ΜΑΪΟΣ Λ΄!!
ΕΜΜΕΛΕΙΑ ΜΗΤΗΡ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Ὡς
τρυγὼν ἡ πολύσοφος, καὶ γυνὴ θεοβράβευτος, βιοτὴν Ἐμμέλεια σὺ ἐβίωσας, κατὰ
Θεὸν καὶ τὰ τρόπαια, ἀξίως ἀεπίληφας, τῶν πιστῶν σου ἱκετῶν, καὶ κρηπὶς ἡ
χρυσότευκτος ἀναδέδειξαι, τῶν τελούντων σου σήμερον τὴν μνήμην, καὶ βοώντων
κατανύξει· χαῖρε Μητέρων τὸ καύχημα. (Δίς)
Τῇ
χορείᾳ παρέδωκας, Ἐκκλησίας Ἐμμέλεια, πρὸς ψυχῶν ἀνόρθωσιν καὶ εὐπρέπειαν, τὴν συνοδείαν
τὴν πάγχρυσον, τὰ ἄνθη τὰ εὔοσμα, τοὺς κρουνοὺς τῶν ἀρετῶν, τῶν πιστῶν τε τὰ
πρότυπα τὰ θεόμορφα, τοὺς Ἁγίους σου παῖδας καὶ λαμπρύνεις, ὀρθοδόξως τοὺς τὴν
μνήμην, ἐπιτελοῦντάς σου σήμερον.
Τὰς
ὁδοὺς ἡμῶν ἴθυνον, καὶ τὰς τρίβους κατεύθυνον, ταῖς λιταῖς σου Μῆτερ πρὸς τὸν
φιλάνθρωπον, καὶ σὺν τοῖς τέκνοις σου πρέσβευε, δοθῆναι τὴν ἄφεσιν, καὶ τὴν
λύτρωσιν πιστῶν, καὶ γενοῦ περιτείχισμα τῶν τιμώντων σε, ὡς ἐκτήσω πολλὴν τὴν
παῤῥησίαν, πρὸς τὸν Κύριον τῆς δόξης, Ὃν εὐλαβῶς ἐθεράπευσας.
Δόξα.
Ἦχος δ΄.
Ἡ
τοῦ Χριστοῦ Ἐκκλησία ὁρῶσα, Ἐμμελεία, τῆς ἁγιότητός σου τὸ ὕψος, ἀνακράζει σοι
σήμερον· ἡ ἄρουρα τοῦ Πνεύματος καὶ βάθος τὸ τῆς σοφίας, καὶ πάσης ἐλλάμψεως
ταμεῖον τῶν πιστῶν τε προστασία χαῖρε πάνσεμνε ταῖς μητρικαῖς σου πρεσβείαις,
χάρισαι ἡμῖν ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ζήσασα
ἱερῶς, ὀλβίοις σὺν ὀλβία, τῷ δήμῳ τῶν Ἁγίων, ἠρίθμησεν ἀξίως, ὁ Κύριος σὲ
ἔνδοξε.
Στ.: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσι.
Ὕμνοις
ἐν ἱεροῖς, προσάγομεν τὸ Χαῖρε, Ἐμμέλεια σοὶ πόθῳ, καὶ πίστει ἐξαιτοῦμεν, τὴν
χάριν σου ἑκάστοτε.
Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Πόθῳ
τῷ ἱερῷ, ἐξέθρεψας τὰ τέκνα, τὰ σὰ Ἁγία Μῆτερ, χαρὰν τῷ κόσμῳ δοῦσα, καὶ
τρόπαια τῆς χάριτος.
Δόξα.
Τριαδικόν.
Δόξα
τε καὶ τιμή, Θεῷ τῷ ἐν Τριάδι, τῷ σοὶ πλουσίαν χάριν, Ἁγία δεδωκότι, ἀξίως καὶ
τὸ ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄφθορος
ἐν σαρκί, ὁ τόκος Σου ἐδείχθη, Παρθένε Θεοτόκε· διὸ καὶ ὑπερτέρα, ὑπάρχεις
πάσης κτίσεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.
Ἐκκλησίας
Κυρίου βλαστὸς ὁ ἔνδοξος, Καππαδοκίας τε πάσης καὶ τῶν μητέρων κανών,
ἀναδέδειξαι σαφῶς ὁ πολυτίμητος· ὅθεν τιμῶμέν σε πιστῶς, καὶ τὴν μνήμην σου
φαιδρῶς Ἐμμέλεια ἐκτελοῦμεν· διὸ πρέσβευε τῷ Κυρίῳ, ἀδιαλείπτως ὑπὲρ πάντων
ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ
τῆς τρισηλίου χάριτος! ἀνδρικῶς ἡ γυνὴ κατ’ ἐχθροῦ ἠγώνισται, Ἐμμέλεια ἡ σεπτή,
καὶ κλέος ἔνδοξον, πασῶν τε τῶν γυναικῶν, χριστιανῶν παιδοτρόφων τὸ τρόπαιον·
διὸ τῶν Καππαδοκῶν, τὸ ἰσχυρὸν ἀμυντήριον γέγονεν· ὅθεν εὐλαβῶς τὸ Χαῖρε, πόθῳ
ἀνακράζομεν· δι’ αυτῆς γὰρ ὁ δῆμος, τῶν Ἁγίων ἐκπεπλούτισται.
Λαοὶ
σκιρτήσατε ἅπαντες, ἐν ἀγαλλιάσει καὶ ἐν πόθῳ ζέοντι, χαρὰ γὰρ ἡ μυστικὴ ἡμῖν
ἀνέτειλεν, καὶ ὄντως θεολαμπής, τῆς Ἐμμελείας ἡ μνήμη ἐφέστηκε, φωτίζουσα τὰς
ἡμῶν, ἐσκοτισμένας καρδίας καὶ ὄμματα, καὶ καθοδηγεῖ πρὸς τρίβον, μετανοίας
ἅπαντας, τοὺς ἐν πίστει τιμῶντας, καὶ δοξάζοντας τὴν μνήμην αὐτῆς.
Φωτὸς
λυχνία ἡ πάγχρυσος, καὶ ἀδύτου φέγγους τὸ σεπτὸν κειμήλιον, καὶ στάμνος ἡ ἐν
Χριστῷ τὸ μύρον βλύζουσα, ἀφθόνως καὶ δαψιλῶς, τοῖς Καππαδόκαις καὶ πᾶσιν τοῖς
μέλπουσιν, τὴν μνήμην σου τὴν σεπτήν, καὶ τοῖς πιστῶς εὐφημοῦσιν Ἐμμέλεια, τὴν
καλλίστην πολιτείαν, τὴν σὴν Μῆτερ ἔνδοξε, καὶ Κυρίῳ πρεσβείαν, κεκτημένοις σε
ἀκάματον.
Ἕτερα.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Πανευλαβῶς
σοὶ τὰ γέρα πάντες προσάγομεν, καὶ σὺν ἡμῖν χορεία, τῶν Ἁγίων Μητέρωνν, ὕμνους
ἀναπέμπει χρεωστικῶς, σοὶ Ἐμμέλεια ἔνδοξε, ὅτι ὑπάρχεις ὁ θεῖος τούτων κανών,
τῇ ἀμέμπτῳ πολιτείᾳ σου.
Ἱδοὺ
ἐγὼ καὶ τὰ τέκνα ἃ δέδωκέ μοι Θεός, χαρμονικῶς τοῖς πᾶσιν, ἐκβοῶσα Ἁγία,
γέγονας τῶν τέκνων σου τὸ σεπτόν, καὶ σεβάσμιον πρότυπον, καὶ παραμύθιον πέλεις
πάντων ἡμῶν, τῶν τὴν μνήμην ἐκτελούντων σου.
Εὐλογημένη
ὡς μήτηρ καὶ ὡς ἀμνὰς τοῦ Χριστοῦ, Ἐμμέλεια δειχθεῖσα, τῷ ἁγίῳ σου βίῳ, ἅπαντα
τὰ τέκνα σου τῷ Θεῷ, εὐχαρίστως προσήνεγκας, καὶ ἐγαλούχησας ταῦτα θεοσεβῶς,
εὐδοκίᾳ τοῦ Παντάνακτος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
συγκαλεῖτα ἡμᾶς μυστικὴν εὐωχίαν ἡ πανένδοξος Ἐμμέλεια. Δεῦτε οὖν φιλέορτοι ἐν
ᾄσμασιν ὑπαντήσωμεν αὐτὴν καὶ βοήσωμεν· χαῖρε, ἡ μητρικῇ λαμπρότητι κεκοσμημένη
καὶ τοῦ Κυρίου ἁγία θεραπαινίς· χαῖρε, ἡ βλαστήσασα καρποὺς τῆς εὐλογίας καὶ
τῶν πιστῶν τοὺς ὁδηγούς· ὅθεν Ἁγία Μῆτερ πρέσβευε σωθῆναι ἡμᾶς, ἀπὸ παντὸς
κινδύνου καὶ πάσης θλίψεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ
ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ
πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ
ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει
αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς
ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις
σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις
εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία
πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις
αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ
παγίδος θανάτου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ὡς
μήτηρ εὐκλεὴς λαμπρότητι ὡραϊσμένη, τοῖς πᾶσιν ἐνδέδειξαι, τὴν γὰρ ἐλπίδα
ἀναθεμένη πρὸς Θεὸν εἷλες τοὺς κακοτρόπους πειρασμούς, καὶ ἀγγελικῶς διάγουσα
πρὸς Κύριον ἐξεδήμησας, πρεσβεύουσα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὴν
πάνσοφον ὑμνήσωμεν καὶ Ἁγίαν Μητέρα, ἐν ᾄσμασιν κραυγάζοντες· χαίροις, ἡ
βλαστήσασα τῇ Ἐκκλησίᾳ ἁγίους βλαστοὺς καὶ πολυτίμους· χαίροις, ἡ ἐπιδείξασα
σωφροσύνην καὶ τελείαν ἀνδρείαν ἐν πειρστάσεσι· διὸ ἱκέτευε τὸν ἐν Τριάδι Θεόν,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
γ΄.
Τὴν
τῆς πίστεως λαμπάδα ἄσβεστον ἐφύλαξας, ἁλουργίδα τὴν ἔνδοξον περιβεβλημένη·
ἀρετῆς καὶ καρτερίας ὁ τύπος ἐνδέδειξαι καὶ τὸ τῆς χάριτος δοχεῖον· ὅθεν
ἐπαξίως τοῦ Παραδείσου σκηνώματα εἰσοκίζεις καὶ ἀπαύστως τὸν Θεὸν ἱκετεύεις
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ΄.
Τῇ
τρισηλίῳ Θεότητι προθύμως τὰ τέκνα σου προσέφερες, ταῦτα γαλουχήσασα μᾶλλον
δόγματι ἀληθείας ἢ γάλακτι· ὁ γὰρ τύπος τούτων δέδειξαι, καὶ ὁ κανὼν τῆς πρὸς
Θεὸν ἀγάπης· ὅθεν σὺν αὐτοῖς ἐνεργεῖς δαψιλῶς τὴν χάριν πᾶσι τοῖς τιμῶσί σε
Ἐμμέλεια, καὶ ἐνδόξως τελοῦσιν τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ἦχος πλ. α΄.
Πᾶσαι
αἱ μητέρες ἐν σοὶ εὐφραίνονται, καὶ ἐν χαρᾷ τοὺς ὕμνους σοὶ προσάγουσιν·
ἐπέστης γὰρ ὡς ἥλιος, τῇ νυκτὶ τῆς ἀγνωσίας καὶ ὡς σοφὴ τρυγών, ἡ τὰ ἑαυτῆς
νοσσία θεοπρεπῶς περιθάλπουσα· διὸ τρόπαιον αὐτῶν κατέστης, καὶ ἡμῶν Μήτηρ ἡ
πάνσεμνος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἡ ἐν σοφίᾳ Χριστοῦ, πεπυρωμένη τὴν καρδίαν Ἐμμέλεια, γυνὴ δὲ ἡ σεβασμία, καὶ ἡ
λυχνία φωτός, τῆς Καππαδοκίας ἡ πολύφωτος, καὶ πάντων τῶν δούλων σου, τὸ σεπτὸν
καταφύγιον, καὶ τῆς ἀγάπης, τὸ στεῤῥότατον ἔρεισμα, καὶ τὸ σέμνωμα, Ἐκκλησίας
τὸ ἔνδοξον· ὅθεν πιστῶς δεόμεθα, ἡμῶν τὰ αἰτήματα, σῇ μητρικῇ παῤῥησίᾳ, Ἁγία
Μῆτερ ἐπάκουσον, καὶ δίδου ἑκάστῳ, τὸ αἰτούμενον λιταῖς σου, πρὸς τὸν
φιλάνθρωπον.
Στ.: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσι.
Γέρας,
εὐλαβικῶς οἱ πιστοί, σήμερον μῆτερ σοὶ προσάγομεν ἅπαντες, κατηύγασας γὰρ
πλουσίως, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ τῶν ὀροδόξων τὰ συστήματα, πυξίον τοῦ
Πνεύματος, καὶ γυνὴ ἡ θεόσοφος, ἡ βραβευθεῖσα, δαψιλῶς καὶ ὡς ἔπρεπεν, ὑπὸ
χάριτος, τρισαγίου Ἐμμέλεια· ὅθεν κατευφραινόμενοι, ἐν σοὶ οἱ φιλέορτοι,
περιχαρῶς ἐκτελοῦμεν, τὴν πανσεβάσμιον μνήμην σου, δεόμενοι πόθῳ, σαῖς
ἐντεύξεσιν πλουσίαις, τὸ μέγα ἔλεος.
Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Χαίροις,
Καππαδοκῶν ἡ τρυφή, ἡ δεξαμένη περισσῶς θείας χάριτας, τὸ ἔαρ τῆς σωφροσύνης,
καὶ ἡ αὐγὴ τῆς ζωῆς, τῆς ἐνθεωτάτης Μῆτερ ἔνδοξε, ἡ μήτρα ἡ τέξασα, ἁγιότητος
πρότυπα, στύλους πυρίνους, ἀρετῶν τοὺς ἀκραίμονας, καὶ μυρίπνοα, Παραδείσου
βλαστήματα, ὅτι ψυχῆς λαμπρότητα, ἐτήρησας πάντοτε, καὶ χαρισμάτων τὸν λύχνον,
ἐλαίου ἄνευ οὐκ ἔλιπες· διὸ καὶ πρεσβεύεις, ἀενάως τῷ Κυρίῳ, ὑπὲρ τῶν δούλων σου.
Δόξα.
Ἦχος πλ. Δ΄.
Αἱ
τῶν μητέρων χορεῖαι συνάχθητε σήμερον, καὶ τὴν σεπτὴν μητέρα, σπεύσατε ἐν
ἀλαλαγμῷ ὑμνῆσαι. Τοῦ γὰρ Κυρίου τὰς ἐντολάς, καλῶς διαφυλάξασα ἐστέφθη
πλουσίως, ὑπὸ τῆς ἁγίας συνοδείας τῶν τέκνων αὐτῆς, καὶ σὺν αὐτοῖς καὶ πᾶσιν
τοῖς Ἁγίοις, τῷ θρόνῳ τοῦ τρισαγίου παρεστῶσα Θεοῦ, πρεσβεύει μητρικῶς ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.
Ἐκκλησίας
Κυρίου βλαστὸς ὁ ἔνδοξος, Καππαδοκίας τε πάσης καὶ τῶν μητέρων κανών,
ἀναδέδειξαι σαφῶς ὁ πολυτίμητος· ὅθεν τιμῶμέν σε πιστῶς, καὶ τὴν μνήμην σου
φαιδρῶς Ἐμμέλεια ἐκτελοῦμεν· διὸ πρέσβευε τῷ Κυρίῳ, ἀδιαλείπτως ὑπὲρ πάντων
ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Θεῷ
τῷ τριλαμπεῖ, θεραπεύσασα Μῆτερ, ἐξ ὅλης τῆς ψυχῆς, καὶ τῆς σῆς διανοίας,
Ἐμμέλεια τῆς χάριτος καὶ πολλῆς ἀγαθότητος, κατηξίωσαι, παρὰ Χριστοῦ τοῦ
Σωτῆρος· ὅθεν πρέσβευε, ἀκαταπαύστως σωθῆναι, ἡμᾶς ἐκ τοῦ κλύδωνος.
Δόξα.
Οὓς
ἔθρεψας καλῶς, ἐν Χριστῷ τῷ Κυρίῳ, Ἐμμέλεια σεμνή, Ἐκκλησίαν πλουσίως,
ἐξέθρεψαν διδάγμασι θεηγόροις ὡς μέγιστοι, ἀνιλήπτορες· διὸ ἱκέτευε Μῆτερ, καὶ
περίσωζε, σὺν τούτοις πάντας τοὺς πίστει, τελοῦντας τὴν μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἔχει
καύχημα, καὶ κουροτρόφον, χώρα ἅπασα, Καππαδοκίας, καὶ προπύργιόν σε Μῆτερ
Ἐμμέλεια, καὶ οἱ τελοῦντες τὴν μνήμην σου σήμερον, ὡς τροπαιοῦχον καὶ μέγα
ἀγλάϊσμα, καὶ μιμήσεως παμπόθητον τὸ ὑπόδειγμα· διὸ πανευλαβῶς ἀνευφημοῦμέν σε.
Δόξα.
Μήτηρ
πάνσοφος, καὶ θεοφόρος, θείᾳ χάριτι, λελαμπρυσμένη, ὀρθοδόξου παρατάξεως
γέγονας, καὶ ἀπαστράπτεις ἐν πᾶσιν τοῖς πέρασιν, ὥσπερ λαμπὰς πυρσευθεῖσα τῷ
Πνεύματι, σὺ Ἐμμέλεια, τὴν Θεομήτορα τύπον ἔχουσα, κανόνα τε ἐν βίῳ καὶ
ἀντίληψιν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
πολύπαιδα πίστει ἀνευφημῶ, καὶ τὴν εὔπαιδα ᾄσμασιν ἀνυμνῶ, τὴν θείαν Ἐμμέλειαν
καὶ τῷ φόβῳ συνέχομαι, νοερῶς κατοπτεύων τὴν δόξαν τὴν εὔκλειαν, καὶ τὸ τρισσόν
τε θάμβος δι’ ὧνπερ ὁ Κύριος, ταύτην στεφανώσας τῶν Ἁγίων εἰς δῆμον, ἀξίως
ἠρίθμησεν καὶ ἀδύτῳ ἐνέδυσεν, τῷ φωτὶ τῆς Θεότητος· διὰ τοῦτο κραυγάζομεν·
πρέσβευε Κυρίῳ ἀεὶ καὶ διαβήματα ἴθυνον ἅπαντα, τῶν τιμώντων σε καὶ τὴν μνήμην
τελούντων σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσι.
Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος
πολὺς καὶ συνέθλιβον αὐτόν... (Ζήτει τῇ Δυετέρᾳ τῆς ΙΕ’ Ἑβδομάδος τοῦ
Μάρκου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον
τὰ πλήθη τῶν πιστῶν, συνάχθητε ἐν ἀγαλλιάσει, καὶ τὴν Ἁγίαν Ἐμμέλειαν τιμήσατε.
Αὕτη γάρ, τὸν Δεσπότην ἐθεράπευσεν, ἔν ἔργῳ καὶ λόγῳ καὶ τῇ καλῇ παιδοτροφίᾳ·
διὸ ἐν οὐρανοῖς τὴν παναγίαν κατοπτεύουσα Τριάδα, αἰτεῖται ἀπαύστως ταῖς ψυχαῖς
ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐμμέλειαν γεραίρω τοῖς ᾄσμασιν. Φωτίου.
ᾨδὴ
α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον ᾄσωμεν πάντες.
Ἑόρτια
ᾄσματα ᾄσωμεν πάντες, καὶ χεῖρας κροτήσωμεν εὐλαβῶς σήμερον, Ἐμμέλειαν τὴν
σεπτήν, γεραίροντες οἱ γηγενεῖς, ὅτι δεδόξασται.
Μητέρες
σκιρτήσατε ἐν εὐφροσύνῃ, ὑμῖν γὰρ ἀνέτειλεν τῆς χαρᾶς αἴτιον, ἡ μνήμη
θεοσεβοῦς, μητρός· διόπερ ὡς εἰκός, ταύτην ἐτιμήσατε.
Μαράνασα
δράκοντος τὰς φρυγανώδεις, ἐπάρσεις ἐβλάστησας τοῖς βροτοῖς μείζονα, ἀστέρων
λαμπροφανῶν, Ἁγία τέκνα καὶ πιστούς, πάντας κατηύγασας.
Θεοτοκίον.
Ἐλπίδος
ἐκπλήρωσις καὶ μυστηρίου, Χριστοῦ τῆς σαρκώσεως ἀληθῶς γέγονας, ἄνευ σπορᾶς ἢ
φυρμοῦ· διὸ τὸ γένος τῶν βροτῶν, ὑπερδοξάζει Σε.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐμμέλειαν μέλπω, Καππαδοκίας φάος.
Φωτίου.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἐμμέλεια
πρόκειται πρὸς ὑμνῳδίαν ἡ πάνσεμνος, καὶ λόγον ἐπάξιον οὐκ ἔχω Κύριε, ἀλλὰ
δέομαι· κατάπεμψον σοφίαν, πρὸς ὕμνους κατάλληλον καὶ καλλιέπειαν.
Μητέρων
τὸ καύχημα Καππαδοκίας ἀπάνθισμα, Ἁγία Ἐμμελεία τῇ πολιτείᾳ τῇ σῇ, ἀναδέδειξαι
Κυρίου εὐδοκίᾳ, Ἁγίων συστήματα καταλαμπρύνουσα.
Μαστοί
σου Ἐμμέλεια εὐλογημένοι ἐξέθρεψαν, τῷ γάλακτι τῆς πίστεως μᾶλλον τὰ τέκνα τὰ
σά, ἀμφιστόμους τε κρουνοὺς Καππαδοκία, ἀρδεύοντας χάριτι κόσμο τὰ πέρατα.
Ἐπέφανε
σήμερον καὶ ἐπιλάμπει παντάπασιν, τὸ ἔαρ τῆς πίστεως καὶ τῶν Χριστοῦ δωρεῶν, ἡ
πολύστεπτος δορκὰς τῆς εὐλογίας, καὶ σκήνωμα χάριτος θεία Ἐμμέλεια.
Λαμπρὰ
καὶ πανέορτος τῇ Ἐκκλησίᾳ ἐφέστηκεν, ἡ μνήμη σου σήμερον ἐν εὐφροσύνῃ πιστῶν,
τὰ συστήματα συνάγουσα ἁπάντων, τῶν πόθῳ τῷ ζέοντι καταφευγόντων σοι.
Εὐθύμησον
ἅπασα Καππαδοκία ὡς τέξασα, τὴν Ἐμμέλειαν καὶ γλυκυτάτην τροφόν, τὸ ἀγλάϊσμα
ἁπάσης Ἐκκλησίας, τὴν εὔφορον ἄρουραν καὶ θεοτίμητον.
Θεοτοκίον.
Ἰδὼν
ὁ θεόπνευστος πάλαι ποτὲ Ἡσαΐας Σε, ὡς νόμον τῆς χάριτος ὥσπερ νεφέλην φωτός,
καὶ ὡς ἄμπελος κυπρίζουσαν Παρθένε, πεπείρου τοῦ βότρυος Σὲ προκατήγγειλε.
ᾨδὴ
γ’. Στερεωθήτω ἡ καρδία μου.
Λαμπροφοροῦσα
καὶ μυρίζουσα, ἀρετῶν τὸ μύρον Ἁγία ἡμᾶς, καταπλουτίζεις σωστικαῖς, ταῖς λιταῖς
σου Ἐμμέλεια, τοὺς πόθῳ σε Μήτερ σέβοντας, καὶ πίστει γεραίροντας.
Ἐπικυροῦσα
πολιτείαν σου, πράξεσιν τοῦ βίου Ἁγία σεπτῶς, ἁγιωτάτως τοὺς βλαστούς, ὥσπερ
δένδρον ἀνέδειξας, Παράδεισόν τε κεκλήρωσαι, Χριστοῦ ὡς ἀντίδωρον.
Ἰλὺν
παθῶν μου δυσαπόνιπτον, καὶ τὰ πταίσματά μου πρεσβείαις ταῖς σαῖς, ἀπόπλυνόν
μου ἐκβοῶ, καὶ τοῖς δάκρυσι δέομαι, Ἐμμέλεια ὅτι γέγονας, πιστῶν ἡ ἀντίληψις.
Ἀναλαβοῦσα
τὸν τῆς πίστεως, θυρεὸν ἐπ’ ὤμων Χριστὸς ὁ Θεός, ὁ εὐεργέτης τοῦ παντός,
κατεκόσμησε χάρισι, λυχνίαν τε σὲ κατέστησε, φωτίζουσα ἅπαντας.
Θεοτοκίον.
Νοῦν
καταπλήττομαι Παντάνασσα, δόξαν καθορῶν Σου καὶ κράζω βοῶν· χαῖρε παράδεισε
τερπνέ, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ ὕψος τε δυσαντίβλεπτον, καὶ κλίμαξ
οὐράνιε.
Ἕτερος.
Τοὺς Σοὺς ὑμνολόγους.
Ἀκτῖνες
τῆς σῆς ἐπιστασίας, πηγάζουσαι θείου ἐκ φωτός, πάντας καταπλουτίζουσιν, ἐν
χάριτι τοὺς κράζοντας· χαῖρε σεπτὴ Ἐμμέλεια, μέλος πιστῶν παναρμόνιον.
Νηδὺς
θεοτίμητος ὑπάρχεις, ὡς ἔτεκες γόνους εὐκλεεῖς, ἀγρὸς ὁ εὐφορώτατος,
πλουτίσματι τοῦ Πνεύματος, παναληθῶς Ἐμμέλεια, καὶ Ἐκκλησίας ἀγλάϊσμα.
Μαστῶν
σου Ἐμμέλεια ὡς γάλα, σταζόντων τὴν χάριν παμπληθῶς, τέκνα σου ἀνετράφη μέν,
ηὐξήθη δὲ τῷ Πνεύματι· διὸ μητέρων γέγονας, τὸ εὐκλεέστατον πρότυπον.
Θεοτοκίον.
Ἑόρταζε
πᾶσα Ἐκκλησία, τὴν μόνην ἁγνὴν ἐν γυναιξίν, ἐξ ἧς ἡμῖν σεσάρκωται, ὁ Λόγος ὁ
προάναρχος, ὁ τοῦ Πατρὸς συνάναρχος, Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος.
Κάθισμα.
Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον
Ἐμφιλόσοφον
βίον κατὰ Θεόν, διανύσασα Μῆτερ ἁγιασμόν, ἀπέλαβες ἔνδοξε, καὶ χαρίτων τὸ
πέλαγος, καὶ πρὸς ὕψος ἐπήρθης μονὰς εἰσοκίζουσας, οὐρανίους· διόπερ Κυρίῳ
δεδόξασαι· ὅθεν σεβασμία, τῶν θερμῶν ἱκετῶν σου, αἰτήσεις ἐπάκουσον καὶ τὴν
χάριν κατάπεμψον, τῶν βροτῶν ἡ ἀντίληψις ἡ ταχεῖα ὑπάρχεις γάρ, ἡ τὰς ἱκεσίας
ἡμῶν τῶν ἐκτελούντων σου μνήμην τὴν ἔνδοξον, τῷ Θεῷ ἡμῶν καὶ Κυρίῳ προσάγουσα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ’. Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ.
Γονὴ
Καππαδοκίας ὑπάρχεις εὐκλεής, καὶ τῶν Ὀρθοδόξων τε ὀσφράδιον τερπνόν, θεαρχικῆς
γὰρ Τριάδος ἡ ὑπηρέτις, καὶ τῶν Ἁγίων ἡ ὁμότιμος ὑπάρχεις· ὅθεν σου τὴν μνήμην
γεραίρομεν.
Ἐλλάμψεως
τῆς θείας ἐπλήσθης καὶ τρυφῆς, καὶ ἐν ἁγιότητι Ἐμμέλεια Χριστός, περιβαλὼν σὲ
ἀξίως πᾶσιν ἐδείχθης, λελαμπρυσμένον καὶ πολύτιμον δοχεῖον, πάντας ἐκπλουτίζων
τοῖς θαύμασι.
Ῥητόρων
πᾶσα γλῶσσα οὐ δύναται εἰπεῖν, τὰ πολλὰ ἐξαίσια Ἐμμέλεια τὰ σά, τὴν πολιτείαν
τὴν θείαν ἀξιοχρέως, καὶ τὴν πτωχείαν τὴν τοῦ σώματος Ἁγία, μόνον δὲ τὸ χαῖρε
κραυγάζει σοι.
Θεοτοκίον.
Ἀκτίνων
Μητροπάρθενε ἐκλαμπροτέρα, καὶ ἀΰλων τάξεων ὑπάρχεις θαυμαστῶς, ὑψηλοτέρα καὶ
ὄντως τιμιωτέρα, πάντων κτισμάτων· διὰ τοῦτο Σοὶ βοῶμεν· χαῖρε Θεοτόκε
πανύμνητε.
Ἕτερος.
Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπροφόρος
ἡ ἡμέρα, ἀνατέταλκε σήμερον, ὅτι σου ἡ μνήμη, πνευματοφοροῦσα ἐφέστηκεν, καὶ
συναγείρει τοὺς πίστει σοὶ Ἐμμέλεια, ἀνακράζοντας· Χαῖρε Μητέρων τὸ καύχημα.
Παναρμόνιος
κιθράρα, χαρισμάτων πολύχορδος, πᾶσι μελῳδοῦσα, τὴν δοξολογίαν τὴν ἔνθεον,
ἐδέιχθης· ὅθεν βοῶμέν σοι Ἐμμέλεια· χαῖρε πάνσεμνε τῶν Καππαδοκῶν ἡ εὐπρέπεια.
Ὡς
νοσσὶς ἡ χριστοφόρος, τὰ νοσσία συνάγουασα, δόγμασιν ἐνθέοις, καὶ ἀδιαλείπτως
διδάσκουσα, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν κατεπλούτισας, καὶ ἐφαίδρυνας θείοις τοῖς
τέκνους Ἐμμέλεια.
Θεοτοκίον.
Κάλλει
Σου τῆς παρθενίας, Γαβριὴλ ἐξεπλήττετο, ὅτε τὰ μητέρων, εὐαγγελιζόμενος ἔδραεν,
ἀλλὰ θαῤῥύσας Παρθένε ἀνεκραύγασεν· ἀπειρόγαμε χαῖρε Μαρία ἀνύμφευτε.
ᾨδὴ
ε’. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ.
Ἰκμὰς
ἡ ἀναθάλλουσα ἡμῖν δωρεάς, καὶ τὰς χερσωθεῖσας ψυχὰς καταρδεύουσα, προστάτις τε
εἶ ἀδαπάνητος, τῶν σὲ προσκυνούντων, καὶ πόθῳ ἀνυμνούντων.
Ῥεόντων
τὴν ἀπόλαυσιν φρονήματι σῷ, σὺ ἀντιπαρῆλθες Ἐμμέλεια ἔνδοξε, ἑστῶτα δὲ ἐπόθησας
ὅλως, ὡς φρονιμωτάτη, καὶ τὴν τρυφὴν τῶν ἄνω.
Ὦ
τῆς πολλῆς σοφίας σου καὶ γνώμης καλῆς, καὶ τοῦ θείου πόθου· δι’ ὧνπερ
ἠγάπησας, τὸν Λόγον ὅσπερ πᾶσιν ἔδειξε, σὲ ὡς ἐλεήμων.
Θεοτοκίον.
Τὸν
δρόμον μου κατεύθυνον ἡ Μήτηρ Θεοῦ, ὅτι διαβαίνων ἐν μέσῳ τῶν κακώσεων, καὶ
τέτρωμαι ἐγὼ ὁ ἄθλιος, ὑπὸ τῶν δαιμόνων, τῶν μάτην μὲ μισούντων.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Ἀγάλλεται
πάνδημος καὶ συγχορεύει σήμερον, πᾶσα τῶν μητέρων ἡ χορέια, σὲ ὥσπερ τύπον τὸν
μέγαν κέκτηται γάρ, Ἐμμέλεια Μῆτερ καὶ τροφέ, καὶ πανηγυρίζουσα, ἀναμέλπει σοὶ
ᾄσματα
Πατέρες
ἐβλάστησαν ἐκ τῆς σεπτῆς νηδύος σου, οἵπερ ἐν φωτὶ θεολογίας, τὴν οἰκουμένην
ὄντως ἐφώτισαν· διὸ σὺν αὐτοῖς ὑπὲρ ἡμῶν πάντοτε ἱκέτευε, Μῆτερ θεία Ἐμμέλεια.
Πολύευκτος
ἤγγικεν καὶ τῶν χαρίτων ἔμπλεως πᾶσιν ὁ καιρὸς τῆς ἑορτῆς σου, καὶ ὥσπερ θεῖον
καὶ ἀκηράσιόν τε, τὸ γάλα ἐκτρέφει μητρικῶς Μῆτερ τοὺς τιμῶντάς σε, εὐσεβῶς καὶ
ὡς ἔπρεπε.
Θεοτοκίον.
Ἀγκάλας
διάνοιξον τὰς μητρικὰς τοῖς δούλοις Σου, πᾶσι Θεοτόκε ἡ τεκοῦσα, τὸν ποιητήν
Σου καὶ Βασιλέα Χριστόν, καὶ δώρησαι ἴασιν παθῶν καὶ τῶν δυσαπόνιπτον, ῥύπον
πάντων καθάρισον.
ᾨδὴ
στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Οὐρανόφωτος
λαμπάς, ἐκ χοροῦ Καππαδοκῶν, ἀνατέταλκες ἡμῖν, καὶ λιταῖς σου σωστικαῖς,
Ἐμμέλεια, πάντας φυλάττεις τοὺς σὲ γεραίροντας.
Ἴσμεν
Μῆτερ οἱ πιστοί, ἀρετῶν σου τὴν πληθύν, καὶ τὸ κάλλος σου σεμνή, ἐκβοῶντες
εὐλαβῶς· ἡ δόξα τῆς Καππαδοκίας, χαῖρε Ἐμμέλεια.
Σκολιοῦ
τὰς πονηράς, μεθοδείας ἐν Χριστῷ, κατενίκησας· διό, τὸν Παράδεισον οἰκεῖς, καὶ
χαίρεις κράζουσα ἀπαύστως· Κύριε δόξα Σοι.
Θεοτοκίον.
Ἀνερμήνευτος
σπορά, Μῆτερ γέγονεν ἐν Σοί, καὶ Θεὸς τὸ κυηθέν, ἐπεφάνη δι’ ἡμᾶς, καὶ ἄνθρωπος
ὁμοῦ· διόπερ Σὲ μεγαλύνομεν.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Διπλὸν
τὸ καύχημα γέγονας, Ἐμμέλεια σεμνῇ πολιτείᾳ σου, μητέρων τρόπαιον καὶ γυναικῶν
πολυπόθητον, τῶν εὐσεβῶν τὸ κλέος καὶ ἀξιέραστον.
Ὁ
τύπος ὤφθης ὁ πάγχρυσος, χοροῦ τῶν γυναικῶν καὶ μητέρων τε, καταλαμπρύνουσα τῇ
βιοτῇ σου Ἐμμέλεια, τῆς Ἐκκλησίας στέφος τὸ πολυτίμητον.
Καλοὶ
εἰς βρῶσιν ἐδείχθησαν, γλυκύτατοι ὡσαύτως νηδύος σου, καρποὶ θεπέσιοι, τῆς
οἰκουμένης ἐν Πνεύματι, περιβολὴ καὶ σκέπη ἡ χαριτόβρυτος.
Θεοτοκίον.
Ἰδὼν
ποτὲ ἐν τῷ ὄρει Σε, ὡς βάτον Μωϋσῆς ἀκατάφλεκτον, χαμαὶ προσέπεσεν καὶ εὐλαβῶς
προσεκύνησεν, ὡς τοῦ Θεοῦ Μητέρα Σὲ ἀπειρόγαμον.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Καππαδοκίας
ἡ γονὴ ἡ πολυτίμητος, καὶ Ἐκκλησίας ἡ λαμπὰς ἡ παμφαέστατος, ἀναδέδειξαι ἐν
χάριτι τοῦ Κυρίου, ὥσπερ ἔαρ τὰς ψυχὰς ἡμῶν κατηύγασας, καὶ ἀπαύστως γὰρ
φυλάττεις ταῖς πρεσβείαις σου, τοὺς κραυγάζοντας· Χαῖρε Μῆτερ Ἐμμέλεια.
Ὁ
Οἶκος.
Ἄνωθεν
δεξαμένη, ἐπισκέψεως θείας, ζωήῤῥυτα Ἐμμέλεια ῥεῖθρα, κρουνὸς Καππαδοκίας ἡδύς,
ἀνεδείχθης Μῆτερ καὶ πιστῶν γέγονας, ἡδύμολπον μελώδημα τῶν πόθῳ σοὶ βοώντων
ταῦτα·
Χαῖρε,
ἀμνὰς τοῦ Χριστοῦ ἁγία·
χαῖρε,
ᾠδὴ πρὸς Χριστὸν ἡ θεία.
Χαῖρε,
Καππαδοκῶν τῆς χώρας κειμήλιον·
χαῖρε,
συνοδείας Ἁγίων ὀσφράδιον.
Χαῖρε,
ὕψος τελειώσεως, καὶ ἀνάστημα σεμνόν·
χαῖρε,
τεῖχος καὶ ὀχύρωμα, τῶν πιστῶν σου ἱκετῶν.
Χαῖρε,
ὅτι ὑπάρχεις τοῦ Δεσπότου θυγάτηρ·
χαῖρε,
ὅτι μετέχεις Παραδείσου τῆς δόξης.
Χαῖρε,
γαστὴρ Ἁγίους ἡ τέξασα·
χαῖρε,
χοροὺς δικαίων εὐφραίνουσα.
Χαῖρε,
δι’ ἧς ἐδοξάσθη ὁ Κτίστης·
χαῖρε,
δι’ ἧς Ἐκκλησία χορεύει.
Χαῖρε,
Μῆτερ Ἐμμέλεια
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Ἐμμελείας,
μητρὸς τοῦ Μεγάλου Βασιλείου.
Ἐμμέλιον τέθνηκε·
τίς ἔφρασεν;
Ἥ γε τοσούτων
καὶ τοίων τεκέων δῶκε φάρος βιότῳ,
υἱέας ἠδὲ
θύγατρα ὁμόζυγας ἀζυγέας τε,
εὔπαις καὶ
πολύπαις ἥδε μόνη μερόπων.
Τρεῖς μὲν
τῆσδ’ ἱερῆες ἀγακλέες,
ἡ δ’ ἱερῆος
σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.
Θάμβος ἔχεν
μ’ ὁρώντα τόσον γόνον Ἐμμελίοιο καὶ τοῖον,
μεγάλης
νηδύος ὄλβον ὅλον·
ὡς δ’ αὐτὴν
φρασάμην Χριστοῦ κτέαρ,
εὐσεβὲς αἷμα,
Ἐμμέλιον, τόδ’ ἔφην·
Οὐ μέγα· ῥίζα
τόση.
Τοῦτό σοι
εὐσεβίης ἱερὸν γέρας,
ὦ παναρίστη,
τιμὴ σῶν τεκέων,
ἧς πόθον
εἶχες ἕνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἰσαακίου
τοῦ Ὀμολογητοῦ, ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων
Ψήφῳ Θεοῦ
πρὸς θεῖον ἤρθη χωρίον,
γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.
γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.
Οὗτος
ὥρμητο ἐξ Ἀνατολῶν· ἐλθὼν δὲ εἰς τὸ Βυζάντιον, ἐν τοῖς χρόνοις Οὐάλεντος τοῦ
Ἀρειανοῦ, ἐπεὶ κατὰ τῶν Γότθων Οὐάλης ἐχώρει, καὶ πόλεμον συνεκίνησεν,
ὑπήντησεν αὐτῷ οὗτος ὁ μακάριος, συμβουλεύων ἅμα καὶ παρακαλῶν, ἀνοῖξαι τὰς τῶν
Ὀρθοδόξων Ἐκκλησίας. Τοῦ δὲ βασιλέως μὴ πεισθέντος, πάλιν προφθάσας, τὰ αὐτὰ
παρήνει, ἀνοῖξαι λέγων, καὶ ἀποδοθῆναι τὰς Ἐκκλησίας τοῖς Ὀρθοδόξοις, εἰ μὴ
μέλλοι, ἀπὸ προσώπου τῶν ἐχθρῶν ἐν πολέμῳ φυγών, ἀπολέσθαι. Αὐτὸς δὲ διὰ τὸ τοῦ
ἀνδρὸς εὐπαῤῥησίαστον χαλεπήνας, ἐκέλευσεν αὐτὸν μαστιγωθῆναι, καὶ ῥιφῆναι ἐπὶ
ἀκάνθαις. Πάλιν δὲ προφθάσας ὁ Ἅγιος τὸ τρίτον, ἐπελάβετο τοῦ χαλινοῦ τοῦ
ἵππου, διαῤῥήδην τὸν ὄλεθρον ἐπισημαίνων αὐτῷ, εἰ μὴ τὰς Ἐκκλησίας τῶν
Χριστιανῶν ἀποδῷ· ὅθεν ὀργισθείς, παρέδωκε Σατορνίνῳ καὶ Βίκτωρι, φυλάξαι
τοῦτον παρακελευσάμενος, μέχρι τῆς ἐν εἰρήνῃ αὐτοῦ ἐπανελέυσεως. Ἔνθα δὲ τὸν
Ἅγιον εἰπεῖν: Εἰ σὺ ἐν εἰρήνῃ
ὑποστρέψεις, ἐμοὶ οὐ λελάληκεν ὁ Θεός· φεύξῃ γὰρ ἐξ ἐναντίας τῶν ἐχθρῶν σου·
καὶ καταληφθείς, διὰ πυρὸς δέξῃ τὴν τοῦ βίου καταστροφήν. Ἐπεὶ δὲ συνέβαλεν
ἐν πολέμῳ ἡττηθείς, ἐν ἀχυρῶνι καταφεύγει ἅμα τῷ Πραιποσίτῳ, ὃς ταύτην τὴν
κακοδοξίαν νοσῶν, ἀεὶ τὸν βασιλέα κατὰ τῶν Ὀρθοδόξων ἠρέθιζε· καὶ ἐν αὐτῷ παρὰ
τῶν Γότθων πυρὶ παρεδόθησαν. Ἐπὶ γοῦν τῇ τοιαύτῃ προῤῥήσει ὁ Ἅγιος, καὶ τῇ
παῤῥησίᾳ ἐμεγαλύνθη, καὶ τῇ ὀρθοδόξῳ ὁμολογίᾳ, καὶ ἐν ταύτῃ τῇ Βασιλίδι πόλει
τὸ λειπόμενον τοῦ βίου διαγαγών, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Νατάλιος, ξίφει τελειοῦται
Xοροῦ
γενέσθαι Mαρτύρων διὰ ξίφους,
τὸν Nατάλιον μαρτυροῦσιν αἱ βίβλοι.
τὸν Nατάλιον μαρτυροῦσιν αἱ βίβλοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Βαρλαάμ.
Tὸν Bαρλαὰμ
ἔγνωκε καὶ τὰ γῆς ἄκρα,
ἄκρως ἐνασκήσαντα μέχρι γῆν ἔδυ.
ἄκρως ἐνασκήσαντα μέχρι γῆν ἔδυ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες·
Ῥωμανός, Τελέτιος, Χριστίνα, ξίφει τελειοῦνται καὶ οἱ σὺν αὐτῶν ἐν
Νικομηδείᾳ καέντες.
Ῥώμῃ Ῥωμανὸς
συμπνέων Tελετίῳ,
ἥκει μετ’
αὐτοῦ συντελεσθῆναι ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὔπλος,
βύρσῃ βοὸς ἐλιχθείς, καὶ ἐν φλέγοντι ἡλίῳ τεθείς, τελειοῦται.
Φλέγουσι
βυρσέλικτον Eὔπλον ἡλίῳ,
οἱ φῶς νοητοῦ
μὴ βλέποντες ἡλίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βενανδίου
τοῦ ἐν Γαλλίᾳ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυπριανοῦ τοῦ ἐξ Ἀντιοχείας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Τοὺς ἐν καμίνῳ
παῖδάς Σου Σωτήρ.
Σιμωνικῶς ὡς πέτρα τῆς
ζωῆς, ψυχὰς τῶν εὐσεβῶν ἐν Χριστῷ περικρατεῖς, καὶ πρὸς Θεὸν καθοδηγεῖς
ἅπαντας, ὕμνοις καὶ ᾠδαῖς τοὺς μέλποντας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Μετὰ παντὸς λαοῦ θεοσεβοῦς,
Ἐμμέλεια σεπτὴ ἐκβοῶ πανευλαβῶς· χαῖρε πιστῶν ἡ σταθηρὰ πρόμαχος· χαῖρε
εὐλογίας τρόπαιον, πεποικιλμένον νοητῶς τῷ τρισαγίῳ φωτί.
Ἀπεμπολεῖν τὸ δύνασθαι
ἐχθρούς, Ἐμμέλεια Χριστὸς ἐδωρήσατο ἐν σοί, καὶ τὸ λαβεῖν δωρεὰς τοῦ Πνεύματος,
ἐν τῷ μεγαλύνειν πάντοτε, Λόγον τὸν ἄσαρκον τὸ πρὶν καὶ σαρκωθέντα ἡμῖν.
Θεοτοκίον.
Σὲ τὴν ἁγνὴν Μητέρα τοῦ
Θεοῦ, ὡς κλίμακα ζωῆς οὐρανόφεγγον ἡμεῖς, οἱ γηγενεῖς χρεωστικῶς μέλπομεν· τῷ
ἐκ Σοῦ τεχθέντι ψάλλοντες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἀνατέταλκεν ὁ μέγιστος
Βασίλειος, ἐκ σοῦ καὶ Πέτρος τε, ὁ Σεβαστείας ποιμήν, καὶ θεπιος Γρηγόριος
Νύσσης ἐπίσκοπος, σὺν Μακρίνῃ τε καὶ Ναυκρατίῳ ἔνδοξε, Ἐκκλησίας θεῖα τέκνα.
Σπόρος ἤνθησεν ἐκ σοῦ ὁ
ἐκλεκτὸς ἡμῖν, σεπτὰ τὰ τέκνα σου, τὰ τὸν αἰθέριον πλοῦν, ἀξίως μὲν πλεύσαντα
ὡς χριστοκήρυκες, γεγονότα δὲ τὰ τῶν πιστῶν κειμήλια, καὶ τῆς χάριτος δοχεῖα.
Φῶτα ἔνδοξα τῆς χάριτος
τρισάκτινα, ἡμῖν παρέδωκας, ἔχουσα τύπον σαφῶς, τὴν μόνην πανάμωμον· ὅθεν
βοῶμέν σοι· ἀξιόκτητον σὺ εἶ μητέρων πρότυπον, τῶν τιμώντων σου τὴν μνήμην.
Θεοτοκίον.
Ἀπειρόγαμε γενοῦ ἡμῶν
μεσίτρεια, πρὸς τὸν φιλάνθρωπον, ἐκ Σοῦ τεχθέντα Υἱόν, καὶ δώρησαι ἅπασιν τῇ
παῤῥησίᾳ Σου, τὸ σωτήριον νᾶμα τὸ βίου τάχιστα, τὸ ἐκπλύνον ἁμαρτίας.
ᾨδὴ η’. Ὃν φρίττουσιν
Ἄγγελοι καὶ πᾶσαι στρατιαί.
Ἰδοῦσα τὴν ἄφατον
λαμπρότητα Θεοῦ, αὐτὴν κατεζήλωσας Ἐμμέλεια σεμνή, δοξάζουσα πίστει καὶ ἁγίᾳ
ζωῇ, τὸν ἐθελουσίως σαρκὸ περιβληθέντα.
Νικῶσα τὸν δείλαιον καὶ
πείσμονα ἐχθρόν, ἐν ὕμνοις ἐκράυγαζες Ἐμμέλεια πιστῶς· δοξάσατε πάντες τὸν
Σωτῆρα Θεόν, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φιάλη τῆς χάριτος Ἐμμέλεια
Θεοῦ, ὑπάρχεις καὶ σκήνωμα τῆς δόξης τοῦ Χριστοῦ· διό σου τὴν μνήμην ἐκτελοῦμεν
πιστῶς, καὶ σὲ προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὦ θρόνε πυρίμορφε τοῦ Λόγου
καὶ Θεοῦ, καὶ ἅρμα οὐράνιον καὶ πύλη τοῦ φωτός, Βασίλισσα πάντων οὐρανίων
χορῶν, καὶ βροτῶν τὸ κέρας ὑπερευλογημένη.
Ἕτερος. Παῖδας εὐαγεῖς
Ὄρθρος νοητὸς ἁγιωσύνης,
τῶν τέκνων σου διετέλεσας Ἐμμέλεια, πρότυπον καὶ καύχημα· ὅθεν τῷ παντάνακτι,
μελῳδικῶς ἐκραύγαζες σὺν τούτοις ᾄσμασιν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Σέλας καὶ ἀστὴρ
Καππαδοκίας, συνώνυμος παιδοτρόφος τε τοῦ μέλιτος, πάνσεπτε Ἐμμέλεια, γέγονας
τῷ βίῳ σου, ὡς τοὺς πιστοὺς συνάγουσα μελῳδικῶς βοᾷν· τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Φίλους ἐκλεκτούς τε καὶ
ἐργάτας, ἀξίους τοῦ ἀμπελῶνος τοῦ παντάνακτος, ἔτεκες Ἐμμέλεια, ἔχουσα ὡς
πρότυπον, τὴν Θεοτόκον Δέσποινα· διὸ ἐκραύγαζες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὦ των τρισαγίων θαυμασίων,
καὶ θείας φιλανθρωπίας παναμώμητε! Ὁ πατὴρ ηὐδόκησεν, Πνεῦμα δὲ ἐλήλυθεν, καὶ ὁ
Υἱὸς ὡς ἄνθρωπος ἐν τῂ νηδύϊ Σου, σεσάρκωται βουλόμενος σῶσαι, φύσιν τὴν
πεσοῦσαν Ἀδὰμ τοῦ πρωτοπλάστου.
ᾨδὴ
θ’. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον.
Τῆς
Ἐκκλησίας λαμπὰς ὡς ἀείφωτος, τῆς Ἐμμελείας ἡ μνήμη ἐφέστηκεν, ἡ πιστοῖς
χαρίσασα εὐσεβείας κλίμακας· διὸ Χριστὸν τὸν Θεὸν καθικετεύει, ὑπὲρ εἰρήνης
ἀενάως ἡ πάνσεμνος.
Ἰωγὴ
πάντων ἡμῶν ἡ ἀκοίμητος, τῶν εὐφροσύνως τελούντων τὴν μνήμην σου, καὶ χαρᾶς τὸ
τρόπαιον καὶ κανῶν ὁ ἔμψυχος, πέλεις ἀεὶ τῶν μητέρων καὶ λαμπρότης· ὅθεν
δοξάζομεν ἐν πόθῳ σε πάντοτε.
Ὁ
τῶν μερόπων χορὸς συναχθήτω νῦν, καὶ ἀνυμνείτω τὴν θείαν Ἐμμέλειαν, τὸ τερπνὸν
ἐκβλάστημα τὸ σεπτὸν κειμήλιον, τῆς Ἐκκλησίας καὶ πάσης τῆς οἰκουμένης, ὅτι τὸ
ἔαρ τῶν χαρίτων ἐφέστηκεν.
Θεοτοκίον.
Υἱὸν
Θεοῦ ἐν σαρκὶ ἀπεκύησας, ὑπερφυῶς καὶ ἀφράστως Θεόνυμφε, καὶ ἡ χώρα γέγονας ἡ
ἁγνὴ καὶ ἄμωμος, τοῦ ἀχωρήτου· διὸ Σὲ προσκυνοῦμεν, ὡς Θεοτόκον τε καὶ Σὲ
μεγαλύνομεν.
Ἕτερος.
Ἅπας γηγενής.
Τίνα
σοὶ ᾠδὴν προσάξω καὶ αἴνεσιν Μῆτερ Ἐμμέλεια, δοῦλος ὁ ταλαίπωρος νοῶν σου ὕψος
τῆς ἁγιότητος, ἐν ᾧ Χριστὸς ἐβράβευσεν καὶ ἐδαψίλευσε, θείαν χάριν· ὅθεν
ἀνακράζω σοι· χαῖρε Μῆτερ Ἁγία καὶ πάνσεμνε.
Ἴνδαλμα
σεπτόν Ἁγία Ἐμμέλεια τέκνων σου γέγονας· ὅθεν κατὰ μέθεξιν ἐγεύθης δώρων τοῦ
θείου Πνεύματος· καὶ νῦν οἰκεῖς Παράδεισον τὸν πολυπόθητον· διὰ τοῦτο μνήμην
ἐκτελοῦμέν σου, καὶ πιστῶς ἐκβοῶμεν τὸ χαῖρέ σοι.
Ὅλη
εὐσεβὴς καὶ Μήτηρ φιλόθεος πέλεις Ἐμμέλεια· ὅθεν στέφος ἄφθαρτον παιδοτροφίας
φέρεις καὶ ἔνδοξον, ὅπερ σαφῶς ἐκάλλυνεν καὶ κατεκόσμησεν, ἐπαξίως ἄνθεσι τοῖς
ἄνωθεν ὁ Δεσπότης Χριστὸς πανσεβάσμιε.
Θεοτοκίον.
Ὕμνους
καὶ ᾠδὰς πανδήμως προσάγομεν χρεωστικώτατα, τῇ ἀπειρογάμῳ τε καὶ Θεοτόκῳ τῇ νέᾳ
Εὔᾳ τε, ὡς δι’ αὐτῆς ἠνέωκται ἡμῖν Παράδεισος, τοῖς πεσοῦσι διὰ παραβάσεως τοῦ
Ἀδάμ, καὶ τῆς Εὔας τὸ πρότερον.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῶν
μυροφόρων φρόνημα ἐκ Θεοῦ δεξαμένη, τὸν Ἰησοῦν Ἐμμέλεια διηκόνησας πόθῳ, ἀπὸ
νεότητος Μῆτερ καὶ διψῶσα τὸ ὕδωρ, τοῦ φωτισμοῦ προσέδραμες εἰς πηγὰς
ζωηῤῥύτους, καὶ σωστικὰς νάμασι τῆς χάριτος ἀρδευθεῖσα· διὸ ἀεὶ ἱκέτευε, τὸν
Χριστὸν ὑπὲρ πάντων.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἡ
κραταιὰ προστασία καὶ ἡ βοήθεια, καὶ νυμφοστόλος πάντων, τῶν θερμῶν ἱκετῶν σου,
Μῆτερ ἀναδέδειξαι τοῦ Θεοῦ, εὐδοκίᾳ Ἐμμέλεια· διὸ τὴν μνήμην ἐν πόθῳ οἱ
γηγενεῖς, ἐκτελοῦμέν σου τὴν πάμφωτον.
Οἱ
ἐπὶ γῆς σὲ ὑμνοῦσιν καὶ μακαρίζουσιν, καὶ τῶν Ἀγγέλων πλήθη, εὐλαβῶς σοὶ βοῶσι·
χαῖρε δεξαμένη τῶν ἀρετῶν, καὶ τῆς χάριτος πλήρωμα, καὶ τῶν Ἁγίων μητέρων χαῖρε
μολπή, ἡ εὐφρόσυνος Ἐμμέλεια.
Καππαδοκίας
ἡ χώρα πᾶσα εὐφραίνεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τῇ σῇ Μῆτερ Ἁγίᾳ, καύχημα γὰρ
κέκτηται σωστικόν, τὴν στεῤῥάν σου ἀντίληψιν· ὅθεν τὸν ὕμνον βοᾷ σοὶ
πανευλαβῶς· χαῖρε τρόπαιον περίλαμπρον.
Τῆς
ματαιότητος πᾶσης ἀποκεχώρισαι, καὶ συνηνώθης Μῆτερ, στρατιᾷ τῇ ἁγίᾳ· ὅθεν
κεκτημένη χάριν πολλήν, τὸν Δεσπότην ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων παντοδαπῶν,
τοὺς τὴν μνήμην ἐκτελοῦντάς σου.
Δόξα.
Ἦχος πλ. α’.
Μῆτερ
Ἁγία, τρυφὴν τῆς ἐγκρατείας ἐν βίῳ θηλάσασα· ἀῤῥήτου καὶ θείας τῆς ζωῆς ἐν
Χριστῷ κατηξίωσαι, τὸ σεμνὸν γὰρ τῆς σῆς ψυχῆς, καὶ νοὸς τὸ φιλόθεον κατηύθυναν
τὸν βίον σου, καὶ ματαιότητος τῶν γεηρῶν σὺ ἀπώκισαι φρονίμως, τῶν ἁγίων οὖσα
συνόμιλος· ὅθεν λαμπρῶς παρὰ Χριστοῦ τοῦ Σωτῆρος ἀντεδοξάσθης, καὶ πρὸς
οὐρανοὺς μετήχθης ὡς σεσωσμένη, τῷ Κυρίῳ πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαῖρε
τῆς Τριάδος θεραπαινίς, καὶ τῆς Ἐκκλησίας, χαῖρε λύχνος ὁ φωταυγής, Μῆτερ
σεβασμία, Ἐμμέλεια Ἁγία, καὶ τῶν πιστῶν σου δούλων, χαῖρε τὸ καύχημα.
Τῆς
Καππαδοκίας χαῖρε βλαστός, ὁ πάνσεπτος Μῆτερ, καὶ τῆς χάριτος ἀγωγός, πρὸς τοὺς
ἀδελφούς σου, τοὺς τιμῶντας σὲ πόθῳ, καὶ πίστει σοὶ βοῶντας· χαῖρε πανθαύμαστε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου