Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 2. ΟΣΙΟΣ ΤΙΤΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΥ 2.

ΤΙΤΟΥ ΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑ,

 (Ἀρχ. Νικοδήμου Ἀεράκη).

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀγγελικῆς πολιτείας τὸ ἀκροθίνιον, τῆς προσευχῆς τὸ ἄνθος, ἀγρυπνίας τὸ κλέος, Τίτον τῆς νηστείας τὸν ἐραστήν, καὶ ἀσκήσεως ἄγαλμα, ἀνευφημήσωμεν ὕμνοις ἑορτασταί, τῶν Ὁσίων ἰσοστάσιον.

Τῶν μοναστῶν αἰ χορεῖαι λαμπρῶς εὐφραίνονται, τιμῶσαι θείου Τίτου, τὴν πανίερον μνήμην, ἄσκησιν ἐν βίῳ καὶ ἀρετάς, καὶ σημεῖα καὶ θαύματα, ἀνακηρύττουσι πᾶσι περιχαρῶς, τὸν Χριστὸν ἀεὶ δοξάζουσαι.

Τίτου τὴν μνήμην ἐνθέως πανηγυρίσωμεν, τῶν φιλεόρτων στίφη, μοναστῶν αἱ χορεῖαι, οὗτος γὰρ ἐρήμῳ ἐνασκηθείς, καθηγούμενος γέγονε, καθοδηγῶν ἐν Κυρίῳ τοὺς μοναστάς, διὰ θεωρίας τε καὶ πράξεως.

Τῶν μοναστῶν τὸ ὑπόδειγμα εὐφημήσωμεν, τὸ τῆς ἐρήμου κλέος, ἁγιότητος τύπον, Τίτον θεοφόρον τὸν στολισμόν, μοναχῶν καὶ ἡγούμενον, διὰ θαυμάτων δὲ μέγαν ὑφηγητήν, ἀρετῆς καὶ τελειότητος.

Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν μοναστῶν τὰ πλήθη, τοῦ θεοφίλου Τίτου μνήμην, ἐν ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὰ τοῦ κόσμου τερπνὰ καταλιπών, καὶ τὴν ἀγγελικὴν πολιτείαν μανικῶς ἀγαπήσας, ἐν προσευχῇ, ἀσκήσει τε καὶ νηστείᾳ πνευματικῶς ἐνήθλησε καὶ θεοφιλὴς ἡγούμενος ἐγένετο. Αὐτοῦ πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.







Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, τοῦ Τίτου θείαν μνήμην, τιμήσωμεν καὶ τούτου, τὴν χάριν τῶν θαυμάτων, λαμπρῶς ἀνακηρύξωμεν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίτον τὸν θαυμαστόν, ἡγούμενον ποιμένα, τῶν λογικῶν προβάτων, τιμήσωμεν ἐν ὕμνοις, καὶ ᾄσωμεν ἐγκώμια.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τίτον δοῦλον Θεοῦ, τῆς ἀρετῆς ταμεῖον, κρουνὸν ἁγιωσύνης, καὶ κρήνην τῶν θαυμάτων, λαμπρῶς ἐγκωμιάσωμεν.

Δόξα. Τριαδικόν.
Δεῦτε Τριαδικῇ, μονάδι κατ’ οὐσίαν, λατρεύσωμεν ἐν ὕμνοις, κηρύττοντες τοῖς πᾶσι, τὸ θεῖον Αὐτῆς ὄνομα.

Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Μαριάμ, ὑπὲρ τῶν Σὲ τιμώντων, πρὸς τὸν Υἱόν Σου ὅπως, ῥυσθῶμεν τῆς γεέννης, καὶ σκότους τῆς κολάσεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ.

Ἀπόλυσις.


















ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τοῦ Ἁγίου στ'. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος. (Ἐκ τοῦ Μηναίου).
Τίτε, θεόφρον Πατὴρ ἡμῶν, τὸν σὸν βαστάσας σταυρόν, τῷ Χριστῷ ἠκολούθησας, καὶ τὰ πάθη ἅπαντα, τῇ ψυχῇ καθυπέταξας, ἐντεῦθεν χάριν ἐξ ὕψους ἔλαβες, ἰᾶσθαι πάθη τῶν προστρεχόντων σοι, παύειν νοσήματα, καὶ διώκειν πνεύματα· ὅθεν τὴν σήν, μνήμην ἑορτάζομεν, πανηγυρίζοντες.

Τίτε, παμμάκαρ Πατὴρ ἡμῶν, ἀσκητικαῖς ἀγωγαῖς, ἱερῶς καθαιρόμενος, καὶ τὸν νοῦν μεθέξεσι, θεϊκαῖς φωτιζόμενος, ἱερωσύνης χρῖσμα πανάγιον, τῇ ἐπινεύσει τοῦ θείου Πνεύματος, ὄντως εἰσδέδεξαι, λειτουργήσας ἄριστα, ἐπὶ τῆς γῆς, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθάπερ Ἄγγελος.

Ὅσιε, Τίτε θεόπνευστε, Ὀρθοδοξίας φωτί, τὴν ψυχὴν λαμπρυνόμενος, σκοτεινῆς αἱρέσεως τὴν ἀχλὺν ἀπεμείωσας, καὶ ἀνατείλας ὡς φαεινότατος, ἀστὴρ φωτίζεις κόσμου τὰ πέρατα, θαυματουργίαις σου, σελασφόροις πάντοτε· ὅθεν πιστῶς, πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.(Νικοδήμου Ἀεράκη).
Ἐγκωμίοις καὶ ᾄσμασιν, εὐφημήσωμεν ἅπαντες, συνελθόντες σήμερον Τίτον ἔνθεον, ὅτι Χριστὸν ἐμεγάλυνεν, ἐν βίῳ ἀσκήσεως, βίᾳ τε θεοφιλεῖ, καὶ ποικίλοις ἀθλήμασι καὶ ἐν θαύμασι, μοναστῶν ὑποφήτης καὶ πατέρων, ὁδηγὸς τῶν ἐν ἀσκήσει ἀναδείχθεις ὁ τρισόλβιος.

Τῆς ἐρήμου τὸ βλάστημα, καὶ ἀσκήσεως καύχημα, μοναζόντων μέγιστον ἐγκαλλώπισμα, ἡσυχαστῶν τὸν ἡγούμενον, τὸν Τίτον τιμήσωμεν, τῆς ἀσκήσεως λαμπρόν, καὶ ἐξάκουστον πρότυπον καὶ ἀγλάϊσμα, βιαστῶν τὸν κανόνα καὶ τὸν στῦλον, ἀσκουμένων τὸν ἀλείπτην, τῆς παρθενίας τὸ ἄγαλμα.

Θεοτίμητον Ὅσιον, καὶ ἠγούμενον ἔνθεον, ἀσκητῶν ἐντρύφημα καὶ ὑπόδειγμα, ἀφιερώσεως πρότυπον, τὸν Τίτον γεραίρομεν, τῶν ἀῤῥήτων ἐραστήν, καὶ Χριστοῦ ἀφομοίωμα καὶ ἐκτύπωμα, τῶν θαυμάτων τὴν κρήνην καὶ σημείων, καὶ κρουνὸν τῶν χαρισμάτων, τῆς Ἐκκλησίας τὸ καύχημα.




Δόξα. Ἦχος πλ. Β΄.
Σήμερον, ἡ τῶν Ὁσίων ὀμήγυρις, τὴν τοῦ Ἁγίου πανένδοξον μνήμην, ἐν ὠδαῖς ἐγκωμίων ἑορτάζουσα, ἐνθεαστικῶς βοᾷ πρὸς αὐτόν· χαίροις ὁ τῆς ἀσκήσεως ὑφηγητὴς καὶ τῆς ἀγγελικῆς πολιτείας θεόπεμπτος καθηγητής, χαίροις τῆς ἀρετῆς τὸ ὑπόδειγμα καὶ τῆς προσευχῆς τὸ ἀγλάϊσμα, χαίροις τῆς ταπεινοφροσύνης τὸ ἄγαλμα καὶ τῆς ἁγιότητος τὸ ἐγκαλλώπισμα, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε;...

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε, αἱ τῶν μοναχῶν χορεῖαι, καὶ τὰ τῶν φιλεόρτων συστήματα, ἐνθέοις ᾄσμασι καὶ ἱεροῖς ἐγκωμίοις τὸν τῆς μοναδικῆς πολιτείας ἐραστήν, Τίτον τὸν θεόφιλον ἑορτίως ἐγκωμιάσωμεν. Οὗτος γὰρ ἐν νεότητος μανικῶς, τὸν τῆς ψυχῆς Νυμφίον, Χριστὸν τὸν Θεὸν ἀγαπήσας, τῷ μονήρῃ βίῳ κατηκολούθησε, καὶ τῇ ἀσκήσει τὰ τοῦ Βελίαρ ἔνεδρα κατέστρεψε. Διὸ τὴν τῶν θαυμάτων χάριν εἴληφε καὶ δι’ αὐτῶν τὴν τοῦ Θεανθρώπου Λυτρωτοῦ παρουσίαν καὶ δύναμιν ἐκήρυξεν, ὅθεν τιμῶντες αὐτοῦ τὴν πανίερον μνήμην, τὸν Αὐτόν δοξάσαντας Κύριον, εὐλαβῶς λατρεύσωμεν.

Ἦχος β΄.
Σήμερον ἀδελφοί, τὸ τῆς μοναχικῆς πολιτείας ἐγκαλλώπισμα, Τίτον τὸν θεοδώρητον ἡγούμενον, ἐγκωμίων ἄνθεσιν ἐπαξίως καταστέψωμεν. Οὗτος γὰρ τὰ ἐπίκηρα καταλιπών, τὴν Ἄνω Σιὼν μανικῶς ἠγάπησεν, ἐκ τοῦ κόσμου ἀποδημήσας, καὶ ἐν κοινοβίῳ τῇ ἀγγελικῇ πολιτείᾳ ἀκολουθήσας, τὴν τῆς ἀρετῆς κορυφὴν καταλαβών, τῶν μοναχῶν θεοφώτιστος διδάσκαλος ἐδείχθη. Αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Τὸν πανένδοξον Τίτον, ἐν ᾠδαῖς καὶ ὕμνοις ἐνθεαστικῶς ἀδελφοὶ ἐγκωμιάσωμεν. Οὗτος γὰρ πάντα τὰ ἐπίκηρα καταλιπών, καὶ τὰ ἀχειροποίητα Ἅγια ἐπιποθῶν, τὸν ἀγγελικὸν βίον ἐν χαρᾷ καὶ ζεούσῃ καρδίᾳ ἠσπάσατο. Τὴν τοῖς ἐρημικοῖς μακαρίαν ζωήν, διὰ δακρύων, χαμευνίας, ὑπακοῆς, ταπεινώσεως καὶ αὐτοπεμψίας ἐνασκήσας, κατηξιώθη τῶν τῆς μοναχικῆς ζωῆς ἀῤῥήτων δωρημάτων, καὶ τοῦ τῶν θαυμάτων χαρίσματος. Αὐτοῦ ἀδελφοί, τὴν πρὸς Χριστὸν ἀγάπην ἐκ καρδίας θερμῶς ἐπιποθήσωμεν.

Ἦχος δ΄.
Θεόσδοτος πνευματικὴ εὐλογία, τοῖς ἐν ἀγγελικῇ πολιτείᾳ ἐνασκουμένοις, ἡ τοῦ θεόφρονος Τίτου βιοτὴ δεδώρησαι. Δεῦτε οὖν καὶ ἡμεῖς ἀδελφοί, ἐν τῇ σεπτῇ αὐτοῦ ἑορτῇ, μετὰ πόθου τοὺς πανευώδεις καὶ εὐχύμους αὐτοῦ καρπούς, τὴν τῶν ἀρετῶν δέσμην, τὴν ἐν τῇ ἀσκήσει προθυμίαν καὶ τὴν μετὰ συνέσεως διάκρισιν, μετ’ εὐφροσύνης δρέψωμεν. Καὶ τὸν διὰ θαυμάτων, χαριτώσαντα αὐτὸν Κύριον καὶ Δεσπότην ἱκετεύσωμεν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.





Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε μοναστικαὶ χορεῖαι πᾶσαι ἐνθεαστικῶς, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ Ὁσίου Τίτου ἑορτάσωμεν, καὶ εὐφροσύνως αὐτῷ βοήσωμεν· χαῖρε, τῆς πρὸς Χριστὸν ἀγάπης τὸ ὑπόδειγμα καὶ τῆς μοναχικῆς πολιτείας τὸ ἀκροθίνιον, χαίρε τῶν μοναζόντων ὁ θεόσδοτος κανὼν καὶ τῆς ἀγγελικῆς πολιτείας πανάριστος ὁδηγός, χαῖρε τὸ τῆς ἀσκήσεως ἀγλάϊσμα καὶ ὀ τῶν θαυμάτων ἀείροος κρουνός. Πρέσβευε Ὅσιε ὑπὲρ ἡμῶν, ἵνα ῥυσθῶμεν ἐκ τῶν ποικίλων παγίδων καὶ πειρασμῶν τοῦ ἀλάστορος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, τῶν μοναζόντων κανών, τῆς προσευχῆς τὸ θαυμαστὸν ἀκροθίνιον, νηστείας λαμπρὸς ἐκφάντωρ, καὶ ἀγρυπνίας κανών, τῶν ἡσυχαζόντων τὸ ἐντρύφημα, κρατὴρ θεῖος ἔμπλεως, χαρισμάτων τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων, ὁ κρουνὸς ὁ ἀείροος, ἁγιότητος, θεοτίμητον πέλαγος, ὅθεν Τίτε πανεύφημε, τιμῶντες τὴν μνήμην σου, ᾄσμασι θείοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἡγουμένων φωστήρ, τῶν ἀσκητῶν ὁ ὁδηγὸς καὶ τὸ στήριγμα, τῆς νήψεως ὁ ἐκφάντωρ, καὶ μοναχῶν χαρμονή, τῶν ἐνασκουμένων τὸ ὑπόδειγμα, τῆς βίας τὸ πρότυπον, ἐγκρατείας τὸ στόλισμα, ἡσυχαζόντων, τὸ πανθαύμαστον πρότυπον, ἁγιότητος, καὶ θαυμάτων ὁ μέτοχος, ὅθεν τὴν σὴν πανήγυριν, τιμῶντες ἐν ᾄσμασι, Τίτε ἡγούμενε θεῖε, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. Β΄.
Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν τοῦ Ὁσίου Τίτου ἑορτὴν πανηγυρίζουσα, ἐν πνευματικῇ ἀγαλλιάσει βοᾷ πρὸς αὐτόν· χαίροις ὁ ἐκ νεότητος τὸν Χριστὸν μανικῶς ἀγαπήσας καὶ ἐν ἀσκήσει τὸν βίον τελέσας, χαίροις ὁ τὴν ἀγγελικὴν πολιτείαν ἐπιποθήσας καὶ θεοσόφως τοῖς ἀδελφοῖς αὐτὴν διδάξας, χαίροις ὁ ἐπὶ γῆς ἀσάρκως βιώσας καὶ ἐν οὐρανοῖς Ἀγγέλοις συναυλιζόμενος. Πρέσβευε οὖν δεόμεθα τῷ Κυρίῳ ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων εὐλαβῶς τὴν θείαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐν σοὶ Πάτερ ἀκριβῶς, διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Τίτε τὸ πνεῦμά σου.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως. (Νικ. Ἀεράκη).
Τίτον ᾄσμασι, σεπτῶς τιμῶμεν, τὸν τιμήσαντα, Ἀγγέλων βίον, ἐν ἀσκήσει ἀρετῇ καὶ δεήσεσι. Τὸν Ἰησοῦν ἀγαπήσας θερμότατα, πάντα τερπνὰ καὶ φθαρτὰ καταλέλοιπεν, ὅθεν ἔλαβε, θαυμάτων τὴν χάριν ἄνωθεν, καὶ δόξης στέφος ἐκ Χριστοῦ ἀείφωτον.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασα...

Ἀπόλυσις























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ζωὴν ἐπόθησας, Ἀγγέλων Ὅσιε, τὴν ὑπερκόσμιον, καὶ ὑπεράνθρωπον, τῶν μοναχῶν ἀσκητῶν, διὸ χαίρων ἀπηρνήθης κόσμου τὰ ἐπίκητα, καὶ ζωῆς ματαιότητα, ἄνεσιν ἐφήμερον, καὶ σαρκὸς τὴν εὐπάθειαν. Καὶ νῦν σὺν τοῖς Ἀγγέλοις ἀγάλλῃ, Τίτε Ὁσίων ἡ ἀκρότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ. Μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι. Διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωστῆρα μοναχῶν, ἀσκητῶν ὀδοδείκτην, νοσούντων ψυχικῶς, θαυμαστὸν ἰατῆρα, τιμῶμεν σὲ θεόσοφε, Πάτερ Τίτε πανάριστε, ὡς ἡγούμενον, τῶν ἀσκουμένων ἐμφρόνως, καὶ ὑπόδειγμα, ἀσκητικῆς πολιτείας, Πατέρων ἐφάμιλλον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα. Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν. Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν χοροί, τῶν μοναχῶν καὶ ἀσκητῶν, καθορῶντες ἐν χαρᾷ, τὴν σὴν ὦ Τίτε βιοτήν, τὴν ἐν ἀσκήσει νηστείᾳ καὶ ἀγρυπνίᾳ, βίαν ἀληθῆ καὶ θεάρεστον, τὸ θαυματουργεῖν θείᾳ χάριτι, καθοδηγεῖν τε πλῆθος μοναζόντων, εἰς βιοτὴν ὑπερθαύμαστον, Ὁσίων κλέος, λιταῖς πρὸς Λόγον σκέπε τοὺς σὲ τιμῶντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν. Πῶς ὀ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; Καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα εὐφημοῦντες δοξάζουσι.







Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον τὰ στίφη τῶν μοναχῶν ἐν πνευματικῇ ἀγαλλιάσει τὸν τῆς ἀγγελικῆς πολιτείας μέγαν διδάσκαλον, τὸν ἔνθεον Τίτον ἐν ᾠδαῖς καὶ ὕμνοις ἀξιοχρέως ἐγκωμιάζουσιν. Οὗτος γὰρ ὡς ἰσάγγελος ἐν γῇ βιώσας, καὶ ὡς οὐράνιος ἄνθρωπος πολιτευσάμενος, μοναχικῆς βιοτῆς πρότυπον, καὶ ἀσκητικῆς πολιτείας ὑπόδειγμα θαυμαστῶς ἀνεδείχθη. Αὐτοῦ ταῖς σεπταῖς ἱκεσίαις Θεάνθρωπε Χριστέ, σῶσον τὰς ψυχὰς ἠμῶν.

Καὶ οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίουοὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Ὁ τῶν μοναστῶν στῦλος ὑμνείσθω Τίτος. Ποίημα Θεοφάνους.
ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Ὅλον με τοῖς πάθεσι τῆς σαρκός, δεινῶς ἐμπαγέντα, καὶ φθαρέντα ταῖς ἡδοναῖς, θησαυρὸς ὑπάρχων ἀπαθείας, ταῖς σαῖς πρεσβείαις με Τίτε διάσωσον.
Τῇ θείᾳ τοῦ Πνεύματος ἐκλογῇ, Θεῷ προσηνέχθης, ἐκ σπαργάνων τῶν μητρικῶν, καὶ τῆς ἀπειράνδρου Θεοτόκου, μύστης καὶ λάτρις ἐχρημάτισας.
Ὡς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τὴν τῶν παθῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς ψυχὰς ἡμῶν.
Νέον ὡς τοῦ Παύλου σε φοιτητήν, Τίτον εὐφημοῦμεν· τῶν ἐκείνου γὰρ ζηλωτής, ἀγώνων ἐδείχθης θεομάκαρ, καὶ σὺν αὐτῷ τὸ στέφος εἴληφας.
Θεοτοκίον
Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ' ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως.










ᾨδὴ γ' Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα.
Μύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν.
Ὅπλον τὴν ἐγκράτειαν, καὶ θυρεὸν εὐχὴν Ὅσιε, ἔχων ἀεί, τὰς ἀρχὰς τοῦ σκότους, θριαμβεύσας κατῄσχυνας.
Νόμον τὸν τοῦ Πνεύματος, ἀντιτιθεὶς σοφῶς ἔσβεσας, τὸν τῆς σαρκός, νόμον καὶ νομίμως, τῷ Κυρίῳ δεδούλευκας.
Ἄπασαν τὴν ἔφεσιν, καὶ τὴν διάνοιαν Ὅσιε, πρὸς τὸν Χριστοῦ, πόθον προσερείσας, τῶν γηΐνων ἠλόγησας.
Θεοτοκίον
Ἵλεων γενέσθαι μοι, ἐκδυσωπῶ ἀεὶ Δέσποινα, ταῖς σαῖς εὐχαῖς, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.(Μηναίου)
Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσῳζε.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντότε, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ Τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ. Στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὅν ἐσωμάτωσας.

ᾨδὴ δ' Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Σηπεδόνα Μακάριε, τὴν τῆς ἁμαρτίας πᾶσαν διέπτυσας, καὶ τῷ βέλει τῆς ἀσκήσεως, τῶν δαιμόνων σμῆνος ἐτραυμάτισας.
Τῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς ἠκολούθησας, τῷ Χριστῷ, καὶ εἰσελήλυθας, εἰς νυμφῶνα δόξης Παμμακάριστε.
Ὡς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι' ἧς πάντας τρέφεις τοὺς τιμῶντάς σε.
Νομοθέτην ἀσκήσεως, καὶ τῆς ἀπλανοῦς εἰκόνα πραότητος, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι πάντες μακαρίζομεν.
Θεοτοκίον
Χερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάμωμε· ὃν γὰρ τρέμουσι τὰ σύμπαντα, ἐν σαρκὶ ἐβάστασας ταῖς ἀγκάλαις σου.







ᾨδὴ ε' Ὁ Εἱρμός. Ἴνα τί με ἀπώσω.
Σβέσας πάντα τὰ πάθη, δρόσῳ τῶν ἀγώνων σου Τίτε μακάριε, καὶ τὸ πῦρ ἀνάψας, δαψιλῶς τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνος, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.
Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου Πάτερ, ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικὸν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.
Ὑπομεὶνας γενναίως, προσβολὰς καὶ στίγματα δαιμόνων Ὅσιε, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ, ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφ' ὕδωρ ἐκτρέφων μακάριε.
Θεοτοκίον
Ὡς λιμένα σε πάντες, τεῖχος καὶ ὀχύρωμα καὶ σκέπην Ἄχραντε, καὶ πρὸς βασιλείαν, ἀκαταίσχυντον εἴσοδον ἔχοντες, τῆς ἡμῶν ἐλπίδος, μὴ ἐκπεσεῖν ἐκδυσωποῦμεν, μητρικαῖς σου πρεσβείαις πανάμωμε.

ᾨδὴ ς' Ὁ Εἱρμός. Ἱλάσθητί μοι Σωτήρ.
Λύσας παθῶν τὴν ἀχλύν, καὶ τὴν ζοφώδη σκοτόμαιναν, ἡμέραν ἀνατολῆς, καὶ φῶς ἐν ταῖς τρίβοις σου, ἀνέτειλας Ὅσιε, ἐκ πολλῶν ἀγώνων, καὶ κινδύνων τῶν τῆς πίστεως.
Ὅλως ἐξέστης Θεῷ, τῷ ἔρωτι τῆς ἀσκήσεως, καὶ κόσμον καταλιπών, καὶ τὰ κοσμοκράτορος, ἐδράξω θεόληπτε, τῆς ὑπερκοσμίου, βασιλείας τὴν ἀπόλαυσιν.
Συνέλεξας ἐν ψυχῇ, τὸν θεῖον πλοῦτον τῆς χάριτος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, δι' ὧν ἐγνωρίσθης, οἶκος ὄντως τοῦ Θεοῦ ἡμῶν.
Ὕλης τῆς κάτω σοφέ, παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ, τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, κληρονόμος ὤφθης, διὰ βίου τελειότητος.
Θεοτοκίον
Συνείληφας ἀληθῶς, Θεοῦ τὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας, ἐκλυτρώσασθαι τοὺς δούλους σου.











Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.
Τοῦ θεοφόρου ἀρετὰς ἐπευφημήσωμεν, τῶν μοναστῶν οἱ θαυμασταὶ καὶ ἐξυμνήσωμεν, ἐν ἐνθέοις ἐγκωμίοις ἀναφωνοῦντες, ὡς ἀσκήσεως διδάσκαλος καὶ πρότυπον, σαῖς πρεσβείαις πρὸς τὸν Λόγον πάντας στήριξον ἵνα κράξωμεν· Χαῖρε Τίτε πανεύφημε.
Ὁ Οἶκος.
Τὸν ἐκ νεότητος Χριστὸν ἀγαπήσαντα, καὶ ἐν ἀσκήσει, ταπεινώσει τε καὶ ὑπακοῆ, τῷ Κυρίῳ εὐαρεστήσαντα, ἐνθεαστικοῖς ὕμνοις καὶ ἐγκωμίων ᾠδαῖς, ἡ τῶν μοναχῶν χορεία, σὺν πάσῃ τῇ ἐκκλησίᾳ ἐπαξίως τιμᾷ καὶ γεραίρει. Οὗτος γὰρ τῇ θεοφιλεῖ ἡσυχίᾳ καὶ τῇ ἀδιαλείπτῳ νοερᾷ προσευχῆ, τὰ τῆς ἀγγελικῆς πολιτείας κορυφὰς ἀναβάς, κατηξιώθη τῶν θείων καὶ νηπτικῶν καταστάσεων, καὶ τοῦ θαυμάτων χαρίσματος, ὅθεν γέγονε πνευματικὸς τῶν μοναζόντων ὁδηγός, καὶ θεοδώρητος ἡγούμενος, καὶ πάντων τῶν δοκιμαζομένων παρακλήτωρ. Αὐτῷ ἐπαξίως κράζομεν· Χαῖρε Τίτε πανεύφημε.

Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Τίτου.
Τί τοῦτο, Τίτε; καὶ σὺ λείπεις ἐκ βίου;
Λείπω μεταστάς, δόξαν οὕτω Κυρίῳ.
Δευτερίῃ Τίτοιο ἀπὸ ψυχὴν Νόες ἦραν.
Οὗτος ὁ μακάριος καὶ Ἅγιος Πατὴρ ἡμῶν Τίτος, ἐκ νεαρᾶς ἡλικίας τὸν Χριστὸν ἀγαπήσας, ἀπῆλθεν εἰς κοινόβιον καὶ ἀπετάξατο. Καὶ τοσοῦτον ἐπέδωκεν ἑαυτὸν εἰς ταπείνωσιν καὶ εἰς ὑπακοήν, ὡς μὴ μόνον τὴν ἀδελφότητα ὑπερβῆναι, ἀλλὰ καὶ πάντα ἄνθρωπον. Ποιμὴν δὲ γεγονὰς τῶν του Χριστοῦ λογικῶν προβάτων, τοσαύτην πραότητα καὶ ἀγάπην καὶ συμπάθειαν εἶχεν, ὡς ἄλλος οὐδεὶς ἐν ἀνδράσι. Καθαρὸς δὲ τῆ ψυχῇ καὶ τῷ σώματι ἐκ νεαρᾶς ἡλικίας διεφυλάχθη, ὡς Ἄγγελος Θεοῦ, διὸ καὶ θαυματουργὸς ἐξαίσιος γενόμενος, πρὸς Κύριον ἐξεδήμησε, στήλην ἔμψυχον καὶ εἰκόνα ἀπαράγραπτον τῶν ἀγώνων αὐτοῦ, καταλιπὼν τοὺς μαθητὰς καὶ συνασκητὰς αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Ἀμφιανοῦ καὶ Αἰδεσίου.
Σῷ συμβυθισθεὶς Ἀμφιανὲ συγγόνῳ,
Ὕδωρ θαλάσσης ἀμφιέννυμαι, λέγε.
Οὗτοι, ὑπῆρχον κατὰ τοὺς χρόνους Μαξιμιανοῦ τοῦ βασιλέως, ἐκ μητρὸς ἀδελφοί, τῆς Λυδίας ὁρμώμενοι χώρας. Κατὰ δὲ τὴν Βηρυττὸν γενόμενοι, καὶ ὑπὸ τοῦ μάρτυρος Παμφίλου παιδαγωγηθέντες πρὸς τὴν εὐσέβειαν, παρέστησαν τῷ ἄρχοντι Οὐρβιανῷ. Κηρύξας οὖν ὁ Ἀμφιανὸς Θεὸν τὸν Χριστὸν παῤῥησίᾳ, κατὰ τοῦ προσώπου τύπτεται, καὶ τοῖς τῶν στρατιωτῶν ποσὶ λακτίζεται, καὶ ἐλαίῳ χρισθεὶς τοὺς πόδας, πυρὶ καταφλέγεται, καὶ ἀναρτηθείς, ὡρᾶτο ὅλως διωδηκὼς ὑπὸ τῶν λακτισμάτων, καὶ τὰς πλευρὰς διεῤῥωγώς, καὶ τῷ πυρὶ τὰς τῶν ποδῶν σάρκας δαπανηθείς, ἐπιμένων τῇ εἰς Χριστὸν πίστει, καὶ ὁμολογίᾳ τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, καὶ ἐν αὐτῷ τελειοῦται. Ὁ δὲ Αἰδέσιος, ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον, τοῖς τοῦ χαλκοῦ μετάλλοις ταλαιπωρούμενος, ἐπειδὴ τὸν ἄρχοντα Ἱεροκλέα τιμωρούμενον τοὺς χριστιανοὺς ἐθεάσατο, ἑαυτοῦ ἀφειδήσας, αὐτοχείρως τὸν ἄρχοντα ἔτυψε, καὶ διὰ τοῦτο πολλαῖς βασάνοις ἐκδίδοται, καὶ ἐν τῇ θαλάσσῃ ῥιφείς, τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας.
Σεμνή, καλή τε ἡ Θεοδώρα οὖσα,
Δῶρον προσήχθη εὐάρεστον Κυρίῳ.
Αὗτη, ἧν ἐκ πόλεως Τύρου, ἑπτὰ καὶ δέκατον δὲ τὸν τῆς ἡλικίας ἄγουσα χρόνον, παρίσταται Οὐρβανῷ τῷ ἄρχοντι Παλαιστίνης. Ἐρωτηθεῖσα οὖν παρ’ αὐτοῦ, καὶ τὴν εἰς Χριστὸν πίστιν ὁμολογήσασα, αἰκίζεται κατά τε τῶν πλευρῶν καὶ τῶν μασθῶν, καὶ ἐπὶ πολὺ μαστιζομένη, τῇ θαλάσσῃ ἐκδίδοτασι, καὶ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου.
Ὡς κλῆμα τμηθεὶς Πολύκαρπος Κυρίου,
Τὸν καρπὸν οὕτω πλείονα Χριστῷ φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος, ὀ ἐν τῷ κόλπῳ τῆς Νικομηδείας ἀσκήσας, ἐν ἔτει ᾀσμ΄ (1240), ἐν εἰρήνῃ τελειοῦται.
Ἔφιππος ἅλα, Γρηγόριε, καθάπερ,
Χέρσον διῆλθες ὦ τεραστίου ξένου!
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἐγκρατείας Πάτερ ἐδείχθης ἡμῖν, τὰ πάθη κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.
Νῦν ἀΰλοις χορείαις, ὁμιλῶν θεομάκαρ καὶ τῆς λαμπρότητος, τῆς ἄνω βασιλείας, ἀλήκτως ἀπολαύων, ἐποπτεύεις τοὺς ψάλλοντας, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἐν τῇ ὁμολογίᾳ, τῇ τῆς Πίστεως Πάτερ ἔμεινας ἄτρεπτος· Χριστὸν γὰρ εἰκονίζων, σαρκὶ καὶ περιγράφων, προσεκύνεις καὶ ἔκραζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἰησοῦ τοῦ Δεσπότου, ἐν τῷ σώματι φέρων Πάτερ τὰ στίγματα, κἀμὲ καταστιχθέντα, τῷ βέλει τοῦ Βελίαρ, ἰατρεύεις κραυγάζοντα, ὁ τῶν Πατέρων ἡμων Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίᾳ, ἑτοιμάζοντα τράπεζαν· Ὃν ἐκτενῶς Ἀγαθὴ ὑπὲρ ἡμῶν δυσώπει.









ᾨδὴ η' Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα, ἐγκρατείας Πάτερ κεκτημένοι, Τίτε σου τὴν μνήμην, τιμῶμεν εἰς αἰῶνας.
Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.
Ὡραϊσμένος ταῖς ἀρεταῖς, εἰς νυμφῶνα, τῆς ἀῤῥήτου δόξης ἀνεκλήθης, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Τὴν διπλοΐδα τὴν ἱερὰν ἐστολίσω, καὶ τελῶν θυσίας ἀναιμάκτους, θῦμα προσηνέχθης, Θεῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ συλλαβοῦσα, Θεομῆτορ ἄχραντε Παρθένε, τέτοκας ἀφράστως, Χριστὸν τὸν Βασιλέα.

ᾨδὴ θ' Ὁ Εἱρμός. Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν.
Ἰατὴρ νοσούντων ἐν πάθεσι, θεόθεν ἐδείχθης, ἐλατὴρ δὲ Μακάριε, καὶ διώκτης πονηρῶν δαιμόνων· διὸ σε μακαρίζομεν.
Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν κατεσκήνωσας τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, θείας ἀπολαύων τρυφῆς.
Ὅρον ἀπαρέγκλιτον πίστεως, καὶ τῆς ἐγκρατείας, ὑποτύπωσιν ἔχοντες, τοὺς σοὺς πόνους ἀληθῶς, τὸν Κτίστην, ἐν ὕμνοις μεγαλύνομεν.
Σήμερον ἡμέρα ἑόρτιος· συγκαλεῖ γὰρ Τίτος, Μοναζόντων τὰ ποίμνια, εἰς χορείαν καὶ κοινὴν ἑστίασιν, καὶ βρῶσιν ἀκηράτου ζωῆς.
Θεοτοκίον
Ὁ ἐν σοὶ σκηνώσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας, κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλὼν ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσεν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Τίτον εὐφήμησωμεν, τῶν μοναχῶν ἐξάρχοντα, πίστεως θεῖον κρατῆρα, χαρᾶς τῆς νήψεως τύπον, κόσμημα τῆς ἀσκήσεως, μοναζόντων διδάσκαλον, πάντων πιστῶν τὸν στήριγμα, προστάτην μέγαν καὶ πλοῦτον, πηγὴ θαυμάτων ἀῤῥήτων.
Θεοτοκίον.
Μαρίαν τὴν θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν. Ζωῆς γὰρ γὲγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας ὑπάρχει ἡ Θεοτόκος.






Εἰς τοὺς αἴνους. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Τίτον τὸν θεόφρονα, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσκουμένων τὸ ὑπόδειγμα, πιστῶν τὸ κλέϊσμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα, ἀσκήσεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον. Πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Ἐκκλησίας ἀγλάϊσμα, καὶ ἐρήμου καύχημα. (Δίς).

Τίτον τὸν πανεύφημον, ἐγκωμιάσωμεν ὕμνοις, καὶ λαμπρῶς τιμήσωμεν Παρακλήτου ἔνδοξον καταγώγιον, ἐν χαρᾷ ἤνεγκε, τὸν σταυρὸν ἐπ’ ὤμων, ἀρετῆς τὰ ἀγωνίσματα, προσκαίρων στέρησιν, καὶ τῶν ἀσκητῶν τὴν ἐγκράτειαν, ἐμφρόνως κατενίκησε, πᾶσαν τῆς σαρκὸς ἡδυπάθειαν, ὅθεν ἐπαξίως, ἠξίωσεν αὐτὸν ὁ Ἰησοῦς, τοῦ τῶν θαυμάτων χαρίσματος, καὶ ζωῆς τῆς κρείττονος.

Λόγοις Τίτον Ὅσιον καὶ ἐκωμίοις τιμῶμεν, ὡς Χριστοῦ ἀντίγραφον, ἀσκητῶν τε ἔνθεον ἐγκαλλώπισμα, προσευχῆς πρότυπον, βιαστῶν τὸν μύστην, ἀγρυπνίας τὸ ὑπόδειγμα, πατέρων Γέροντα, καὶ τῶν ἀρετῶν ἀκροθίνιον, πιστῶν τὸ καταφύγιον, καὶ θαυματουργὸν ἀντιλήπτορα, ὅθεν θαυμασίως, κεκόσμηται στολῇ ὁσιακῇ, καὶ οὐρανοῦ θεῖα δώματα, ἐνδόξως κατέλαβε.

Δόξα. Ἦχος πλ. Δ΄.
Δεύτε, φιλαγίων ὁ σύλλογος, τῆν τοῦ Ὁσίου καὶ θεοφίλου Τίτου, πανεύφημον ἑορτὴν ἐπιτελέσωμεν. Οὗτος γὰρ τὰ ἐπίγεια πάντα καταλιπών, καὶ τὴν μοναχικὴν πολιτείαν ἐπιποθῶν, ὡς οὐράνιος ἄνθρωπος καὶ ἐπίγειος Ἄγγελος, τὴν ὑπέρλογον ἀσκητικὴν ζωὴν θαυμαστῶς ἐβίωσεν, ὅθεν θείων χαρισμάτων ἀξιωθείς, καὶ ἡγούμενος ἀναδειχθείς, τὰ τῶν μοναχῶν πλήθη, εἰς τὴν ἰσάγγελον βιοτήν, ἐνθεαστικῶς ὡδήγησε, καὶ διὰ τῆς τῶν θαυμάτων χάριτος, πάντας εὐηργέτησε. Διὸ καὶ ἡμεῖς πρὸς αὐτὸν βοήσωμεν· Ὅσιε Πάτερ Τίτε, πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν εὐλαβῶς τελούντων τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῆς ἐρήμου θεῖος βλαστός, καύχημα Ὁσίων, μοναζόντων ὑφηγητής, χαίροις κοινοβίου, ὁ κόσμος καὶ κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης, Τίτε πανεύφημε.
ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὰ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Τίτου θείαν βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασι βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπολαῦσαι ζωῆς τῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις. Τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὀρμὰς παθῶν, καὶ δαιμόνων μανίαν. Σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΤΙΤΟΝ ΟΣΙΩΝ ΚΛΕΟΣ ῼΔΑΙΣ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν Τίτον τιμήσωμεν οἱ πιστοί, ἐρήμου τὸ ἄνθος, κοινοβίου τὸν μοναστήν, ἀσκήσεως μέγαν ποδηγέτην, καὶ τῶν θαυμάτων πηγὴν τὴν ἀκένωτον.
Ἰσχύϊ τοῦ Πνεύματος ἀρετήν, ἐκτήσατο Τίτος καὶ ἐδέξατο ἐκ Θεοῦ, τὴν χάριν θαυμάτων καὶ τὴν δόξαν, τοῦ οὐρανοῦ καὶ ζωὴν τὴν αἰώνιον.
Τρεφόμενος λόγοις καὶ προσευχαῖς, ὁ Τίτος ἀνῆλθεν εἰς τὸ ὕψος τῶν ἀρετῶν, καὶ γέγονε μύστης τῶν ἀῤῥήτων, καὶ μοναστῶν θεοφόρος διδάσκαλος.
Θεοτοκίον
Ὁρῶντες ἐν πίστει τοῦ σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν τιμώντων σε Παρθένε, Τοῦτον ἱκέτευε Κόρη Πανύμνητε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νικηφόρε ὦ Τίτε ἀντιβολῶ Ὅσιε, ὅπως μεσιτεύῃς τῷ Λόγῳ ὑπὲρ ἀφέσεως, πλημμελημάτων ἡμῶν, τῶν ἀνυμνούντων ἐμφρόνως, τὴν σεπτήν σου ἄσκησιν καὶ τὴν τελείωσιν.
Οὐρανίαν ποθήσας ἐν γῇ ζωὴν Ὅσιε, εἴληφας θαυμάτων τὴν χάριν καὶ στέφος ἄφθαρτον, ὑποδεικνύων ἡμῖν, τῆς τελειότητος βίον, καὶ ζωὴν τὴν μένουσαν Τίτε θεόληπτε.
Στεφηφόρος εἰσῆλθες εἰς οὐρανοὺς ἔνδοξε, Τίτε ἀσκητῶν ὑποφήτα πρὸς βίον ἔνθεον, καθικετεύων Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος τοῦς ἐυφημοῦντάς σε.
Ἱκετῶν σου ὑπάρχεις τὸ ἀκραιφνὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, καὶ άθλουμένων πιστῶν, τῶν ἀρετῶν ἡ ἀκρότης, καὶ τῶν ἐν ἀσκήσεσι Τίτε ὑπόδειγμα.
Θεοτοκίον
Ὡραΐζεις Παρθένε χριστιανοὺς ἅπαντας, ταῖς σαῖς ἀρεταῖς καὶ Ἀγγέλων τὰ θεῖα τάγματα. Διὸ ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον Θεοχαρίτωτε.
Ἱκέτευε, ὐπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν. Διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Τίτε ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῦν τιμήσωμεν ᾄσμασι, τὴν τοῦ ἡγουμένου λαμπρὰν πανήγυριν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου Τίτου τελειότητα.
Καθαρότητος γέγονας, ὑποφήτης Τίτε καὶ ἁγιότητος, τῆς ἀσκήσεώς τε πρότυπον, καὶ τῶν ἀρετῶν τὸ καταγώγιον.
Λυτρωθῆναι ἐπόθησας, καὶ τῆς βασιλείας Χριστοῦ ἀπόλαυσιν. Διὸ ἕσπευσας ὡς ἔλαφος, εἰς πηγὴν ὦ Τίτε ζωῆς ὕδατος.
Θεοτοκίον
Ἐνεργείᾳ τοῦ Πνεύματος, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας. Διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ Πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄντως μανικῶς, ἐμιμήσω τὸν σὸν Ἄγγελον, καὶ τῶν Ὁσίων Τίτε τὴν βιοτήν. Διὸ εἰσῆλθες ἐνδόξως εἰς τὰ οὐράνια.
Σὲ θαυματουργέ, καταλάμψαν φῶς τὸ ἄῤῥητον, τῆς ἀρετῆς κατέστησέ σε ναόν. Διὸ προστρέχοντές σοι πόθῳ Τίτε τιμῶμέν σε.
Ὤ Τίτε κλεινέ, ἐπεπόθησας τὸν Κύριον, καὶ τὴν ζωὴν τὴν κρείττονα οὐρανοῦ, διὸ τοῦ κόσμου κατέλιπες τὰ ἐπίκηρα.
Θεοτοκίον
Δώρησαι Ἁγνή, ταῖς ψυχαῖς ἡμῶν μετάνοιαν, Παρθενομῆτορ Ἄχραντε Μαριάμ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.








ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἄσκησις, θείου Τίτου εἵλκυσε, τὴν τοῦ Πνεύματος ἐνέργειαν θείαν, καὶ δι’ αὐτοῦ, ἀγγελικῆ πολιτείᾳ, κατηκολούθησας φύσιν βιάζοντες, τοῦ οὐρανοῦ οἱ ἐκλεκτοί, τὰ τοῦ κόσμου τερπνὰ ἀρνησάμενοι.
Ἰκάνωσε, Παρακλήτου δύναμις, σὲ ποιμαίνειν μοναχοὺς θεῖε Τίτε, καὶ ἀσκητὰς κατευθύνειν ἐνθέως, πρὸς τελειότητα βίου ἐν χάριτι, προβάλλοντα αὐτοῖς σαφῶς, τὰ τῆς νήψεως θεῖας χαρίσματα.
Σεβάσμιος, ἀνεδείχθης Ὅσιε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε, ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.
Θεοτοκίον
Τὸν Τόκον Σου, ἱκετεύοις Δέσποινα, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν θείου Τίτου θεόφρονος.
Ἱκέτευε, ὐπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Μοναζόντων θεόληπτε γέγονας στήριγμα, ταπεινῶν τε καὶ νηπτικῶν τε Τίτε πρότυπον, τῇ ἀσκήσει καὶ προσευχῇ νηστείᾳ τε πολλῇ, διὸ ἔλαβες, παρὰ Θεοῦ σαββατισμὸν ἐν οὐρανοῖς, καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν θεάνθρωπον Χριστόν, ἐλεῆσαι καὶ τηρῆσαι ἁγνούς.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἠμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Τίτον τὸν θεόφρονα, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσκουμένων τὸ ὑπόδειγμα, πιστῶν τὸ κλέϊσμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα, ἀσκήσεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον. Πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Ἐκκλησίας ἀγλάϊσμα, καὶ ἐρήμου καύχημα.




ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκέτευε τὸν Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ ἐνισχῦσαι πιστούς, ἵνα ἔργοις καὶ λόγοις, κηρύττωσι τὸν Κτίστην, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ παύσῃ ἰκετεύων, τὸν θεάνθρωπον Λόγον, τοῦ ἐλεῆσαι ἡμᾶς, καὶ σῶσαι ἐκ κινδύνων, ὦ Τίτε τοὺς τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὤ Τίτε ἐκ τοῦ Λόγου, κατεστέφθης ἀξίως, ἐν βασιλείᾳ αὐτοῦ, ἡγούμενε τρισμάκαρ, συγχαίρων τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Νεάνιδες παρθένοι, τὴν παρθένον Μαρίαν, παρθενικῇ βιοτῇ τιμῶσι θεαρέστως, ὡς καὶ τὸν ταύτης Τόκον, ᾧ ἀπαύστως συνᾴδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως, τερπνὰ τοῦ κόσμου ἠρνήθη, τῶν Ἀγγέλων ἑλόμενος βίον, τὸν Χριστὸν ὁ Τίτος, δοξάζων εἰς αἰῶνας.
Κατηξιώθης, μοναχικῶν δωρημάτων, μιμηθεῖς τῶν Ὁσίων τοὺς δήμους, οἵτινες ὑμνοῦσιν, ὦ Τίτε τὴν Τριάδα.
Ὁ θεοφόρος, ἐν μοναχοῖς θεῖος Τίτος, ἐμιμήθη Ἀγγέλων τὸν βίον, οἵτινες ὐμνοῦσι, Χριστὸν είς τοὺς αίῶνας.
Θεοτοκίον
Δοξολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὐμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τοῦ Κυρίου, ἡ ἐν σοὶ οἰκοῦσα, ἀναδεικνύει σε κρήνην, θαυμάτων πολλῶν, καὶ σὲ χαρίσμασιν θείοις Πάτερ ἐκόσμησεν.
Μακάριος σὺ ὄντως, ὡς πατὴρ ἀγάπης, καὶ ἀδελφῶν μοναζόντων, ἡγήτωρ σεπτός. Διὸ κλεινὲ ἐκοσμήθης θεόθεν στέφεσιν.
Ὁμότροπος Ὀσίων, σὺ πέλεις ὦ Τίτε, καὶ ἀσκητῶν συνοδίτης Χριστοῦ μιμητής, τῶν μοναζόντων κοσμήτωρ καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον
Ὑμνοῦμέν σε Παρθένε, καὶ ὀμολογοῦμεν, Χριστὸν ἐκ σοῦ γεννηθέντα, Υἱὸν ὄντως Θεοῦ, καὶ σὺν Ἁγίων χορείαις σὲ μεγαλύνομεν.







Ἄξιόν ἐστι.. καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῆς ἐρήμου θείος βλαστός, καύχημα Ὁσίων, μοναζόντων ὑφηγητής, χαίροις κοινοβίου, ὀ κόσμος καὶ κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης Τίτε πανεύφημε.
Χαίροις τῆς ἀσκήσεως ὁ κανών, τῶν ἐνασκουμένων, ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις ἀσθενούντων, πηγὴ θείων θαυμάτων, ὦ Τίτε θεοφόρε Ἀγγέλων σύσκηνε.
Τίτον εὐφημήσωμεν εὐλαβῶς, ᾠδαῖς τε καὶ λόγοις, τὸν ἀσκήσει καὶ ἀρετῇ, ἐν τῷ κοινοβίῳ, ποιμένα ἀσκουμένων, ἀξίως ὁρισθέντα ὐπὸ τοῦ Πνεύματος.
Δεῦτε Τίτον πάντες θαυματουργόν, τιμήσωμεν ὕμνοις, τὸν κοσμήτορα ἀδελφῶν, τὸν ἐνοικισθέντα, ἐν δώμοις οὐρανίοις, ἀσκήσει τε καὶ βίᾳ καὶ ἀγωνίσμασι.
Τὸν τῆς ταπεινώσεως ὁδηγόν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑφηγητήν, τὸν τῆς ἐγκρατείας, διδάσκαλον ἐν ἔργοις, Τίτον τὸν θεοφόρον ἐγκωμιάσωμεν.
Κρήνη τῶν θαυμάτων ἀναδειχθείς, πανεύφημε Τίτε, τοῖς προστρέχουσιν εὐλαβῶς, ἰάσεις παρέχεις, καὶ χάριν μεταδίδως, στηρίζων ἐν τῇ πίστει θεομακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τίτον ᾄσμασι, σεπτῶς τιμῶμεν, τὸν τιμήσαντα, Ἀγγέλων βίον, ἐν ἀσκήσει ἀρετῇ καὶ δεήσεσι. Τὸν Ἰησοῦν ἀγαπήσας θερμότατα, πάντα τερπνὰ καὶ φθαρτὰ καταλέλοιπεν, ὅθεν ἔλαβε, θαυμάτων τὴν χάριν ἄνωθεν, καὶ δόξης στέφος ἐκ Χριστοῦ ἀείφωτον.

Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τό: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, κοινοβίου τὸν βλαστόν, καὶ τῆς ἡσυχίας τὸ ἄνθος, τὸν τῆς μονῆς φρυκτωρόν, ἄξιον ἡγούμενον, ᾠδαῖς τιμἠσωμεν, ἀσκουμένων τὸ σέμνωμα, πιστῶν τὸν προστάτην, θαύμασι κηρύττοντα, Χριστοῦ τὴν δύναμιν, ὄντως, Ἐκκλησίας τὸν κόσμον, καὶ τῶν μοναχῶν ὑποφήτην, Τίτον τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου