶ ἠμύνθης σεπτῶν
παραδόσεων.
Ἐξορίαν ὑπέμεινας, καὶ
ταλαιπωρίας Πάτερ Θεόφανες, εἰς Παράδεισον ἐσκήνωσας, ἀτενίζων Χριστοῦ τὴν
λαμπρότητα.
Τῶν ἀγώνων σου ἔπαθλον, τὸν
τοῦ ἀθόθέτου δέχεσαι στέφανον, μετ’ Ἀγγέλων νῦν εὐφραίνεσαι, καὶ ἡ δόξα σου εἶ
ἀκατάλυτος.
Θεοτοκίον.
Ἡ Εἰκών Σου πανάχραντε, τῆς
Καμαριωτίσσης ἡ θαυματόββρυτος, Σαμοθράκην ἐπεσκέψατο, καὶ προσήνεγκε θεῖόν Σου
ὄνομα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριξον ἡμᾶς, σαῖς εὐχαῖς
Πάτερ Θεόφανες, ἐν τῷ κηρύγματί σου τῷ ἀληθεῖ, ἵνα πρὸς πίστιν, ὀρθὴν καλῶς
ὁδηγούμεθα.
Ἅπαντας ἡμᾶς, περιφρούρησον
Θεόφανες, ἐκ τῶν βελῶν καὶ παγίδων τοῦ ἐχθροῦ, καὶ περὶ πάντων, εἰρήνην ἀεὶ αἰτήσασθαι.
Σθένος ἀῤῥαγές, ἐν ἀγῶσί
σου ἐπέδειξας, καὶ καταισχύνοντας σὺ τοὺς δυσσεβεῖς, εἰκονομάχους, τιμὴν
εἰκόνων κηρύσσοντας.
Τήρησον ἡμᾶς, εἰς ἑνότητα
Θεόφανες, καὶ τοὺς τιμῶντας τὴν μνήμην σου σοφέ, καὶ ὑπὲρ πάντων, τῷ Δεσπότῃ
σου ἱκέτευε.
Θεοτοκίον.
Οἴκτιρον ἡμᾶς, τοὺς
ὑμνοῦντας πανύμνητε, καὶ ἐξ ἐνέδρας τοῦ πονηροῦ, καὶ ἀλλοτρίου, ἡμᾶς ἀγαθὴ
ἐξέλασον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νενίκηνται, παρὰ σοῦ οἱ
βλάσφημοι, οἱ ἀρνηταὶ τῶν ἁγίων εἰκόνων· διὰ σοφῶν σου ῥημάτων καὶ λόγων, καθ’
ὃ τιμὴ διαβαίνει ὡς ἔφησας, εἰς πρότυπον καὶ εἰς Θεόν, παντελῶς δὲ αὐτοὺς
ἐξωστράκισας.
Βραβεῖα, παρὰ Χριστοῦ
ἀπέσπασες, ὡς Αὐτοῦ τηρῶν ὀρθὰς παραδόσεις, ὅτι ἁγίων εἰκόνων ἠμύνθης, καὶ
κακοδόξων δυσέβειαν ἤλεγξας, καὶ εἴληφας ὡς ἀριστεύς, ἀθλητοῦ καὶ ὁσίου τὸν
στέφανον.
Ἱκέτευε, ἐκτενῶς πρὸς
Κύριον, ἐξ ἡμῶν παρακαλῶν καὶ πρεσβεύων· ὅτι δεήσεις δικαίου ἀκούει, ὡς καὶ
πιστοῦ καὶ ὁσίου αἰτήματα, καὶ ῥύσῃ ἡμᾶς ἐκ δεινῶν, καὶ φθορᾶς ὁ Θεὸς ὡς
φιλάνθρωπος.
Οὐχ ἥμαρτε, ἄλλος τις ὡς
Κύριος, ὡς ἐμὲ εἰς τὸν ἐπίγειον βίον· ἀλλ’ ὡς Θεός, τοῦ ἐλέους ὑπάρχων, καὶ ὡς
κριτὴς τῶν ἁπάντων ἀδέκαστος, τῆς Κρίσεως τῆς φοβερᾶς, Θεοφάνους πρεσβείαις
ἐλέησον.
Θεοτοκίον.
Νῦν πέλει, τῶν ἀσθενῶν τὸ
ἄριστον, καὶ ἀδάπανον ἡμῖν ἰατρεῖον, Καμαριώτισσης Εἰκών Σου Παρθένε, ἣν
προσκυνοῦντες ἐν πίστει βοῶμέν Σοι· αἰτούμεθά Σου ἀγαθή, τοῦ Υἱοῦ Σου τὸ
πλούσιον ἔλεος.
Διάσωσον,
ἐκ τῶν παγίδων τοὺς δούλους σου Πάτερ ὅτι πάντες, εἰς τὰς πρεσβείαις σου
ἀποβλέπομεν, ὡς ἔχων τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς εὐσεβείας κανὼν καὶ
Ὀρθοδοξίας διδάσκαλος, τῆς Ἐκκλησίας φωστήρ, καὶ στῦλος ὤφθης ἀκλόνητος, τῶν
ἐνδεῶν καὶ ὀρφανῶν ὁ δοτήρ, τῶν μοναστῶν ἡ καλλονή, ἡ λύρα τοῦ Πνεύματος, τὰς
Λεοντίου κακοδξίας ἀντέφησας εὐθαρσῶς, ὡς τῶν Εἰκόνων ὑπέρμαχος· πρόσδεξαι
ὑμνῳδίας, καὶ θερμὰς ἱκεσίαις, καὶ τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ, Πάτερ ταύτας
προσάγαγε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα
ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅσιε Θεόφανες, τῶν
μοναζόντων τὸ κλέος, τὸ σεπτόν σου σκήνωμα, ᾧδε ὑπερόριος ἐναπέθεσας, ἀρετὰς
Ὅσιε, καὶ ποιῶν διδάσκεις, τῶν εἰκόνων τὴν προσκύνησιν, χρυσὸν καὶ ἄργυρον, σὸν
τοῖς ἐνδεέσι διένειμας, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκας·
ὅθεν σου τὴν μνήμην, γεραίροντες δοξάζομεν Χριστόν, Ὃν παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρωγόν σε καὶ στῦλον ὦ
Θεόφανες εὗρεν ἡ Ἐκκλησία Χριστοῦ, τιμῶσα τοὺς ἀγῶνας, τὴν μνήμην σου γεραίρει,
εὐφημοῦντας καὶ ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νομικῶς κατωχύρωσας ὦ
Θεόφανες Πάτερ ὁμολογίαν σεπτήν, ἡ δόξα διαβαίνει, εἰς πρόσωπον Ἁγίου, ὃ
φιλοῦμεν γεραίροντες· ὡς οἱ Πατέρες ἡμῶν, τρανῶς ἀναβοῶσιν.
Ἁγιώτατον σκῆνος Σαμοθράκη
δεχθεῖσα ἐν εὐλογίαις πολλαῖς, χαίρτων θαυμασίων, θαυμάτων ἐξαισίων, καθ’
ἑκάστην πληρούμεθα· ὁ τοῦ Ὁσίου Πατρός, Θεὸς εὐλογητὸς εἶ.
Φωτεινῇ διανοίᾳ
κατετρόπωσας Πάτερ τοὺς ἀρνητὰς τῶν σεπτῶν, εἰκόνων τῶν Ἁγίων, Χριστοῦ καὶ
Θεοτόκου, ἃς τιμῶντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὦ πανύμνητε Μῆτερ ἀμελείᾳ
τὸν βίον ἐκδαπανήσας πολλῇ, ἱκέτης τοῦ Υἱοῦ Σου, προσπίπτω καὶ βοῶ Σοι,
μεταμέλειαν δώρησαι, ἵνα ἀξίως ὑμνῶ, τὴν δόξαν Σου Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νῦν μετ’ Ἀγγέλων, ἐν
οὐρανοῖς συγχορεύεις, μεθ’ Ἁγίων καὶ Ὁσίων ὑμνεῖσαι, καὶ δοξολογεῖσαι, Θεόφανες
τρισμάκαρ.
Ὡς ἀριστέα, καὶ μαχητὴν
στεφανοῖ σε, ὁ Χριστὸς ὦ Θεόφανες Πάτερ, καὶ μακαριστὸς εἶ, εἰς πάντας τοὺς
αἰῶνας.
Ὑπερορίαν, εἰς Σαμοθράκην
ὑπέστης, καὶ τὸ σκῆνος ἐν αὐτῇ ἀποθέσας, καὶ ταῖς εὐλογίαις, πληροῖς ἀεὶ
πλουσίως.
Μεμυημένος, ταῖς ἀρεταῖς ἐν
τῷ βίῳ, καὶ τὸ σχῆμα τῶν Ἀγγέλων ὑπέδυς, νῦν εἰς Βασιλείαν, Χριστοῦ
παρακαλεῖσαι.
Θεοτοκίον.
Νῦν ὡς Παρθένον, καὶ ἁγνὴν
καὶ Μητέρα, εὐσεβῶς μελῳδοῦμεν ἐν ὕμνοις, καὶ ὑπερυψοῦμεν, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁρῶντές σου τὸν βίον, καὶ
ὁμολογίαν, ὑπὲρ εἰκόνων Πάτερ Θεόφανες, Χριστιανῶν αἱ χορεῖαι, σὲ μακαρίζουσιν.
Νοσούντων ἰατρεῖον, εὗρε
καὶ προστάτην, ἡ Σαμοθράκη καὶ θεῖον διδάσκαλον· ὑπὲρ τῶν σὲ τιμώντων Ὅσιε
πρέσβευε.
Γενναίως ἠγωνίσθης, ὑπὲρ
Ἐκκλησίας, καὶ Λεοντίου τὰ βέλη ἐστόμωσας· διὰ ἐλέγχων σου Πάτερ, τοῦτον
ἐφίμωσας.
Ἱλάσθητί μοι Σῶτερ, τῶν
ἀνομιῶν μου, καὶ ἁμαρτιῶν μου τὰ πάθη θεράπευσον, πρὸς σὲ βοῶ καὶ στενάζω,
λύειν μοι δώρησαι.
Θεοτοκίον.
Γαλήνην ὦ Παρθένε, θερμῶς
ἱκετεύω, ἐν τρικυμίαις τοῦ βίου μοι δώρησαι· ἵνα ὑμνῶ καὶ δοξάζω, καὶ μεγαλύνω
Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὁ ὑπέρμαχος
Ἀθλητής, τῶν εἰκονομάχων, αὐστηρότατος ἐλεγκτής· σὺ τὴν Σαμοθράκην, πληροῖς ἐν
εὐλογίαις, Θεόφανες πλουσίως, ἐν τῇ κοιμήσει σου.
Χαίρετε Ἀπόστολοι τοῦ
Χριστοῦ, οἱ πνευματοφόροι, καὶ διδάσκαλοι τῶν ἐθνῶν, οἱ τὴν Σαμοθράκην, ἐν ταῖς
ὁδοιπορίαις, ποσὶν ἡμῶν ἁγίοις, ἐπισκεψάμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου