Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 4. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΕΛΗΣ ΑΡΤΟΠΟΙΟΣ & ΣΥΝ ΑΥΤῼ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Δ΄!!
ΜΕΛΗΣ ΑΡΤΟΠΟΙΟΣ ΚΑΙ ΟΙ ΥΙΟΙ ΑΥΤΟΥ·
ΝΕΟΦΥΤΟΣ, ΓΑΪΟΣ & ΓΑΪΑΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ' καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια. ῏Ηχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τῶν μαρτύρων ὁ κρουνός, ταῖς ψυχαῖς ἐπέχεε χάριν, διὰ τοῦ αἵματος, πάντων τὴν τοῦ Πνεύματος ζητούντων φώτισιν, ἀνεφάνη ὁλόλαμπρος ὡς ἄστρον τῶν Μάγων, Μέλης ὁ ἀνένδοτος ἀγωνιστὴς τοῦ Χριστοῦ. Ὅθεν βαρυτίμου ἐπάθλου, σὺ καὶ οἱ υἱοί σου τυχόντες, δρόμον κατεδείξατε σωτήριον.

Ἄρτον ἑτοιμάσας τοῦ Χριστοῦ, τέκνοις και συμβίᾳ προσφέρειν, διὰ τῆς πίστεως, εἵλκυσας εἰς λύτρωσιν υἱοὺς ἀνδρόφρονας, καὶ γυνὴ ἀπεστάτησεν μὴ δεχθεῖσα τὴν χάριν, μάλιστα ἀλλόμορφος ἀποδειχθεῖσα ψυχῇ. Οὕτως ἐκ δειλίας καὶ φόβου, καὶ ἀδίκου ὀργῆς ἐμπλησθεῖσα, τύραννον ἀλόγως ἀνεζήτησε.

Ῥώμῃ ψυχικῇ καθοπλισθείς, ὄργανον Θεοῦ ἡτοιμάσθης, διὰ τῆς χάριτος, γνώμην ἀταπείνωτον εἰς λύκους ἔδειξας, καὶ μαρτύριον ἤνεγκας σὺν υἱοῖς φιλτάτοις, τῆς συμβίας ἔγκλημα διαπραττούσης φρικτόν, οὔσης ἐν κακότητος σκότει, μένεα πνεούσης ἀδίκως, Μέλη τῇ δυνάμει ἀκατάβλητε.

Αὖθις εἰς ἀπόφασιν ἀχθείς, τὴν σὴν ἱερὰν παρρησίαν Μάρτυς ἀνέδειξας, πίστιν εἰς Ἀνέγκλητον δηλώσας ἔνθεον, κατεδέξω ἀλήθειαν τοῦ Χριστοῦ καὶ χάριν, ὑπερβὰς τὸ δέλεαρ τῆς ἐν τῷ βίῳ τρυφῆς, οὕτως ὡς παράδειγμα ἤρθης, στήριγμα υἱοῖς σου ἑδραῖον, Μέλη, θεοφρόνως σὲ γεραίρομεν.

Δόξα. Ἦχος α΄.
Δεῦτε πιστοὶ τιμήσωμεν ἐν δόξῃ, τὸν γενναῖον ἀθλητὴν Μέλητα, ὃς τοὺς ἄρτους τῆς εὐσεβείας ἐποίησεν πλαστουργήσας τοὺς υἱοὺς αὐτοῦ ἐν ἀνδρείῳ φρονήματι καὶ ἐμφυσήσας αὐτοῖς τὸν ἔνθεον πόθον τῇ Ἀνεγκλήτου διδαχῇ. Καὶ νῦν τὸν Θεὸν ἐξαιτεῖται ἁμαρτιῶν συγχώρησιν δοθῆναι ἡμῖν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόστιχα. Ἦχος β΄ . Ἦχος τοῦ Ἐφραθᾶ.
Χάριτος πιστωθείς, ἐγένου ὡς πυρφόρος ἀλείπτης τῶν υἱῶν σου, καὶ προσβολαῖς ἀθέων, ἀκλόνητος παρέμεινας.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δράκοντος σθεναρῶς ἀπώθησας τὰς πλάνας, ἠράσθης τὸν Σωτῆρα, ἐπάρχου ὑποσχέσεις ἀπέρριψας ἀοίδιμε.

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μέλη ἀρτοποιέ, ἐργάτα ἀληθείας, ὑψώθης ἐν Κυρίῳ, ἐστήριξας τὴν πίστιν , τὴν πλάνη ἀπεκήρυξας.

Δόξα. Τριαδικόν.
Χάριν τὴν παρὰ σοῦ ἐδέχθη Μέλης θείαν, Τριὰς ὑπεραγία, καὶ τρεῖς υἱοὺς θυσίαν εὐπρόσδεκτον προσήγαγε.

Καί νῦν. Θεοτοκίον.
Μέλης τοῦ σοῦ Υἱοῦ ἐγένετο ἐργάτης, Παρθένε Παναγία, αὐτῷ συνηριθμήθη ὡς πρόσφορον αἰώνιον.

Νῦν ἀπολύεις, τὸ τρισάγιον

Ἀπολυτίκιον. Τῆς ἐρήμου πολίτης Ἦχος α΄.
Δικαισίμου τὸ κλέος ἀνεδείχθης ἀοίδιμε, καὶ μαρτυρικῶς ἐδοξάσθης ὡς Χριστοῦ παρασκεύασμα. Διένειμας τὸν ἄρτον τῆς ζωῆς, ἐνίσχυσας τοὺς παῖδάς σου στερρῶς· διό, Μέλη, απολαύεις ὧν δωρεῶν ἐν βίῳ ὲπεδίωξας. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Καὶ τὸ τῆς Ἑορτῆς.

Ἀπόλυσις.










ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. ῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσιν.
Τὴν Νικίαν συνήντησας, ἣ Χριστοῦ προσεκάλεσε τῇ συνάξει πίστεως, ἐν ᾗ ἔμελλες ἀπαλλαγῆναι τῆς πλάνης σου ἀρεστὸς γενόμενος τῷ καλέσαντι Χριστῷ, Μέλη ἄνερ πανάριστε· ὅθεν ἔφλεξας τῶν υἱῶν σου τὴν ἄδολον καρδίαν τῷ πυρὶ τῷ ἀϊδίῳ, τῆς σωτηρίας ταῖς χάρισι.

Μοδιανὸς ὁ θεσπέσιος, φίλος ὢν ἐν χρηστότητι, συναθροίσας ἅπαντας τοὺς μανθάνοντας, τῆς ἀληθείας τὰ πράγματα, κοινωνὸς ἐγένετο, τῶν κινδύνων καὶ παθῶν ἀπειλούντων τὸν οἶκόν του· ὅθεν ἔχαιρε, συναντήσας σε ζήλῳ τοῦ μανθάνειν, Μέλη, ἔνθεον σοφίαν ἀκροωμένων τῶν τέκνων σου.

Ἡ συμβία ἠρνήσατο τὴν ἀλήθειαν δέξασθαι, προδιδοῦσα ἄβυσσον τῆς σκληρότητος, οἰκογενείας ἐχώρισεν, πολέμιος ἵστατο κατὰ Μέλητος σφοδρός, ἐν τυφλότητι ἔμεινε· ὅθεν ἔσχατον, προτροπῇ τοῦ ἐπάρχου ἐξωθήθη τέκνων ὅρασιν τιτρώσκειν ἀνηλεῶς ἡ ἀπάνθρωπος.

Ἀθλητὰ παναοίδιμε, ἠξιώθης τῆς χάριτος , σὺν υἱοῖς εἰσῴκισας τὰ οὐράνια, καὶ Καρτερίου τὸ δόλιον, ἀπέφυγες δέλεαρ, ἀπορρίψαι τὸν Χριστόν, ἵνα λάβῃς ἐκτάρια, ὡς ἀντάλλαγμα· ἐν μιᾷ τῇ ἡμέρᾳ ἐβαπτίσθης, καὶ τὸν στέφανον τῆς δόξης τοῦ μαρτυρίου παρέλαβες.

Δικαισίμου τὸ κόσμημα, ὁ ἐργάτης τῆς βρώσεως, οὐρανοῦ ἐπῴκησας τὸ στερέωμα, καὶ τῆς συζύγου σκοτόμαιναν, ἀπώσω τὴν ἄκρατον, ἀφροσύνης τὸν οἰκτρὸν καὶ ἐκ δαίμονος ὄλεθρον, ἐν βαπτίσματι, Γαϊανοῦ, Νεοφύτου καὶ Γαΐου, τῶν υἱῶν σου ἀσφαλίσας τὴν πολυπόθητον θέωσιν.

Τοὺς κινδύνους ἠγνόησας, τῶν γηΐνων ὑπέρτερος, ἀπεδείχθης, Μέλη, δι΄εὐτολμίαν σου, ἀνεκαινίσθης τῇ χάριτι, ἠρνήσω τὸν θάνατον τῆς ψυχῆς τὸν τραγικόν, εἰς Ἀνάστασιν ἔσπευσας· ὅθεν ἅγιε, ἐκ φθορᾶς καὶ βασάνων σοὶ ἱκέτας διαφυλάξας, ὑπὲρ ἡμῶν μάρτυς πρέσβευε.







Δόξα Πατρί.
Ἀρτοποιήσας τὴν ἀγάπην τοῦ Χριστοῦ ἔδωκας τοῖς υἱοῖς σου φαγεῖν ἄρτον ζωῆς, καὶ τὸ κῦμα τῆς ἀθεΐας καὶ εἰδώλων μανίας ἐθραύσθη στερραῖς ὑπὲρ Χριστοῦ ἐνστάσεσι ὑμῶν τῶν γενναίων Μαρτύρων. Πυρπολούμενος ζήλῳ τῆς συζύγου τὴν ἀλογίαν ὑπέμεινας καὶ τῶν παίδων τὴν πνευματικὴν ἀπώλειαν ἀπέτρεψας. Ὅθεν ταχέως εἰσάκουσον τὰς ἱκεσίας τῶν δεομένων σου καὶ πρέσβευε τῷ Θεῷ ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆ Ἑορτῆς.

Εἴσοδος, Φῶς Ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ Ἦχος α΄.
Ὡς στρατιώτης γενναῖος ἐτάχθης τοῖς τάγμασι τῶν μαρτύρων τῆς του Χριστοῦ ἀληθείας, συστρατεύσας τοὺς φιλτάτους υἱοὺς διὰ πνευματικῆς ὁμοφωνίας ἐν χάριτι. Ὅθεν, Ἅγιε Μέλη, συνεκρότησας ὁμάδα ἀμύνης κατὰ τοῦ ψεύδους τῶν εἰδώλων καὶ ἀνεκάλυψας τὸ φῶς τῆς ζωῆς· διὸ πρέσβευε τῷ Κυρίῳ ἵνα ἐλεήσῃ τοὺς εὐσεβῶς δεομένους δούλους Του.

Ἦχος β.΄
Διετράνωσας τὸ μεγαλεῖον τοῦ Χριστοῦ τῷ ἐπάρχῳ Καρτερίῳ, ὃ ἄρτι ἀπεκαλύφθη σοι διὰ Νικίας τῆς κορασίδος καὶ διὰ διδαχῆς Ἀνεγκλήτου τοῦ ἐπισκόπου, καὶ ἠρνήθης σθεναρῶς ἀποκηρύξαι τὴν ἀλήθειαν ἔναντι ἀπολαβῆς ἐκταρίων γῆς. Τὸν μαρτυρικὸν θάνατον ὑπέστης ὡς εἰσιτήριον τῆς αἰωνιότητος μετὰ τῶν προσφιλῶν παιδίων σου διὰ χειρὸς τῆς ἄφρονος συζύγου σου. Διὰ τοῦτο, ἅγιε Μέλη, πρέσβευε Χριστῷ ὑπὲρ τῆς σωτηρίας τῶν εὐσεβῶς τιμῶντων σε.

Ἦχος γ.΄
Νικίας κορασίδος συμμαρτυρησάσης ἐκ τῶν χειρῶν τῆς βαναύσου συζύγου σου, Μέλη πανένδοξε, ηὐξήθη ἡ χορεία τῶν μετὰ σοῦ συμπορευομένων πρὸς τὴν λαμπρότητα τοῦ οὐρανοῦ. Ὅθεν τὸν ἄρτον τὸν ἐπίγειον ἀνεπλήρωσας παρασκευάζων ἐσσαεὶ τὸν ἄρτον τὸν ὑπέργειον τῆς σωτηρίας. Διὸ παρεστηκὼς σὺν τοῖς τέτταρσι παισὶ Νεοφύτῳ, Γαΐῳ, Γαΐανῷ καὶ Νικίᾳ ἐνώπιον τοῦ ἀγωνοθέτου Κυρίου τοὺς στεφάνους τῆς δόξης ἐκομίσατε.

Δόξα. Ἦχος δ.΄
Ἐν τῷ ἰδίῳ ἀγωνίσματι συνεδέθησαν μετὰ σοῦ ἕτεροι τεσσαράκοντα πιστοί, σὺν τῷ πατρὶ τῆς Νικίας Μοδέστῳ καὶ τῷ διδάξαντί σε Ἀνεγκλήτῳ, Μέλη ἀξιάγαστε, ἐμποτισθέντες ταῖς Χριστοῦ διδαχαῖς. Ἀληθῶς ὑπέρλαμπρον τὸ πλῆθος τῶν λαβόντων μετὰ σοῦ τὸ τῆς νίκης βραβεῖον καὶ καταβαλόντων τὸ θράσος τῶν δυσμενῶν. Οὐκ ἐκάμφθητε, οὐ Θεὸν ἐξηρνήσασθε. Οὕτως ἐξαιτεῖσθε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ.
Χαίρων τῇ ἀντιλήψει τῇ σῇ, πρὸς τὸν ἀγῶνα θαρρετῶς προσεχώρησας, τυράννου εἰδώλων πλάνην διαπομπεύσας δεινῶς, ἀγαλμάτων ψεῦδος ἐφανέρωσας, τολμῶν ἀφθαρσίας τῆς ψυχῆς ἀναζήτησιν, παρεκινήθης σὺν υἱοῖς καὶ ἐπίστευσας ζήλου ἔμπλεως Ἀνεγκλήτου διδάγματα. Μέλη ἐπιστασίᾳ σου, τὰ τέκνα ἐστήριξας ἃ διαγωγὴν τὴν ἀνδρείαν τοῖς δυσσεβέσιν ἐπέδειξαν, Χριστὸν ἱκετεύεις τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μέλη, συστρατευθεὶς τῷ Χριστῷ, ἐν ἀνυποίστοις μαρτυρίοις ηὐδόκησας, ῥανίσι τοῦ αἵματός σου τῆς σωτηρίας τυχεῖν μετὰ τῶν υἱῶν σου οὓς ἐβάπτισας, ἐνίσχυσας φρόνημα, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ τοῦ τυράννου ἀψηφήσας θρασύτητα, ἀπεσόβησας τὰς παγίδας τοῦ ὄφεως. Ὅθεν τὴν μνήμην ἅπαντες, τιμῶμεν ἀοίδιμε, καὶ ἀντιλήπτορα μέγαν τῶν αἰτημάτων σὲ ἔχομεν· Θεῷ ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Νεύσει ὑπερουσίου Θεοῦ, κατηξιώθης κατενώπιον ἵστασθαι ἰσχύϊ ἀκαταβλήτῳ τῆς ψυχικῆς ἀρετῆς, ἣν περιεβλήθης θείᾳ χάριτι. Συζύγου ἐβίωσας τὴν στυγνὴν βαρβαρότητα καὶ ἐλυπήθης τὴν Χριστοῦ ἀποστάτιδα, παραπαίουσαν εἰς νοὸς τὴν θολότητα· Μέλη, ποθήσας ἄφθαρτα, τὸν δρόμον ἐτέλεσας, σωματικῶν παθημάτων ἠψήφησας βάσανον, ἀεὶ Δικαισίμου σὺ ὑπάρχεις εἰς αἰῶνας Χριστοῦ τὸ σύμβολον.

Δόξα. Ἦχος πλ. δ.΄
Ἁγαθὸς τῇ σκέψει καὶ τῇ πράξει, τοὺς γλυκεῖς ἄρτους τῆς σωτηρίας, μάρτυς, ἡτοίμασας δοθῆναι τοῖς τρισὶν υἱοῖς σου, οὓς Νικία ἡ κορασὶς παρήγγειλε. Μεταναστεύσας ἐκ τῆς πατρικῆς γῆς βιαίως, εὑρέθης ἐνώπιον τῆς ἀληθείας τοῦ Χριστοῦ, ἣν ἠσπάσθης παρευθύς, πλὴν τῆς συμβίας ἣτις ἀπεστάτησεν ἀπεμπολήσασα τὴν εὐεργεσίαν τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὅθεν ἡμᾶς τοὺς σὲ ὑμνοῦντας μάκαρ ἐπόπτευσον ἵνα φεύγωμεν τὴν ἁμαρτίαν καὶ τὰς πρεσβείας σου τῷ Θεῷ ἔκτεινον ὅπως ἀξιωθῶμεν τοῦ αἰωνίου ἄρτου τῆς βασιλείας Του.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Νῦν ἀπολύεις, τὸ τρισάγιον

Ἀπολυτίκιον. Τῆς ἐρήμου πολίτης Ἦχος α΄.
Δικαισίμου τὸ κλέος ἀνεδείχθης ἀοίδιμε, καὶ μαρτυρικῶς ἐδοξάσθης ὡς Χριστοῦ παρασκεύασμα. Διένειμας τὸν ἄρτον τῆς ζωῆς, ἐνίσχυσας τοὺς παῖδάς σου στερρῶς· διό, Μέλη, απολαύεις ὧν δωρεῶν ἐν βίῳ ὲπεδίωξας. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Καὶ τὸ τῆς Ἑορτῆς.

Ἀπόλυσις.
































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.
Σὲ πόθος τοῦ Χριστοῦ ἐκυρίευσε, Μέλη, καὶ ἄρτον κορεσμοῦ τῶν ψυχῶν σὺ ἐποίεις, τῶν σοῦ υἱῶν τὸν στόμαχον ἐκορέννυς τῇ πίστει σου. Ὅθεν μέλποντες τὴν παμφαέστατον μνήμην, διανέμομεν τὸν εύγευστότατον ἄρτον Χριστὸν μεγαλύνοντες.
Δόξα. Ἦχος δ.΄ Ταχύ προκατάλαβε.
Τυράννου ἐκάθηρας ἀλαζονείαν σαρκός, καὶ ηὔξησας δύναμιν τῶν διδαγμάτων Χριστοῦ, παντὶ τῷ πιστεύσαντι · οὕτω τῇ προδοσίᾳ τῆς ἀλόγου συζύγου, τέκνα ἀπορριψάσης, ἐδοξάσθης στεφάνῳ· ἐντεῦθεν τῇ ἀνδρείᾳ ἐχθρὸν ἐταπείνωσας.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.

Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα. ῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Πυρωθεὶς διὰ φλογός, ἐξ οὐρανοῦ θείου φωτός, ἀπετόλμησας τῆς γῆς κατασιγάσαι τὴν φωνήν, τῆς εὐσεβείας κορυφῶν κυριαρχίαν, ἔσβεσας παθῶν τὴν ἀποχαύνωσιν, ἄνωθεν αἰτῶν μάρτυς βοήθειαν, καὶ τῶν εἰδώλων ἐδείκνυς ἔνδοξε, ψευδοῦς ἀξίας ὀντότητα· διὸ δικαίως ἀνερριχήθης ἐν οὐρανίοις ὑψώμασι.
Δόξα. Ἐπεφάνης σήμερον.
Τριμερῶς ἐμέρισας ἄρτον ὡραῖον, τοῖς υἱοῖς σου ἔδωκας εὐφροσύνην ἐν Χριστῷ, φύσιν τὴν βρότειον ἔθυσας, ἐγκαινιάζων ψυχῆς τε τὸ ἄφθαρτον.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαράμιλλον σθένος διὰ Χριστόν, ἐφανέρωσας μάρτυς καὶ οὐρανόν, καὶ τούτου τὸ θέλγητρον ὡς ἀμάχητον ἔθεσας, καὶ γλυκυτάτου ἄρτου τὴν ζύμην ἀνέπλασας, εὐεργεσίας πάσης τὴν εἴσοδον ἤνοιξας. Μέλη, ἐπαξίως τὸν Χριστὸν ὡς ἐγεύθης, τὴν πλάνην κατέδειξας, ἐν κινδύνοις ἐνήθλησας, διὰ σύζυγον ἔφριξας. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα, καί νῦν. Τῆς ῾Εορτῆς.








Τὸ α' ᾽Αντίφωνον τοῦ δ' ἤχου
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Ἐκ τοῦ κατὰ Λουκᾶν ιβ΄ 2 – 12: Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· οὐδὲν συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται...
Ὁ Ν'.
Δόξα, Ταῖς τοῦ Αθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον, Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τῷ ζήλῳ τῆς Χριστοῦ ἀγαπήσεως πυρωθείς, διεμοίρασας τὸν οὐράνιον ἄρτον καὶ τὴν ἄρρητον γλυκύτητα τῆς αἰωνιότητος εἰς τοὺς τρεῖς υἱούς σου, Μέλη ἀθλητὰ πανάριστε. Ἠναντιώθης τῷ ἀσεβεῖ φρονήματι τῆς συμβίας σου καὶ ἔπαθες διὰ τὴν θανάσιμον προδοσίαν αὐτῆς, ἀλλὰ τῶν βασάνων διεξῆλθες τὴν δοκιμασίαν ἀνδρείῳ φρονήματι, ἀξιωθεὶς μετὰ τῶν παίδων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ τοῦ στεφάνου τῆς ἐκπάγλου νίκης. Ὅθεν αἴτει καὶ ἡμῖν κινδύνων ἀποφυγὴν καὶ τὸ θεῖον ἔλεος.

Εἶτα οἱ Κανόνες τοῦ Πάσχα, ἢ τῆς τυχούσης Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς· «Μέλη δίδαξόν με ἐξυμνῆσαί σου τὸ κλέος. Χρήστου»
ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.
Χριστοῦ ὃν ἐπόθησας ἐδέχθης πίστιν, ἀλήθειαν κατηύγασας τῷ μαρτυρίῳ σου, καρποφοροῦσαν ἐν γῇ, Μέλη τιμήσω ἐν ᾠδαῖς τὴν θείαν ἄθλησιν.
Ἐλπίδι ῥωννύμενος του Ζωοδότου, προθύμως ὑπέμεινας φρικτὰ μαρτύρια, ἀπεκηρύξω τὴν γῆν, δι’ἣν ὁ ἄρχων σὲ λυγᾶν ὤθησε πρότερον.
Ἀνέγκλητος ἔταμε τὴν βιοτήν σου, καινίσας τὸ πνεῦμα σου καινῷ μηνύματι, καὶ τὴν ἐλπίδα Χριστοῦ, αἰωνιότητος τὸ φῶς, σοὶ ἐνεφύτευσε.
Θεοτοκίον.
Ἡφαίστειον ἔμπλεον ἐκ θείας λάβας, ἐπύρωσας σκάμματα ἁγνῆς ἀθλήσεως, καὶ τῷ Υἱῷ σου ὁμοῦ, ὡς στυλοβάτις οὐρανοῦ πλάνην ἀπέλασον.










ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου
Ἐν οὐρανῷ ζητῶν προάγεσθαι, Μέλη, στερρωτάτῳ φρονήματι τοῦ Καρτερίου ἀπειλὰς οὐδαμῶς ἐδικαίωσας, καρτερίᾳ ὑπεστήριξας τὴν πίστιν τὴν ἔνθεον.
Τῆς ἀληθείας σοὺς μετέτρεψας γόνους ἐραστάς καὶ ὀχύρωμα,παμφαεστάτους νικητὰς στεφανίτας ἐν χάριτι, κληρωθέντας εἰς μαρτύριον καὶ αἰώνιον ἔπαινον.
Μοδιανὸς εἰς οἶκον ἔφερε, Μέλη, οἰκογένειαν γνώσεσθαι, τῶν μυστηρίων τοῦ Θεοῦ, ἃ στερρῶς ἐδιδάχθητε, παριδόντες τιμωρίας τε καὶ βίον τὸν πρόσκαιρον.
Θεοτοκίον.
Χαρμονικῶς ψαλμοῖς ὑμνήσωμεν πάντες σε ὦ Μήτηρ ὑπέρτιμε, ὅτι ἐδέχθης ἐν σαρκὶ τὸν Θεὸν τὸν ἀχώρητον, ἐγερθέντα ἐκ τοῦ τάφου καὶ τὸν ἄνθρωπον σώσαντα.

Κάθισμα. Ἦχος δ'. ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῶν ἐπιγείων ἀπηρνήσω τὸ νέκταρ, τοῦ σταυρωθέντος ἐννοήσας θυσίαν, κατενεχθέντος ἄνωθεν πληρῶσαι τὸν νοῦν· σύζυγος μὴ χαίρουσα ἀπεμπόλησε γνῶσιν, μείνασα ἐν πλάνῃ τε καὶ καὶ εἰς ὄφεως ψεῦδος, Μέλη, ἐδέξω δόξαν θεϊκήν, καὶ τοὺς υἱούς σου εἰς πίστιν προσήγαγες.
Δόξα. Ἦχος γ.’ Θείας πίστεως.
Μέλη ἔλαμψας ἐν Νουκερίᾳ, ῥῆμα ἤκουσας τοῦ Ἀνεγκλήτου, καὶ τοὺς υἱοὺς πρὸς σωτηρίαν προέτρεψας, ἀποκηρύξας συζύγου τὸ φρόνημα καὶ ἐννοήσας Χριστοῦ τὴν ἀλήθειαν· ὅθεν ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν τῆς ἑορτῆς.

ᾨδὴ δ'. ᾽Εν Πνεύματι προβλέπων
Ἐβλάστησεν τὸ δένδρον τῆς χάριτος ἐν σοί, ἥπλωσε λυτρώσεως τὸ φύλλωμα ψυχαῖς, καὶ Ἀνεγκλήτου ἐμφορούμενος τοῦ ζήλου, ἄτρωτος ἔμεινας ἐπάρχου, Μέλη, δόλου, Κύριον θεσπίσας ὡς πρότυπον.
Ζηλώσας, Μέλη, αἴγλην καὶ δύναμιν Χριστοῦ, ἀπέκρουσας ἐπίθεσιν τοῦ ὄφεως δεινήν, καὶ ἀνεκάλυψας τὸ θεῖον μεγαλεῖον, ἐχθροῦ νοήσας τὴν ἀπάτην καὶ τὴν πλάνην ὥστε τὰς παγίδας διέφυγες.
Διδάξας τέκνα σθένος καὶ ἄκαμπτον ψυχήν, ἐκράτησας ἀλώβητα τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ νικηφόρως ἐναθλήσας ἐν τῷ βίῳ, ἄτρωτον ποίησον καρδίαν τῶν τραυμάτων, ἃ αἱ ἁμαρτίαι ἐπέφερον.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Σωτῆρος ἱκέτευε ἀεί, παθῶν ἡμῶν εἰς κάθαρσιν Υἱόν σου συντελεῖν καὶ καρποφόρος ἡ πρεσβεία σου τυγχάνοι, Δέσποινα ἄκουσον ἀνθρώπων τὰς δεήσεις, οἳ τῷ Υἱῷ σου πιστεύουσι.


ᾨδὴ ε'. Τὴν σὴν εἰρήνην.
Διώξας πλάνης εἴδωλα, τοῦ κόσμου ψευδῆ, ἀφάτως ἐτέθης πιστῶν ἐνδιαίτημα, καὶ τῷ φρονήματι ᾧ ἕστηκας, ἐπαξίως, Μέλη, κατηξιώθης δόξης.
Προστάτης μέγας ἔμεινας υἱῶν σου στερρῶς, ἀσμένως ἐγένου Χριστοῦ ἱλαστήριον, ἀποκαθαίρεται σῷ πνεύματι, τοῦ θανάτου ὄντως ἡ ἀθυμία μάρτυς.
Τὸ σῶμα Μέλη ἔδωκαν κυσὶν οἱ ἐχθροί, σορόν σου ἁγίαν φρικτῶς ἐβεβήλωσαν, σπαρασσομένης τῆς φθαρτότητος, τῆς ψυχῆς σου οὔσης ἐν ἀφθαρσίᾳ πλήρει.
Θεοτοκίον.
Παρθένε χαῖρε ἔλλαμψιν ἀνδρὸς σθεναροῦ, τοῦ δόντος Υἱῷ σου ψυχὴν ἀκατάβλητον, ἀριστευσάντων τῶν συνάθλων του· τὰς ψυχὰς βοήθει ἵνα Θεὸν ζητῶσι.

ᾨδὴ στ'. Τὸν Προφήτην ᾽Ιωνᾶν.
Ἀφεθεὶς εἰς τὸν Χριστόν, συγκατένευσας φωτί, ἀνῃρέθης δι΄αὐτὸν κατακτήσας οὐρανόν, ἐλάμπρυνας τῇ σῇ ἀνδρείᾳ πιστῶν ὁμήγυριν.
Πολιτῶν τοῦ οὐρανοῦ συνεπλήρωσας πληθύν, ἀφθαρσίας τὴν στολὴν ἐνεδύθης ἀγαθέ, κατώρθωσας τῇ σῇ ἀθλήσει Χριστοῦ τὸ ζείδωρον.
Τῆς τροφῆς δημιουργὸς διεφύλαξας υἱοὺς, διαθρέψας καὶ τοὺς τρεῖς ἐκ τοῦ ἄρτου τῆς ζωῆς, πληρώσας ἐν μιᾷ ἡμέρᾳ ψυχῆς τὸ αἴτημα.
Θεοτοκίον.
Ἐπιγείου βιοτῆς ἁγιότητος ἡ κλείς, οὐρανοῦ δὲ ἡ κρηπὶς ἐξελίχθης Μαριάμ, ἀξίωσόν με σῇ πρεσβείᾳ λαβεῖν τὸ ἔλεος.

Κοντάκιον. Ἦχος γ'. ῾Η Παρθένος σήμερον.
Ἠνδρειώθης χάριτι καὶ φωτὶ ἀϊδίῳ, ἕως τέλους ἕστηκας κατακτητὴς ἀληθείας, ἔνειμας τὴν ζωηφόρον ἀρτοποιΐαν, ἤσκησας μέχρι θανάτου Χριστοφιλίαν, διὰ τοῦτο, Μέλη μάκαρ, ἐκτήσω τόπον, ἀξίως, χαρᾶς ἀνεκτίμητον.
Ὁ Οἶκος
Ἐκ Δικαισίμου Πόντου ἐναρξάμενος βιοτὴν ὡς ἀρτοποιὸς Χριστομίμητε ἀθλητὰ εὑρέθης ἐν συνάξει διδασκόμενος τὴν θείαν ἀλήθειαν ὑπὸ Ἀνεγκλήτου ἐπισκόπου. Χαριτωθεὶς δὲ ἐν Πνεύματι ἐνεφύσησας τὸν θεῖον πόθον τοῖς ἠγαπημένοις υἱοῖς σου, ἀψηφήσας τὴν ἀπειλὴν τῆς ἀσπλάγχνου συζύγου, ἣτις προὐκάλεσε τὸ μαρτύριόν σου οὖσα δήμιος ἀνεγκέφαλος. Μακαρίζομεν τὴν προσήλωσιν τῷ Χριστῷ καὶ τὴν ἀκατάσειστον πίστιν εἰς τὴν ἄφθαρτον αἰωνιότητα καὶ εἰς τὰς ἀγκάλας τοῦ ἀθλοθέτου Δημιουργοῦ. Ὅθεν ἀναπέμπομεν δεήσεις ὡς νέμοντα πᾶσι τοῖς δεομένοις ἄρτον πνευματικὸν καὶ πρεσβεύοντα ἀενάως τῷ ἐλεήμονι Θεῷ ἵνα φωτίσῃ τὰς σκοτεινὰς καρδίας καὶ κτήσωσι τόπον, ἀξίως, χαρᾶς ἀνεκτίμητον.
Συναξάριον.
Τῇ δ’ τοῦ μηνὸς Μαΐου μνήμη τοῦ ἁγίου μάρτυρος Μέλητος τοῦ ἀρτοποιοῦ ἐκ Δικαισίμου Πόντου καταγομένου, ἀθλήσαντος ἐν Νουκερίᾳ τῆς Ἰταλίας μετὰ τῶν τριῶν υἱῶν του Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ.
Μέλη, ἄνθους μέλι εἵλκυσέ σε
πρὸς Χριστὸν, ὡς μέλισσαν ἀνθοκόμον.
Οὗτος ὁ μάρτυς τοῦ Χριστοῦ κατήγετο ἐκ Δικαισίμου τοῦ Πόντου (Τζεβιζλίκ ἢ ἄλλως Καρυαῖς) ἐπὶ αὐτοκράτορος Ῥώμης Βεσπασιανοῦ. Τὸ ἔτος 79μ.Χ, μετὰ την καταστροφὴν τῆς Πομπηΐας καὶ τῆς Ἡρακλείας, ἀνάγκη ἐτέθη ἵνα ἐνισχυθῶσιν οἱ πληθυσμοὶ τῆς περιοχῆς καὶ ἐλήφθη ἀπόφασις ὑπὸ τῶν Ῥωμαίων ὅπως μετοικήσωσι ἐκ τῆς περιοχῆς τῆς Τραπεζοῦντος ὅπου καὶ το Δικαίσιμον ἑκατὸ χιλιάδες κάτοικοι μετὰ τῶν οἰκογενειῶν αὐτῶν καὶ ἀνοικοδομήσωσι τὴν νέαν πόλιν. Μεταξὺ τῶν ἐπιστρατευθέντων εὑρέθη καὶ ὁ ἀρτοποιὸς Μέλης μετὰ τῆς συμβίας καὶ τῶν τριῶν υἱῶν αὐτοῦ Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ, ἡλικίας ἐννέα, ὀκτὼ καὶ ἑπτὰ ἐτῶν. Ἠργάσθη ἐπὶ δύο ἔτη εἰς τὴν ἀνοικοδόμησιν τῆς νέας πόλεως Νουκερίας, ἥτις ἀντικατέστησε τὰς καταστραφείσας Πομπηΐαν καὶ Ἡράκλειαν. Ἡ δεκαετὴς Νικία, κόρη τοῦ φίλου του Μοδιανοῦ, τοῦ ἀνεκοίνωσε τὸν θάνατον τοῦ πατρός της, ἐπειδὴ ἦσαν Χριστιανοί. Ὁ Μέλης ἐπληροφορήθη διὰ τὸν Χριστὸν ἀπὸ τὴν Νικίαν καὶ μετὰ τὴν διδασκαλίαν τοῦ Ἀνεγκλήτου, δευτέρου διαδόχου τοῦ Ἀποστόλου Πέτρου, ἀπεφάσισε ὅπως βαπτισθῇ μετὰ τῶν τέκνων του. Ἡ σύζυγός του ὅμως ἠναντιώθη. Ὁ ἔπαρχος Καρτέριος ἐπὶ αὐτοκράτορος Δομιτιανοῦ μετὰ τὴν ἄρνησιν τοῦ Μέλητος καὶ τῶν τέκνων ὅπως συμμορφωθῶσι, παρεκίνησε τὴν σύζυγον τοῦ εἰκοσιεπτάχρονου Μέλητος ὅπως τυφλώσῃ τὰ τρία τέκνα της. Ὁ Μέλης ἐθρυμμάτισε θαυμαστῶς τὸ ἄγαλμα τῆς θεᾶς Τύχης καὶ ὁ ἔπαρχος Καρτέριος διέταξε καὶ ἀπέκοψαν τὴν ρῖνα καὶ τὰ ὦτα τοῦ μάρτυρος διὰ σωφρονισμόν. Ὁ μάρτυς παρέμεινε άκλόνητος καὶ ἡ σύζυγος, ἡ ὁποία ἔπνιξε καὶ τὴν μικρὰν Νικίαν ἐνωρίτερον θεωροῦσα αὐτὴν ὑπαίτιον διὰ τὸν ἐκχριστιανισμὸν τῆς οἰκογενείας της, ἀδιστάκτως ὕψωσε τὸν πέλεκυν καὶ ἐθανάτωσε τὸν σύζυγόν της. Ἡ σορός του ἐδόθη εἰς τοὺς κύνας. Τὴν ἑπομένην ἀπεκεφαλίσθησαν καὶ τὰ τρία τέκνα τοῦ Μέλητος διότι παρέμειναν στερρὰ εἰς τὴν πίστιν, ὁ δὲ Ἀνέγκλητος ἤχθη ἐνώπιον τοῦ αὐτοκράτορος Δομιτιανοῦ καὶ ὕστερον ἐθανατώθη. Ὁ δἐ Μέλης ἐθανατώθη τὴν 4ην Μαΐου, καὶ οἱ υἱοί του τὴν 5ην Μαΐου. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. ῾Η κάμινος Σωτήρ.
Ὑπῆλθες τῆς συζύγου ὠμότητα, ἐφύλαξας υἱῶν σου χρηστότητα, καὶ ἐξ ἐνέδρας τοῦ ἐχθροῦ οὐκ ἐπτοήθης ποσῶς.
Πλουσίως ἐβραβεύθης πανάριστε, ἐνήθλησας εἰς στίβον σωτήριον, καὶ ἐγκωμίοις ἠχηροῖς ὑμνολογεῖσαι ἐν γῇ.
Μαρτύρων προσετέθης τῷ χορῷ, ἡδύτητα ποθήσας οὐράνιον, καὶ τῶν ἀγγέλων τοὺς ψαλμοὺς ἀπολαμβάνεις ὠσί.
Θεοτοκίον.
Δεήσεων ἀκούουσα ἁγνή, συμπάσχουσα δακρύων ἐκροῇ, καθικετέυεις τὸν Θεὸν ἀπονεκρῶσαι κακόν.







ᾨδὴ η'. ῝Ον φρίττουσιν Ἄγγελοι.
Ἀνδρείας ὑπόδειγμα, ἐν οἴκῳ τοῦ Θεοῦ, σοφῶς ἐλειτούργησας παισὶ ὡς ὁδηγός, καὶ ἴθυνας τούτους πρὸς λειμῶνα ζωῆς, ἐν ᾧ ἐλαμπρύνθη, ἐν σοί ὁ φωτοδότης.
Ἀκάμπτῳ ἐλάσματι ὁμοία σὴ ψυχή, δεινῶς ἀπεσόβησε ἐχθροῦ τὴν προσβολήν, καὶ ἔπαρχον θάρρει ἀτενίσας πολλῷ, ὁδὸν μαρτυρίου διῆλθες στεφανίτης.
Κρατὴρ ἀναδέδειξαι ἀγάπης τοῦ Χριστοῦ, λαβὼν τὰ διδάγματα ζωῆς ἐξ οὐρανοῦ, Ἀνέγκλητον φίλον θεωρήσας λαμπρόν, ὁδὸν σωτηρίας σοὶ δείξαντα καὶ δόξης.
Θεοτοκίον.
Θεόβρυτος Δέσποινα πηγάσας ποταμός, ἐκ σοῦ τὴν ἐγκόσμιον πληρῶν θείαν ῥοήν, τοῖς ὕδασι κόσμον ἀναστήσας νεκρόν, λουτρῷ, διανοίας ἐκάθαρεν ἐκ σκότους.

ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγήν.
Ἐκ τῆς Νικίας ἐλθούσης εἰς οἶκόν σου, καὶ Ἀνεγκλήτου τὸν λόγον ἀκούσαντος, τὸν Χριστὸν ἐπίστευσας, πρὸς αὐτὸν ἀνέδραμες καὶ στρατιώτης ἐγένου θεηφόρος, φυλάξας, Μέλη, τῇ πίστει τὰ τέκνα σου.
Ἀγωνιστὴς μέχρι τέλους παρέμεινας, καὶ τῆς συμβίας τὴν βίαν ὑπέμεινας, καὶ λαμπρὸν παράδειγμα, συνεποῦς βουλήσεως, καταφρονήσας τῆς ὕλης ἀπαξίαν, τοῖς πᾶσι ἄρτον χαρίτων μετέδωκας.
Καταυγασθεὶς διανοίᾳ τῇ χάριτι, καὶ ἀντιλήπτωρ τῆς πλάνης γενόμενος, τὴν ψυχὴν ἐτράνωσας καὶ ὑπὲρ τὰ γήϊνα τῆς σωτηρίας τὸ κέρδος ἐπεθύμεις, ἐκπέμψας σῆμα Χριστοῦ τὸ οὐράνιον.
Θεοτοκίον.
Μεσιτικῶς προστασίαν παρέχουσα, καὶ τὰς δεήσεις Παρθένε λαμβάνουσα, τῷ Δεσπότῃ πρέσβευε πάσης φθορᾶς ρῦσαί με, καὶ εὐσπλαγχνίαν μοι αἴτει Θεοτόκε, τῷ προσιόντι πρὸς σὲ μετὰ πίστεως.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τεχνίτης ἄρτου γέγονας ἄχρι Χριστὸν συνήντησας, παθεῖν προθύμως ἐπόθεις, ἀποστραφείς, Μέλη, πλάνην, καὶ τέκνα σου ἐστράτευσας εἰς τοῦ Χριστοῦ τὰ νάματα, έν οὐρανίοις μέτοχος κατηξιώθης τροφείων, διδάσκων πάντας ἱκέτας.
Καὶ τὸ τῆς ἑορτῆς.






ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. ῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ὤφθης ὡς ἥλιος, Μέλη, ἄστρον ὁλόλαμπρον, υἱοὺς συναριθμήσας εἰς ἐκπάγλους χορείας· ἡτοίμασας γὰρ ἄρτον ζύμῃ στερρᾷ Ἀνεγκλήτου διδάγμασιν· ὅθεν κατῄσχυνας πάντας τοὺς ἀρνητὰς τῇ δυνάμει τῆς Θεότητος.

Τὴν δεισιδαίμονα πλάνην εἰδώλων ἔφυγες, ηὐδόκησας κομίσαι Χριστοῦ τὴν μαρτυρίαν, κατέλιπες γηΐνων μέλι γλυκύ, συναθλήσας δι’ὕψιστα, καὶ ἐκζητήσας τὸ κάλλος μόνον Θεοῦ, ἐκληρώσω τὰ οὐράνια.

Ὡς παραστάτης ὑπάρχεις συναγαλλόμενος, Γαΐῳ, Νεοφύτῳ, Γαϊανῷ υἱοῖς σου, καθεῖλες προσωπεῖον κατακτητῶν, προσκυνούντων τὰ εἴδωλα, καὶ τῆς συμβίας ἐδέξω διαβολικῆς ἐπηρείας τὴν ἐνέργειαν.

Ὡς ἀστραπὴ θεηγόρε, Μέλη, ἐξέλαμψεν, ἡ χάρις τῇ ψυχῇ σου χωρίῳ εὐπροσίτῳ, ἠφάνισε φοβίαν καὶ δισταγμόν, ἐνισχύσασα φρόνημα, καὶ συμφρονοῦσιν ὑπῆλθες τὰς συμφοράς, καρτερῶν τὴ ἀπολύτρωσιν.


Δόξα, ᾽Ηχος πλ. α'.
Ἴσχυσας σθἐνει τῆς χάριτος, Μέλη ἀθλητὰ ὑπερένδοξε, ἀνατείλας ὡς ἄστρον ἄδυτον ἔν ταῖς καρδίαις τῶν πιστῶν. Μὴ δειλιάσας ὡς ἀνδρεῖος θάνατον, ὑπερέβης τὴν γονεϊκὴν ἀγάπην καὶ ἐνεπιστεύθης τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὕτω συναθλήσας ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ μετὰ τῶν υἱῶν σου, τοῦ Ἀνεγκλήτου καὶ τὴν πληθὺν τῶν διδασκομένων ὑπ’αὐτοῦ σὺν Μοδιανῷ φιλτάτῳ καὶ Νικίᾳ θυγατρὶ αὐτοῦ, ἀπεκόμισας τὸν στέφανον τῆς αἰωνιότητος μακάριε. Πρέσβευε οὖν ἀκαταπαύστως τῷ σκέποντι Κυρίῳ καὶ Θεῷ ἵνα ἀξιωθῶμεν οἱ τιμῶντές σε τῆς αἰωνίου ζωῆς.

Καί νῦν. Τῆς Ἑορτῆς.

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ

ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Ἔνειμας τὸν ἄρτον τὸν θεϊκόν, τοῖς διαιτωμένοις μετὰ βρώματος τῆς ψυχῆς, καὶ ὑψώθης, Μέλη, εἰς οὐρανὸν εὐκλείας Χριστοῦ ἀπολαμβάνων τὴν ἀνταπόδοσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου