ΙΟΥΝΙΟΥ 20!!
ΠΑΝΑΓΙΑ ΟΔΗΓΗΤΡΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ
Μικραγιαννανίτου.)
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις
εὐφημιῶν ᾄσμασι.
Ποίοις,
ὑμνωδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὴν Θεοτόκον; Τὴν τῶν εὐσεβῶν Ὁδηγήτριαν, καὶ
συμπαθεστάτην προστάτιδα, καὶ πρὸς σωτηρίαν κυβερνήτην, τὴν πάντας,
καθοδηγοῦσαν πρὸς τὰ κρείττονα, καὶ τρίβον, ἡμῖν τὴν ἔνθεον δεικνύουσαν, τὸ καταφύγιο
κόσμου, καὶ θερμὴν μεσίτην, πρὸς τὸν λάμψαντα ἐξ Αὐτῆς, δι’ ἧς πᾶσι δίδοται,
ἱλασμὸς καὶ μέγα ἔλεος.
Ποίοις,
μελωδικοῖς μέλεσι, μεγαλύνομεν τὴν Θεοτόκον; Τὸ τῆς ἀγαθότητος πέλαγος, καὶ τῆς
εὐσπλαγχνίας τὴν πρύτανιν, τὸν τῶν οἰκτιρμῶν τερπνὸν χειμάῤῥουν, τὴν σκέπην,
τῆς Ἐκκλησίας τὴν ὁλόφωτον, τὴν κρήνην, τῆς συμπαθείας τὴν γλυκύῤῥοον, τὴν
ἀσφαλῆ ὁδηγίαν, τὴν καθοδηγοῦσαν, πρὸς εἰσόδους τῶν ἀρετῶν, ἡμᾶς τοὺς ἐκ
πίστεως, ἀφορῶντας Αὐτῇ πάντοτε.
Ὕμνοις,
Σὲ ταπεινῶς μέλπομεν, Ὁδηγήτρια Θεογεννῆτορ, ὅτι ὁδηγὸς καὶ ὑπέρμαχος, καὶ
οἰακοστρόφος ἀκοίμητος, πέλεις τῶν προσφύγων Σου Παρθένε, καὶ λύεις, τῶν
πειρασμῶν τὰ πικρὰ κύματα, καὶ ἔνδον πρὸς τὸν λιμένα τὸν γαλήνιον, τῶν τοῦ Θεοῦ
θελημάτων, Μητρικῶς ἰθύνεις, τοὺς καθ’ ὥραν ἀπὸ ψυχῆς, ἀνυμνοῦντάς Σοι Θεοτόκε
ἱκέτας Σου.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν
νεφέλην τὴν ἔμψυχον, τὴν οὐράνιον κλίμακα, τὸ σεπτὸν ἁγίασμα τοῦ Θεοῦ ἡμῶν, τὸ
τῶν πιστῶν ἱλαστήριον, καὶ μέγα προσφύγιον, καὶ τερπνὴν ἀναψυχήν, τὴν ἐν κόσμῳ
βραβεύουσαν, χάριν ἄφθονον, ἀνυμνήσωμεν κράζοντες συμφώνως· Ὁδηγήτρια Παρθένε,
σῶσον ἡμᾶς πάσης θλίψεως.
Ὁδηγεῖς
ἀσφαλέστατα, καὶ ἰθύνεις ἑκάστοτε, πρὸς ζωὴν ἀθάνατον, καὶ ἀΐδιον, τοὺς ὁλικῶς
προσπελάζοντας, Παρθένε Πανύμνητε, τῇ λαμπρᾷ Σου ἀρωγῇ, καὶ βοῶντας ἐκ πίστεως·
χαῖρε ἄγκυρα, ἀῤῥαγὴς καὶ βεβαία τῆς ἐλπίδος, Ὁδηγήτρια καὶ φύλαξ, καὶ
προστασία τῶν δούλων Σου.
Ὡς
θερμὴν ὁδηγίαν Σε, καὶ γλυκεῖαν ἀπόλαυσιν, καὶ στεῤῥὰν ἀντίληψιν, Παντευλόγητε,
χαρμονικῶς μακαρίζομεν, καὶ τὴν ἡλιόμορφον, καὶ ἁγίαν Σου μορφήν, ἐν Εἰκόνι
θεώμενοι, ἀγαλλόμεθα, προσκυνοῦντες αὐτὴν καὶ ἐκβοῶντες· Ὁδηγήτρια Παρθένε,
σῶζε τοὺς Σὲ μεγαλύνοντας.
Δόξα.
Καὶ νῦν. Ἦχος δ΄.
Τὴν
ὁδὸν τῆς ζωῆς, τὸν Ὑπέρθεον Λόγον, σαρκὶ κυοφορήσασαν, κόσμον ἐκ φθορᾶς
ἀνεκαλέσω Θεοτόκε Ἄχραντε, τῇ γὰρ ἐκ Σοῦ προσληφθείση φύσει, θανατώσας τὸν
θάνατον, ἀθανασίαν καὶ ζωήν, τοῖς θνητοῖς ἐβράβευσεν, ὅθεν ὁδηγὸς φανεῖσα
ἀπλανής, τοὺς πεπλανημένους χειραγωγεῖς πρὸς σωτηρίαν αἰώνιον, ἐν ταύτῃ καὶ
ἡμᾶς ὁδήγησον τοὺς ἐκ πόθου ἀνυμνοῦντάς Σε, Ὁδηγήτρια Δέσποινα.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)
Ἐξῆλθεν
Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ,
καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ
ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ
ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ
Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ·
αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ.
Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ
ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ
Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ
τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ
πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε
ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ
τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν,
Καὶ ἐφοβήθη καὶ εἶπεν : Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος
Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)
Ἔσται
ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ
θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι
ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων
τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε
Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ
μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ
ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον.
Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ
ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι
τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς
θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς
τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ
κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν
εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.
Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ
κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν.
Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ.
Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ
ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ
σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας
ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη
ζωῆς.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἤχος α .
Δαβιτικῶς
ἀγαλλιᾶσθε, οἱ εὐθεῖς τῇ καρδίᾳ, οἱ τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν ἀγαπῶντες τὴν
δόξαν. Ἰδοὺ γὰρ ἡ Παντάνασσα Μαριάμ, ἡ παντευεργέτις ἡμῶν καὶ ἔφορος, τοῦ βίου
ἡμῶν τὰς ἡνίας, οἰκείαις χερσὶ ἐγχειρίζεται. Καὶ διέπει τὰ καθ’ ἡμᾶς εὐθέτω καὶ
καθοδηγεῖ ἀσφαλῶς, ἐκ πάσης περιπλανήσεως, τοὺς μετὰ πόθου βοῶντας· Ὁδηγήτρια
εὔσπλαγχνε, μὴ ἀφῇς ἡμᾶς ἐν ὁδῷ ἐρήμῳ, ἀλλ’ ὁδήγησον τὰς ψυχὰς ἡμῶν, πρὸς
κληρουχίαν τὴν ἀνώλεθρον.
Ὁ
αὐτός.
Ἡγουμένη
τῶν δούλων Σου, ὡς νεφέλη στυλοειδής, ὁδηγεῖς ἡμᾶς ἑκάστοτε, πρὸς μακαρίαν
κατάπαυσιν. Μητρικῇ γὰρ καμπτομένῃ χρηστότητι ἀοράτως ἐπιφαίνῃ, καὶ τῆς τοῦ
κόσμου μοχθηρίας ἐξάγεις, ἐπισκοπῇ φιλευσπλάγχνῳ Σου Θεοτόκε τοὺς βοῶντας· ἴδε
ἡμῶν τὴν ταπείνωσιν, ἡ τῆς συμπαθείας βρύσις, καὶ ἐξ ὁδοῦ πονηρᾶς ἡμᾶς
ὁδήγησον, εἰς τὴν πρὸς ἀρετὴν ὁδὸν ἄγουσαν.
Ὁ
αὐτός.
Τὴν
τῶν πιστῶν ἡγήτειρα, καὶ Ὁδηγήτριαν πρὸς Θεόν, τὴν Θεοτόκον Μαρίαν, ὑμνήσωμεν
λέγοντες· χαῖρε ἡ λαμπηδὼν τῆς ζωῆς, η ἐν κόσμῳ διαυγάζουσα, ἀθανασίας
σελαγίσματα· χαίροις, ἡ ἄμεσος εἰκών, τῶν θεϊκῶν προσόντων, ἡ τοῖς ἐπιβοωμένοις
Σε, σωτηρίαν δρέπουσα· χαῖρε, τῆς Ἐκκλησίας ὑπέρμαχε, καὶ ὁδηγία καὶ περίθαλψις
τῶν κεκαμωμένων. Ἀλλ’ ὦ Παρθένε πανύμνητε, μὴ παύσῃ προνοοῦσα, τῶν ὁλοψύχως
αἰτουμένων Σε.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄.
Παρθενικῆς
ἐλλάμψεως, ἡ ἀγαθότροπος ἔνοια, τῇ Ἐκκλησίᾳ ἔλαμψε, τοὺς εὐσεβεῖς περιθάλπουσα.
Τοῦ γὰρ ἀδύτου φωτὸς ἡ νεφέλη, τὰς εὐεργετικὰς Αὐτῆς ἀκτῖνας, τῇ Οἰκουμένῃ
ἐφαπλοῖ, καὶ πρὸς ζωὴν συνάγει αἰώνιον, τοὺς σκορπισθέντας τῇ φθορᾷ, ὡς γὰρ ὁ
στῦλος τοῦ πυρός, πάλαι τὸν Ἰσραὴλ ὡδηγεί, οὕτω καὶ νῦν ἡ Θεόνυμφος, ἡμας
χειραγωγεῖ, εἰς τὴν πρὸς Θεὸν οἰκείωσιν. Ταύτην οὖν δοξάσωμεν, προφητικῶς
βοῶντες· δεδοξασμένα ἐλαλήθη περὶ Σοῦ, ἐν γενεαῖς γενεῶν, Θεοτόκε Δέσποινα,
ὁδηγία τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἡ τῶν πιστῶν ὁδηγός, καὶ κυβερνῆτις ἀσφαλὴς καὶ περίθαλψις, ἡ πάντας καθοδηγοῦσα,
ἐξ ἀνοδίας κακῶν, πρὸς ὁδὸν εὐθεῖαν βίου κρείττονος. Πεσόντων ἀνόρθωσις,
θλιβομένων παράκλησις, πεπλανημένων, πρὸς Θεὸν ἐπανάκλησις, πλοῦτος ἄσυλος,
ὀρφανῶν καὶ ἐπίκουρος, Ἄχραντε Παντευλόγητε, βροτῶν Ὁδηγήτρια, ἡ πρὸς Θεὸν
ὁδηγοῦσα, τοὺς ἐκ μυχίων βοῶντάς Σοι· Σὺ εἰ σωτηρία, καὶ χαρὰ καὶ θυμηδία, ἡμῶν
Πανύμνητε.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Χαίροις,
ὁ θησαυρὸς τῆς ζωῆς, χαριτοφύτευτος λειμὼν χαριτόβλαστος, ἡ ἔμψυχος μυροθήκη, ἡ
τὴν ὀσμὴν τὴν τερπνήν, οἰκτιρμῶν πλουσίων διαπνεύουσα, πυρίμορφον ὄχημα, τοῦ
Δεσπότου τῆς κτίσεως, χρυσῆ στάμνος, ἡ τὸ Μάννα τὸ ἄνωθεν, τὸ ἡδύτατον, τοῖς ἐν
κόσμῳ ὀμβρίσασα, ἄμωμε πολυδόξαστε, βροτῶν Ὁδηγήτρια, ἡ πρὸς οὐράνιον λῆξιν,
τοὺς Σοὶ βοῶντας ἰθύνουσα· Σὺ εἶ προστασία, καὶ σεπτὴ παρηγορία, ἡμῶν
Πανάφθορε.
Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Χαίροις,
ἡ τοῦ παντὸς Βασιλίς, τῆς Οὐρανίου Βασιλείας ἡ εἴσοδος, ἐστία καὶ ταμειοῦχος,
θεαρχικῶν ἀγαθῶν, Μυστηρίων θείων ἀποκάλυψις, ἐλαία κατάκαρπος, Μητρικῆς
ἱλαρότητος, ἡ τοῦ Υἱοῦ Σου, συγκινοῦσα πρὸς ἔλεος, τὸ φιλάνθρωπον, ἐφ’ ἡμῖν
τοῖς ἱκέταις Σου, ἄφθορα πανακήρατε, βροτῶν Ὁδηγήτρια, ἡ ὁδηγοῦσα Κυρίῳ, τοὺς
γηθοσύνως κραυγάζοντας· Σὺ εἶ στεῤῥὸν τεῖχος, καὶ προπύργιον ἰσχύος, ἡμῖν Πανάμωμε.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Δεῦτε
ἅπαντες πιστοί, τὴν Θεοτόκον Μαρίαν, τῶν εὐσεβῶν τὴν Ὁδηγήτριαν, χαρμονικῶς
αἰνέσωμεν, ἀοράτως γὰρ παραγίνεται, ὁδηγοῦσα καὶ διέπουσα ἡμᾶς, πρὸς τὰ καλὰ
καὶ συμφέροντα, δι’ οἶκτον ἀμέτρητον, ἡ λαμπὰς ἡ χρυσαυγής, ἡ Θεοβάδιστος χώρα,
ἡ ἀνθηφόρος ῥάβδος καὶ Θεόφυτος, ὁ ἀχειρόπλοκος νυμφὼν τῆς δόξης, ἔνθα Χριστὸς
ὁ Λόγος, τὴν φύσιν ἡμῶν ἐνυμφεύσατο, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
στῦλος πυρίμορφος καὶ οδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς,
ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ προς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου,
τοὺς πιστῶς Σοι βοῶντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. (γ΄)
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν
Σὴν πανευκλεῆ, ἡγεσίαν ἐν βίῳ, μηδόλως Ἀγαθή, ἀφ’ ἡμῶν ἀποστήσης, ἀλλ’ ἔκτεινον
τὴν χεῖρά Σου, καὶ ὁδήγει Πανάχραντε, τοὺς τὴν χάριν Σου, ἀπὸ ψυχῆς
αἰτουμένους, πρὸς οὐράνιον, εὐθυδρομίαν Παρθένε, πιστῶν Ὁδηγήτρια. (β΄)
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατευθύνεις
μητρικῶς, καὶ οἰακίζεις ἀσφαλῶς, αὐτοχείρως καὶ στεῤῥῶς, ἐπὶ λιμένα νοητόν,
τοὺς ἀφορώντας Παρθένε τῇ ἐλλάμψει Σου. Τί οὖν Σοι ἡμεῖς, προσενέγκωμεν, πάντων
τῶν καλῶν, ἀπορούμενοι, ἀλλ’ ἤ τὸ Χαῖρε τοῦ Γαβριὴλ μετὰ πόθου, χαῖρε σκηνὴ
θεοχώρητε, χαῖρε ἀνθρώπων ἡ κυβερνῆτις, καὶ πρὸς Θεὸν Ὁδηγήτριαν. (β΄)
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῇ
ἀρωγῇ τῆς λαμπρᾶς Σου ὁδηγίας, εὐθυδρομοῦντες πρὸς ὁδὸν δικαιοσύνης, καὶ πρὸς
θείαν ἀγάπησιν Κόρη τοῦ Υἱοῦ Σου, τῆς ὕλης τῆς σφαλλομένης καὶ γεηρᾶς, τὴν
σχέσιν ἀπαλλασσόμενοι συνεχῶς, ἀνυμνοῦμεν τὸ μέγεθος, τῶν μεγαλειῶν Σου Ἁγνή,
καὶ πόθῳ Σοι κραυγάζομεν· χαῖρε Νύμφη ἀνύμφευτε. (β΄)
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. Ζήτει Σεπτεμβρίου η΄.
Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸ
τῆς θεϊκῆς οἰκονομίας ταμεῖον, ἡ πρὸ Τόκου καὶ ἐν Τόκῳ καὶ μετὰ Τόκον Παρθένος,
ἡ τῶν Χριστιανῶν προμηθουμένη, καὶ πάντας καθοδηγοῦσα πρὸς θείαν εὐαρέστησιν,
ἐκ δεινῶν με ἐπανάγαγε πλανήσεων, καὶ ἐν ὁδῷ με ἀληθείας ὁδήγησον, Μαρία
ὑπερένδοξε, ἁμαρτανόντων ἐπανόρθωσις.
Εἶτα οἱ β΄ κανόνες τῆς Θεοτόκου. Κανὼν α΄, οὗ ἡ ἀκροστιχίς: Ὁδήγησον ἡμᾶς
Παρθένε Κυρίῳ. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁδήγησον
Δέσποινα τῇ προμηθείᾳ τῆς δόξης Σου, ἐκ πλάνης τοῦ ὄφεως, πρὸς θείαν ἔλλαμψιν,
ἱκετεύω Σε, καὶ νοῦν μου καὶ καρδίαν, ὡς ἄν ἐκ δυνάμεως, μέλψω τὴν χάριν Σου.
Διάδηλος
ἅπασιν ἡ μητρικὴ ὁδηγία σου, τοῖς τέκνοις Σου ἄχραντε, ἐν περιστάσεσιν,
ἐπιφαίνεται, καὶ ἐνεργεῖ αἰσίως, διὸ χαριστήριον, ὕμνον Σοὶ ᾄδομεν.
Ἡγείτηρα
ἔφορος καὶ ἀπλανῆς Ὁδηγήτρια, ἀεὶ ἔσο Δέσποινα, τοῖς ἀφορῶσι πρὸς Σέ,
κατευθύνουσα, πρὸς γῆν ἐπαγγελίας, τῆς ἄνω φαιδρότητος, τοὺς Σὲ δοξάζοντας.
Γεννήτρια
ἄφθορος καὶ γαλουχὸς Θεοῦ χρηματίσασα, τοῦ βρεφοθέντος ἐκ Σοῦ, θάμβος ἔκπαλγον,
καὶ ἔκπληξις Ἀγγέλων, ἐδείχθης βαστάζουσα, τὸν ἀπερίληπτον.
Κανὼν β΄, οὗ ἡ ἀκροστιχίς: Ἡγείτηρα ἡμῶν Σὺ εἶ Θεοκύμων. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ἤνθησας
ὥσπερ κρῖνον, ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ ὡς ἄνθος εὐῶδες τερπνῶν κοιλάδων
πέφηνας, ὀσμὴν χαριτόβρυτον, τοῖς πέρασι πνέουσα, θεοχώρητε Ὁδηγήτρια.
Γῇ
ἀρωματοφόρος, ἀνθοῦσα παρθενικῶς, κρόνον νάρδον καὶ κύπειρον κάλαμον καὶ
κιννάμωμον, χαρίτων τὴν ἄνθησιν, ὤφθης τὴν μυρίπνοον, θεοδόξαστε Ὁδηγήτρια.
Τίς
ὡραιώθης ὅλη; Τί δὲ ἡδύνθης τερπνῶς; ἡ καλὴ καὶ ὡραία ἐν γυναιξί, καὶ πάναγνος,
ἀλλ’ ὤ ὡραιόμορφε, τὴν ψυχήν μου κάλλυνον, τῇ Σῇ χάριτι Ὁδηγήτρια.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἡ
πύλη τοῦ Θεοῦ ἡ φωτοφόρος, ἡ πάντων μεσίτρια βροτῶν, Παρθένε Ὁδηγήτρια, πρὸς
μετανοίας εἴσοδον, ὡς ἀγαθὴ κυβέρνησον, τοὺς πεποιθότας τῇ σκέπῃ Σου.
Σαρκὶ
ἐνθεὶς τῇ ἀνθρωπείᾳ, ἐκ Σου ὁ τῶν ὅλων Ποιητής, Παρθένε Ὁδηγήτρια, Σὲ ὁδηγὸν
σωτήριον, τοῖς πλανωμένοις ἔδειξε, καὶ κυβερνῆτιν πανάριστον.
Ὁδὸς
ἀπλανὴς δικαιοσύνης, καὶ τρίβος ἐνθέων ἀρετῶν, Παρθένε Ὁδηγήτρια, οἰκείᾳ
ἀγαθότητι, γενοῦ ὡς εὐσυμπάθητος, τοῖς ἀνυμνοῦσι τὴν δόξαν Σου.
Ναμάτων
ἀΰλων ψυχοτρόφων, το ὕδωρ τὸ ζῶν τὸ λογικόν, ὡς κρήνη ζωοπάροχος, ἀγαθοδότως
πήγασον, τοῖς τηκομένοις πάθεσιν, Παντοβασίλισσα Δέσποινα.
Ἕτερος.
Ὁ πήξας ἐπ’ οὐδενός.
Ἐκκύπτων
διὰ τῶν Σῶν θυρίδων ὁ Κύριος, εἰς ὀσμὴν τῶν μύρων τῶν τῆς ἁγνείας Σου, ὥσπερ
κρίνον ἔφυσεν ἐν Σοί, σάρκα λαβὼν βροτείαν, ἐκ τῶν ἀχράντων αἱμάτων Σου, μόνη
τῶν βροτῶν Ὁδηγήτρια.
Ἰδοὺ
εἶ ὑπερκαλλής, ἡ οὖσα πλησίον μου, λελευκανθισμένη ἀχράντοις κάλεσιν, ὡς γὰρ
εὐδοκία ἐκλεκτή, ὤφθης μοι πρὸ αἰώνων, ὁ Σὸς Υἱὸς ἀνακράζει Σοι, Κόρη τῶν
πιστῶν Ὀδηγήτρια.
Ῥευσάτωσαν
δαψιλῶς, νεφέλη μυρόδοτε, οἱ τῶν αἱμάτων τῶν ἡδυπνόων Σου, ὄμβροι καὶ ψεκάδες
αἱ τερπναί, ἄρδουσαι τὴν ψυχήν μου πρὸς ἀνθοφόρον ἐκβλάστησιν, πάναγνε ἡμῶν
Ὁδηγήτρια.
Ἀρώματα
νοητά, αἱ χεῖρές Σου στάζουσιν, αἱ ἀποστολαί Σου δὲ αἱ οἰκτίρμονες, πρώτων
μύρων δόσεις διειδεῖς, καὶ σμύρνα καὶ ἀλόη, τοῖς ἐπὶ γῆς χρηματίζουσι, τῶν
θεοφιλῶν Ὁδηγήτρια.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
ὄντος φιλόστοργος ἡ ὁδηγία ἡ Σή, ἡμῖν ἀναδείκνυται, ἐν πολυτρόποις δεινοῖς,
ἁγνὴ Ὁδηγήτρια, Σὺ γὰρ ἐν περιστάσει, ἀσφαλὴς κυβερνῆτις, τῶν περιστατουμένων,
ἀληθῶς χρηματίζεις, διὸ Θεογεννήτρια, ὑμνοῦμεν τὴν χάριν Σου. (β΄)
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Ἥλιον
τὸν ἄδυτον σωματικῶς, ηὔγασας Ἁγνὴ ἐν τοῖς πέρασιν, ὡς φωτοφόρος, χρυσαυγὴς
ἀνατολή, διὸ κἀμοὶ ἀνάτειλον, φέγγος ἀληθοῦς μεταγνώσεως.
Μητρικῇ
χρηστότητι ἀγαθουργῷ, ἐπικαμπτομένη Μητρόθεε, μὴ διαλείπης, πρὸς εἰσόδους
δεξιάς, καθοδηγεῖν τοὺς κράζοντας· δόξα Σοι Ἁγνὴ Ὁδηγήτρια.
Ἄνωθεν
διάτεινον ὡς συμπαθής, τὴν Σὴν δεξιὰν τὴν πανάγαθον, καὶ τῶν κακῶν τῆς ζωῆς
ἡμῶν Ἁγνή, ἐπιλαβοῦ καὶ ἴθυνον, πρὸς τρυφὴν ἡμᾶς τὴν αἰώνιον.
Σὺ
εἶ Ὁδηγήτρια καὶ κηδεμών, Σὺ εἶ πρὸς Θεὸν καθοδήγησις τῶν Σὲ ὑμνούντων,
πολυδόξαστε Ἁγνή. Τί οὖν Σοι προσενέγκωμεν, ἀνθ’ ὧν ἐντρυφῶμεν, χαρίτων Σου;
Ἕτερος.
Τὴν θείαν ἐννοήσας Σου κένωσιν.
Ἡδεῖα
καὶ ὡραία ἡ ὄψις Σου, οἱ δὲ τερπνοί Σου ὀφθαλμοί, ὡς εὐσεβῶν λίμναι εὔδιοι
πλήρεις ἐλέους καὶ οἴκτου, Παρθένε Ὁδηγήτρια πέλουσι.
Μαστοί
Σου ὡς νεβροὶ δύο δίδυμοι, αἱ σιαγόνες δὲ Ἁγνή, ὥσπερ φιάλαι ἀρώματος
μυροβολοῦσαι τῷ κόσμῳ, χαρίτων Ὁδηγήτρια πέλουσι.
Ὡς
κόκκινον σπάρτιον τὰ χείλη Σου, ἡ λαλιά Σου δὲ τερπνή, καὶ ὁ μύκτηρ Σου ὁ
ἔντεχνος, ὡς πύργος ὤφθη Λιβάνου, σκοπεύων Δαμασκοῦ Κόρη πρόσωπον.
Νεάνιδες
ὀπίσω Σου ἔδραμον, διοσφρανθεῖσαι νουνεχῶς, τῶν ἱματίων τῶν μύρων Σου, καὶ εἰς
Ναὸν Βασιλέως, εἰσήλασαν φαιδρῶς Ὁδηγήτρια.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Παράδεισος
ἔμψυχος, λειμὼν θεοβλαστούργητος, καὶ ἀμφιλαφὴς κῆπος εὐώδης, ἀγεωργήτως τὸν
Γεωργὸν τῆς ζωῆς, φέρουσα ὡς ξύλον νοητόν, Θεοτόκε Ἄχραντε, ἀληθῶς ἐχρημάτισας.
Ἀκλύστως
κυβέρνησον, καὶ ἀπλανῶς ὁδήγηον, ὡς χειραγωγὸς καὶ κυβερνῆτις, ἐπὶ λιμένα τῶν
θεϊκῶν ἐντολῶν, τοὺς χειμαζομένους χαλεπῶς, Κόρη Ὁδηγήτρια, τῇ μανίᾳ τοῦ ὄφεως.
Ῥαντίσασα
ἔκπλυνον, ὑσσώπω μετανοίας με, τὸν λελεπρωμένον τῇ κακίᾳ καὶ ἴθυνόν με, τῇ Σῇ
εὐσπλάγχνῳ ῥοπῇ πρὸς ζωὴν ἐνάρετον Ἁγνή, τὸν οἰκτρόν Σου πρόσφυγα, Ὁδηγήτρια
Δέσποινα.
Θεοῦ
πόλις ἄσειστος, καὶ ὄρος ἀλατόμητον, στάζον γλυκασμὸν καὶ εὐφροσύνην, τὸν ἐπὶ
ὄρη περιπλανώμενον, πάσης παραβάσεως Ἁγνή, συμπαθῶς με ἕλκυσον, πρὸς γνησίαν
μετάνοιαν.
Ἕτερος.
Ὁ ἀναβαλλόμενος.
Σμύρνα
ἀγαθότητος, στάζουσα Πάναγνε, αἱ χεῖρες αἰ τορνευταί Σου, πλήρεις δὲ οἱ
δάκτυλοι, νάρδου συμπαθείας, ὁρῶνται Ὁδηγήτρια.
Ὑψηλὸς
Πανάμωμε, ὡς ἐλεφάντινος πύργος ὡραῖος ὁ τράχηλός Σου, ὡς δὲ οἶνος ἥδιστος, ὁ
σεπτός Σου λάρυγξ, Παρθένε Ὁδηγήτρια.
Εἶδόν
Σε Βασίλισσα, τὴν ἐν γυναίοις, ἐκλελεγμένην, πλησίον τοῦ Κτίστου Σου, καὶ ἀνύμνησάν
Σου, τὴν δόξαν Ὁδηγήτρια.
ᾨδὴ
στ΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐπιφανεῖσα
κυβέρνησον, Παρθένε τῶν πιστῶν Ὁδηγήτρια, τοὺς θαλαττεύοντας, ἐν τῷ πελάγει τῶν
θλίψεων, πρὸς γαληνὸν λιμένα τῆς προμηθείας Σου.
Νομοθεσίᾳ
τοῦ Πνεύματος, κατεύθυνον ἡμῶν Ὁδηγήτρια, τὰ διαβήματα, ὡς ἂν ἡθῶν καθαρότητι,
τῷ Ζωοδότῃ Λόγῳ καρποφορήσωμεν.
Ἐπικουροῦσα
τοῖς δούλοις Σου, διέπεις φιλευσπλάγχνῳ Σου χάριτι, ἡμᾶς ἑκάστοτε, καὶ ὁδηγεῖς
Ὁδηγήτρια, πρὸς εὐκληρίαν θείαν, τὴν ὑπὲρ ἔννοιαν.
Καταφυγὴ
καὶ ἀντίληψις, καὶ σκέπη ἀῤῥαγὴς καὶ ὀχύρωσις, καὶ ἱλαστήριον, γενοῦ Παρθένε
τοῖς δούλοις Σου, τοῖς ἀτενῶς ὁρῶσι, πρὸς Σὲ τὴν εὔσπλαγχνον.
Ἕτερος.
Μαινομένην κλύδωνι.
Θημωμία
ἄσυλος, ἡ νηδύς Σου σίτου νοητοῦ, πεφραγμένη κρίνοις καθὰ γέγραπται, ὤφθη ὡς
ἀληθῶς, Ὁδηγήτρια.
Ὀσμὴν
χαριτόπνοον, μανδραγόραι τῶν Σῶν ἀρετῶν, τῆς ζωῆς τῷ μύρῳ Κόρη ἔδωκαν, ὅθεν ἐκ
Σοῦ, ὤφθη ἡμῖν Ὁδηγήτρια.
Κήπῳ
Σου εἰσέδραμον, καὶ κατέβην εἰς φυταλιάς, τῶν ὑπερηδίστων ἀρωμάτων Σου, ὁ Σὸς
Υἱός, ἀσματικῶς Σοι βοᾷ Πανάχραντε.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ
τῶν πιστῶν Ὁδηγητρίᾳ καὶ Προστάτιδι, τῇ ὁδηγούσῃ πρὸς ζωὴν ἡμᾶς αἰώνιον,
προσκομίζομεν τὸν ὕμνον Σοὶ Θεοτόκε, ἀλλ’ ὡς ἔφορος Σῶν δούλων καὶ ἡγήτειρα, μὴ
ἐλλείπης κατευθύνειν πρὸς τὰ κρείττονα, τοὺς βοῶντάς Σοι· Χαῖρε πάντων βοήθεια.
Ὁ
Οἶκος.
Ἄνωθεν
ὁδηγοῦσα, πρὸς ὀδοὺς Σωτηρίας, μὴ παύσης Θεοτόκε Μαρία, τοὺς ἐξαιτουμένους ἐκ
ψυχῆς τὴν Μητρικὴν ἀληθῶς ὁδηγίαν Σου, ὁδηγὸς γὰρ καὶ σύμμαχος χρηματίζεις, τῶν
Σοὶ βοώντων·
Χαῖρε,
δι’ ἧς ὁ Θεὸς σαρκοῦται·
χαῖρε,
δι’ ἧς ὁ βροτὸς θεοῦται.
Χαῖρε,
της ἀρχαίας βουλῆς ἀποκάλυψις·
χαῖρε,
τῆς προτέρας εὐκλείας ἀνάκτησις.
Χαῖρε,
ὕψος ἀνερμήνευτον, εὐδοκίας τοῦ Θεοῦ·
χαῖρε,
βάθος ἀκατάληπτον, τῆς κενώσεως Χριστοῦ.
Χαῖρε,
πιστῶν ὁδηγία ἕτοιμος·
χαῖρε,
ψυχῶν θυμηδία ἔνθεος.
Χαῖρε,
δι’ ἧς τῶν κακῶν ἐκλυτροῦνται·
χαῖρε,
δι’ ἧς τῷ Θεῷ οἰκειοῦνται.
Χαῖρε,
πάντων βοήθεια.
Συναξάριον.
Τῇ
Κ΄ τοῦ αὐτοῦ Μηνός, σύναξιν ἐπιτελοῦμεν τῆς θαυματουργοῦ Εἰκόνος τηςὙπεραγίας Θεοτόκου τῆς ἐπονομαζομένης
Ὁδηγητρίας, καὶ εὑρισκομένης ἐν τῇ Ἱερᾷ Μονῇ Ξενοφῶντος Ἁγίου Ὄρους.
Ἰθύνειν καὶ
ὀδηγεῖν τοῖς κρείττῳ,
Δυσωπήθητι
τοῖς οἰκτιρμοῖς Σου Κόρη.
Εἰκάδε
Παμμεδέουσαν ἐσθλὴ αὐδὴ γλυκυθύμως ᾄδει.
Περὶ
τῆς Ἁγίας ταύτης Εἰκόνος διηγοῦνται τὰ ἑπόμενα ἔν τε τῇ τοῦ Ξενοφῶντος καὶ τοῦ
Βατοπεδίου Ἱερᾷ Μονῇ. Ὅτι ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων
χρόνων εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ
Ναοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος σωτήριον
παραδόξως ἐγένετο ἄφαντος, τῶν θυρῶν κεκλεισμένων, καὶ εκρύβη οὐ μόνον ἐκ τῆς
ἐκκλησίας, ἐκ τοῦ μέρους δηλαδὴ ἐφ’ οὗ ἵστατο, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. Οἱ
δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομητορος, ὡς
ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν,
ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ
Ξενοφῶντος, τῇ κειμένῃ ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς Ἱερᾶς τοῦ Βατοπεδίου
Μονῆς, ὅθεν ἄνευ βραδύτητος ἀπέστειλαν ἀνθρωπους τινάς, ἵνα μετακομίσωσιν αὐτὴν
ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγένετο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Εἰκὼν εἰς
τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἑπομένως
ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποῖα οὐδέποτε
πρότερον ἐλήφθησαν, ἀλλα καὶ μὲ ὅλα ταῦτα ἡ σεβασμία Εἰκὼν τῆς Θεομήτορος,
κρίμμασιν οἷς οἶδε μόνη αὐτή, ἐγκατελιπε αὖθις τὴν Μονὴν ταύτην, μετὰ τῆς ἰδιας
ασφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχουσῶν, καὶ μετέβη θαυμασίως
πρὸς ὃν ἐξελέξατο ἱερὸν τόπον, ἤγουν εἰς τὴν τοῦ Ξενοφῶντος Ἱερὰν Μονήν, ὅπου
διέμεινε καὶ μέχρι τοῦ νυν διαμένει καὶ διαμενεῖ μέχρις ὅτου ἡ αὐτῆς πρόνοια
εὐδοκεῖ πρὸς παραμυθίαν καὶ περίθαλψιν των ἐν αὐτῇ ἀσκουμένων ἀδελφῶν.
Μετ’
ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ
πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν
ἑκουσίαν τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς
τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον νὰ
ἐναντιωθῶσιν ἔτι τὴν τῆς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον
εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης
ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν Αὐτῇ εἰς τὴν τοῦ Ξενοφῶντος κηροὺς καὶ ἔλαιον,
ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν, μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ
Ξενοφῶντος ἀδελφοὶ ἐμπόδισαν αὐτοὺς νὰ ποιῶσι τοῦτο.
Ἡ
Ἁγία αὔτη Εἰκὼν εὑρίσκεται ἐντὸς τοῦ Καθολικοῦ Ναοῦ, ἐπὶ τοῦ κίονος τοῦ
ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῷ.
Κατὰ
τας ἀρχὰς τῆς τρίτης δεκαετηρίδος τοῦ ιθ΄ αἰῶνος, εἷς ἀλλόπιστος ἠθέλησε νὰ
ἐμπαίξῃ τὴν ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του
ἀνοησίαν, οἱ δὲ αὐτόπται τούτου τοῦ θαύματος ἐδιηγοῦντο αὐτὸ μετὰ τρόμου ἐφ’
ὅσον ἔζων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου,
Ἐπισκόπου Πατάρων.
Μέθοδον
Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς
ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Οὗτος
ὁ μακάριος, ἐκ παίδων ἑαυτὸν τῷ Θεῷ ἀναθείς, σκεῦος θεῖον καὶ δοχεῖον θείου
Πνεύματος γέγονεν. Ὅθεν καὶ ὑπὸ τῆς θείας χάριτος τὴν ἱερωσύνην ψήφῳ Θεοῦ
λαβών, καλῶς καὶ θεοφιλῶς ἐποίμανε τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, λόγοις
προσηνέσι καταφωτίσας τὸ τῆς Ἐκκλησίας πλήρωμα. Διὸ καὶ τὴν Ὠριγένους πλάνην
ἐπιπολάζουσαν ἰδών, ὡς ἄριστος ποιμήν, πυρὶ θείῳ ταύτην κατέφλεξε, πᾶσαν τὴν
ἀχλὺν καὶ σκοτόμαιναν ἐκμειώσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι. Ἡ δὲ τῶν λόγων
αὐτοῦ ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ εἰς πᾶσαν τὴν γῆν ἐξελήλυθεν. Ὅθεν μὴ
φέρων ὁ ἐχθρὸς τὴν παῤῥησίαν καὶ ἔνστασιν τοῦ μεγάλου, ὁπλίζει τοὺς ἑαυτοῦ
ὑπουργοὺς πρὸς τὴν τούτου ἀναίρεσιν. Ὁ δέ, πρὸ τῆς μαρτυρίας νέκρωσιν ζωηφόρον
ἐνδυσάμενος, ξίφει τὴν κεφαλὴν τμηθείς, πρὸς τήν κρείττονα ζωὴν μετετέθη· πρῶτον
μὲν ἱερουργῶν τὸν ἀμνὸν τοῦ Θεοῦ, ὕστερον δὲ θυόμενος, προσήχθη τῷ Χριστῷ θυσία
ζῶσα· ὅθεν καὶ διπλοῖς στεφάνοις κατεκοσμήθη ὁ γενναῖος πρόμαχος τῆς ἀληθείας·
καὶ αἵμασι μαρτυρικοῖς τὸ τέλος ἀπενεγκάμενος, ἀνεπαύσατο αἰωνίως.
Οὗτος ὁ θεῖος τῷ ὄντι τοῦ Θεοῦ Ἱερεύς τε καὶ Μάρτυς κατέλιπεν ἡμῖν συγγράμματα τῆς αὐτοῦ φιλοπονίας, πάσης γνώσεως καὶ ὠφελείας τυγχάνοντα. Ἀλλὰ καὶ περὶ τῶν μελλόντων σαφέστατα προεθέσπισε, καὶ προηγόρευσεν εὐκρινέστατα περί τε τῶν βασιλειῶν ἐναλλαγάς, καὶ μεταβολὰς καὶ μεταποιήσεις, καὶ ἐθνῶν ἐκδρομάς, καὶ χωρῶν καὶ τόπον ἐρημώσεις καὶ ἀφανισμούς· περί τε ὀρθοδόξων καὶ αἱρετικῶν βασιλέων, καὶ περὶ τῆς συντελείας τοῦ κόσμου, καὶ περὶ τοῦ Ἀντιχρίστου καὶ τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ ἀφανισμοῦ καὶ πανωλεθρίας πάσης σαρκὸς ἀνθρωπίνης. Ταῦτα πάντα σαφέστατα ὁ θεῖος οὗτος προεθέσπισε.
Οὗτος ὁ θεῖος τῷ ὄντι τοῦ Θεοῦ Ἱερεύς τε καὶ Μάρτυς κατέλιπεν ἡμῖν συγγράμματα τῆς αὐτοῦ φιλοπονίας, πάσης γνώσεως καὶ ὠφελείας τυγχάνοντα. Ἀλλὰ καὶ περὶ τῶν μελλόντων σαφέστατα προεθέσπισε, καὶ προηγόρευσεν εὐκρινέστατα περί τε τῶν βασιλειῶν ἐναλλαγάς, καὶ μεταβολὰς καὶ μεταποιήσεις, καὶ ἐθνῶν ἐκδρομάς, καὶ χωρῶν καὶ τόπον ἐρημώσεις καὶ ἀφανισμούς· περί τε ὀρθοδόξων καὶ αἱρετικῶν βασιλέων, καὶ περὶ τῆς συντελείας τοῦ κόσμου, καὶ περὶ τοῦ Ἀντιχρίστου καὶ τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ ἀφανισμοῦ καὶ πανωλεθρίας πάσης σαρκὸς ἀνθρωπίνης. Ταῦτα πάντα σαφέστατα ὁ θεῖος οὗτος προεθέσπισε.
Τῇ
αὐτῇ ἡμέρᾳ ἡ κατάθεσις τῶν λειψάνων καὶ περιβολαίων
τῶν Ἁγίων Ἀποστόλων Λουκᾶ, Ἀνδρέου καὶ Θωμᾶ, τοῦ προφήτου Ἐλισσαίου καὶ τοῦ
μάρτυρος Λαζάρου, ἅτινα κατετέθησαν ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων τῶν μεγάλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ ἐν ἐρήμῳ δύω ἅγιοι Ἀσκηταί, ἐν εἰρήνῃ
τελειοῦνται.
Ἀνιπτόσαρκοι
καὶ χαμαιεῦναι δύω,
Ψυχὰς
πλύναντες, ὕψος ᾤκησαν πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος,
ὁ Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Κάλλη
παρελθὼν φθαρτά, Κάλλιστ᾿ εὐθύφρον,
Κάλλη βλέπεις
νῦν, ἃ φθαρῆναι οὐκ ἔνι.
Οὗτος,
πρότερον ἐνασκουμένος ἐν τῇ κατὰ τὸ ὄρος τοῦ Ἄθω Σκήτει τοῦ Μαγουλὰ, ὕστερον
ἀνέβη εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως, ἐπὶ Ἰωάννου Κατακουζηνοῦ, ἐν ἔτει
ατν [1350], μετὰ τὸν Πατριάρχην Ἰσίδωρον. Πατριαρχεῦσας δὲ χρόνους δύω,
ἐπαραιτήθηκε καὶ ἐμόνασε εἰς τὴν ἐδικήν του Μονὴ τοῦ Μάμαντος. Ἐρχομένου στὸ
θρόνο τοὺ Ἰωάννου Παλαιολόγου, ὁ Κάλλιστος, ἐλθῶν ἀπὸ Τενέδου, ἔγινεν δεύτερον
Πατριάρχης.
Ὕστερον
δὲ, ἀποσταλεῖς πρέσβις εἰς τὰς Φέρας, ἀσθένησε πολλὰ καὶ ἐτελεύτησε ἐκεί.
Ἐρχόμενας εἰς τὰς Φέρας, ἐπέρασε ἀπὸ τὸ Ἅγιον Ὄρος καὶ συνατήσας τὸν Ἅγιο
Μάξιμο τὸν Καυσοκαλύβην, ἤκουσε ἐξ αὐτοῦ: Οὗτος ὁ γέρων, τὴν γραῖάν του [ἧτοι
τὴν Κωνσταντινούπολιν], ἔχασεν. Καὶ ἀπερχομένου, ἔψαλεν ὅπισθεν αὐτοῦ τό:
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ἀλληλούϊα
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Καβάσιλα.
Ἁγίων
συμμέτοχος σαφῶς ἐγένου
Ζωὴν βιώσας
Νικόλαε ἁγίαν.
Οὗτος
ἤκμαζε τῷ δεκάτῳ καὶ τετάρτῳ καὶ δεκάτῳ πέμπτῳ αἰῶνι, γεννηθεὶς ἐν Θεσσαλονίκῃ.
Γονέας ἔσχε περιφανεῖς καὶ ἐνδόξους, παρ᾿ ὧν ἀρίστοις ἤθεσι καὶ πάσῃ εὐσεβείᾳ
ἀνατραφείς, καὶ σεμνῶς παιδαγωγηθείς, ἐγένετο κάτοχος ἀμφιλαφοῦς καὶ
παντοδαποῦς σοφίας καὶ γνώσεως, καὶ πολὺς ἐν λόγοις, θεηγόρον γλῶσσαν
πλουτήσας, τῇ ἐπιπνοίᾳ τοῦ Ἁγίου Πνεύματος. Καὶ ἀμέμπτῳ διαγωγῇ, καὶ θεοπρεπεῖ
πολιτείᾳ διαπρέπων, ποθητὸς καὶ οἰκεῖος τοῖς βασιλεῦσι καὶ ἄρχουσι κατέστη.
Ὁσίως δὲ καὶ σωφρόνως, ἐν πάσῃ ἀρετῇ διαγαγὼν τὸν βίον, πρὸς τὰς οὐρανίους
μετέστη μονάς, καὶ ἰσότιμος Ἁγίων γέγονεν, αἰωνίου δόξης καὶ ζωῆς ἀξιούμενος.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑδατόῤῥυτε,
νεφέλη ζωοπάροχε, ἡ ὑετίζουσα, τῆς αἰωνίου ζωῆς, τὸ νᾶμα τὸ ἥδιστον
Θεοχαρίτωτε, δρόσον πάντερπνον, ψυχῶν εἰς περιποίησιν, ὄμβρισον τοῖς Σὲ
ὑμνοῦσι.
Ῥῶσιν
σώματος, ῥῶσιν ψυχῆς ἀδάπανον Θεογεννήτρια, τοῖς τηκομένοις δεινῶς, ἀτρύτοις
νοσήμασιν, ὑψόθεν βράβευσον, καὶ κατάσβεσον, τὴν των παθῶν μου κάμινον,
δροσισμῷ τοῦ Σοῦ ἐλέους.
Ἴδε
Ἄχραντε, εὐσπλάγχνῳ Σου ὄμματι, εἰς τὴν ταπείνωσιν, τῶν Σῶν οἰκτρῶν οἰκετῶν, καὶ
πάντας ὁδήγησον, πρὸς ζωὴν τὴν ἔνθεον Ὁδηγήτρια, ἐκ τῶν περιπλανήσεων, τοῦ
δολίου βροτοκτόνου.
Ὡς
ἡγήτειρα, καὶ κηδεμών, καὶ ἔφορος, Κόρη ὑπέρλαμπρε, τῆς Ἐκκλησίας Χριστοῦ, ἡμῖν
ἐξομάλυνον, τὴν θείαν εἴσοδον, τρίβου σκάνδαλα, ἐκ τῶν ποδῶν σκεδάζουσα, τῶν
ἀεὶ Σοὶ προσιόντων.
Ἕτερος.
Ὁ Ὑπερυψούμενος.
Ὑδωρ
τὸ ζωήῤῥυτον, τὸ ῥοιζοῦν ὡς γέγραπται, ἐκ Λιβάνου ἔφερες, ὡς φρέαρ θεόβρυτον,
πρὸς ζωὴν τῶν νεκρωθέντων, Ὁδηγήτρια Παρθένε.
Μύρων
πρώτων εὔπνοιαν, ἡ τῆς εὐσπλαγχνίας Σου ὀσμὴ ἀγαθότροπος, ὡς ὀσμὴ τερψίθυμος,
νικᾷ καὶ ὑπερβαίνει, Ὁδηγήτρια Παρθένε.
Ὡς
στύλοι μαρμάρινοι, αἱ κνῆμαί Σου πέλουσι, τορνευταὶ δὲ ὤφθησαν καὶ χρυσαῖ αἱ
χεῖρές Σου βαστάσαι ὡς βρέφος Θεοτόκε τὸν Δεσπότην.
Νύμφη
Θεοῦ, τί ἐκαλλιώθησαν, τὰ Σὰ διαβήματα; Τί δὲ ὡραιώθησαν, αἱ ἁγναί Σου σιαγόνες,
ὡς φυταλιαὶ χαρίτων;
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Γνώμην
οὐρανόφρονα εὐθεῖαν, καρδίαν δὲ καθαράν, καὶ ἀκηλίδωτον, εὐσεβῶς προσφέρειν με,
ἀληθῶς ἐνίσχυσον, Παρθένε Ὁδηγήτρια καθοδηγοῦσά με, πρὸς τρίβους θεϊκῶν
μαρτυριῶν, πρὸς δικαιοσύνης, θεοειδεῖς ὑψώσεις.
Ἔκτεινον
τὴν χεῖρά Σου Παρθένε, καὶ κραταιὰν καὶ ἀγαθόδωρον, καὶ ἡμᾶς ἀνέλκυσον, ἐκ τῆς
ματαιότητος, καὶ πρὸς ζωὴν ὁδήγησον τὴν ἀτελεύτητον, Σὺ γὰρ καὶ ὁδηγὸς καὶ
προστάτις, τῶν ἐπιβοωμένων, τὴν Σὴν ἐπιστασίαν.
Ῥάβδῳ
τῆς σεπτῆς Σου ὁδηγίας, ἐκ πάσης ἀποπλανήσεως τοῦ δράκοντος, ἴθυνον Πανάμωμε,
καὶ καλῶς ὁδήγησον, πρὸς τρίβον τὴν ἀπάγουσαν, πρὸς φῶς αἰώνιον, τοὺς πίστει
ἀκλινεῖ προσκυνοῦντας, τῶν Σῶν μεγαλείων, τὰς θεαυγεῖς αἰνέσεις.
Ἄκουσον
φωνῆς τοῦ στεναγμοῦ μου, κραυγὴν δὲ τῆς ψυχῆς μου ἐνωτίσθητι, καὶ τῶν
συμπνιγόντων με, καὶ κατασπιλούντων με, ἀγριωτάτων Πάναγνε παθῶν ἀπάλλαξον, καὶ
λάμψον μοι αὐγὴν μετανοίας, ὡς ἂν τῷ Τριφώτῳ, Φωτὶ εὐαρεστήσω.
Ἕτερος.
Σοὶ τῷ Παντουργῷ.
Γῇ
πολυανθής, καὶ ὄρος ἀρωμάτων, ἐν ᾧ κατεσκήνωσε, καθάπερ γέγραπται, ὁ ἐν τοῖς
κρίνοις, ποιμένων Θεὸς Λόγος, ὤφθης Θεοτόκε, βροτῶν εἰς σωτηρίαν.
Ἔδωκας
ὀσμήν, τῆς Σῆς ἁγνείας κρῖναι, καὶ κόσμον ἐπλήρωσεν, ὀσμῆς χρηστότητος, καὶ
εὐωδίας Χριστοῦ ὑπεραγίας, μόνη Παναγία, βροτῶν ἡ ὁδηγία.
Ῥόδον
ἀνθηρόν, τοῦ βίου τοῖς κοιλᾶσιν, ὡς ὅλη ἀκήρατος, καὶ ὑπεράμωμος ὤφθης Παρθένε,
τῷ αἰωνίῳ Λόγῳ, τῷ ἐκ Σοῦ τεχθέντι, καὶ σώσαντι τὸν κόσμον.
Ἄμπελος
τερπνή, θεόφυτος ἁγία, τὸν βότρυν τὸν πέπειρον, πέλεις βλαστήσασα, παλινζωΐας,
τὸ νέκταρ καὶ τὸν οἶνον, στάζοντα Παρθένε, τοῖς πάλαι νεκρωθεῖσι.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Σὺ
πρὸς τὰς ὁδούς, ὁδήγησον Ἄχραντε ὡς Ὁδηγήτρια, τὰς πρὸς ἀτελεύτητον, λῆξιν
ἀγούσας καὶ ἀδιάδοχον, τοὺς ἐπιβοωμένους Σε καὶ ἐκβοῶντάς Σοι· χαῖρε πάντων
σκέπη καὶ βοήθεια, καὶ σεπτὴ ὁδηγὸς πρὸς τὰ κρείττονα.
Ἴθι
συμπαθῶς, ὡς Μήτηρ φιλόστοργος, καὶ χαροπάροχος, μόνη παντευλόγητε, καὶ τοὺς ἐν
πλάνῃ δεινῶς προσκόπτοντας, πρὸς ἀσφαλείας ἴθυνον, εὐθεῖαν εἴσοδον, ὡς ἂν
δόξης, τῆς ὑπὲρ κατάληψιν, κληρονόμοι ὀφθῶμεν καὶ μέτοχοι.
Μνήμην
τῶν πολλῶν, καὶ ξένων θαυμάτων Σου, καὶ δωρημάτων Σου, δι’ ὧν τρόποις
κρείττοσιν, εὐεργετοῦσα σώζεις τοὺς δούλους Σου, πανευφροσύνως ἄγοντες τῶν
μεγαλείων Σου, τὰς ἐλλάμψεις Κόρη μεγαλύνομεν, Σῆς εὐνοίας τρυγῶντες τὸ ἔλεος.
Ὄρος
τοῦ Θεοῦ, δασὺ καὶ κατάσκιον, καὶ ἀλατόμητον, κόσμου Ὁδηγήτρια, τὸν ἀπωλείας
δυσβάτοις ὄρεσιν, οἰκτρῶς περιπλανώμενον, πρὸς ὄρος ἅγιον, ἐναρέτου βίου με
ἀνθέλκυσον, τῆς ψυχῆς μου τὸν ῥύπον καθαίρουσα.
Ὕμνους
καὶ ᾠδάς, ἃς πόθῳ ὑφαίνομεν, ψυχῆς θερμότητι, τῇ Σῇ ἀγαθότητι, ὥσπερ νηπίων
δέχου ψελλίσματα, τῷ πόθῳ δὲ κατάλληλον, τὴν ἀνταπόδοσιν Θεοτόκε, ἡμῖν
ἀντιμέτρησον, τῶν πταισμάτων τὴν λύσιν βραβεύουσα.
Ἕτερος.
Ἡσαΐα χόρευε.
Στόματι
πανάγνῳ Σου, Παναγία πάντων ἡ χαρά, ὡς βρέφος ἐπωλένιον τὸν Θεόν, ἐφίλησας
Ἄχραντε, ἐκ φιλημάτων τῶν μητρικῶν, διὸ Ὁδηγήτρια, μεγαλύνομεν τὴν δόξαν Σου.
Εἶδον
θυγατέρες Σέ, τῆς ἁγίας Ἱερουσαλήμ, βαστάζουσαν βρέφος ἐν ταῖς χερσί, τὸν πάντα
βαστάζοντα, καὶ ἐθαμβήθησαν ἀληθῶς, καὶ ᾔνεσαν Ἄχραντε, τῆς Σῆς χάριτος τὸ
μέγεθος.
Μία
ἡ πλησίον μου, ὡς ὡραία ὡς περικαλλής, ὡς θάμβος τῶν Ἀγγέλων ἐν οὐρανοῖς, ὡς
σέλας ἔκλαμπρον, τῶν εὐσεβούντων ἐπὶ τῆς γῆς, βοᾷ Σοι Πανάμωμε, ὁ Υἱός Σου ὁ
Ὑπέρθεος.
Ὁ
ποιμένων Ἄχραντε, ἐν τοῖς κρίνοις τρόπῳ νοητῷ, εἰς κῆπόν Σου εἰσῆλθε τὸν
εὐανθῆ, συλλέγων τὰ κρίνα Σου, καὶ διαπνέει τοῖς ἐπὶ τῆς γῆς, διὰ Σοῦ Δέσποινα,
τὴν ὀσμὴν τὴν ζωοδώρητον.
Ὕπνος
μὲ κατέλαβεν, ἀμελείας τῆς ψυχοβλαβοῦς, ὡδῖνες τοῦ θανάτου ὀδυνηραί, κυκλοῦσί
με Ἄχραντε, ἡ δὲ ψυχῆς μου πλήρης κακῶν, Σὺ οὖν βελτίωσον, τὴν ἀθλίαν μου
κατάστασιν.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸς τοῖς ἄστροις.
Στυλοειδὴς
νεφέλη, ἡ ὁδηγία Σου Ἁγνή, διαπαντὸς καθορᾶται, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, πρὸς
τὴν αἰώνιον λῆξιν, τοὺς εὐσεβεῖς ὁδηγοῦσα.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Προστάτις
καὶ ὑπέρμαχος, καὶ κηδεμὼν καὶ ἔφορος, καὶ ἀσφαλὴς ὁδηγία, πρὸς τὰς εἰσόδους
τὰς ἄνω, Παρθένε Ὁδηγήτρια, ἀεὶ ἔσο τοῖς δούλοις Σου, ἡμῖν ἐξομαλίζουσα,
ἐπιστασίᾳ Σου Κόρη, τῆς σωτηρίας τὴν τρίβον.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
οὐρανίων Ταγμάτων τὴν ὑπερέχουσαν, τὴν ἐπὶ γῆς ἀφθόρως, τὸν Ὑπέρθεον Λόγον,
τεκοῦσαν ὑπὲρ λόγον τὴν τοῦ Ἀδάμ, ἀνορθούμενον ἔκπτωσιν, τὴν Θεοτόκον Μαρίαν
χρεωστικῶς, ἀνυμνήσωμεν γηθόμενοι.
Τὴν
σωτηρίαν τοῦ κόσμου καὶ Ὁδηγήτριαν, τὴν πρὸς δικαιοσύνης, ἀληθεῖς ἀναβάσεις,
διέπουσαν ἐνθέως ἡμῶν τὰς ψυχάς, καὶ Κυρίῳ προσάγουσαν, τὴν ὑπρένδοξον Κόρην ὡς
δι’ Αὐτῆς, ὁδηγούμενοι δοξάσωμεν.
Τῇ
ἡγεσίᾳ Σου Κόρη χειραγωγούμενοι, τας σκολιὰς τοῦ πλάνου, τροχιὰς καὶ ἐνέδρας,
ἐκκλίνομεν ἐν τάχει καὶ πρὸς τρυφήν, κληρουχίας τῆς κρείττονος, ἐν εὐφροσύνῃ
στελλόμεθα καὶ χαρᾷ, ἀνυμνοῦντές Σου τὴν πρόνοιαν.
Θεοπαρόδευτε
κλῖμαξ πύλη οὐράνιε, ὑπάνοιξον τὰς πύλας, Βασιλείας τῆς ἄνω, τοῖς πίστει καὶ
ἀγάπῃ εἰλικρινεῖ, ἐν μετανοίᾳ βιώσασι, καὶ στῆσον τούτους Παρθένε τῷ Σῷ Υἱῷ,
σεσωσμένους τῇ πρεσβείᾳ Σου.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Τὴν
καλλονὴν τοῦ Ἰακώβ, ἣν ὁ Κύριος ἠρετίσατο, τὴν Θεοτόκον Μαρίαν, μακαρίσωμεν
λέγοντες· Εὐλογημένη Σὺ ἐν γυναιξί, ἡ πρὸ αἰώνων ἐκλεχθεῖσα, τῷ Βασιλεῖ τῆς
κτίσεως, καὶ ἡ γαστήρ Σου μακαρία, ἡ τὸν Ἀχώρητον χωρήσασα, καὶ κόσμῳ
προαγαγοῦσα, σαρκὸς ὁμοιώματι, ἀλλ’ ὦ Παρθένε Δέσποινα, μὴ παύση ὁδηγοῦσα καὶ
διέπουσα πρὸς ἀρετῶν κατάκτησιν, τοὺς πόθῳ ἀκλινεῖ προσιόντας Σοι, ὡς σωτηρία
τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ των κανόνων, ᾠδὴ γ΄ ἐκ τοῦ
πρώτου, καὶ στ΄ εκ τοῦ δευτέρου.
Ἀπόστολον ζήτει Νοεμβρίου κα΄:
Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνή, δικαιώματα
λατρείας...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν, ζήτει Σεπτεμβρίου η΄: Τῷ καιρῷ
ἐκείνῳ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά...
Κοινωνικόν: Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα
Κυρίου ἐπικαλέσομαι.
ΙΟΥΝΙΟΥ 20.
ΠΑΝΑΓΙΑ ΟΔΗΓΗΤΡΙΑ
ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου
Μοναχοῦ Μικραγιαννανίτου)
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ ῬΜΒ΄ ψαλμός.
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου,
εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου
Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς
νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία
μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι
τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης
τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν
ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν
ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου,
Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός
μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις μετά τῶν οἰκείων στίχων:
Θεός
Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξολολογεῖσθε τῷ
Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τά ἔθνη
ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου
ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Καὶ
τὰ παρόντα Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν...
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
στῦλος πυρίμορφος καὶ ὁδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς,
ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ πρὸς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου,
τοὺς πιστῶς Σοι βοῶντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Καὶ
νῦν. Ὅμοιον.
Ὡς
ὄντος φιλόστοργος ἡ Ὀδηγία ἡ Σή, ἡμῖν ἀναδεικνύεται, ἐν πολυτρόποις δεινοῖς,
Ἁγνὴ Ὁδηγήτρια. Σὺ γὰρ ἐν περιστάσει, ἀσφαλὴς Κυβερνῆτις, τῶν περιστατουμένων,
αληθῶς χρηματίζεις, διὸ Θεογεννήτρια, ὑμνοῦμεν τὴν χάριν Σου.
Ὁ
Ν΄ ψαλμός
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,
ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς
ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου
ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ
γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν
τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό
Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ
ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί
τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό
θυσιαστήριόν Σου μόσχους.
Καὶ
ὁ Κανών.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀσθενοῦσαν
πάθεσι χαλεποῖς, τὴν πολυπαθῆ μου, οἰκτρὰν καὶ βαρυαλγῆ, καρδίαν ἰάτρευσον
Παρθένε, τὸν ἰατρὸν τῶν ψυχῶν ἡ γεννήσασα.
Ὑπέρτερον
δεῖξόν με ἡδονῶν, σαρκικῶν τε βρόχων, καὶ μερίμνων βιοτικῶν, τῶν ἄνω ταγμάτων
ὑπερτέρα, καὶ λαμπροτέρα ἡλίου Θεόνυμφε.
Μυρίαις
βαλλόμεθα συμφοραῖς, σφοδρὰς τὰς ὀδύνας, ὑφιστάμενοι ἐν αὐταῖς, ἀλλ’ ἤδη Σὺ
τούτων Θεομῆτορ, τοὺς ἐπὶ Σοὶ πεποιθότας ἐξάρπασον.
Ἡ
πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς
θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Καταφύγιον
κόσμου Χριστιανῶν καύχημα, σκέπη καὶ ἀντίληψις πάντων, τῶν ἐλπιζόντων εἰς Σέ,
τὸν πεποιθότα Σοι, μὴ οὖν κἀμὲ ὑπερίδης, ἀλλὰ τῷ ἐλέει Σου, Δέσποινα σῶσόν με.
Ἐπηρείας
δαιμόνων ὡς τὰ πολλὰ πάσχομεν, ὅθεν καὶ κατώδυνον ὅλην, ζωὴν ἀνύομεν. Σὺ οὖν
βοήθησον, θείας χαρὰς ἡ αἰτία, τὰ λυποῦντα τάχιστα, διασκεδάζουσα.
Παναγία
Παρθένε ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα Σου ὑπάρχομεν πάντες, ὦ Μῆτερ
εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν Σήν, φύλαξον Ἄχραντε Κόρη, καὶ ὑγείαν δώρησαι,
ψυχῆς τε καὶ σώματος.
Μητρικαῖς
ικεσίαις τὸ τῶν δεινῶν κλύδωνα, τὸν καταλαβόντα Σοὺς δούλους, παῦσον Πανάμωμε,
κατακοιμίζουσα, τὰς πονηρὰς ἀντιπνεύσεις, ἐναντίαν ζάλην τε, πόῤῥω ἐλαύνουσα.
Διάσωσον...
Ἐπίβλεψον...
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας
ταῖς Σαῖς ἀπαύστοις πρὸς Κύριον, παντοίων δεινῶν, κινδύνων τε καὶ θλίψεων,
δούλοις Σου ἀπάλλαξον, Θεοτόκε Ὁδηγήτρια, καὶ τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ,
τηροῦσα τὴν ποίμνην Σου ἀπήμαντον.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἡ
ἐλπίς μου καὶ καύχημα, ἡ καταφυγὴ ζωὴ καὶ ἀντίληψις, προστασία καὶ παράκλησις,
Σὺ ὑπάρχεις Κόρη πανσεβάσμιε.
Σωτηρίαν
παράσχου μοι, τὴν κατὰ ψυχὴν καὶ σῶμα Πανάμωμε, καὶ νοσοῦντι δὸς τὴν ἴασιν, καὶ
τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Ἱκετεύω
Σε Δέσποινα, μὴ ἐγκαταλίπῃς με ὥρᾳ θλίψεως, ἀλλὰ ἵλεως μοι φάνηθι, καὶ τῆς τῶν
δαιμόνων ῥύου τροπώσεως.
Δωρεάν
με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλάξον, καὶ κολάσεως ἐξάρπασον, ἡ
καταφυγὴ καὶ προστασία μου.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Πονηρίας
δαιμόνων, καὶ κακίας ἀνθρώπων ῥῦσαί με Δέσποινα, καὶ ψυχῆς τὴν νόσον, καὶ τοῦ
σώματος θᾶττον θεράπευσον, ἡ τεκοῦσα μόνη, πάσης σαρκὸς καὶ τῶν πνευμάτων,
ἰατρὸν καὶ Σωτῆρα καὶ Κύριον.
Συνεχόμενοις
πλείστοις, πειρασμοῖς Πανάχραντε, καὶ περιστάσεσι, πανταχόθεν οἴμοι! Καὶ
κλονούμενον ζάλαις καὶ θλίψεσι, περιφρούρησόν με, ὑπὸ τὴν σκέπην Σου τὴν θείαν,
λυτρουμένη καὶ σώζουσα πάντοτε.
Τῇ
θερμῇ Σου πρεσβείᾳ, τῇ πρὸς τὸν Υἱόν Σου κεχρημένη Πάναγνε, ὑπὲρ τοῦ ἀχρείου,
καὶ πολλὰ ἐπτακότος ἱκέτου Σου, ὅπως εὕρω λύσιν, ἁμαρτιῶν μου τὸν Σωτῆρα,
ἐκδυσώπησον πρὸ τῆς ἐτάσεως.
Θεοτόκε
Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ὦ Θεογεννῆτορ, τῆς κτίσεως πάσης
Βασίλισσα, τοὺς ὐμνολογοῦντας, τὸν Σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Χρεωστικῶς,
τῷ ναῷ τῷ ἱερῷ Σου προσέδραμον, καὶ ὡς ἰκέτης οἰκτρός, παρίσταμαι Δέσποινα, τὰ
δάκρυα δέξαι μου, ὡς τὴς χήρας τότε, τὰ λεπτὰ Χριστὸς ὁ Κύριος.
Ἀθέων
αἱρετικῶν, μανίας σύντριψον Δέσποινα, καὶ πᾶσαν ἐπιβουλήν, δαιμόνων ματαίωσον,
λαὸν χριστεπώνυμον, σκέπων καὶ φυλάττων, ἵνα πόθῳ Σε δοξάζωμεν.
Ἐπέθεντο,
κραταιοὶ ἐπέθεντο, τοῖς Σοῖς δούλοις Θεομῆτορ Παρθένε, οἱ ἐχθρικῶς, ἡμῖν
ἔχοντες φύσει, ἐκπολεμοῦντες καὶ θλίβοντες ἄμετρα. Σὺ οὖν ἐλπὶς ἡ κραταιά,
ἐπηρμένην ὀφρὺν τούτων σύστειλον.
Ἐξέχεεν,
ἐφ’ ἡμᾶς ὁ Κύριος, τὴν ὀργὴν Αὐτοῦ εὐθείᾳ τη ψήφῳ, ὡς γὰρ ὀργῆς χρηματίσαντες
τέκνα, καὶ ὁ θυμὸς τῆς ὀργῆς αὐτοῦ ἔλαβε, κατάβρωμα δεινῶς ποιῶν, ἀλλ’ Αὐτὸν
ἠμῖν Σὺ ἐξιλέωσαι.
Διάσωσον...
Ἄχραντε...
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων
καὶ τῶν ἀσθενῶν ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν Σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς
νόσους τῶν φοιτώντων εὐλαβῶς, Σῷ τεμένι ὦ Ὁδηγήτρια Παντάνασσα, λιταῖς γοῦν
ταῖς Σαῖς περισώζουσα, πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν
ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.
Προκείμενον. Ἦχος δ´: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Ἐν
ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς,
εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος
ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ
μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας
σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς
ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάντων
τὰ αἰτήματα, Ὁδηγήτρια Κόρη, πλήρωσον τῶν δούλων Σου, τῶν εἰς Σὲ ἐκ πίστεως
προσιόντων Σοι, καὶ τὴν Σὴν Δεσποινα, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν,
ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας
ἡμᾶς ἐλευθέρωσον, ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, Ὃν ἐκδυσώπει
Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Οὐδεὶς
προστρέχων ἐπὶ Σοί, κατησχυμμένος ἀπὸ Σοῦ ἐκπορευέται, Ἁγνὴ Παρθένε Θεοτόκε,
ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ
τῶν θλιβομένων...
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ
καρπὸς Θεοτόκε τῆς σεπτῆς Σου νηδύος ἡμᾶς ἐζώωσε, καρπῷ θανατωθέντας, διό Σε
κατὰ χρέος ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θρόνος
πύρινος ὤφθης καὶ παλάτιον θεῖον τοῦ Παντοκράτορος, τοῦ κόσμου σωτηρία, καὶ
σκέπη τοῖς βοῶσι, τῷ Υἱῷ Σου Ὁδηγήτρια, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σαῖς
λιταῖς Θεοτόκε Σὸν Υἱὸν ἐκδυσώπει οἶκτον ἐνδείξασθαι, εἰς πταίοντας ἱκέτας,
θερμῶς δὲ ἐκβοῶντας, καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Θαυματων
παραδόξων Σῷ τεμένει ἐκπλήσω τοῖς προσιοῦσι πιστῶς, αὐτῶν τὰς ἀσθενείας, κουφίζουσα
Παρθένε, καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ αἰωνίου δόξης, αὐτοὺς καταξιούσα.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἁγνὴ
Παρθένε, Χριστιανῶν ἡ προστάτις, ἐξελοῦ ἡμᾶς πάσης ανάγκης, ἵνα Σε ὑμνῶμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Φέρεις
ὡς βρέφος, ἐν ταῖς ἁγίαις χερσί Σου, τὸν τὰ παρόντα φέροντα τῷ λόγῳ, ὅθεν σὺν
Αὐτῷ Σε, ὑμνοῦμεν εἰς αἰῶνας.
Ἵνα
δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Σοῦ τὸ πάνσεπτον ὄνομα Κόρη, θλίψεως με πάσης,
ἐκλύτρωσαι καὶ βλάβης.
Ὡς
ἀσφαλῆ Σε, ἐλπίδα μόνην κατέχων, καθικετεύω ἁμαρτιῶν, καὶ κινδύνων Ἄχραντε Μαρία,
ἐκλύτρωσαί με τάχει.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς
καὶ εὐφροσύνης, πλήρωσον Σοὺς δούλους, εἰλικρινῶς Σοι προσφεύγοντας Ἄχραντε,
τῶν καρδιῶν τὰς ὀδύνας ἀποῤῥαπίζουσα.
Ἱλάσθητι
Σωτήρ μου, πᾶσι τοῖς τιμῶσι, τὴν ὑπερένδοξον ὄντως Μητέρα Σου, καὶ Παραδείσου
τῆς δόξης δεῖξον οἰκήτορας.
Εὐπρέπειαν
Σοῦ οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν διατήρει ἀτρώτους, καὶ δεῖξον Ἁγνή,
τοῦ Παραδείσου ἀξίους Ὁδηγήτρια.
Ὕμνον
Σοι τελευταῖον, πρῶτόν τε καὶ μέσον, τοῦ Ἀρχαγγέλου τὸ χαῖρε προσφέρω Σεμνή,
Σοί γαρ κατάλληλον ἄλλον εὐρεῖν οὐ δύναμαι.
Μεγαλυνάρια.
Ἄξιόν
ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν
ὑψηλοτέραν τῶν οὐρανῶν...
Ἴθυνον
πρὸς τρίβους τῶν ἀρετῶν, Κεχαριτωμένη Ὁδηγήτρια τοὺς βροτούς, τοὺς τὰ μεγαλεῖα,
τὰ Σὰ ὑμνολογοῦντας, καὶ σὺν τῷ Ἀρχαγγέλῳ, χαῖρε βοῶντάς Σοι.
Πάσης
ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε τοὺς προσφεύγοντας Σῷ ναῷ, καὶ πάσης τε
ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας βασιλείας αὐτοὺς ἀξίωσον.
Πρόσδεξαι
Κυρία Μήτηρ Χριστοῦ, ὕμνον Σοῦ ἱκέτου, ταπεινοῦ καὶ ἁμαρτωλοῦ, κατακεκρυμένου,
και βεβορβορωμένου, ἐκ βάθους τῆς καρδίας, καὶ μὴ παρίδης με.
Ἄχραντε
Παρθένε Μήτηρ Θεοῦ, καὶ δεδοξασμένη, ὑπὲρ πᾶσαν φύσιν βροτῶν, Ὁδηγήτρια Κόρη,
Ἁγία Θεοτόκε, περίσωζε τοὺς πίστει, Σὲ μεγαλύνοντας.
Τὸ
θυμιατήριον τὸ χρυσοῦν, τὴν στάμνον τὴν ῥάβδον τὴν λυχνίαν τὴν θεαυγῆ, τὸν
τόμον τὸν θεῖον, ἐν ᾧ Θεοῦ δακτύλῳ, ὁ Λόγος ἐνεγράφη, Σὲ μεγαλύνομεν.
Χαιρε
τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν Ἀποστόλων Ἀρχαγγέλων καὶ Προφητῶν, Μαρτύρων
Ὁσίων, καὶ πάντων τῶν Δικαίων, ἀνύμφευτε Παρθένε, σκέπε τὴν πόλιν Σου.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
στῦλος πυρίμορφος καὶ οδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς,
ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ προς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου,
τοὺς πιστῶς Σοι βοῶντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἡ ἐκτενὴς παρὰ τοῦ Ἱερέως
καὶ ἡ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑπόμενα τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Πλοῦτος,
πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, Σὺ
ὑπάρχεις Ὁδηγήτρια, καὶ Σε δοξάζομεν, οἱ ἐν θλίψει κραυγάζοντες· Ἁγία Ἁγίων,
λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους Σου, πάσης ἐπηρείας δαιμόνων, καὶ τῆς
χαλεπῆς τιμωρίας, καὶ τῆς αἰωνίου κατακρίσεως.
Ὥσπερ,
ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν Σου σκέπην, Παρθενομῆτορ Ἁγνή, δέομαι
σπλαγχνίσθητι, μὴ ἀποῤῥίψης με, ἀλλὰ ῥῦσαι τὸν δοῦλόν Σου, τῆς νῦν ἐπελθούσης,
θλίψεως ὡς ἔχουσα, το συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, πάντοτε
πρεσβεύουσα σῷζε, πάσης περιστάσεως τοὺς δούλους Σου.
Ἦχος
πλ. δ΄.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Ἦχος
β.
Τὴν
πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην
Σου.
Ὁ Ἱερεύς: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου