Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 17. ΟΣΙΟΣ ΥΠΑΤΙΟΣ ΕΝ ΡΟΥΦΙΑΝΑΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΖ΄!!
ΥΠΑΤΙΟΣ ΟΣΙΟΣ ΕΝ ΡΟΥΦΙΑΝΑΙΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη, Ἀθῆναι, 2004)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἐν Φρυγίᾳ τεχθέντα κλεινὸν Ὑπάτιον, καὶ ἐν Θράκῃ Κυρίῳ, ἀσκηθέντα ἐνθέως, ὕμνοις ἐγκωμίων πανευλαβῶς, ἐν χαρᾷ καταστέψωμεν, τὸν ἡγηθέντα τῆς Μάνδρας Ῥουφιανῶν, καὶ Θεῷ εὐαρεστήσαντα.

Τῶν μοναστῶν αἱ χορεῖαι σεμνῶς ἀγάλλονται, τιμῶσαι Ὑπατίου, τὴν πανένδοξον μνήμην· ἄσκησιν ἐν βίᾳ καὶ ἀρετάς, καὶ σημεῖα καὶ θαύματα, ἀνακηρύττουσι πᾶσι περιχαρῶς, τὸν Χριστὸν ἀεὶ δοξάζουσαι.

Τοῦ Ὑπατίου τὴν μνήμην πανηγυρίσωμεν, φιλαγίων τὰ πήθη, μοναστῶν τε οἱ δῆμοι· οὗτος γὰρ ἐν Θράκῃ ἐνασκηθείς, καθηγούμενος γέγονε, καθοδηγῶν μοναστὰς ἐν Ῥουφιαναῖς, τῷ φωτὶ τοῦ θείου Πνεύματος.

Τῶν μοναστῶν τὸ ὑπόδειγμα εὐφημήσωμεν, τὸν τῆς Φρυγίας γόνον, καὶ τῆς Θράκης τὸ κλέος, πάσης Χαλκηδόνος τὸν στολισμόν, μοναχῶν καθηγούμενον, ἐν τῇ Μονῇ τοῦ Ῥουφίνου πανθαυμαστῶς, προβληθέντα νεύσει χάριτος.

Δόξα. Ἦχος β΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, τὴν τοῦ πανενδόξου Ὑπατίου μνήμην, φαιδρῶς ἑορτάσωμεν· οὗτος γὰρ τὰ τοῦ κόσμου τερπνὰ καταλιπών, καὶ τὴν ἀγγελικὴν πολιτείαν μανικῶς ἀγαπήσας, ἐν τῇ Μονῇ τοῦ Ῥουφίνου ἐνήσκησε καὶ διδάσκαλος θεοφώτιστος μοναχῶν ἐγένετο· αὐτοῦ πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε πανευλαβῶς, Ὑπάτιον ἐν ὕμνοις, τιμήσωμεν καὶ τούτου, τὴν χάριν τῶν θαυμάτων, λαμπρῶς ἀνακηρύξωμεν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸν ἐν Ῥουφιαναῖς, Ὑπάτιον ποιμένα, τῶν λογικῶν προβάτων, τιμήσωμεν ἐν λόγοις, καὶ ὕμνοις μεγαλύνωμεν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Κλέος Ῥουφιανῶν, Ὑπάτιον τὸν θεῖον, κρουνὸν τῶν ἰαμάτων, καὶ κρήνην τῶν θαυμάτων, λαμπρῶς ἐγκωμιάσωμεν.

Δόξα. Τριαδικόν.
Πάντες τὴν ἑνικήν, Τριάδα τῶν προσώπων, μόνην κυριαρχίαν, καὶ μίαν Βασιλείαν, λατρευτικῶς τιμήσωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Μαριάμ, ὑπὲρ τῶν Σὲ τιμώντων, πρὸς τὸν Υἱόν Σου ὅπως, ῥυσθῶμεν τῆς γεέννης, καὶ σκότους τῆς κολάσεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, κλεινῆς Φρυγίας, Θράκης κόσμημα, καὶ Χαλκηδόνος, καθοδηγούμενον πατέρων Ὑπάτιον, ἐν τῇ Ῥουφίνου Μονῇ  ἀξιάγαστον, ἀνευφημήσωμεν ὕμνοις καὶ ᾄσμασι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἰκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.


































ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν Ὑπάτιον ᾄσμασιν, εὐφημήσωμεν ἅπαντες, συνελθόντες σήμερον ὦ φιλάγιοι· ὅτι Χριστὸν ἐμεγάλυνεν, ἐν βίῳ ἀσκήσεως, καὶ ἐν βίᾳ ἀληθεῖ, καὶ ποικίλαις ἀθλήσεσι, καὶ ἐν θαύμασι, μοναστῶν ὑποφήτης καὶ πατέρων, ὀδηγὸς τῶν ἐν ἀσκήσει, ἀναδειχθεὶς ὁ τρισόλβιος.

Τῆς Φρυγίας τὸ βλάστημα, καὶ τῆς Θράκης τὸ καύχημα, Χαλκηδόνος μέγιστον ἐγκαλλώπισμα, Ῥουφιανῶν δὲ ἡγούμενον, Ὑπάτιον μέλψωμεν, τῆς ἀσκήσεως λαμπρόν, καὶ ἐξάκουστον πρότυπον, καὶ ἀγλάϊσμα, βιαστῶν τὸν κανόνα καὶ τὸν στῦλον, ἀσκουμένων τὸν ἀλείπτην, τῆς παρθενίας τὸ ἄγαλμα.

Θεοδώρητον γέροντα, καὶ διδάσκαλον ἔνθεον, ἀσκητῶν ἐντρύφημα καὶ ὑπόδειγμα, ἀφιερώσεως πρότυπον, Ὑπάτιον ᾄσωμεν, τῶν ἀῤῥήτων ἐραστήν, καὶ Χριστοῦ ἀφομοίωμα, καὶ ἐκτύπωμα, τῶν θαυμάτων τὴν κρήνην καὶ σημείων, καὶ κρουνὸν τῶν χαρισμάτων, τῆς Ἐκκλησίας τὸ καύχημα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν τοῦ Ὁσίου Ὑπατίου ἑορτήν, ἐν ὕμνοις καὶ ᾠδαῖς ἐπιτελοῦσα, ἐγκωμιαστικῶς βοᾷ πρὸς αὐτόν· χαίροις, τῶν μοναχῶν ὁ ὑφηγητής, καὶ τῆς ἀγγελικῆς ποιτείας ὁ καθηγητής· χαίροις, τῆς ἀσκήσεως τὸ ὑπόδειγμα, καὶ τῆς διακρίσεως τὸ ἐκτύπωμα· χαίροις, τῆς προσευχῆς τὸ πρότυπον καὶ τῆς ὑπομονῆς τὸ ἄγαλμα· χαίροις, τῶν δοκιμαζομένων ἡ παράκλησις καὶ τῶν ἀσθενούντων ὁ ἰατρός. Ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἐκτενῶς Πάτερ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.














Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.








Λιτή. Ἦχος α΄.
Ἀγάλλου καὶ εὐφραίνου ἡ τῶν μοναχῶν χορεία, σκίρτα καὶ χόρευε ὁ τῶν πιστῶν θεοσύλλεκτος σύλλογος· σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ ὁ ἐν οὐρανοῖς τῶν Ὁσίων δῆμος, πρὸς πανήγυριν πνευματικήν, ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου πατρὸς ἡμῶν Ὑπατίου, πάντας ἡμᾶς συγκαλεῖ· δεῦτε οὖν ἀδελφοί, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ὡς γνήσιον ἀσκητήν, καὶ θεοδώρητον τῶν ψυχῶν ποιμένα, αὐτὸν λαμπρῶς ἐγκωμιάσωμεν, αἰτούμενοι εὐλαβῶς τὰς αὐτοῦ ἱκεσίας ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Ἦχος β΄.
Δεῦτε πιστοί, τὸ τῆς μοναχικῆς πολιτείας ἐγκαλλώπισμα, Ὑπάτιον τὸν τῆς Μονῆς Ῥουφίνου θεοδώρητον ἡγούμενον, ἐγκωμίων ἄνθεσιν ἐπαξίως καταστέψωμεν· οὗτος γὰρ τὰ ἐπίκηρα καταλιπών, τὴν Ἄνω Σιὼν μανικῶς ἠγάπησεν· ἐκ Φρυγίας ἀποδημήσας, καὶ ἐν Θράκῃ τῷ μονήρει βίῳ ἀκολουθήσας, εἰς Χαλκηδόνας ἐπεδήμησε, τῶν μοναχῶν τῆς τοῦ Ῥούφινου Μονῆς ἡγούμενος κατασταθείς· οὗ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ὑπάτιον τὸν πανένδοξον, ἐν ὕμνοις πιστοὶ μεγαλύνωμεν· οὗτος γάρ, πατρίδα καὶ οἰκείους λιπών, καὶ τὰ ἀχειροποίητα Ἅγια ἐπιποθῶν, τὸν ἀγγελικὸν βίον, ἐν χαρᾷ καὶ ζεούσῃ καρδίᾳ ἠσπάσατο· τὴν τοῖς ἐρημικοῖς μακαρίαν ζωήν, διὰ δακρύων, χαμευνίας, ὑπακοῆς, ταπεινώσεως καὶ αὐτομεμψίας ἐνασκήσας, κατηξιώθη τῶν τῆς μοναχικῆς ζωῆς ἀῤῥήτων δωρημάτων, καὶ τοῦ τῶν ἰάσεων χαρίσματος. Αὐτοῦ ἀδελφοὶ τὴν πρὸς Χριστὸν ἀγάπην, ἐκ καρδίας θερμῶς ἐπιποθήσωμεν.

Ἦχος δ΄.
Πλοῦτος πνευματικὸς ἡμῖν πρόκειται, ἡ τοῦ μακαρίου Ὑπατίου φιλόθεος καὶ ἰσάγγελος ζωή· δεῦτε ἀδελφοί, ἐν Πνεύματι εὐωχηθῶμεν, καὶ μετὰ πόθου τοὺς εὐχύμους καὶ πλουσιοδώρους αὐτοῦ καρπούς, τὴν τῶν ἀρετῶν δέσμην, τὴν τῆς ἀσκήσεως προθυμίαν καὶ τὴν τῆς διακρίσεως σύνεσιν, μετ’ εὐφροσύνης δρέψωμεν· τὸν δέ, διὰ σημείων καὶ θαυμάτων, χαριτώσαντα αὐτὸν Κύριον καὶ Δεσπότην, ἱκετεύσωμεν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλαγίων τὸ σύστημα, δεῦτε καὶ χορείαν συστήσωμεν, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ πανευφήμου Ὑπατίου, καὶ ψαλμικῶς αὐτῷ προσείπωμεν· χαῖρε, τῆς πρὸς Χριστὸν ἀγάπης τὸ ὑπόδειγμα, καὶ τῆς μοναχικῆς πολιτείας τὸ ἀκροθίνιον· χαῖρε, τῶν μοναζόντων ὁ ἀψευδὴς κανών, καὶ τῶν πιστῶν ὁ πανάριστος ἀγωγός· χαῖρε, τὸ τῆς ἀσκήσεως ἄγαλμα, καὶ ἡ τῶν θαυμάτων ἀέναος πηγή· χαῖρε, τὸ τῆς Ἐκκλησίας κόσμημα, καὶ τὸ τῆς Μονῆς Ῥουφίνου ἐγκαλλώπισμα· σαῖς πρεσβείαις καὶ ἡμᾶς ἐκ τῶν ποικίων παγίδων καὶ πειρασμῶν περίσῳζε Ὅσιε δεόμεθα.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν μοναζόντων κανών, τῶν ἀσκητῶν τὸ θαυμαστὸν ἀκροθίνιον, τῆς βίας λαμπρὸς ἐκφάντωρ, καὶ ἐγκρατείας φωστήρ, τῶν ἐνασκουμένων τὸ ἐντρύφημα, κρατὴρ θεῖος ἔμπλεως, χαρισμάτων τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων, ὁ κρουνὸς ὁ ἀείῤῥοος, τῶν σημείων δέ, παροχεὺς τοῖς προστρέχουσιν· ὅθεν κλεινὲ Ὑπάτιε, τιμῶντες τὴν μνήμην σου, ᾄσμασι θείοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα· τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ τῆς Φρυγίας καρπός, καὶ ἀσκητὴς ὁ ἐν τῇ Θράκῃ πανθαύμαδτος, πατὴρ μοναστῶν Ῥουφίνου, ἐν Χαλκηδόνι σεπτός, σεαυτὸν τῷ λόγῳ ἀναθέμενος, παθῶν τὸ χαμαίζηλον, καὶ γηΐνων ἐπίκηρον, τῇ προσευχῇ καὶ τῇ ἀσκήσει ἐνίκησας, καὶ ἀντίδικον, κατεβύθισας δράκοντα· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες Ὑπάτιε, ὕμνοις ἐνθέοις θεόφρον, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν μοναστῶν καλονή, τῶν βιαστῶν τὸ ἀῤῥαγὲς ἀκροθίνιο, παρθένων κανὼν καὶ τύπος, καὶ ἀσκητῶν χαρμονή, τῶν προσευχομένων τὸ ὑπόδειγμα, ἀσκήσεως πρότυπον, ἐγκρατείας τὸ στόλισμα, πειραζομένων, τὸ πανθαύμαστον ἄγαλμα, καὶ τὸ στήριγμα, τῶν πιστῶν ἐν ταῖς θλίψεσιν· ὅθεν τὴν σὴν πανήγυριν, τελοῦντες Ὑπάτιε, λόγοις σεπτῶν ἐγκωμίων, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, θριαμβεύουσά τε καὶ στρατευομένη, τὴν τοῦ θεοφόρου πατρὸς ἡμῶν Ὑπατίου πανήγυριν ἐπιτελοῦσα, γηθοσύνως βοᾷ πρὸς αὐτόν· χαίροις, τῆς ἀσκητικῆς βιοτῆς ὁ κανών, καὶ τῆς ἀγγελικῆς πολιτείας τὸ ἀκροθίνιον· χαίροις, τῶν μοναστῶν ἡ καλλονή, καὶ τῶν πιστῶν ἡ παράκλησις· χαίροις, τῆς ἀκριβείας ὁ τηρητής, καὶ τῆς πλάνης ὁ καθαιρέτης· χαίροις, τοῦ οὐρανοῦ ὁ πορθητής, καὶ τοῦ αἰωνίου σαββατισμοῦ ὁ ἐραστής. Πρέσβευε δεόμεθα Πάτερ Ὑπάτιε τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων ἐν χαρᾷ τὴν θείαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, κλεινῆς Φρυγίας, Θράκης κόσμημα, καὶ Χαλκηδόνος, καθοδηγούμενον πατέρων Ὑπάτιον, ἐν τῇ Ῥουφίνου Μονῇ  ἀξιάγαστον, ἀνευφημήσωμεν ὕμνοις καὶ ᾄσμασι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἰκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ζωὴν τὴν κρείττονα, καὶ ἀφιέρωσιν, τὴν ὑπερκόσμιον, καὶ ὑπεράνθρωπον, τῶν μοναχῶν ἐπιποθῶν, Ὑπάτιε ἀπηρνήθης, κόσμου τὰ ἐπίκηρα, καὶ ζωῆς ματαιότητα, ἄνεσιν ἐφήμερον, καὶ σαρκὸς τὴν εὐπάθειαν· διὸ σὺν τοῖς Ἀγγέλοις ἀγάλλῃ, Πάτερ Ὁσίων ἡ ἀκρότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ποιμένα μοναχῶν, ἀσκητῶν ὁδοδείκτην, νοσούντων ἰατρόν, θλιβομένων προστάτην, τιμῶμέν σε Ὑπάτιε, τῆς Φρυγίας τὸ καύχημα, καὶ ἐξάκουστον, τῶν μοναζόντων τῆς Θράκης, καθηγούμενον, ἐν τῇ Μονῇ τοῦ Ῥουφίνου, πατέρων ἐφάμιλλον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, Καθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν χοροί, τῶν μοναχῶν καὶ ἀσκητῶν, καθορῶντες ἐν χαρᾷ, τὴν σὴν Ὑπάτιε ζωήν, τὴν ἐν νηστείᾳ καὶ νήψει καὶ ἀγρυπνίᾳ, βίαν ἀληθῆ καὶ θεάρεστον, χάριν τοῦ τελεῖν θεῖα θαύματα, καθοδηγεῖν τε πλῆθος μοναζόντων, εἰς βιοτὴν ὑπερθαύμαστον· Πατέρων κλέος, ἀδιαλείπτως σκέπε τοὺς σὲ τιμῶντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τὰ στίφη τῶν μοναχῶν, ἐν πνευματικῇ ἀγαλλιάσει, τὸν τῆς ἀγγελικῆς πολιτείας μέγαν διδάσκαλον, Ὑπάτιον τὸν ἔνθεον, ἐν ᾠδαῖς καὶ ὕμνοις, ἀξιοχρέως ἐγκωμιάζουσιν· οὗτος γάρ, ὡς ἰσάγγελος ἐν γῇ βιώσας, καὶ ὡς οὐράνιος ἄνθρωπος πολιτευσάμενος, μοναχικῆς βιοτῆς πρότυπον, καὶ ἀσκητικῆς πολιτείας ὑπόδειγμα θαυμαστῶς ἀνεδείχθη. Αὐτοῦ ταῖς σεπταῖς ἱκεσίαις Θεάνθρωπε Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ὑπάτιον, ᾄσμασιν εὐφημήσωμεν. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπάτιον μέλψωμεν οἱ πιστοί, Φρυγίας τὸν γόνον, καὶ τῆς Θράκης τὸν ἀσκητήν, Μονῆς τοῦ Ῥουφίνου ποδηγέτην, καὶ Χαλκηδόνος καλλώπισμα θεοδώρητον.
Ποιμένα Ῥουφίνου τὸν θαυμαστόν, Ὑπάτιον ὕμνοις, καταστέψωμεν καὶ ᾠδαῖς, ὅτι ἀνεδείχθη ἐν ἀσκήσει, καθηγητῶν τῆς ἐρήμου ἐφάμιλλος.
Ἀρδεύσας καρδίαν τῇ προσευχῇ, Ὑπάτιος ἤχθη, εἰς τὸ ὕψος τῶν ἀρετῶν, καὶ γέγονε μύστης τῶν ἀῤῥήτων, καὶ μοναστῶν τοῦ Ῥουφίνου διδάσκαλος.
Θεοτοκίον.
Τιμῶμεν Παρθένε τοῦ Σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν τιμώντων ἐκ καρδίας, τὰ μεγαλεῖά Σου Κόρη καὶ θαύματα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε Πάτερ Ῥουφιανῶν καύχημα, ὅπως μεσιτεύῃς τῷ Λόγῳ, ὑπὲρ ἀφέσεως, πλημμελημάτων ἡμῶν, τῶν ἀνυμνούντων ἐμφρόνως, τὴν σεπτήν σου ἄσκησιν, καὶ τὴν τελείωσιν.
Οὐρανίαν ποθήσας ἐν γῇ ζωὴν Ὅσιε, εἴληφας δακρύων τὴν χάριν, καὶ διακρίσεως, καὶ ἐν Ῥουφίνου Μονῇ, ποιμὴν ἐδείχθης πατέρων, καὶ πιστῶν διδάσκαλος, θεῖε Ὑπάτιε.
Νικηφόρος εἰσῆλθες εἰς οὐρανοὺς ἔνδοξε, πάτερ ἀσκητῶν ὑποφῆτα, θεῖε Ὑπάτιε, καθικετεύων Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.
Ἀσκητῶν ἀνεδείχθης τὸ ἀκραιφνὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, καὶ ἀθλουμένων πιστῶν, τῶν ἀρετῶν ἡ ἀκρότης, καὶ τῶν ἐν ταῖς θλίψεσι, Πάτερ παράκλησις.
Θεοτοκίον.
Σὺ κοσμεῖς Θεοτόκε τοὺς γηγενεῖς ἅπαντας, ταῖς Σαῖς ἀρεταῖς καὶ Ἀγγέλων, τὰ θεῖα Τάγματα· διὸ ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον, Θεοχαρίτωτε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὑπάτιον μέλψωμεν τὸν ἀληθῆ ἀσκητήν, Ῥουφίνου ἡγούμενον καὶ Χαλκηδόνος σεπτόνμ πατέρα καὶ καύχημα, ἄγαλμα τῆς Φρυγίας, καὶ τῆς Θράκης τὸν πλοῦτον, πρότυπον μοναζόντων, μοναχῶν τὸν ἀλείπτην, ἱκέτην ὑπὲρ τοῦ κόσμου, πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Κανν. Θεοτοκίον
μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μόνη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.










ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεγαλύνωμεν ᾄσμασι, τὴν τοῦ Ὑπατίου λαμπρὰν πανήγυριν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου τούτου τελειότητα.
Ἁγιότητος γέγονας, ὑποφήτης μέγας κλεινὲ Ὑπάτιε, καὶ ἀσκήσεως τὸ πρότυπον, καὶ τῶν ἀρετῶν τὸ καταγώγιον.
Σωτηρίαν ἐπόθησας, καὶ τῆς Βασιλείας Χριστοῦ ἀπόλαυσιν· διὸ ἔσπευσας ὡς ἔλαφος, εἰς πηγὰς τῆς χάριτος Ὑπάτιε.
Θεοτοκίον.
Ἱερῶς Σὺ ἐν Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόας οὐρανοῦ, ἐμιμήσω ὦ Ὑπάτιε, καὶ τοὺς Ὁσίους ἐν ζωῇ ἀληθεῖ· διὸ εἰσῆλθες, ἐνδόξως εἰς τὰ οὐράνια.
Ἔλαμψεν ἐν σοί, Παρακλήτου φῶς τὸ ἄῤῥητον, καὶ κατηξίωσέ σε θαυμαστῶς, τῶν χαρισμάτων, Ὑπάτιε τῶν ἰάσεων.
Ὕψωσας τὸν νοῦν, καὶ καρδίαν πρὸς τὸν Κύριον, καὶ πρὸς ζωὴν τὴν κρείττονα ἀληθῶς· διὸ τοῦ κόσμου κατέλιπες τὴν τερπνότητα.
Θεοτοκίον.
Φῶς τοῦ Σοῦ Υἱοῦ, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον, Παρθενομῆτορ πάναγνε Μαριάμ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ δύναμις, τοῦ Χριστοῦ Ὑπάτιε, σὲ ἀνέδειξε ποιμένα πατέρων, καὶ ἀσκητῶν, ἐν Μονῇ τοῦ Ῥουφίνου, καθηγητὴν δ’ ἀρετῶν τελειότατον, διδάσκαλόν τε τῶν πιστῶν, καὶ προστάτην αὐτῶν θεοδώρητον.
Μακάριος, σὺ ὑπάρχεις Ὅσιε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοὺ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε· ἵκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Ἡ ἄσκησις, Ὑπατίου εἵλκυσε, μοναστὰς ἐν τῇ Μονῇ τοῦ Ῥουφίνου, οἳ τὴν αὐτοῦ, πολιτείαν ζηλοῦντες, κατηξιώθησαν βίου τῆς χάριτος, καὶ Βασιλείας οὐρανῶν, τὰ τοῦ κόσμου τερπνὰ ἀρνησάμενοι.
Θεοτοκίον.
Σὺ πρέσβευε, τῷ Υἱῷ Σου πάναγνε, ὑπὲρ πάντων τῶν πιστῶς Σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν Ὑπατίου θεόφρονος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν Ὑπατίου βιοτὴν ἐγκωμιάσωμεν, τῶν φιλαγίων οἱ χοροὶ καὶ εὐφημήσωμεν, ἐν ἐνθέοις ἐγκωμίοις ἀναφωνοῦντες· ὡς ἀσκήσεως διδάσκαλον καὶ πρότυπον, σαῖς πρεσβείαις πρὸς τὸν Λόγον πάντας στήριξον, ἵνα κράζομεν· Χαῖρε Πάτερ Ὑπάτιε.
Ὁ Οἶκος.
Τὸ τῆς Φρυγίας βλάστημα, Θράκης δὲ τὸ τῆς ἀσκήσεως εὐῶδες ἄνθος, καὶ τῆς ἐν Χαλκηδόνι ἱερᾶς καὶ σεβασμίας Μονῆς τοῦ Ῥουφίνου, τὸν ἔνθεον ἡγούμενον, Ὑπάτιον τὸν θεόφρονα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πανηγυρικῶς καὶ ἑορτίως ἑορτάζει· οὗτος γὰρ τῇ θεοφιλεῖ ἀσκήσει, καὶ τῇ ἀδιαλείπτῳ νοερᾷ προσευχῇ, τῷ Κυρίῳ εὐαρεστήσας, κατηξιώθη τῶν τῆς διακρίσεως καὶ διδασκαλίας χαρισμάτων καὶ τῆς τῶν ἰάσεων δωρεᾶς. Ὅθεν γέγονε πνευματικὸς ὁδηγὸς τῶν μοναχῶν, καὶ θεοδώρητος ἡγούμενος καὶ παρακλήτωρ πάντων τῶν δοκιμαζομένων. Αὐτῷ οὖν ἐπαξίως κράζομεν· Χαῖρε Πάτερ Ὑπάτιε.
Συναξάριον
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμῃ τοῦ Ὁσίου Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.
Κεῖται θαλάσσης Ὑπάτιος πλησίον,
ὃς ὑπακούει σὺν Θεοῦ φίλοις ἄνω.
Πατρὶς ὑπῆρχε Φρυγία· καὶ γονεῖς θεοσεβεῖς ἐπὶ τῶν χρόνων Ὀνωρίου, καὶ Ἀρκαδίου τῶν Βασιλέων. Γράμματα δὲ ἱκανὰ παιδευθεὶς, καὶ τὸν ὀκτωκαιδέκατον χρόνον πληρώσας, πάντα καταλιπών, τὸν μονήρη βίον ὑπέδυ· καὶ πάσῃ ἀρετῇ κοσμηθεῖς, τὴν τοῦ πρεσβυτέρου χειροτονίαν δέχεται· καὶ πληρώσας τὸν ὀγδοηκοστὸν χρόνον, μακαρίως ἀνεπαύσατο. Ὁπόσα δὲ δι’αὐτοῦ θαύματα τελοῦνται, ἀδύνατον γράψαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ· Βασιλείου, Ἰννοκεντίου, Φίλικος, Ἑρμείου καὶ Περεγρίνου.
Τμηθεὶς Ἴσαυρος σὺν συνάθλῳ πεντάδι,
σαύρας νοητῆς καρδίαν τέμνει μέσον.
Ὁ Ἴσαυρος καὶ οἱ σὺν αὐτῷ ὥρμηντο ἐξ Ἀθηνῶν. Ἐξαναστάντες δὲ τῆς πατρίδος, ἔν τινι Σπηλαίῳ τῆς Ἀπολλωνία γενόμενοι, Φίλικι καὶ Περεγρίνῳ, καὶ Ἑρμείᾳ περιτυγχάνουσιν. Οὕς καὶ διδάσκοντος τοῦ Ἁγίου Ἰσαύρου μὴ πρὸς τὰ παρόντα ἐπτοεῖσθαι, οὗτοι ἔργοις τοὺς αὐτοῦ λόγους ἐπεβεβαίωσαν. Ἀποστρεφόμενοι γὰρ τὴν τῶν συγγενῶν ὁμιλίαν, πρὸς τῷ αὐτῶν Τριποντίῳ Ἐπάρχῳ διαβάλλονται· οὕς καὶ συλλαβών, καὶ τοῦ Χριστοῦ ἀποστῆσαι μὴ δυνηθείς, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι προστάττει. Ἴσαυρος δὲ ὁ τοῦ Χριστοῦ Διάκονος καὶ οἱ σὺν αὐτῷ, Ἀπολλωνίῳ τῷ υἱῷ Ἐπάρχῳ ἐκδίδονται. Ὑφ’ οὗ πυρὶ καὶ ὕδατι δοκιμασθέντες, καὶ ἐν τῷ παραδόξως ἐκ τοὺτων ῥυσθῆναι, πολλοὺς πρὸς τὴν εἰς τὴν Χριστὸν μεταθέντες πίστιν, ὧν ἦσαν καὶ οἱ πρῶτοι τῆς πόλεως, Ῥοῦφος, καὶ Ῥουφῖνος οἱ αὐτάδελφοι, τελευταῖον τὴν ἀπόφασιν δεξάμενοι, τέμνονται τὰς κεφαλάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων Μανουήλ, Σαβέλ, καὶ Ἰσμαήλ, ἀθλησάντων ἐν ἔτει Σωτηρίῳ 362ῳ.
Σαβέλ, Μανουήλ, Ἰσμαήλ, Πέρσαι γένος,
τὸ δ’ ἀξίωμα, Μάρτυρες διὰ ξίφους.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος, ἀποσταλέντες παρὰ τοῦ Βασιλέως Περσῶν Βαλτάνου [παρ’ ἄλλοις Ἀλαμουνδάρου] καὶ τὰ πρὸς εἰρήνην βραβεύοντες, κατὰ τοὺς χρόνους Ἰουλιανοῦ τοῦ Παραβάτου. Ὄν θύοντα τοῖς εἰδώλοις πέραν ἐν Χαλκηδόνι θεασάμενοι, καὶ πολλοὺς τῇ αὐτοῦ πλάνῃ καθυπαγομένους, αὐτοὶ ὑπάρχοντες θεοσεβεῖς, καὶ τῷ Χριστῷ λατρεύοντες ὠλοφύροντο, καὶ τὸν Χριστὸν καθικετεύον, διαφυλαχθῆναι αὐτοὺς τῇ πίστει τῇ εἰς Αὐτὸν, καὶ μῆ κοινωνῆσαι τῇ πλάνῃ τῶν εἰδωλολατρῶν. Γνωσθέντες δὲ καὶ ἀχθέντες τῷ δυσσεβεῖ Ἰουλιανῷ, τύπτονται, καὶ ἥλοις περονῶνται τοὺς ἀστραγάλους, καὶ λαμπάσι πυρὸς τὰς μασχάλας καταφλέγονται· καὶ ταῦτα μὲν κοινῇ. Ἰδία δὲ ὁ Ἅγιος Μανουὴλ ὑποσχέσεις δεξάμενος παρὰ τοῦ μικροῦ Βασιλέως Ἰουλιανοῦ καὶ παραινέσεις, καὶ μὴ πεισθεὶς θυσίαν προσενεγκεῖν τοῖς εἰδώλοις, καθηλοῦται τὴν κεφαλήν, καὶ ἀμφότερα τὰ νῶτα, καὶ καλάμοις εἱλιθεὶς κατασφίγγεται, καὶ ἑτέροις ὀξέσι κατακεντᾶται βέλεσι, καὶ οὕτως ἅμα τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ Σαβὲλ καὶ Ἰσμαὴλ, ἐν τῷ πρὸς Θράκην τείχει, τῷ ἐπιλεγομένῳ Κωνσταντίνου, ἐν τόπῳ κρημνώδει ἀπαχθέντες, τὰς κεφαλὰς ἀπετμήθησαν.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλονείδου, ἐπισκόπου Κουρίου.
Ὁ Φιλονείδης θυσίαν τὸ πρὶν φέρων,
Φέρει ἑαυτὸν σωφροσύνης θυσίαν.
Οὗτος ὁ Ἅγιος ἦτον κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει τ΄ [300], ἀποκλεισμένος ἐν τῇ νήσῳ Κύπρῳ μέσα εἰς φυλακὴν διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν, μαζὶ μὲ τοὺς Ἁγίους Ἀριστοκλὴν, Δημητριανόν, καὶ Ἀθανάσιον τὸν Ἀναγνώστην. Ἀφ’ οὗ δὲ ἐκεῖνοι οἱ μακάριοι ἐτελειώθησαν μὲ τὸ μαρτύριον, μετὰ ὁλίγας ἠμέρας ἐξέδωκε δόγμα ὁ μιαρὸς Διοκλητιανός, ἵνα οἱ ἄσωτοι καὶ ἀκόλαστοι Ἔλληνες βιάζουν τοὺς χριστιανοὺς, εἰς τὸ νὰ μολύνουν αὐτοῦς μὲ τὴν φθορὰ τῶν σωμάτων τοὺς. Τούτο δὲ τὸ διαβολικὸν δόγμα μαθῶν ὁ Ἅγιος Φιλονείδης, καὶ μὴ θέλωντας νᾶ μολυνθῆ τὸ σώμα τοῦ ἀπὸ τοῦς ἀσεβεὶς, ἀνέβη ἐπάνω εἰς ἕνα ὑψηλὸν τόπον, καὶ δέσας τὴν κεφαλήν τοῦ, καὶ τὸ πρόσωπόν τοῦ σκεπάσας μὲ τὸ ρούχον τοῦ, ἔκλινε τὰ γόνατά τοῦ εἰς προσευχῆν. Ἀφ’ οὐ δὲ ἐπροσευχήθη ὥρα πολλὴν, ἔρριψε τὸν ἑαυτόν τοῦ κάτων ὄρθιον, πρὸ τοὺ δὲ τὸ σώμα νὰ καταβῆ κάτω, ἐν τῷ μεταξὺ παρέδωκε τὴν ψυχήν τοῦ εἰς χεῖρας Θεοῦ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρόν, ἐπεριπάτουν δύω ἄνθρωποι πρὸ πολλοῦ διαστήματος τῆς πόλεως. Εἰς τούτους λοιπὸν ἐφάνη ὁ Ἅγιος οὗτος Φιλονείδης τρέχοντας γυμνὸς ἔμπροσθέν τοὺς, καὶ φορῶν μὲν στέφανον εἰς τὴν κεφαλήν, ἀλειμμένος δὲ ὧν μὲ μύρα εὐώδη, ὅστις κρατῶν κλάδον βαΐων εἰς τὰς χείρας τοῦ, ἔλεγεν: Εὐχαριστώ Σοι, Χριστέ μου, ὅτι ἐν Σοὶ νενίκηκα. Σὺ γὰρ ἀπὸ τὴν ἐπίγειον πόρταν, μὲ ἀνεβίβασες εἰς τὴν πόρταν τῶν Οὐρανῶν. Ὅταν δὲ οἱ περιπατούντες ἐκεὶνοι ἄνθρωποι ἔφθασαν κοντὰ εἰς τὴν πόλιν, τότε ἔγινεν ἄφαντος ἀπὸ αὐτοῦς ὁ Ἅγιος. Ὅθεν ἐλθόντες εἰς τὸν τόπον ἐκείνον, ὁποῦ ἔπεσε τὸ σῶμα τοῦ Μάρτυρος, ἐγνώρισαν, πως αὐτὸ ἦτον ἐκείνου τοὺ ἱδίου, ὁποῦ ἐφάνῃ αὐτοῖς εἰς τὸν δρόμον. Μετὰ ταῦτα ἐπήραν οἱ Ἔλληνες τὸ λείψανον, καὶ βαλόντες αὐτὸ μέσα εἰς ἕνα σάκκον, τὸ ἐβύθισαν εἰς τὴν θάλασσαν, ἀλλ’ ἡ θάλασσα παρευθὺς ἐταράχθη, καὶ τὸ ἔῤῥιψεν ἔξω. Ὕστερον δὲ εὑρόντες τὸ τίμιον λείψανον μερικοὶ Χριστιανοὶ, ἐνταφίασαν αὐτό.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωσήφ, ὁ ἀναχωρητής, ψάλλων τελειοῦται
Θεῖος σὺ κύκνος, Ἰωσὴφ ἐν τῷ τέλει,
θνήσκων μετ’ ᾠδῆς, ὡς κύκνους θνήσκειν λόγος.
Περὶ τοῦ Ὁσίου τοῦτου Ἰωσὴφ γράφει ὁ Εὐεγετινὸς ἐν σελ. 697, ὅτι ἦτον ἀνώτερος ἀπὸ κάθε ἀνθρωπαρέσκειαν καὶ κενοδοξίαν. Ἐπήγε γὰρ φησί, μίαν φορὰν εἰς αὐτὸν ὁ ἱερεὺς Εὐλόγιος, ὅστις ἔτρωγεν εἰς δύω ἡμέρας μίαν φοράν. Πολλαῖς φοραῖς δὲ, ἔτρωγε καὶ μίαν φορὰν τὴν ἑβδομάδα. Ἐπήγε δὲ, ἐλπίζοντας, ὅτι θέλει εὕρη περισσοτέραν σκληραγωγίαν εἰς αὐτὸν. Ὁ δὲ Ἰωσὴφ δεχθεὶς αὐτὸν μετὰ χαράς, ἐπρόσταξεν τὸν μαθητήν τοῦ καὶ ἡτοίμασε κάποιαν παρηγορίαν φαγητού. Ὅταν δὲ ἐκάθισαν νὰ φάγουν, εἶπον οἱ μαθηταὶ τοῦ Εὐλογίου· ὁ ἱερεὺς δὲν τρώγει ἄλλον τι, εἰ μὴ ψωμὶ καὶ ἄλας. Ὁ δὲ Ἀββὰς Ἰωσὴφ σιωπώντας, ἔτρωγεν. Ἔμεινε δὲ ὁ Εὐλόγιος ἐκεὶ τρεῖς ἡμέρας, καὶ δὲν ἡκουσε νὰ ψάλη ἤ νὰ προσευχηθὴ ὁ Ἰωσὴφ, ἤ κανένας ἀπὸ τοὺς μαθητάς τοῦ, [κρυπτὴ γὰρ καὶ νοερὰ ἦτον ἡ ἐργασία καὶ προσευχή τῶν]. Ὅθεν ἀνεχώρησεν ὁ Εὐλόγιος μὲ τοὺς μαθητάς τοῦ, χωρὶς νὰ ὠφεληθή.
Επειδὴ δὲ ἔγινεν σκότος κατ’ οἰκονομίαν Θεοῦ, πλανηθέντες εἰς τὸν δρόμον, ἐγύρισαν πάλιν εἰς τὸν Ὅσιον Ἰωσὴφ. Πρὸ τοὺ δὲ ἀκόμη νὰ χτυπήσουν τὴν πόρτα, ἥκουσαν ἔξωθεν ὁποῦ ἔψαλλεν ὁ Ἰωσὴφ μὲ τοὺς μαθητάς τοῦ. Εὐθὺς λοιπὸν ὁποῦ ἐκτύπησαν τὴν θύραν, ἤκουσεν ὁ Ἰωσὴφ, καὶ παρευθὺς ἔπαυσεν τὴν ψαλμωδίαν. Διψήσαντος δὲ τοῦ Εὐλογίου ἀπὸ τὸ καῦμα, ἔδωκεν αὐτῷ εἰς μαθητὴς τοὺ Ἰωσὴφ νερόν, μεμιγμένον μὲ νερὸ τῆς θαλάσσης καὶ τοὺ ποταμοῦ. Ὅθεν ἀκολούθως ἦτον τόσον πικρόν, ὁποῦ ὁ Εὐλόγιος δὲν ἡδυνήθη νὰ τὸ πίη. Τότε, ἐπρόσπεσεν εἰς τὶν γέροντα Ἰωσὴφ, καὶ ἐρώτησεν αὐτὸν λέγων: Διατὶ ὦ Ἀββὰ, ὅταν μὲν εἴμεθα μαζί σας, δὲν ἐψάλλετε, ἀφ’ οὐ δὲ ἐφύγαμεν ἡμεῖς, τότε ἐψάλλετε; Καὶ διατὶ, τότε μὲν ἔμπροσθέν μας ἐπίνετε κρασί, τώρα δὲ ἔπιον τὸ νερόν σας, καὶ εἶναι ἀλμυρὸν καὶ ἄποτον.
Εἰς ταῦτα ὁ Ἰωσὴφ άπεκρίθη; Ἐκείνο μὲν τὸ ὁλίγον κρασί, τὸ ἐπίομεν διὰ τὴν ἀγάπην καὶ ἀντάμωσίν σου. Τούτο δὲ τὸ νερόν, εἶναι τὸ συνειθισμένον, ὁποῦ πίνουν οἱ ἀδελφοὶ πάντοτε. Ὁμοίως ἀπεκρίθη καὶ διὰ τὴν ψαλμωδίαν, ὅτι κατ’ οἰκονομίαν τὴν ἔκρυψαν, διὰ νὰ μὴ φανοῦν ὡς ἀνθρωπάρεσκοι. Ὅθεν μὲ τὰ λόγια ταῦτα, ἔκοψεν ἀπὸ τὸν Εὐλόγιον ὅλα τὰ ἀνθρώπινα, καὶ τὸν ἐκατάπεισε νὰ ἐργάζεται ἐν τῷ κρυπτῷ, καὶ ὄχι ἐν ἀνθρωπαρεσκείᾳ. Ὁ δὲ Εὐλόγιος μεγάλως ὠφεληθεὶς, εἶπεν εἰς τὸν Ἰωσὴφ: Ὅντως ἡ εργασία σας, ἐν ἀληθείᾳ εστιν. Ἔλεγον γὰρ περὶ τῶν τότε Σκητιωτῶν, ὅτι ἐὰν ἐγνώριζέ τινας τὴν ἀρετήν τοὺς, δὲν εἶχον πλέον αὐτὴν τὴν ἀρετὴν, ἀλλὰ ὡς ἁμαρτίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Πίωρ.
Ψυχὴν Πίωρ πίειραν ἀρεταῖς ἔχων,
Πίων ἀπήλθε ψυχικοὺ λίπους γέμων.
Τὸν βίον τοῦτου τοῦ Ὁσίου Πίωρ ὅρα εἰς τὸ Λαυσαϊκὸν, ὁποῦ θέλεις εὕρης, ὅτι οὗτος εἶχεν ἀδελφὴν κατὰ σάρκα, ἡ ὁποία ἡθέλησεν ἐπιπόνως νὰ τὸν ἰδὴ. Ὅθεν διὰ μεσιτείας, τόσον τοῦ Ἀρχιεπισκόπου τοῦ τόπου ἐκεῖνου, ὅσον καὶ τῶν Πατέρων τὴς Σκήτεως, παρεκινήθη ὁ Ὅσιος, καὶ ἐπήγεν εἰς τὴν ἀδελφήν τοῦ. Σταθεῖς δὲ ἔξω ἀπὸ τὸ ὁσπήτιόν της, ἐσφάλισε τοῦς ὀφθαλμοῦς τοῦ, καὶ λέγει πρὸς ἐκείνην: Ἐγὼ εἶμαι ὁ ἀδελφός σου, ὁ Πίωρ, λοιπὸν ἰδές μοι, ὅσον θέλεις. Παρακαλεσθεὶς δὲ ἀπὸ τὴν ἀδελφήν τοῦ νὰ ἔμβῃ μὲσα εἰς τὸ ὁσπήτιόν της, δὲν ἠθέλησεν, ἀλλὰ εὐχηθεῖς αὐτὴν ἀπὸ ἐκεὶ ὁποῦ ἐστέκετο, ἀνεχώρησεν. Ἦτον δὲ ὁ Πίωρ οὗτος Ἀιγύπτιος, καὶ ὅταν ἦτον νέος κατὰ τὴν ἡλικίαν, ἀπετάξατο τῷ κόσμῳ, καὶ εὐγήκεν ἀπὸ τὸν οἶκον τοῦ πατρός τοῦ, δοῦς λόγον καὶ ὑπόσχεσιν εἰς τὸν Θεὸν, νὰ μὴ ἰδῆ πλέον κανένα συγγενή τοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλβανοῦ (Alban), πρωτομάρτυρος Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Παρθενίου, τοὐπικλὴν Παγκώστα, τοῦ Πατμίου καὶ κτίτορος τῆς ἐν τῇ νήσῳ Μονῆς τῆς Ζωοδόχου Πηγῆς.
Χριστοῦ ὁμολογῶν, Παρθένιε, κλῆσιν,
Εὐψύχως ἄρτι ἤθλησας, Πάτμου γέρας.
Οὗτος, ὁ καὶ καθηγούμενος χρηματίσας τῆς Μονῆς τοῦ Θεολόγου ἐν Πάτμῳ, γόνος ἦν επιφανοῦς οἰκογενείας τῆς ἱερᾶς νήσου. Πλοίαρχος ὢν ἐμπορικῶν πλοίων, πρόσκαιρον πλοῦτον συνέλεξεν ἐκ τῶν πολυετῶν αὐτοῦ ταξιδίων ἐν τῇ Εὐρώπῃ καὶ δὴ ἐν τῇ Ὀλλανδίᾳ. Βαρυνθεὶς ὅμως τὴν κοσμικὴν τύρβην, καὶ ποθήσας ἄῤῥευστον συλλέξαι πλοῦτον, τὸν εἰς αἰῶνας διαμένοντα, κατετάγη εἰς τὴν μοναστικὴν τοῦ Θεολόγου ἀδελφότητα τῆς νησου, ἧς καὶ ποδηγέτης ἀπλανέστατος ἐξελέγη κοινῇ γνώμῃ καὶ ψήφῳ τῶν μελῶν αὐτῆς. Τὸν πλοῦτον αὐτοῦ ἅπαντα διὰ τὴν δόμησιν Μονῆς ἐν Πάτμῳ τῇ Ζωοδόχῳ Πηγῇ, ἣν περικαλλεστάτην ἀνέδειξε μοναζουσῶν μάνδραν.
Προσορμισθείς ποτε ὁ αὐτοκρατορικὸς τῶν μιαρῶν τῆς ἄγαρ ἐκγόνων εἰς Πάτμον στόλος παρετήρησεν ὁ αὐτοῦ ναύαρχος τὸ μεγαλοπρεπὲς κτίριον τῆς Μονῆς μετὰ τῶν αὐτῆς ἐπάλξεων καὶ ὑποπτευθεὶς ὅτι ἡ ανέγερσις αὐτῶν προεδήλου ἐπαναστατικὴν τῶν Πατμίων ἐπιθυμίαν διέταξε τὴν σύλληψιν τοῦ κτίτορος Παρθενίου, ὃν καὶ ἱταμῶς καὶ βιαίως ἐβασάνισεν. Ἔθεσεν πεπυρακτωμένον ἀγγεῖον ἐπὶ τῆς τιμίας αὐτοῦ κεφαλῆς, τῆς Χριστὸν ὁμολογούσης, καλάμους αἰχμητοὺς ἐνέπηξεν εἰς τοὺ αὐτοῦ δακτύλους, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξόρυξε καὶ ζέον ἔλαιον ἐπέχυσεν ἐπὶ τῶν πληγῶν αὐτοῦ. Ἀφεθεὶς εἶτα ὁ μακάριος ὑπέκυψεν εἰς τὰ αὐτοῦ τραύματα μετά τι χρονικὸν διάστημα, τῇ 17ῃ τοῦ μηνὸς Ἰουνίου τοῦ σωτηρίου ἔτους 1629. Πανδήμως ἐτάφη εν τῇ ὑπ’ αὐτοῦ δομηθείσῃ Μονῇ τῆς Ζωοδόχου Πηγῆς καὶ ὁ τάφος αὐτοῦ πηγὴ ἐγένετο ἰάσεων, ἐξαιρέτως δὲ τῶν πυρεσσόντων, τῶν αὐτῷ μετὰ πίστεως προσιόντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰσαάκ, Κλήμεντος, Κυρίλλου, Νικήτα καὶ Νικηφόρου τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.
 





ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡράϊσας Ῥουφίνου τὴν Μονὴν θεοφόρε τῇ ἀρετῇ σου κλεινέ· καὶ βίον τῶν Ἀγγέλων, ἐδίδαξας ἐν ἔργοις, τοῖς βοῶσιν ἐν ᾄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ παύσῃ ἱκετεύων τὸν Κύριον τῆς δόξης Ὑπάτιε Πάτερ κλεινέ, τοῦ σῶσαι ἐκ κινδύνων, ἡμᾶς τοὺς σὲ τιμῶντας, καὶ βοῶντας ἐν ᾄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐστέφθης ἐπαξίως ἐκ χειρὸς τοῦ Σωτῆρος ἐν Βασιλείᾳ Αὐτοῦ, Ὑπάτιε τρισμάκαρ, συγχαίρων τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεάνιδες παρθένοι τὴν παρθένον Μαρίαν παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ὡς καὶ τὸν Τόκον ταύτης, ᾯ ἀπαύστως συνάδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενεκρωμένος, κατὰ τὸν κόσμον ὁ μύστης, μοναζόντων Ὑπάτιος μέλπει, τὸν Χριστὸν ὡς Κτίστην, εἰς πάντας τοὺς αἰῶνας.
Ἱερωτάτων, ἀξιωθεὶς χαρισμάτων, ἀσθενεῖς ὁ κλεινὸς θεραπεύει, τοῦ ὑμνεῖν ἐν πίστει, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κατηξιώθης, μοναχικῶν δωρημάτων, μιμηθεὶς τῶν Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσιν, Ὑπάτιε Τριάδα.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δοχεῖον Παρακλήτου, Ὑπάτιος πέλει, καὶ πηγὴ θείων θαυμάτων, σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει, αὐτῷ καὶ πνεύματι.
Ἡδέως ἀπηρνήθη, Ὑπάτιος κόσμου, τὴν ματαιότητα πᾶσαν καὶ τὰς ἡδονάς, καὶ τὰ φθαρτὰ ἐν φρονήσει· διὸ ἡγίασται.
Μακάριος σὺ ὄντως, ὡς πατὴρ ἀγάπης, καὶ ἀδελφῶν μοναζόντων ἡγήτωρ σεπτός· διὸ κλεινὲ ἐκοσμήθης, θεόθεν στέφεσιν.
Ὁμότροπος Ὁσίων, Ὑπάτιε πέλεις, καὶ ἀσκητῶν συνοδίτης Χριστοῦ μιμητής, Ῥουφιανῶν ὁ κοσμήτωρ, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε, καὶ ὁμολογοῦμεν, τὸν ἐκ Σοῦ γεννηθέντα Υἱὸν ὄντως Θεοῦ, καὶ σὺν Ἁγίων χορείαις, Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ὑπάτιον τιμήσωμεν, Μονῆς Ῥουφίνου ἔξαρχον, Θράκης τὸ ἐγκαλλώπισμα, Φρυγίας θεῖον βλάστημα, κόσμημα τῆς ἀσκήσεως, τῶν μοναχῶν διδάσκαλον, πάντων τῶν ἐν ταῖς θλίψεσι, προστάτην μέγαν καὶ πλοῦτον, πηγὴν θαυμάτων ἀῤῥήτων.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.



Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Ὑπάτιον, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσθενούντων τὴν ἀντίληψιν, πιστῶν ὑπόδειγμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα· τῆς πίστεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Χαλκηδόνος ἀγλάϊσμα, καὶ Φρυγίας καύχημα. (Δίς)

Πάντες τὸν Ὑπάτιον, ἐπευφημήσωμεν ὕμνοις, καὶ λαμπρῶς τιμήσωμεν, τὸν Ῥουφίνου Ἅγιον καὶ ἡγούμενον· ἐν χαρᾷ ἤνεγκε, τὸν σταυρὸν ἐπ’ ὤμων, ἀρετῆς τὰ ἀγωνίσματα, προσκαίρων στέρησιν, καὶ τῶν ἀσκητῶν τὴν ἐγκράτειαν· ἐμφρόνως κατενίκησε, πᾶσαν τῆς σαρκὸς ἡδυπάθειαν· ὅθεν ἐπαξίως, ἠξίωσον αὐτὸν ὁ Ἰησοῦς, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Λόγοις τὸν Ὑπάτιον, καὶ ἐγκωμίοις τιμῶμεν, ὡς Χριστοῦ ἀντίγραφον, ἀσκητῶν τε ἔνθεον ἐγκαλλώπισμα, προσευχῆς πρόβολον, βιαστῶν τὸν μύστην, Χαλκηδόνος τὸ ἐγκώμιον, Ῥουφίνου Γέροντα, καὶ τῶν ἀρετῶν ἀκροθίνιον, πιστῶν τὸ καταφύγιον, καὶ θαυματουργὸν ἀντιλήπτορα· ὅθεν θαυμασίως, κεκόσμηται στολῇ ὁσιακῇ, καὶ οὐρανοῦ θεῖα δώματα, ἐνδόξως κατέλαβε.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, ἐν εὐφροσύνῃ, τὴν τοῦ Ὁσίου Ὑπατίου πανένδοξον μνήμην ἐπιτελέσωμεν· οὗτος γάρ, τὴν ἐπίγειον πατρίδα καταλιπών, καὶ τὴν τῶν μοναχῶν πολιτείαν ἐπιποθῶν, ὡς οὐράνιος ἄνθρωπος, τὴν ὑπερκόσμιον τῶν μοναχῶν ζωὴν θαυμαστῶς ἐβίωσεν· ὅθεν, ἐν τῇ Μονῇ Ῥουφίνου, πατὴρ καὶ ἡγούμενος ἀναδειχθείς, πλήθη μοναχῶν εἰς τὴν ἰσάγγελον βιοτὴν ἐνθεαστικῶς ὡδήγησε, καὶ διὰ τῆς τῶν θαυμάτων χάριτος, πάντας τοὺς πρὸς αὐτὸν βοήσωμεν· Ὅσιε Ὑπάτιε, πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν εὐλαβῶς τελούντων τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῆς Φρυγίας θεῖος βλαστός, καύχημα τῆς Θράκης, Χαλκηδόνος ὁ μοναστής, χαίροις τῆς Ῥουφίνου, Μονῆς θεῖος κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης, σεπτὲ Ὑπάτιε.
Χαίροις μοναζόντων ἡ καλλονή, τῶν ἐνασκουμένων, ἀντιλήπτωρ καὶ ἀρωγός, τῶν ἐν ἀσθενείαις, πηγὴ θείων θαυμάτων, Ὑπάτιε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.













Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου