ΙΟΥΝΙΟΣ ΙΗ΄!!
ΛΕΟΝΤΙΟΣ ΟΣΙΟΣ ΔΙΟΝΥΣΙΑΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ
καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια τοῦ Ὁσίου.Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ
Λεόντιε Χριστόν, ἐκ παιδὸς ἠγάπησας, καὶ τῆς ψυχῆς σου τὴν ἔφεσιν, αὐτῷ
ἀνέθηκας· ὅθεν πολιτείαν τῷ πόθῳ κατάλληλον, μετῆλθες οὐρανίῳ φρονήματι· καὶ
νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πάτερ
Λεόντιε ἡ σὴ βιοτὴ ἡ ἔνθεος, τῶν ἀρετῶν διαλάμπουσα, τοῖς ἀπαυγάσμασιν, οὗ
μόνον ἐν Ἄθῳ, μυστικῶς ἐξέλαμψεν, ἀλλὰ καὶ τὴν βλαστήσασαν πόλιν σὲ ηὔφρανεν
ὅσιε· διὰ τοῦτό σου τὴν κοίμησιν, ἐκτελοῦντες, Χριστὸν μεγαλύνομεν.
Πάτερ
Λεόντιε ἠθῶν ἀγαθῶν σεμνότητι καὶ ψυχικῇ καθαρότητι, σκεῦος πολύτιμον, εὐωδίας
ὤφθης, τοῦ Ἁγίου Πνεύματος· διὸ καὶ μετὰ θάνατον Ἅγιε, μύρα πανεύοσμα, ἐκ τοῦ
τάφου σου ἀνέβλυσας, τὰς αἰσθήσεις ἡμῶν κατευφραίνοντα.
Προσόμοια
ἕτερα. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον
τέρπεται πόλις τοῦ Ἄργους Ὅσιε, τὴν μνήμην σου τελοῦσα, τὴν ἐπέτειον πόθῳ, ἄλλα
καὶ ἡ ἐν Ἄθῳ σεπτὴ Μονῇ τοῦ Προδρόμου σεμνύνεται, τῆς μὲν γὰρ γόνος ὑπάρχεις
πανευκλεής, τῆς δὲ φοῖνιξ εὐθαλέστατος.
Τοῖς
ἐναρέτοις σοῦ τρόποις καλλωπιζόμενος, πραότητος δοχεῖον καὶ χρηστότητος τύπος,
ἐδείχθης θεοφόρε ἀπλάστῳ ψυχή, καὶ προλέγειν τὰ μέλλοντα ἐξ ἐπιπνοίας τῆς Θείας
ἀξιωθείς, πρὸς Θεὸν χαίρων ἀνέδραμες.
Τὰ
τῶν δακρύων σου ῥεῖθρα καὶ οἱ ἱδρῶτές σου, εἰς μύρα πανευώδη μετημείφθησαν
Πάτερ, τῇ θείᾳ εὐδοκίᾳ· θαῦμα καινόν! Τὰ ὀστᾶ σου γὰρ Ἅγιε, πηγὴ ὠράθησαν μύρου
πνευματικοῦ, ὑπεμφαινοντος τὴν χάριν σου.
Δόξα.
Ἦχος πλ. β´.
Σήμερον
φαιδρῶς ἡμῖν ἀνέτειλεν, ἡ τοῦ ὁσίου Λεοντίου μνήμη, πρὸς δόξαν καὶ αἶνον
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάντας συγκαλλοῦσα· δεῦτε οὖν πνευματικὸς ἑορτάσωμεν,
καὶ ἐν ἀγαλλιάσει καρδίας, τούτῳ βοήσωμεν· χαίροις ὁ τῶν πάλαι Ὁσίων ζηλώσας
τὸν βίον, καὶ τῆς ἐκείνων χάριτος κοινωνὸς γενόμενος. Χαίροις ὁ τῇ καθαρᾷ σοῦ
πολιτείᾳ, τὸ μύρον πλουτήσας τῆς ζωῆς, καὶ μετὰ τὸ τέλος μύρα βλύζειν ἀξιωθείς.
Χαίροις ὁ τοῦ Ἄργους θεοειδὴς βλαστός, καὶ τῆς τοῦ Βαπτιστοῦ εὐαγοῦς Μονῆς,
ἱερὸν σεμνολόγημα. Ἀλλ᾿ ὡς τῷ Χριστῷ παῤῥησίαν ἔχων, μὴ παύσῃ πρευσβεύων Πάτερ,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα τοῦ Ἁγίου Σάββα (5
Δεκ.).
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα [Κεφ. 3, 1-9].
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας.
Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα [Κεφ. 5, 15-23, & 6, 1-3]
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε
οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις
ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα [Κεφ. 4, 7-15]
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ
ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνεται
ἐν Κυρίῳ τὸ Ἄργος Λεόντιε, ἡ ἐνεγκαμένη σὲ πόλις, καυχωμένη τοῖς σπαργάνοις
σου· ἐκ γὰρ ταύτης ἐβλάστησας, οἵά περ κρῖνον εὔοσμον, καὶ τῶν ἀρετῶν τὴν
εὐωδίαν, ἐν τῇ τοῦ θείου Διονυσίου Μάνδρᾳ ἀσκητικῶς διέπνευσας· σῶμα γὰρ καὶ
ψυχὴν ἐκκαθάρας,ἐμμελείᾳ συντόνῳ, καὶ ἀενάῳ προσευχῇ, καὶ τοῖς λοιποῖς κατὰ
Χριστὸν ἄθλοις σου, τῆς ἐνεργείας τοῦ Πνεύματος, μυροθήκη ἐδείχθης. Καὶ νῦν τὰ
ἄνω ἀπολαβὼν βασίλεια, ἀδιαλείπτως ἱκέτευε θεοφόρε Πάτερ,ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Ἦχος
β´.
Τῆς
κοσμικῆς ἀποστὰς συγχύσεως, τὸν σὸν σταυρὸν ἦρας Πάτερ καὶ στεῤῥοτάτῳ
φρονήματι, Χριστῷ ἠκολούθησας· πρακτικὴς γὰρ πολιτείας, γεωργήσας τοὺς καρπούς,
τὸν γλυκασμὸν ἡμῖν ἀποστάζεις, τῶν ἀοιδίμων καμάτων σου. Ὡς γὰρ ξύλον
κατακαρπόν, Δαβιτικῶς διευθήνισας, ἐν τοῖς ἱδρῶσι τῆς ἀσκήσεως Λεόντιε ὅσιε.
Ἦχος
γ´.
Τῇ
ἀπαθείᾳ ἐμπρέπων, πρᾶος ταπεινὸς καὶ μέτριος, ὡς φωτισμοῦ θείου πλήρης
ἀνεδείχθης Ὅσιε· Ἡ γὰρ καθαρότης τοῦ βίου σου, καὶ ἡ εὐθύτης τῶν τρόπων σου,
στηλογραφίαν ἐνάρετου ζωῆς, καὶ σκήνωμα Θεοῦ σὲ εἰργάσατο· ἐν σοὶ γὰρ κατοικεῖν
ἠρετισατο, ὡς ἀψευδῶς ἐπηγγείλατο, ἡ ὁμοούσιος Τριὰς Λεόντιε. Ἧς νῦν τῷ θρόνῳ
παρεστώς, σὺν τοῖς ἀπ᾿ αἰῶνος Ὁσίοις, χάριν ἡμῖν ἐξαίτει καὶ μέγα ἔλεος.
Ἦχος
δ´.
Τὸ
μύρον τῆς ζωῆς ἀγαπήσας ἐκ ψυχῆς, εἰς ὀσμὴν αὐτοῦ ἔδραμες, ὡς ἡ ἀσματίζουσα
νύμφη, θεοφόρε Λεόντιε· ὅθεν τῶν παθῶν τὸ δυσῶδες ἀπεβδελύξω, καὶ τῶν ἀρετῶν τὰ
μύρα ἐν σοὶ ἐταμιεύσω, σοφία καὶ φρονήσει, καὶ ταπεινοφροσύνῃ δωρεᾷ καὶ
καθαρότητος κάλλει· διὸ καὶ μετὰ θάνατον, πλῆρες οὐρανίου μύρου, τὸ ἱερὸν σου
λείψανον ὠράθη, ὑπὲρ τὰ ἀρώματα τῆς γῆς εὐωδιαζον καὶ ἁγιάζον Πάτερ μυστικῶς,
τοὺς τὸ εὐαγὲς σοῦ τελοῦντας μνημόσυνον.
Δόξα.
Ἦχος ὁ αὐτός.
Τὴν
ἐν Πνεύματι ζωὴν νουνεχῶς πολιτευσάμενος, τῶν ἀπ᾿ αἰῶνος Ὁσίων μιμητῆς καὶ ἰσοστάσιος
ἐχρημάτισας Ὅσιε· θεία γὰρ πτερωθεὶς ἀγάπη, ἐν ὁσιότητι καὶ ἀληθείᾳ σεαυτὸν
κατεκόσμησας, καὶ θείαις κεκοσμημένος πράξεσι καὶ ποικίλαις τοῦ Πνεύματος
χάρισιν, ἀληθῶς ἐδείχθης μακάριος, θεαρχικῇ εὐδοκίᾳ δοξασθείς· καὶ προορᾶν τὰ
ἐσόμενα καὶ προλέγειν τὰ μέλλοντα, ἐκ θείας ἐπιπνοίας ἠξίωσαι.Καὶ νῦν
ἀνακεκαλυμμένως τῆς θείας δόξης ἐντρυφών, Χριστὸν ὑπὲρ ὑμῶν ἱκέτευε ἀπαύστως,
Μυροβλύτα πάτερ Λεόντιε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
τῶν μοναστῶν καλλονή, τῶν ἀρετῶν περιφανὲς ἐνδιαίτημα,ἀγάπης θείας δοχεῖον, τῆς
ἐγκρατείας λαμπάς, ταπεινοφροσύνης θεῖον ὄργανον, ἠθῶν κοσμιότητος, χαρακτὴρ
ἀπαράμιλλος, φωτὸς ἀΰλου ἀκηλίδωτον ἔσοπτρον, στίλβον ἅπασιν ἀπαθείας τὴν
ἔλλαμψιν, σκεῦος τὸ πολυτίμητον, Λεόντιε ὅσιε, τῶν θεϊκῶν δωρημάτων, προφητικῆς
τε ἐμπνεύσεως· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις
ὁ καθαρὸς τῇ ψυχῇ καὶ τῇ καρδίᾳ καὶ τῷ σώματι Ὅσιε, ὁ μύρου τὰς ἐνεργείας,
πεπλουτηκὼς τῆς ζωῆς, ὥσπερ μυροθήκη θείου Πνεύματος· ἐντεῦθεν ἀνέβλυσας, ἐκ
τοῦ τάφου Λεόντιε, εὔοσμα μύρα, εὐωδίαν τὴν κρείττονα, πᾶσι νέμοντα καὶ ψυχὰς
ἁγιάζοντα, ὅθεν ὡς μυροβλύτην σε καὶ θεῖον θεράποντα, τοῦ Βασιλέως τῆς δόξης,
ἀσματικῶς μακαρίζομεν, αἰτοῦντες σὲ Πάτερ, τῷ Χριστῷ ἡμᾶς προσάγειν ταῖς
ἱκεσίαις σου.
Στίχος:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις
ὁ Θεοφόρος πατήρ, τῶν ἐν τῷ Ἄθῳ ἱερὸν ἐγκαλλώπισμα, τὸ ἄνθος τὸ πανευῶδες τῆς
τοῦ Προδρόμου Μονῆς, ὀσμὴν διαπνέον τὴν οὐράνιον· τοῦ Ἄργους τὸ βλάστημα δόξα
κλέος καὶ καύχημα καὶ πρέσβυς θεῖος πρὸς τὸν Κύριον Ὅσιε, καὶ ἐπίκουρος, ἀρωγὸς
καὶ ἀντίληψις· χαίροις τῆς ὑπὲρ ἔννοιαν λαμπρότητος μέτοχος, τῆς αἰωνίου
παστάδος ὁ κληρονόμος Λεόντιε· αὐτῆς Θεοφόρε, καὶ ἡμᾶς μετόχους δεῖξον ταῖς
ἱκεσίαις σου.
Δόξα
Ἦχος πλ. δ´.
Φερωνύμως
Λεόντιε, πεποιθὼς ὥσπερ λέων πρὸς τὸ στάδιον τῆς ἀσκήσεως ἔδραμες, πεφραγμένος
ἰσχύΐ τῇ ἄνωθεν καὶ τὸν ἀεὶ μαινόμενον καθ᾿ ἡμῶν βύθιον δράκοντα, εἰς χάος
ἐβύθισας τῶν δακρύων σου τοῖς ῥεύμασι καὶ τοῖς ῥείθροις τῶν μύρων σου. Καὶ νῦν
τῆς ἄνω κλήσεως τὸ βραβεῖον κομισάμενος, κληρονόμος μὲν Θεοῦ καὶ συγκληρονόμος
Χριστοῦ, κατὰ Παῦλον ἐγένου καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἀπολυτίκιον
: Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Τοῦ
Ἄργους ἀγλάϊσμα, οἵά περ γόνος κλεινὸς καὶ θεῖον γεώργιον τῆς τοῦ Προδρόμου
Μονῆς ἐδείχθης Λεόντιε. Σὺ γὰρ δι᾿ ἐνάρετου πολιτείας ἐκλάμψας, ὤφθης Χριστοῦ
θεράπων καὶ σεπτὸς μυροβλύτης, διὸ σὲ Πάτερ συμφώνως πάντες γεραίρομεν.
Θεοτοκίον.
Τὸ
ἀπ᾿ αἰῶνος ἀπόκρυφον καὶ ἀγγέλλοις ἄγνωστον μυστήριον διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος καὶ σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι᾿ οὐ ἀναστήσας τὸν πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ Στιχολογίαν· Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ
Ὡς
εὔοσμος λειμὼν ὁ σὸς βίος ὠράθη ἐν Ἄθῳ νοητῶς, παναοίδιμε Πάτερ, καὶ πάντας
εὐωδιασεν, ἀρετῶν σου τοῖς ἄνθεσιν ὅθεν σήμερον, τὴν σὴν Λεόντιε μνήμην,
ἑορτάζοντες, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνομεν.
Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς συλλαβοῦσα Παρθένε, ἐκύησας ἡμῖν ἐξ ἁγνῶν σοῦ αἱμάτων, καὶ κόσμου τὴν
κατάκρισιν τῷ σῷ τόκῳ διέλυσας· ὅθεν πάντες σε, ὡς ἀπαρχὴν σωτηρίας μεγαλύνομεν
καὶ πρὸς Θεὸν ἡμῶν Κόρη οἰκειῶσιν Ἄχραντε.
Μετὰ
τὴν β´ στιχολογίαν· Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως
Μύρον
ἄϋλον ζωῆς ἁγίας, ἐθησαύρησας ἐν τῇ καρδίᾳ, ἐναρέτοις σοῦ Λεόντιε πράξεσιν·
ὅθεν ὡς θείων χαρίτων ἀλάβαστρον, μύρα ἡμῖν ἐκ τοῦ τάφου σου ἐβλυσας. Πάτερ
ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Μύρον
κέκληται Πατρὸς ὁ Λόγος, ἀειπάρθενε Θεογενῆτορ,ἀκενωτως κενωθεῖς ἐν νηδύϊ σου·
καὶ σαρκωθεὶς ἐξ ἀχράντων αἱμάτων σου, τὴν οἰκουμένην ὀσμῆς θείας ἔπλησε· κόρη
Πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ
τὸν πολυέλεον Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον.
Ἀπὸ
βρέφους ποθήσας τὴν ἀρετήν, πληρωτὴς ἐνταλμάτων τῶν θεϊκῶν ἐγένου Μακάριε, καὶ
Χριστῷ ἠκολούθησας, τὴν κοσμικὴν ἀπάτην σοφῶς βδελυξάμενος καὶ σεαυτὸν δοχεῖον
τελέσας τοῦ Πνεύματος· ὅθεν ἐπιπνοίας ἠξιώθης ἁγίας, προβλέπειν τὰ μέλλοντα καὶ
προλέγειν σαφέστατα, θεοφόρε Λεόντιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τῶν
Ἀγγέλων ἡ δόξα καὶ ἡ τρυφὴ, τῶν ἀνθρώπων δὲ θεία καταφυγή, ἐδείχθης Πανάμωμε ὡς
Θεοῦ μήτηρ ἀφθορος· διὸ κἀμὲ φθαρέντα, δεινοῖς ἀτοπήμασι, καὶ τοῖς τοῦ
βροτοκτόνου, ὑπεικοντα νεύμασι, σπεῦσον Θεοτόκε καὶ τῆς τούτου κακίας ἀπάλλαξον
δέομαι καὶ Θεῷ μὲ οἰκείωσαι, μητρικὴ ἱκεσία σου, ὡς ἂν ἐν μετανοίᾳ θερμῇ, τὸ
τοῦ βίου τελέσω ὑπόλοιπον, καὶ τῆς ἄνω εὐκλείας γενήσωμαι μέτοχος.
Τὸ
α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
ὀσιακον.
Ὁ
ν΄ ψαλμός.
Δόξα.
Ταῖς του σοῦ Ὁσίου...
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με ὁ Θεὸς ...
Πάτερ
Λεόντιε εἰς ὀσμὴν γραφικῶς μύρων τοῦ Χριστοῦ δραμὼν ἐν τῷ βίῳ σου, ὑπὲρ πάντα
τὰ ἀρώματα τὴν μυρίπνοον χάριν ἐν σοὶ ἐπλούτησας. Φιάλαι γὰρ ἀρωμάτων μυστικῶν
αἱ σιαγόνες σου ὤφθησανκαὶ ὀσμὴ τῶν ὀστῶν σου ὡς ὀσμὴ ἀγροῦ πλήρους πρὸς
εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.
Εἶτα
οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου· οὐ ἡ ἀκροστιχίς: Λεοντίῳ μέλισμα τῷ
μυροῤῥόᾳ. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Λεόντιον
Δέσποτα, τὸν εὐκλεῆ σοῦ θεράποντα ὑμνῆσαι προθέμενος, τὴν σὴν ἀντίληψιν,
συνεργῆσαι μοι τῷ λόγῳ ἱκετεύω, καὶ μέλψω γηθόμενος, τούτου τὴν ἄσκησιν.
Ἐκ
βρέφους ἐπόθησας κρείττονα βίον Λεόντιε, καὶ πάντων ἐμάκρυνας, τῶν ἐν τῷ κόσμῳ
τερπνῶν Θείῳ φόβῳ γάρ, τὸν νοῦν σου καθηλώσας, σαρκὸς κατεμάρανας Πάτερ τὸ
φρόνημα.
Ὁσίων
τοῖς ἴχνεσι, Πάτερ τῶν πάλαι ἑπόμενος, αὐτῶν καὶ τῆς χάριτος, ὤφθης συμμέτοχος·
ἐγκρατείᾳ γάρ, τὸν νοῦν ἀποκαθάρας, δοχεῖον ἐπάξιον ὤφθης τοῦ Πνεύματος.
Θεοτοκίον.
Ναὸς
φωτοστόλιστος καὶ φωτοφόρον παλάτιον Θεοῦ ἐχρημάτισας τοῦ σαρκωθέντος ἐκ σοῦ·
Ὂν ἱκέτευε ναοὺς ἡμᾶς τελέσαι,Παρθένε Πανάμωμε, τῆς θείας χάριτος.
ᾨδὴ
γ´. Τοὺς σοὺς ὑμνολόγους.
Τρωθεὶς
ἀγαπήσει Πάτερ θείᾳ, κατέλιπες κόσμου τὴν ἀχλύν, καὶ ὡς διψῶσα ἔλαφος
προσέδραμες τῷ Ἄθωνι, καὶ τῇ Μονῇ ἐσκήνωσας Διονυσίου τοῦ μάκαρος.
Ἱδρῶσιν
ὁσίων παλαισμάτων, καὶ ὄμβροις δακρύων σου σοφέ, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ
τὸν πυρσὸν Λεόντιε, ἀντεκομίσῳ ἄνωθεν, τῆς θεϊκῆς ἐπιλάμψεως.
Ὡς
μῦρον ἐπὶ τῆς κεφαλῆς σου, καὶ δρόσος σοφὲ τοῦ Ἀερμών, ἡ χάρις ἡ τοῦ Πνεύματος,
κατερχομένη ἄνωθεν, μύρων καινῶν σὲ ἔπλησε καὶ μυροβλύτην σὲ ἔδειξε.
Θεοτοκίον.
Μυρίπνοον
σκεῦος πανευῶδες, καὶ γῇ μυροφόρος λογική, ἐδείχθης ὑπερύμνητε, μύρον τὸ ζῶν
χωρήσασα· διὸ κἀμοῦ ἀπέλασον τὴν δυσωδίαν τοῦ χείρονος.
Κάθισμα
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν
ἐνάρετον βίον πολιτευσάμενος, χαρισμάτων τῶν θείων ὤφθης ἀνάπλεως, καὶ μετέστης
πρὸς Θεὸν ἐν δόξῃ Ὅσιε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γεγονὼς Λεόντιε
μυροβλύτα· ἄλλα μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Ἐξ
ἁγνῶν σοῦ αἱμάτων σάρκα προσείληφεν, ὁ ὑπερούσιος Λόγος καὶ ἀπερίγραπτος,
οὐσιωθεις τὸ καθ᾿ ἡμᾶς δι᾿ ἀγαθότητα, καὶ ἀνώρθωσεν αὐτό, δι᾿ ἀρχαίαν
συντριβήν, ὁ μόνος δεδοξασμένος· Ὂν ὡς υἱόν σου δυσώπει, ὑπὲρ ἡμῶν, Παρθένε
ἄχραντε.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐγκρατείᾳ
ἀνενδότῳ καὶ συντόνοις δεήσεσι, Πάτερ διαπρεπῶν, ὤφθης ταπεινώσεως σκήνωμα, καὶ
τῆς πραότητος θεία ὑποτύπωσις, ψάλλων Ὅσιε· δόξα Χριστὲ τῇ δυνάμει σου.
Λειμὼν
ἐμπνους ἀπαθείας, ὤφθης Πάτερ Λεόντιε, ὄντως καὶ μυρίπνους κῆπος κεκλεισμένος
τῆς χάριτος, τῶν ἀρετῶν ἄνθη φέρων τὰ ἡδύπνοα, τὴν οὐράνιον, ὀσμὴν ἡμῖν
διαπνέοντα.
Ἰδοὺ
ὅλη καλὴ πέλεις, ἰδοὺ ὅλη μυρίπνοος, ὁ νυμφίος Λόγος, κράζει τῇ ψυχῇ σου
Λεόντιε, ἀνάστα δεῦρο πλησίον μου καὶ εἴσελθε, εἰς τὸν οἶκόν μου, εἰς οἶκον
νάρδου ὡς γέγραπται.
Θεοτοκίον.
Σαρκοφόρον
τετοκυῖα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Κεχαριτωμένη, πάγχρυσος λυχνία ἐπτάφωτος, ὡς
ἀληθῶς ἀνεδείχθης, φωταυγίζουσα αἴγλην ἄϋλον,ἐν ταῖς ψυχαῖς τῶν τιμώντων σε.
ᾨδὴ
ε´. Ἐξέστη τὰ σύμπαντα.
Μαράνας
Λεόντιε τὰ τῆς σαρκὸς σκιρτήματα, τῇ Θεοειδῇ σου πολιτεία, δένδρον ἐδείχθης
πεφυτευμένον καλῶς, ὕδασι τῶν θείων ἀρετῶν, τοὺς καρποὺς τοῦ Πνεύματος
προβαλλόμενον ἅπασι.
Ἁπλότητι
τρόπων σου καὶ βίου καθαρότητι, λάμπων ὡς λαμπὰς ὁσίων ἔργων, τῇ τοῦ ὁσίου
Διονυσίου Μονὴ ὤφθης τῶν ἐν ταύτῃ Μοναστῶν, τύπος καὶ παράδειγμα πρὸς τὰ
κρείττονα Ὅσιε.
Τό
φῶς εἰσδεξάμενος τοῦ Παρακλήτου Ὅσιε, τῇ καθαρωτάτῃ σου καρδίᾳ, καθηγιάσθης καὶ
ἐλαμπρύνθης τὸν νοῦν, καὶ τὰ πόῤῥω οἷά περ ἐγγὺς βλεπῶν προηγόρευες ἐμφανῶς τὰ
ἐσόμενα.
Θεοτοκίον.
Ὡραία
καὶ πάγκαλος τῷ πάντων Βασιλεύοντι, ὤφθης ὡς τὸ Ἆσμα σε προγράφει, εὐλογημένη
Θεοχαρίτωτε, καὶ τέτοκας Τοῦτον ὑπὲρ νοῦν,κόσμον ὡραΐζοντα φωτισμῷ θείας
γνώσεως.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Μύρον
σοφὲ τὸ Ζωήῤῥυτον, ἐν τῇ καθαρωτάτῃ καρδίᾳ σου πιστῶς δεξάμενος, μύρα καινὰ ἐκ
τοῦ τάφου σου, ὡς μυροχεύμων κρήνη Πάτερ ἐπήγασας.
Ὕπνον
οὐκ ἔδωκας Ὅσιε, ὡς γέγραπται οὐδόλως σοῖς ὄμμασιν, ἕως οὗ σκήνωμα, σαυτὸν Θεοῦ
ἀπετέλεσας· ἐν σοὶ γὰρ ὁ Δεσπότης ἐπανεπαύσατο.
Ῥώμῃ
τῇ θείᾳ ῥωννύμενος, κατέβαλλες Λεόντιε Ὅσιε τὸν ὠρυόμενον, καθ᾿ ἡμῶν οἵά περ
λέοντα, καὶ στέφος ἀφθαρσίας θεόθεν εἴληφας.
Θεοτοκίον.
Ὄρος
Θεοῦ ἐμφανέστατον καὶ πιὸν καὶ δασὺ καὶ κατάσκιον, Σὲ προηγόρευσαν, οἱ θεηγόροι
Πανάμωμε· ἐκ σοῦ γὰρ κόσμῳ, ὤφθη ὁ ὑπερούσιος.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τῷ
Σωτῆρι Ὅσιε ἀκολουθήσας ὁσίως, σεαυτὸν καθήγνισας δι᾿ ἀρετῶν ἐμμελείας· ὅθεν σε
ὁ Ζωοδότης Λόγος δοξάσας, ἔδειξε πηγὴν τὸ σκῆνός σου θείου μυρου· διὰ τοῦτο σοὶ
βοῶμεν· χαίροις θεόφρον πάτερ Λεόντιε.
Ὁ
Οἶκος.
Ἀπὸ
νεότητος σοφὲ Χριστῷ ἠκολούθησας, κόσμου ἀπώσω τὰ τερπνὰ καὶ ἀπηρνήσω σεαυτὸν
φρονήματι τελείῳ· διὸ καὶ τῆς ἐνεγκαμένης μεταναστεύσας πόλεως, τὸ τοῦ Ἄθωνος
Ὄρος κατέλαβες, καὶ τῇ τοῦ Βαπτιστοῦ θείᾳ Μάνδρᾳ ὡς πρόβατον σεπτὸν
κατεσκήνωσας· ἔνθα τῆς χλόης τῆς ζωῆς καὶ πόας τῆς ἀειθαλοῦς ἀσκητικῶς
τρυφήσας, πρὸς μάνδραν τὴν οὐράνιον καὶ τὰς τῶν Ἁγίων λαμπρότητας ἐν χαρᾷ
εἰσηλασας· διὸ σὲ ὁ μέγας Ποιμὴν δοξάζων μυροβλύτην σὲ θεῖον ἔδειξε, μύρα
εὔοσμα ἐκ τῶν ὀστέων βλύσαντα τοῖς βοῶσι· χαίροις θεόφρον πάτερ Λεόντιε.
Συναξάριον.
Τῇ
ιη΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Λεοντίου τοῦ
μυροβλύτου τοῦ ἐξ Ἄργους μὲν τὴς Πελοποννήσου καταγόμενου, ἐν δὲ τῇ κατὰ τὸν
ἁγιώνυμον Ἄθω Μονῇ τοῦ Ὁσίου Διονυσίου, τῇ τῳ Βαπτιστῇ Ἰωάννῃ ἀφιερωμένῃ,
ἀσκητικῶς διαπρέψαντος.
Τὰ
μύρα βλύζειν ὦ Λέοντι ἐκ τάφου
καθαρότητος
σῆμά ἐστί σῆς ἄκρας.
Ὀγδοάτῃ
δεκάτῃ μυρόεντα Λεόντιον ὕδωρ.
Οὗτος ἑξήκοντα χρόνους δὲν
ἐξῆλθεν ἀπὸ τὸ μοναστήριον· καὶ διορατικοῦ καὶ προφητικοῦ χαρίσματος ἀξιωθεὶς,
μετὰ θάνατον ἔβλυσε μῦρον ἀπὸ τὰ θεῖά του λείψανα, ὡς ἱστορεῖ ὁ ἱερὸς Μαλαξὸς ὁ
πρωτοπαπᾶς Ναυπλίου. Ἔζη δὲ ὁ Ὅσιος οὗτος ἐπὶ τοῦ πατρὸς τοῦ Μαλαξοῦ, περὶ τὰ
διακόσια τριάκοντα ἤδη ἔτη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν ἀυτῷ, Ὑπατίου, καὶ
Θεοδούλου.
Ἄκμων
τὸ σῶμα τοῦ Λεοντίου τάχα,
Ἄκμων
σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας.
Ἐλευθερόφρων
Θεόδουλος πρὸς ξίφος,
Τοιοῦτον
ὄντα καὶ τὸν Ὕπατον βλέπει.
Οὗτος τὴν μὲν γέννησιν ἔσχεν ἐξ
Ἑλλάδος· μεγέθει δὲ σώματος συναυξηθεῖσαν ἔχων ἀλκὴν καὶ ῥώμην, τοῖς
στρατιωτικοῖς καταλόγοις ἐτάχθη. Ἐν δὲ τῷ πολεμεῖν, καὶ τοῖς ἐναντίοις
ἐμπλέκεσθαι, ἀνδρεῖος, καὶ πολλάκις τρόπαια στήσας. Δόξαν δὲ καὶ σύνεσιν ἔχων,
καὶ λογισμὸν ἔμφρονα, τῇ στρατηγικῇ στολῇ, καὶ τοῖς παρασήμοις κατεκοσμήθη.
Διατρίβων δὲ ἐν Τριπόλει τῇ κατὰ τὴν Ἀφρικὴν, ταῖς βασιλικαῖς σιτήσεσι καὶ
φιλοφροσύναις ἔδεξιοῦτο τοὺς πένητας, καὶ γνησίως καὶ εἰλικρινῶς ἐλάτρεύε τῷ
Θεῷ.
Περὶ τούτου μαθὼν ὁ ἡγεμὼν τῆς
Φοινίκης Ἀνδριανὸς, ὅς ἧν κατὰ τοὺς καιροὺς Οὐεσπεσιανοῦ, ἀποστέλλει πρὸς αὐτὸν
Ὑπάτιον Τριβοῦνον, μεθ’ ἑτέρων δύο στρατιωτῶν, ὧν ὁ ἕτερος Θεόδουλος ἐκαλεῖτο.
Ἐν δὲ τῷ πορεύεσθαι, πυρετῷ λαύρῳ ὁ Ὑπάτιος συσχεθεὶς, ἄνωθεν ἐνεχθείσης φωνῆς,
Ἀγγέλου τε ἐπιφανέντος αὐτῷ, ἤκουσεν: Εἰ μέλλει τῆς νόσου ἀπαλλαγήσεσθαι,
τρίτον ἐπικαλέσασθαι εἰς βοήθειαν τὸν τοῦ Λεοντίου Θεόν. Τῆς δὲ φωνῆς ταύτης ἐν
αἰσθήσει καὶ ὁ Θεόδουλος γέγονε.
Καὶ δὴ τυχὼν τῆς ἰάσεως ὁ
Τριβοῦνος, ἐπεὶ κατέλαβε τὸν Ἅγιον ἅμα τοῖς σὺν αὐτῷ, τὸ μὲν πρῶτον, Λεόντιον
ἀγνοῶν, ὅς τίς ἐστι, παρ’ αὐτοῦ ἐξενίσθη. Ἐπιζητοῦντι δὲ αὐτὸν, καὶ λέγοντι
κατὰ προσποίησιν, ὅτι ἐστὶ φίλος ἑαυτοῦ τε καὶ τῶν θεῶν, ὁ Ἅγιος εἶπεν: Ἑαυτὸν
μὲν εἶναι τὸν ζητούμενον Λεόντιον, εἶναι δὲ τοῦ Χριστοῦ δοῦλον, τοὺς δὲ
λεγομένους θεοὺς ἀποβδελύττεσθαι. Ἀκούσαντα δὲ ταῦτα τὸν Τριβοῦνον, καὶ τὸν
Θεόδουλον, προσπεσεῖν τῷ Ἁγίῳ, καὶ αἰτεῖσθαι παρ’ αὐτοῦ τὴν χάριν τῆς ἐν Χριστῷ
οἰκειώσεως. Εὐξαμένου δὲ τοῦ Ἁγίου ὑπὲρ αὐτῶν, ἐξ οὐρανοῦ νεφέλην ὕδατος
λέγεται ἐλθεῖν, καὶ φωτίσαι αὐτοὺς, καὶ λευκὰς ἐνδύσαι στολάς· ἐφ’ ᾧ τοὺς
ἀπίστους ταραχθέντας, μηνύσαι πάντα τῷ ἡγεμόνι Ἀνδριανῷ.
Ὁ δὲ τούτους παραστησάμενος, ἐπεὶ
νουθετπων ἀποστῆναι τῆς τοῦ Χριστοῦ πίστεως οὐκ ἔπεισε, τὸν μὲν Ἁγιον Ὑπάτιον
ἀναρτηθῆναι καὶ ξέεσθια ἐκέλευσε, καὶ τὸν Ἅγιον Θεόδουλον σπαθίζεσθαι, καὶ οὕτω
τὰς κεφαλὰς ἐκτμηθῆναι. Ὁ δὲ Μεγαλομάρτυς Λεόντιος, πρῶτα μὲν τύπτεται βάκλοις·
εἶτα, ταῖς παρακλήσεσι τοῦ τυράννου καὶ κολακείαις μὴ προσχὼν, ἀλλὰ καταγελάσας
αὐτὸν, τύπτεται σφοδρῶς. Μετὰ ταῦτα κρεμασθεὶς, ἐπὶ πολὺ ξέεται, καὶ λίθῳ τῷ
τραχήλῳ βαρυνθεὶς, καὶ τυπτόμενος, τω Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου.
Πολλῶν
βασάνων Αἰθέριε λαμβάνεις,
Τὰς
ἀνταμείψεις ἐν πλάτει τοῦ αἰθέρος.
Οὗτος ἧν ἐπὶ τῆς βασιλείας
Διοκλητιανοῦ. Διαβληθεὶς οὖν, παρέστη Ἐλευσίῳ τῷ ἄρχοντι, καὶ τὸν Χριστὸν
ὁμολογήσας, τείνεται, καὶ λαμπάσι πυρὸς καταφλέγεται, καὶ τριβόλοις σιδηροῖς
πυρωθεῖσι τὰς μασχάλας διακαίεται, καὶ κατὰ τὸν νῶτον καὶ τὰ στέρνα καὶ τοῖς
μυκτῆρσιν ὀγκίνους εἰσδέχεται, καὶ ἐν χαλκῷ τάπητι πυρωθέντι ἁπλοῦται, καὶ ἐκ
τούτων πάντων Ἀγγέλου ἐπιστασίᾳ λυτροῦται, εἰθ’ οὕτω τὴν κεφαλὴν τέμνεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἔρασμος, ἐν εἰρήνῃ τελειοῦται.
Θνήσκων
Ἔρασμος, ἡδέως ἔχω λέγει,
Ἐράσμιον
γὰρ, ἐστι μοι τὸ τεθνάναι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Δύω ἐν Κύπρῳ Μαρτύρων.
Καύσιν
ποδῶν στέξαντες εἰς ὥραν μίαν,
Αἰωνίως
χαίρουσι Μάρτυρες δύω.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Λεόντιος, ὁ ποιμὴν τοῦ κειμένου πέραν τῆς
Πόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Ποιμὴν
ὑπάρχων νῦν παρέστης Ποιμένι,
Τῷ
Ποιμενάρχι ὦ Λέοντι εὐθύφρον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τοῦ Ἀρχιστατήγου Μιχαὴλ, πλησίον τοῦ Ἰουλιανοὺ ἐν τῷ
Φόρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἅγίων Δέκα καὶ Ὀκτῶν Μαρτύρων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Παῦλης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς . Ἀμήν.
ᾨδὴ
ζ´. Οὐκ ἐλάτρευσαν.
Γήσεις
Ὅσιε τὰς θείας ἐκπεπλήρωκας, πρᾶος γὰρ γέγονας καὶ καθαρὸς τὴν ψυχὴν ἐντεῦθεν
κατέλαβες τὴν τῶν πραέων γῆν, καὶ δεδόξασαι, θεουργικῶς Λεόντιε μετοχὴ τῇ ὑπὲρ
λόγον.
Γοῦν
ψυχολεθρον παθῶν ξηράνας Ὅσιε, δακρύων ῥεύμασι τῆς ἀπαθείας σαφῶς, τὸ ὕδωρ
ἀνέβλυσας, καὶ μύρα εὔοσμα, ἐκ τοῦ τάφου σου, Ἡμῶν ἀρωματίζοντα τὰς αἰσθήσεις
τῆς καρδίας.
Ὅλος
ἔνθεος ὠράσο τοῖς ὕμνουσι σέ, ὡς ἰλαρότατος καὶ πλήρης θείου φωτός, καὶ πάντας
ἐπαίδευες λόγοις καὶ πράξεσι, θερμῶς ἔχεσθαιτῶν οὐρανίων Ὅσιε, ὡς μονίμων καὶ
ἑστώτων.
Θεοτοκίον.
Ἀειπάρθενε,
Θεὸν ἡ σωματώσασα, ὑπὲρ κατάληψιν, σωματικῶν μὲ παθῶν, καὶ πάσης φαυλότητος,
τῆς κατὰ νοῦν καὶ ψυχήν, ἀποκαθαρόν, Καὶ τῷ φωτὶ μέ, λάμπρυνον μετανοίας τῆς
γνησίας.
ᾨδὴ
η´. Παῖδας εὐαγεῖς.
Γνώμῃ
οὐρανόφρονι καὶ θείᾳ, τὸν βίον σου θεοφρόνως ἐξετέλεσας,ἔγκλειστως Λεόντιε, ἐν
πένθει τε καὶ δάκρυσι, καὶ παννυχίοις στάσεσι, καὶ ταπεινώσει πολλῇ, Μονῇ τῇ
εὐαγῇ τοῦ Προδρόμου, ὅθεν μετετέθης, πρὸς δόξαν τὴν ἀγήρω.
Ἔχων
σου τὸν νοῦν κεκαθαρμένον, προέβλεπες ὡς παρόντα τὰ ἐσόμενα· ὅθεν καὶ
προείρηκας τὴν σὴν πρὸς Κύριον, μετάστασιν Λεόντιε, τοῖς ἀδελφοῖς ἐμφανῶς, καὶ
χαίρων πρὸς τὰς ἄνω σκηνώσεις, ἔνθα τῶν Ὁσίων ἀνέδραμες χορείαι.
Ῥήμασι
σεπτοῖς σου θεοφόρε, προήγγειλας ἐν Ἁγίῳ Πνεύματι, τὴν τοῦ σκευοφύλακος, φίλου
σοῦ ἀνάλυσιν, πρὸς τὸν Θεὸν Λεόντιε· ᾦ καὶ ἐκραύγαζες· τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄφλεκτος
τεκοῦσα ἐφυλάχθης τὸ πῦρ Θεοτόκε τῆς Θεότητος· Λόγος γὰρ ὁ συνθρόνος τοῦ Πατρὸς
σεσάρκωται, ἐκ σοῦ δι᾿ ἀγαθότητα· ἀλλὰ καταφλεξον πυρὶ τῶν πρεσβειῶν σου
Παρθένε, τὴν ἐν τῇ ψυχῇ μου τῆς ἁμαρτίας ὕλην.
ᾨδὴ
θ᾿ Ἅπας γηγενής.
Στέφος
εὐπρεπές, θεόθεν ἀπείληφας ἀγωνισάμενος κατὰ τοῦ ἀλάστορος, καὶ καταλύσας αὐτοῦ
τὸ φρύαγμα, καὶ τῆς ζωῆς τετύχηκας τοῦ ξύλου Ὅσιε, ἀπολαύων ἅμα τῆς θεώσεως καὶ
πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Εἶδον
τὸ σεπτὸν καὶ Ἅγιον σῶμά σου οἱ συμμονάζοντες, ὅσιε Λεόντιε, ὑπὲρ κατάληψιν
βλύζον πάντοθεν, μύρα καινὰ καὶ εὔοσμα καὶ ἐξεπλάγησαν τὴν δοθεῖσαν χάριν σοι
θεόληπτε, ὑπὸ Χριστοῦ τοῦ λαμπρῶς σὲ δοξάσαντος.
Μύρου
τῆς ζωῆς, δοχεῖον ὑπερτιμον Πάτερ γενόμενος, βίου καθαρότητι, ἀρωματίζεις ἡμᾶς
ἑκάστοτε, τῇ εὐωδίᾳ Ὅσιε τῶν θείων μύρων σου, καὶ πρὸς μύρα διεγείρεις ἅπαντας ἀρετῶν
τῇ ὀσμῇ τῆς σῆς χάριτος.
Ὅρμῳ
γαληνῷ, προσώρμισαι Ὅσιε ὑπερνηξάμενος, τὸ τοῦ βίου πέλαγος καὶ ἠριθμήθης Ἁγίων
τάξεσιν ἀλλὰ κἀμοῦ Λεόντιε τὸν ὕμνον πρόσδεξαι, ἐξ ἀνάγνων χειλέων καὶ πλῦνον
μὲ τοῖς σοῖς μύροις ἐκ πάσης φαυλότητος.
Θεοτοκίον.
Ὕψωσον
Ἁγνή, ἐκ λάκκου συμπτώσεων καὶ παραπτώσεων, τὴν ψυχήν μου δέομαι, καταπεσοῦσαν
ταῖς παραβάσεσι, καὶ τὴν καρδίαν καθαρὸν ἐκ φαύλων πράξεων, τὸν δὲ νοῦν μου
μετάνοια λάμπρυνον, ὡς ἂν Κόρη σωθείην τῇ σκέπῃ σου.
Ἐξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Τοῦ
μύρου τὴν ἐνέργειαν, τῆς ζωῆς τῆς ἀΰλου, δι᾿ ἄκρας καθαρότητος θεοφόρε
πλουτήσας, ἔμπνουν ἀλάβαστρον ὤφθης οὐρανίων χαρίτων καὶ μυροθήκη ἔμψυχος τῆς
Ἁγίας Τριάδος, ὡς ἀληθῶς· ὅθεν μύρα εὔοσμα παραδόξως, Λεόντιε μακάριε, ἐκ τοῦ
σκήνους σου βλύζεις.
Θεοτοκίον.
Ὑπερφυῶς
Πανάμωμε, τὸν τῶν ὅλων Δεσπότην ἐκ τῶν ἁγνῶν αἱμάτων σου, ἔτεκες σαρκωθέντα,
δίχα φυρμοὺ καὶ τροπῆς τε, ἐν δύσι ταῖς οὐσίαις, Μιᾷ τῇ ὑποστάσει δέ, Κόσμον
σῴζοντα κόρη ἐκ τῆς φθορᾶς. Ὂν δυσώπει πάντοτε Θεοτόκε, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν
πιστῶς σὲ αἰνούντων.
Εἰς
τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Ἐκ
νεότητος Ὅσιε, τῷ Χριστῷ ἠκολούθησας, καὶ αὐτοῦ πεπλήρωκας τὰ προστάγματα, ὅθεν
τῆς δόξης τῆς κρείττονος, ἐγένου συνόμιλος, καὶ Ἁγίων τῆς χαρᾶς, κοινωνὸς καὶ
συμμέτοχος· μεθ᾿ ὧν πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας τὴν παναοίδιμον μνήμην σου.
Τὸν
ὡς ἄγριον λέοντα, καθ᾿ ἡμῶν ὠρυόμενον, ἀσθενείᾳ φύσεως, καταβέβληκας, καὶ τὰ
αὐτοῦ πανουργεύματα, στεῤῥῶς ἐθριάμβευσας, ἐκ Θεοῦ δυναμωθεὶς θεοφόρε Λεόντιε·
ὅθεν ἔλαβες οὐρανόθεν τῆς νίκης τοὺς στεφάνους καὶ πρεσβεύεις ὑπὲρ πάντων τῶν
ἐκτελούντων τὴν μνήμην σου.
Τὸ
τοῦ Ἄργους ἐκβλάστημα καὶ σεπτὸν ἐγκαλλώπισμα, τὸν σοφὸν Λεόντιον μακαρίσωμεν,
Ὅρους τοῦ Ἄθω τὸ σέμνωμα, μονῆς τοῦ Προδρόμου δέ, θρέμμα τὸ πνευματικὸν καὶ
ἀνάστημα ἔνθεον, τὸν ἐκβλύσαντα, παραδόξως τὰ μύρα ἐκ τοῦ τάφου, καὶ παθὼν τὴν
δυσωδίαν, χάριτι θείᾳ διώκοντα.
Ἐξεπλάγησαν
ἅπαντες, κατιδόντες Λεόντιε, τὸ σεπτόν σου λείψανον βλύζον πάντοτε, ἐπιφοιτήσει
τοῦ Πνεύματος, ὡς κρήνη θεοβρυτος, μύρου θείου προχοὰς καὶ Χριστὸν ἐμεγάλυναν
τὸν δοξάσαντα, τὸν ἐνάρετον βίον σου θεόφρον. Ὂν ἱκέτευε σωθῆναι τοὺς εὐλαβῶς
σε γεραίροντας.
Δόξα.
Ἦχος πλ. α´.
Ὅσιε
Πάτερ, τὴν ἀγγελικὴν πολιτευσάμενος ζωήν, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῷ Σωτῆρι
ἐλάτρευσας· τῷ γὰρ θείῳ θελήματι πάντα τὰ σὰ ἀναθέμενος, ἐργάτης δόκιμος τῆς
ἀρετῆς ἐδείχθης, καὶ τῆς ἄνω βασιλείας τὸ δηνάριον ἔλαβες. Ἀλλ᾿ ὡς τῶν ἀπ᾿
αἰῶνος ὁσίων κοινωνός, θεοφόρε Λεόντιε, μὴ διαλίπῃς σὺν αὐτοῖς πρεσβεύων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ὁ τοῦ Ἄργους θεῖος βλαστός, καὶ Διονυσίου τοῦ Ὁσίου ὁ μιμητής, χαίροις εὐωδία
τῶν μοναστῶν τοῦ Ἄθω, ὅσιε μυροβλύτα πάτερ Λεόντιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου