Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 15. ΑΓΙΟΣ ΑΥΓΟΥΣΤΙΝΟΣ ΙΠΠΩΝΟΣ & ΜΗΤΗΡ ΤΟΥ ΜΟΝΙΚΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ 15!!
ΑΥΓΟΥΣΤΙΝΟΣ ΙΠΠΩΝΟΣ & ΜΟΝΙΚΑ ΟΣΙΑ ΜΗΤΗΡ ΑΥΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου,)

Σημείωσις διαχειριστοῦ ἰστολογίου: Ἡ μνήμη τῆς Ὁσίας Μόνικας, εἶναι τὴν 4η Μαΐου. Καθόλου ἄτοπο ὅμως ἡ μεταφορὰ τῆς μνήμης της σήμερα, ὥστε να συνεορτάζεται μετὰ τοῦ υἱοῦ της.

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸ προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὢ βάθος θείας ἀγάπης τοῦ φιλανθρώπου Χριστοῦ! ὅστις σωθῆναι θέλει, τοὺς ἀνθρώπους καὶ ζῆσαι, διὸ καὶ Αὐγουστῖνον πρὸς φῶς τῆς ζωῆς, ἐκ τοῦ σκότους ἐξήγαγε, καὶ ἐξ ἀσώτου ἀνέδειξε θαυμαστόν, Ἱεράρχην καὶ διδάσκαλον.

Ὃν μητρικῇ σου κοιλίᾳ υἱὸν ἐβάστασας, Μόνικα Αὐγουστῖνον, αὖθις ὄμβροις δακρύων, καὶ θείαις προσευχαῖς σου πρὸς τὸν Θεόν, ἀληθείᾳ ἐγέννησας, καὶ ἐδωρήσω Ἱππῶνι χριστοπρεπῆ, ποιμενάρχην καὶ διδάσκαλον.

Τῇ μητρικῇ εὐσεβείᾳ ἀπὸ παιδὸς συντραφείς, παμμάκαρ Αὐγουστῖνε, μετὰ πλείονας χρόνους, ἀφρόνως ἐν τῇ πλάνῃ διαγαγών, ἐν τῇ πίστει ἐπέστρεψας, καὶ τὸν Χριστὸν προτιμήσας τὰς ἡδονάς, ὥσπερ σκύβαλα κατέλιπες.

Ἰδοὺ καιρὸς μετανοίας καὶ σωτηρίας Χριστοῦ, ἀπόθεσθε τὰ ἔργα, τοῦ σκοτίου βελίαρ, καὶ ὅπλα ἐνδυθέντες θείου φωτός, ἀναγνοὺς συγκεκλόνισο, καὶ ἐπιστρέψας ὁ πρώην ἀπολωλώς, Αὐγουστῖνε μέγας γέγονας.

Φιλοσοφίαν τῆς πλάνης ἀπαρνησάμενος, καὶ τοῦ Σταυροῦ μωρίᾳ, συναφθεὶς Αὐγουστῖνε, σοφίας ἀνωτάτης τοῦ Ἰησοῦ, ἀνεδείχθης διδάσκαλος, ταῖς διδαχαῖς σου στηρίζων χριστιανούς, καὶ προτρέπων πρὸς μετάνοιαν.

Ἰδοὺ καινά σοι τὰ πάντα θεομακάριστε, ἁμαρτημάτων πλήθους, ἐν Χριστῷ καθαρθέντι, καὶ δείξαντι ἐμπράκτως τὴν ἰσχυράν, μετανοίας ὑπόθεσιν, δι’ ἧς πολίτας ὁ Κύριος ἐμποιεῖ, Βασιλείας ἐπιστρέφοντας.

Δόξα. Ἦχος πλ. β΄.
Ὡς πλοῖον χειμαζόμενον τοῖς κύμασι τῆς πλάνης, λιμένα εὗρες σωτήριον τὴν Ἐκκλησίαν, Αὐγουστῖνε μακάριε. Καὶ τῆς μητρός σου Μονίκης τοῖς δάκρυσι πιανθείς, ὡς δένδρον πολύκαρπον ἐδείχθης, τὰς εὐαγγελικὰς ἀρετὰς ὡς ἄριστα ἐργασάμενος, ὅθεν τῇ καρδιακῇ μετανοίᾳ τὴν θείαν ἀγάπην συνδυάσας, ποιμὴν ἁγιώτατος ἐγένου Ἱππῶνος, καὶ διδάσκαλος θεόσοφος. Νῦν δὲ τῷ θρόνῳ τῆς μεγαλωσύνης Κυρίου παριστάμενος, τῶν σὲ τιμώντων πιστῶς μνήσθητι φιλότεκνε.


Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῷ πλούτῳ τῆς φιλανθρωπίας τοῦ Χριστοῦ καθελκυσθείς, τὴν πτωχείαν τῶν κοσμικῶν ἡδονῶν ἀπηρνήσω, Αὐγουστῖνε ἀξιάγαστε. Καὶ τὸ φορτίον τῶν σκοτεινῶν ἔργων ἀπαμφιασάμενος, τῆς χάριτος τὸν λαμπρόφωτον χιτῶνα ἐνεδύθης, ὅθεν τῇ Ἐκκλησίᾳ γέγονας κανὼν λαμπρὸς μετανοίας, καὶ διδάσκαλος θεοφώτιστος, καθοδηγῶν πρὸς σωτηρίαν τοὺς πόθῳ ἀνευφημοῦντάς σε.

Ἦχος β΄.
Τῷ θείῳ Παύλῳ ἀγρευθεὶς ὡς ἰχθὺς θεοδίψαστος, τοῦ ἀληθινοῦ Ἰχθύος Χριστοῦ τὸν σταυρὸν προετίμησας, τῆς κοσμικῆς καὶ ταραχώδους φιλοσοφίας. Διὸ τοῦ Πνεύματος ὄργανον εὐφωνότατον, Αὐγουστῖνε ἀνεδείχθης, ἐν λόγοις καὶ γραφαῖς οἰκοδομῶν τοὺς πιστούς. Οὓς ταῖς βίβλοις σου πατρικῶς ἐκτρέφων, στήριξον ἐν ὀρθότητι δογμάτων τε καὶ πράξεων.

Ἦχος γ΄.
Ἡ ἐν Χριστῷ κατασπειρομένη ἐπ’ ἐλπίδι εὐχή, τοῖς δάκρυσι καταποτιζομένη, ἐν καιρῷ ἀθρόον καρποὺς ἐκφέρει σωτηρίας. Τοῦτο γὰρ εἰδυῖα ἡ καλλιμήτηρ Μόνικα,  οὐκ ἐνάρκησε δεομένη πικρῶς, ὑπὲρ υἱοῦ μὲν φιλτάτου ἐν ἀπωλείᾳ δὲ πορευομένου, ὅθεν ἐν Πνεύματι τοῦτον ἐν τέλει ἀνεγέννησε, καὶ τὴν Ἐκκλησίαν καταυγάζοντα λαμπρῶς, Αὐγουστῖνον ἐπίσκοπον ἑώρακε.






Ἦχος δ΄.
Τὴν εὐαγγελικὴν πολιτείαν ἐν μετανοίᾳ σταυρικῇ πορευθείς, τῆς ποθουμένης σοι Πολιτείας τοῦ Θεοῦ, ἤδη μέτοχος ἐπαξίως γέγονας, Αὐγουστῖνε ἱερώτατε. Καὶ ἐν ἐξομολογήσει τὸν Φιλάνθρωπον καθικετεύων, εἴληφας διὰ τοῦ λουτροῦ τῆς ἀνακαινώσεως, τὸ πλήρωμα τῆς Χάριτος. Διὸ ποιμὴν χριστομίμητος καὶ διδάσκαλος θεοσοφώτατος γεγονώς, πλήθη ψυχῶν εἰς σωτηρίαν ὡδήγησας. Μεθ’ ὧν μνήσθητι Πάτερ φιλότεκνε, τῶν μοναστριῶν, τὴν φλόγα ὑπανάπτων ἡμῖν ἀεὶ τοῦ θείου ἔρωτος.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς φιληδονίας τὸ πικρὸν ποτήριον καταῤῥοφήσας, καὶ τῆς σκοτονόου φιλοσοφίας τοῖς λαβυρίνθοις περιπλανηθείς, ὅτε ἐλήλυθεν ὁ καιρὸς τῆς σωτηρίας, διὰ τοῦ χριστοκαρδίου Παύλου ἠγρεύθης θαυμαστῶς εἰς Χριστόν, ὅθεν Αὐγουστῖνε εἰς ἄροτρον βαλὼν τὴν χεῖρα, ὡς ἄριστα σαυτὸν καὶ τὸν λαὸν τοῦ Θεοῦ ἐγεώργησας, ποιμεναρχικῶς ἐπισκοπεύσας τῆς μακαρίας Ἱππῶνος. Νῦν δὲ μετὰ Μονίκης τῆς σὲ κερδησάσης ἐν δάκρυσι μητρός, Χριστὸν καθικετεύσατε Ὃν ἠγαπήσατε ἐκ καρδίας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὅτε, ἁμαρτίας τὸ τραχύ, καὶ ἡ πλησμονὴ τῶν ἡδέων, σοὶ προεξένησαν, ἀηδίαν Ἅγιε τότε ἐζήτησας, τοῦ φορτίου ἀπόῤῥιψιν, τοῦ συνθλίβοντός σε, καὶ τυχεῖν ἀφέσεως ὧνπερ ἐξήμαρτες, ὅθεν ὡς ὁ ἄσωτος πάλαι, τῷ Πατρὶ προσέπεσας λέγων· ἥμαρτόν Σοι Δέσποτα συγχώρησον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἐν ἀγαλλιάσει ἀγαλλιάσονται.
Ἔσπειρας ἐν δάκρυσι πολλοῖς, Μόνικα υἱοῦ σωτηρίαν, ἀποστατήσαντος, καὶ ἐπανεγέννησας, τοῦτον εὐχαῖς μητρικαῖς, ἐνδυθεὶς γὰρ βαπτίσματος, τὴν σώζουσαν χάριν, Ἐκκλησίας δέδεικται, ἀρχιερεὺς θαυμαστός, δείξας ὅτι οἶδεν ἡ Χάρις, κρίμασι γεννᾶν ὑπερλόγοις, ἐκ τῶν λίθων τέκνα θεοτίμητα.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πάτερ, Αὐγουστῖνε ἱερέ, τὴν Ἱππῶνα πλήσας θαυμάτων, καὶ διαθρέψας σοφῶς, τῇ διδασκαλίᾳ σου, τῆς Ἐκκλησίας κοινός, ἀνεδείχθης διδάσκαλος, λαοῦ δὲ προστάτης, τοῦ ἀνατεθέντος σοι, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, ᾗπερ, οὐρανόθεν τὴν χάριν, δίδου καθ’ ἡμέραν καὶ νύκτα, καὶ ἡμᾶς τὰ τέκνα σου ἐνίσχυε.






Δόξα. Ἦχος δ΄.
Φιλοσοφίας τὸ φλήναφον ἀρνησάμενος, τῆς δυσσεβείας τὴν ἀχλὺν ἐξεμυκτήρισας, τὸ δυσαχθὲς δὲ φορτίον τῶν ἡδονῶν τῆς ψυχῆς σου ἀποσείσας, διὰ βαπτίσματος τῷ Κυρίῳ ἀκλινῶς συνετάξω, ὅθεν χάριν τῇ χάριτι προστιθέμενος, τὸν Μαργαρίτην εὗρες τὸν πολύτιμον. Οὗπερ ἔμπορος σοφώτατος ἀνεδείχθης, πληθύνας τοῖς ἔργοις καὶ τοῖς λόγοις σου, τὸ χριστοσφράγιστον ποίμνιον τοῦ Θεοῦ, ἐν οὐρανοῖς δὲ παριστάμενος τῷ Κυρίῳ, πάτερ Αὐγουστῖνε μακαριώτατε, πρέσβευε δεόμεθα ὑπὲρ τῶν πίστει, μετὰ τῆς μητρὸς Μονίκης γεραιρόντων σε.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν δακρύων τοῖς ῥείθροις ἐν Χριστῷ ἀνεγέννησας, ὃν τὸ πρώην Μόνικα φύσει, Αὐγουστῖνον ἀπέτεκες, ὁ πλοῦτος γὰρ τῆς Χάριτος Χριστοῦ, ἐδείχθη ὑπερμέτρως ἐν αὐτῷ, καὶ ἀνύψωσεν εἰς θρόνον ἐπισκοπῆς, Ἱππῶνος ᾗ διέπρεψε· δόξα τῷ φιλανθρώπῳ Ἰησοῦ, ὅτι σωθῆναι ἅπαντας, θέλει σφοδρῶς ἁμαρτωλούς, δι’ οὓς σάρκα προσείληφε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστοῦ καταυγασθείς, τῷ φωτὶ Αὐγουστῖνε, ὡς σκύβαλα εὐθύς, ἀπηρνήσω τὰ κόσμου, καὶ πάσῃ δυνάμει σου, σεαυτὸν ἀπεκάθηρας, ὅθεν εἴληφας τοῦ Παρακλήτου τὴν χάριν, καὶ ὡδήγησας, ἐν ταῖς γραφαῖς καὶ τοῖς λόγοις, πολλοὺς εἰς μετάνοιαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δένδρον πολύκαρπον, ἐφάνης Ἅγιε, μητρὸς τοῖς δάκρυσι, βλαστήσας ἄριστα, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, διδάγματα Αὐγουστῖνε, καὶ ποιμὴν γενόμενος, τῆς Ἱππῶνος θεόσοφος, τύπος ἀναδέδειξαι, μετανοίας τοῖς πίπτουσι, καὶ πάλιν ὀρθουμένοις ἐκ βόθρου, τῆς ἁμαρτίας θείᾳ Χάριτι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Αὐγουστῖνε Ἅγιε, σὺν τῇ Μονίκῃ, τὴν Μονὴν σκεπάσατε, ἥτις τιμᾷ πανευλαβῶς, μνήμην ὑμῶν τὴν χαρμόσυνον, καὶ τὴν ἀγάπην, Χριστοῦ ἡμῖν δίδοτε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ταχὺ προκατάλαβε.
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

Οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄  ἤχου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον Ἱεραρχικόν, τοῦ Ὄρθρου τῆς ΙΓ΄ Νοεμβρίου
Ὁ Ν΄ ψαλμός
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τοῦ εὐπροσδέκτου καιροῦ, τῆς μετανοίας τὴν κλῆσιν ἀποδεχθείς, ἐκ σκότους ἀγνωσίας εἰς φῶς τοῦ Χριστοῦ, Αὐγουστῖνε μετεβιβάσθης. Καὶ ταῖς ἀκτίστοις ἐπιλάμψεσι τῆς Χάριτος καταυγασθείς, γέγονας διδάσκαλος αἰώνιος μετανοίας, καὶ Ἐκκλησίας ἱεράρχης θεοφώτιστος, ὅθεν τῶν τὴν μνήμην σου, σήμερον χρεωστικῶς τιμώντων, μνήσθητι δεόμεθα, ἐν ταῖς πρὸς τὸν  Φιλάνθρωπον εὐχαῖς σου Ἅγιε.



Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μόνικαν Αὐγουστῖνόν τε κοινῶς ὑμνήσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μακαριότητι φαιδρῶς τερπόμενοι ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, πάτερ Αὐγουστῖνε, καὶ Ἁγία Μόνικα, ᾠδὰς ἡμῶν προσδέξασθε, καὶ πλουσίαν τὴν χάριν, ἐξ οὐρανοῦ καταπέμψατε, ἁγιαστικὴν θείου Πνεύματος.
Οὐ τῶν ἀσόφων φιλοσόφων Ἅγιε κενὰ ληρήματα, οὐδὲ τὰ θολώδη, ὕδατα αἱρέσεων, ψυχήν σου ἐπανέπαυσαν, ἕως οὗ θεῖος Παῦλος, ἐπιστολῶν τῇ σαγήνῃ σε, ὡς ἰχθὺν Χριστῷ ἀνιμήσατο.
Νικᾷ τὴν φύσιν τῶν πραγμάτων ἄριστα ἡ μεμιγμένη εὐχή, δάκρυσι καρδίας, ὡς ἐν σοὶ τετέλεσται, ψυχῆς ἡ ἀναγέννησις, Αὐγουστῖνε μητρός σου, ἱκετευούσης ἐν δάκρυσιν, ἡμερονυκτίως τὸν Κύριον.
Θεοτοκίον.
λαρωτάτῃ διανοίᾳ ἔρχομαι πρὸς Σὲ πανάχραντε, καὶ αἰτοῦμαι πρέσβιν, πρὸς Χριστὸν γενέσθαι μοι, πληθὺς γὰρ ἀπειράριθμος, ψυχικῶν μου σφαλμάτων, τὴν παῤῥησίαν δεήσεως, ὡς ἀκρὶς τὸν χόρτον ἠφάνισε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Κεκμηκὼς ἐκ τοῦ βάρους τῶν σφαλερῶν πράξεων, ἦλθες μετανοίας εἰς Ὕψος, τῇ θείᾳ χάριτι, καὶ ἀναγέννησιν, διὰ βαπτίσματος εὗρες, Αὐγουστῖνε πάνσοφε, Χριστῷ ἑνούμενος.
ἐδίωκες πρώην ἀπατηλὰ ὕστερον, σοὶ ἐξετιμήθησαν Πάτερ, ὡς παρερχόμενα, καὶ μὴ δυνάμενα, ψυχῆς πληρῶσαι τοὺς πόθους, ἥτις ἀναπέπαυται, Χριστὸν πλουτήσασα.
Νοῦς καινός σοι ἐδόθη ἐξ αὐγασμοῦ χάριτος, ὅθεν Αὐγουστῖνε καινά σοι, καὶ τὰ βιώματα, ἅπερ ἀπέτεκεν, ἡ ἐνσυνείδητος σχέσις, μετὰ τῆς Θεότητος, ἥνπερ ἐπέδειξας.
Θεοτοκίον.
ρχαγγέλων ἡ δόξα καὶ τῶν πιστῶν στήριγμα, οὖσα Θεοτόκε Παρθένε, σκέπε τοὺς δούλους Σου, χεῖρας ἐκτείνουσα, ἱκετικὰς πρὸς Δεσπότην, καὶ καταβιβάζουσα, τὸ θεῖον ἔλεος.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Αὐγουστῖνε δακρύων υἱὸς ὠνόμασαι, τῆς σῆς μητρὸς Μονίκης, ἐκδυσωπούσης Χριστόν, ὅπως φῶς τὸ τῆς ζωῆς ψυχῆς σου ὄμματα, καταφωτίσῃ δαψιλῶς, καὶ μετανοίας τὴν ὁδόν, χαρίσηται φιλανθρώπως, ἣν συνεπείᾳ βαδίσας, ποιμὴν ἐφάνης Ἱππῶνος πάνσοφος.
Δόξα... Kαὶ νῦν ... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.






ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
λης αἰσχρὸν ὄργανον, πρώην γενόμενος, εἶτα ὤφθης, Αὐγουστῖνε τέμενος τῶν ἀρετῶν, λόγους τοῦ σοφοῦ, Ἀμβροσίου ὅτε, αὐτοῦ διδάσκοντος ἤκουσας, καὶ πᾶσαν ἀποῤῥίψας, ματαιότητα κόσμου, ἐν καινότητι βίου ἐβάδισας.
Γνοὺς τὸν Χριστὸν Ἅγιε, εὐθὺς ἐμίσησας, γνῶσιν κόσμου, πρὸς ἣν ἐκοπίασας καὶ ἐμπλησθείς, Πνεύματος Θεοῦ, πέλαγος ἐγένου, τῶν δωρεῶν δι’ ὧν ἔθρεψας, τὰ τέκνα Ἐκκλησίας, ὡς ποιμὴν χριστοφόρος, Αὐγουστῖνε Ἱππῶνος ἐπίσκοπε
γκον βαρὺν ἔφυγες, ματαίας γνώσεως, προτιμήσας, τοῦ Σταυροῦ τὸ κήρυγμα ᾧ βαπτισθείς, δέδειξαι λαμπρός, τῶν Χριστοῦ δογμάτων, μύστης καὶ θεῖος διδάσκαλος, ποτίζων Ἐκκλησίας, θεοδίψαστα τέκνα, Αὐγουστῖνε σοφοῖς σου διδάγμασι.
Θεοτοκίον.
πὲρ τὸν νοῦν πέφυκε, τῆς παρθενίας Σου, Θεοτόκε, ἄφραστον μυστήριον πῶς γὰρ ἁγνή, τέτοκας Υἱόν, καὶ πῶς διαμένεις, αὖθις Παρθένος πανάσπιλε; ὅθεν Σε δυσωποῦμεν, καὶ ἡμᾶς παρθενίας, τὸν ζυγὸν δεξαμένας ἐνίσχυσον.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Σοῦ εἰδὼς τὴν καρδίαν, ὁ ἐτάζων ἀνθρώπων καρδίας Ἅγιε, ἐκ βυθοῦ ἀπάτης, σὲ ἀνείλκυσε καὶ ἀνεγέννησε, διὰ Ἀμβροσίου, Μεδιολάνων ποιμενάρχου, καὶ φωτὶ θείας γνώσεως ἔπλησε.
Τὸν υἱὸν ἀνομίας, Βασιλείας Χριστοῦ υἱὸν ἔδειξας, πάτερ Αὐγουστῖνε, ἐπιστρέψας καλῶς ὅθεν ἔφυγες, τοῦ Εὐαγγελίου, μαθὼν τὴν δύναμιν ὁπόση, ἐπιστρέφειν ψυχᾶς ἐκ ζοφώσεως.
να πλήρης ἀγάπης, καὶ ἐλέους ὑπάρξῃς ποιμὴν μακάριε, ὁ Χριστὸς ἀφῆκεν, ἐμπεσεῖν σὲ βυθῷ παραπτῶσεων, ἔνθεν διὰ πείρας, φιλοψυχότατος ἐδείχθης, συμπαθῶν τοὺς Θεῷ ἁμαρτάνοντας.
Θεοτοκίον.
Νοῦν μου δεῖξον Παρθένε, τοῦ Υἱοῦ Σου τερπνότατον εὐναστήριον, δῶρόν μοι διδοῦσα, ἀδιάλειπτον μνήμην Ὀνόματος, Τούτου δι’ οὗ πᾶσα, ψυχὴ εὐφραίνεται καὶ πόθῳ, Βασιλείας ἐντεῦθεν προγεύεται.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
νοῦς σου φωτοειδής, καθρέπτης Πάτερ ἐγένετο, σοφίαν ἀντανακλῶν, φωτίζοντος Λόγου σε, διὸ ὅσα γέγραφας, ἐμφανῶς τὴν Χάριν, τοῖς ἐγκύπτουσι χαρίζονται.
Νικήσας τὸν πειρασμόν, τῆς κατὰ κόσμον πορείας σου, σταυροῦ τὸν ζωοποιόν, ζυγὸν προετίμησας, Αὐγουστῖνε πάνσοφε, ὅθεν ἐνεπλήσθης, γλυκασμοῦ τοῦ τῆς νεκρώσεως.
Ταπείνωσιν διαρκῆ, ἐν τῇ καρδίᾳ ἐφύλαξας, πταισμάτων τῶν πρὸ Χριστοῦ, ἀεὶ μιμνησκόμενος, ἐξ ἧς ἐθησαύρισας, ἄσυλον τὸν πλοῦτον, Αὐγουστῖνε τῆς θεώσεως.
Θεοτοκίον.
ν πάσῃ μου τῇ ζωῇ, γενοῦ προστάτις καὶ πρόμαχος, φωτίζουσα μητρικῶς, πορείας τοῦ βίου μου, Παναγία Δέσποινα, ὅπως Σὲ δοξάζω, κατὰ χρέος ἀνεξόφλητον.





Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν ἐσομένην προκοπήν σου γνωρίζων, ἡλίευσέ σε Ἰησοῦς φιλανθρώπως, ὡς ἁλιέα πάνσοφον τὸν Παῦλόν ἐφευρών, ὅθεν καινουργήσας σου τὴν προσοῦσαν σοφίαν, τῷ Ἁγίῳ Πνεύματι, ποιμενάρχην Ἱππῶνος, ἀνέδειξέ σε πλήρη ἀρετῶν, ὦ Αὐγουστῖνε καὶ μέγαν διδάσκαλον.
Ὁ Οἶκος.
Ἐθαυμαστώθη ἐπὶ σοὶ ἡ χάρις τοῦ Θεοῦ, μεγάλως θεῖε Πάτερ, καὶ ἀπὸ σκεύους ἀχρήστου πλάνης σε, ἀνέδειξε φωστῆρα, καὶ ποιμενάρχην Ἐκκλησίας ἄριστον. Οἶδε γὰρ ὁ φιλόψυχος Σωτήρ, ἀείποτε τρόπους πολλοὺς καὶ ἀφορμὰς ποικίλας, δι’ ὧν πορίζεται πᾶσιν ἀνθρώποις εὔθετον, τὴν σωτηρίαν, ὅθεν ἡμεῖς συναχθεῖσαι, πρὸς τὸν Νυμφίον τῶν ψυχῶν ἀεί σε πρέσβυν προβαλλόμεθα, ὡς ἔχουσαί σε προστάτην θεῖον, καὶ μέγαν διδάσκαλον.

Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Αὐγουστίνου, ἐπισκόπου Ἱππῶνος καὶ τῆς μητρὸς αὐτοῦ Μονίκης.
Ἔρωτι φλεχθεὶς τοῦ Θεοῦ Αὐγουστῖνε.
φωστὴρ ἐδείχθης παμφαέστατος, μάκαρ.
Διπλῶς γεννήσασα υἱὸν Αὐγουστῖνον,
σύγχαιρε τούτῳ, Μόνικα, Παραδείσῳ.
Πέμπτῃ δεκάτῃ τε υἱομητρία δακρύγονος τιμάσθω.
Ὁ θείος καὶ ἱερὸς οὗτος Αὐγουστίνος, ὁ καὶ Αὐρήλιος ὁνομαζόμενος, ἐγεννήθῃ ἐν Ταγέστῃ τῆς ἐν Καρθαγένῃ [ἤτοι τῷ νῦν Τουνεζίῳ] Νουμιδίας, καὶ ἤκμασεν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου ἐν ἔτει 380. Διήρκεσε δὲ καὶ ἕως τῶν χρόνων Ἀρκαδίου καὶ Ὁνωρίου τῶν υἱῶν αὐτοῦ, γενόμενος ὀγδοήκοντα χρονῶν γέροντας. Σπουδάσας δὲ τὴν ἑλληνικὴν γλῶσσαν, προθυμότερον ἐσπούδασε τὴν λατινικήν. Ὅθεν καὶ ἔγινε ἐμπειρότατος εἰς τὴν φιλοσοφίαν, καὶ μάλιστα εἰς τὴν ῥητορικὴν καὶ τὴν διαλεκτικήν. Ὅταν δὲ ἔγινε τριάντα χρονῶν νεανίας, ὄχι μόνον ἀπὸ τὸ πῦρ τῶν σαρκικῶν παθῶν περιφλέχθη, γεννήσας καὶ υἱὸν ἐκ παλλακίδος, Ἀδεόδατον καλούμενον, ἀλλὰ καὶ Μανιχαῖος γέγονεν ἔτη ἐννέα. Ἔπειτα, ἀπελθὼν εἰς Ῥώμην καὶ εἰς Μεδιόλανα διὰ νὰ διδάξη ἐκεῖ τὴν ῥητορικὴν καὶ γνωρισθεὶς μὲ τὸν Ἅγιον Ἀμβρόσιον, ἡλευθερώθῃ τῆς πλάνης μὲ τὴν ἐκεῖνου διδασκαλίαν καὶ μὲ ταῖς τῆς μητρὸς τοῦ προσευχαῖς καὶ ἐβαπτίσθῃ. Μετανοήσας δὲ ἐπὶ τοῖς πεπραγμένοις, τοσούτον πλούσιον ἔλαβε παρὰ Θεοῦ τὸ τῆς κατανύξεως χάρισμα, ὥστε ὁποῦ, εὐκολώτερον ἦτον νὰ στήσῃ τινας τὰ νάματα τῶν πηγῶν, παρὰ νὰ στήσῃ τὰ ἐκεῖνου ἀείῤῥυτα δάκρυα, διὰ τὰ ὁποία καὶ θείας ἐλλάμψεως καὶ φωτισμοῦ κατηξιώθη ὁ τρισμακάριστος, καὶ τὴν θεολογίαν χάριν ἄφθονον καὶ δαψιλῇ ἐκομίσατο. Ὅθεν καὶ ἐπίσκοπος Ἱππῶνος τῆς ἐν Καρθαγένῃ ἐχειροτονήθῃ, καὶ εὑρέθῃ παρὼν εἰς τὴν ἐν Καρθαγένῃ συγκροτηθεῖσαν Σύνοδον. Πλεῖστα δὲ συγγράμματα καταλιπών, ἐν λατινιστί. Ἐπειδὴ δὲ, ὡς λέγει ὁ Δοσίθεος, τὰ συγγράμματα αὐτοῦ ἐνοθεύθησαν ἀπὸ τους αἰρετικούς, διὰ τούτο καὶ οἱ Ὀρθόδοξοι Χριστιανοὶ δὲν δέχονται ταῦτα ἁπλῶς καὶ ὡς ἔτυχεν. Ἀλλ’ ὅσα συμφωνοῦσι μὲ τὴν κοινὴν δόξαν τῆς Ἐκκλησίας. Ἀῤῥωστήσας δὲ ὁ Ἅγιος, καὶ λυπηθεὶς διὰ τὴν ἅλωσιν ὁποῦ ἔκαμαν οἱ Ἀρειανισταὶ Βάνδαλοι εἰς τὴν Ἀφρικήν, ὑπὸ τῶν ὁποίων καὶ ἡ Ἱππὼν κατεκάη, καὶ ὅλος εὑρισκόμενος εἰς τὴν προσευχήν, ἐν εἰρήνῃ τῷ Θεῷ τὸ πνεῦμα παρέδωκεν.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς.
Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος,
Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
Πέμπτῃ ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη.
Οὗτος ἦν πατὴρ Ἠσαΐου τοῦ Προφήτου, καὶ ἐγεννήθη ἐν Θεκουέ, ἐν γῇ Ζαβουλών, καὶ προεφήτευσεν ἔτη πεντήκοντα. Ἀμεσίας δὲ ὁ ἱερεὺς Βαιθήλ, συχνῶς αὐτὸν τυμπανίσας, ἐνήδρευσεν αὐτὸν καὶ ἐλοιδόρει. Εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμεσίου, ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχε περὶ τῆς ἐνέδρας τῶν δαμάλεων τῶν χρυσῶν. Ἦλθε δὲ ἔτι ἐμπνέων εἰς τὴν γῆν αὐτοῦ, καὶ μετὰ δύο ἡμέρας ἐκοιμήθη, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. Τὸ δὲ Ἀμὼς, ἑρμηνεύεται κρατερός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ.
Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας,
Ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις.
Οὗτος ἦν ἐκ τῆς Ζεφυρίου Πραιτωριάδος, Ἐπαρχίας τῆς Κιλικίας· διὰ δὲ τὸ τὸν Χριστὸν σέβειν καὶ προσκυνεῖν, ἤχθη πρὸς τὸν Ἡγεμόνα Μάξιμον, καὶ τύπτεται ῥάβδοις. Διεξελθὼν δὲ τὰ κατὰ τὸν Ἀπόλλωνα καὶ τὴν Δάφνην, ὅτι ἐρασθεὶς αὐτῆς καὶ καταδιώξας, οὐκ ἐπέτυχε τῆς ἐπιθυμίας, ἐξεκαλέσατο εἰς πλείονα θυμὸν τὸν Ἡγεμόνα καὶ ὀργήν. Ὅθεν πάλιν τύπτεται κατὰ τῆς γαστρὸς ὕπτιος· καὶ ὄξει καὶ ὀστράκῳ κατατρίβεται, καὶ σίνηπι κατὰ τῶν μυκτήρων ἐγχέεται, καὶ σιδήροις τὰ νῶτα χαράσσεται, καὶ τὰς σιαγόνας καὶ τὰ σκέλη συντρίβεται.
Ἐρωτηθεὶς δὲ παρὰ τοῦ Ἡγεμόνος, περὶ τοῦ Χριστοῦ, πώς ἐν σαρκὶ Θεὸς νομίζεται, πᾶσαν τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἐν ἐπιτόμῳ διηγήσατο. Ἀχθεὶς δὲ εἰς τρίτην ἐξέτασιν, καὶ τῶν εἰδωλοθύτων ἀναγκαζόμενος ἀπογεύσασθαι, ὡς ἑκὼν οὐχ ὑπήκουσεν, ἀλλὰ τὴν ἐπενεχθεῖσαν βίᾳ σπονδὴν τῷ αὐτοῦ στόματι ἀπέπτυσεν, ἀναρτηθεὶς ξέεται ἐπὶ τοσοῦτον, ὥς τε τὰς μὲν παρειὰς αὐτῷ καὶ τὰ ὀστᾶ τῶν σαρκῶν γυμνωθῆναι, τὰ δὲ ἔγκατα προελθεῖν. Εἶτα ἐλασθεὶς ἕως εἰκοστοῦ μιλίου, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ.
Νερσῆς ἀπήλθε διὰ τοὺ μαρτυρίου,
Ὁποῦ ἀθλητῶν αἱ χορείαι ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱερωνύμου.
Ἱερώνυμον τὸν μέγαν τεθνηκότα
Μέγας μένει στέφανος οὐκ ἀπεικότως.
Ὁ Ὅσιος οὗτος Ἱερώνυμος ἐστάθη σύγχρονος μὲ τὸν Μέγαν Θεολόγον Γρηγόριον, τοῦ ὁποίου καὶ μαθητὴς ἐχρημάτισεν ἐν ἔτει 350. Ἦτο δὲ ἔμπειρος τριῶν γλωσσῶν· ἑλληνικῆς, ἑβραϊκῆς καὶ λατινικῆς. Οὗτος ὁ Πατὴρ ἡσύχαζεν ἀσκητικῶς εἰς τὰ Ἱεροσόλυμα, ἐν τῇ Ἁγία Βηθλεέμ. Ὅταν δὲ ἐγήρασεν, ἀνέγνωσεν τὰ συγγράμματα, ὁποῦ ἐποίησεν ἐν τῇ νεότητί του, καὶ ἔλεγεν: Αἰσχύνομαι γέρων ὥν, ὁρᾶν ὅσα συνέγραψα νέος. Ζήσας δὲ χρόνους ἐνενηνταεπτά, ἐκοιμήθη καὶ ἐτάφη εἰς τὴν Ἁγίαν Βηθλεέμ.
Ὁ θείος οὗτος Ἱερώνυμος ἦτον ἄκρος φίλος μὲ τὸν Ἅγιον Αὐγουστῖνον. Ἐπειδὴ δὲ ὁ θείος Αὐγουστίνος ἀπεφάσισε νὰ γράψῃ τὸ περὶ Πόλεως Θεοῦ βιβλίον, διὰ τοῦτο ἠθέλησε νὰ γράψῃ εἰς Παλαιστίνην πρὸς τοῦτον τὸν Ἅγιον Ἱερώνυμον, καὶ νὰ τὸν ἐρωτήση ποίαν γνώμην εἶχε περὶ τῆς μακαριότητος τὴς Οὐρανίου ἐκείνης πόλεως τοῦ Θεοῦ. Ὅμως ἕως οὐ νὰ στείλη τὸ γράμμα πρὸς αὐτὸν, ἐσυνέβη νὰ κοιμηθῆ ὁ θείος οὗτος Ἱερώνυμος. Τότε αὐτὸς ἐφάνη κατ’ ὄναρ εἰς τὸν ἱερὸν Αὐγουστῖνον, καὶ τῷ εἶπε ταῦτα τὰ λόγια: Βλέπε, ἡμπορεὶς ποτὲ νὰ ἀριθμήσης τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ἢ τὰς ρανίδας τῆς θαλάσσης; Ὄχι βέβαια. Ἤξευρε λοιπὸν, πώς τοῦτο εἶναι πλέον εὐκολώτερον, παρὰ νὰ τὸ διηγηθή τινας τὴν μακαριότητα τῆς Οὐρανίου πόλεως τοῦ Θεοῦ, καὶ τοῦ Παραδείσου τὴν δόξαν. Τόσον γὰρ εἶναι αὕτη ὑπερβολικὴ καὶ ἀκατάληπτος, εἰς τρόπον ὁποῦ, ἐὰν ἐγὼ μετὰ θάνατον δὲν ἔβλεπα ταύτην, βέβαια δὲν τὸ ἐπίστευα ποτέ. Τόσον δὲ ἀπέχει ἡ πραγματικὴ δόξα αὕτη καὶ μακαριότης τοῦ Παραδείσου, ἀπὸ ἐκείνην, ὁποῦ ἐγὼ ἐφανταζόμην ἀκόμη ζωντανὸς ὧντας, ὥστε, ὁποῦ, ἀπείρως καὶ ἀσυγκρίτως αὕτη εἶναι μεγαλυτέρα καὶ θαυμασιωτέρα ἀπὸ ἐκείνην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Φουρτουνάτος, ξίφει τελειοῦται.
Φουρτουνάτος καύχημα τοῖς Ἀποστόλοις,
Καὶ τοῖς Ἀθληταῖς, τὴν κάραν τετμημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Ἀχαϊκὸς, λιμῷ καὶ δίψει τελειοῦται.
Λιμὸν λύει σοι καὶ τὸ δίψος παμμάκαρ,
Ὃς εἶπε διψῶ Δεσπότης ἐπὶ ξύλου.
Περὶ τοῦ Ἀχαϊκοῦ τοῦτου, γράφει ταῦτα ὁ Ἀπόστολος Παύλος: Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Ἀχαϊκοῦ [Α΄ Κορ. ιστ΄, 17].

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Στεφανᾶς, ἐν εἰρήνῃ τελειοῦται.
Ἔργῳ στεφανᾶν τὸν Στεφανᾶν μοι νόει,
Φοροῦντα τὸν στέφανον οὐ βραβεὺς πόνοι.
Περὶ τοῦ Στεφανᾶ τούτου γράφει ὁ Παύλος: Παρακαλὼ δὲ ὑμᾶς ἀδελφοὶ, οἴδατε τὴν αἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς Ἁγίοις ἔταξαν ἑαυτούς. [Α΄ Κορ. ιστ΄, 15]. Καὶ περὶ τῶν τριῶν ὁμοῦ λέγει: Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ, καὶ Φουρτουνάτου, καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα, οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεύμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. [Α΄ Κορ. ιστ΄, 17]

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ὀρτίσιος, ἐν εἰρήνῃ τελειοῦται.
Ἄμωμος Ὀρτίσιος ἥκει σοι Λόγε,
Οὐ μῶμον εἰπεῖν οὐδ’ ὁ μῶμος ἰσχύσει.
Περὶ τοῦ Ὀρτισίου τούτου, ἀναγινώσκομεν εἰς τὸν χειρόγραφον Παράδεισον τῶν Πατέρων, τὸν συναχθέντα ὑπὸ Παλλαδίου Ἐπισκόπου Ἑλενουπόλεως: Εἶπε ὁ Ὅσιος:  Νομίζω ὅτι ἐὰν μὴ ὁ ἄνθρωπος φυλάξη τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα τὰ καλὰ ὅσα ἤκουσεν, ἐπιλανθάνεται καὶ ἀμελεῖ, καὶ οὕτως ὁ ἐχθρὸς εὑρῶν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεῖς καὶ φαῖνων, ἐὰν ἀμεληθῆ λαβεῖν ἔλαιον, κατ’ ὀλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ... οὕτω καὶ ψυχῆς ἀμελούσης, ὅσον τὸ Πνεῦμα τὸ Ἅγιον ὑποχωρεῖ, ἕως τέλεον ἀποσβεσθῆ ἡ θέρμη αὐτῆς. Καὶ πάλιν εἶπεν: Πλίνθος ὠμὴ βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ’ ὑπομένει μίαν ἡμέραν. ὀπτὴ δὲ οὗσα, ὡς λίθος διαμένει. Οὕτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ [τὸν Πάγκαλον δηλαδὴ] τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθών, εἰς ἀρχὴν. Πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δὲ τινα εἰδότα τὰ ἰδία μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γραῦς, ξίφει τελειοῦται.
Θύεις θεοῖς Γραῦς, ἤ ταθῆ σοι τὸ ξίφος;
Χαίρω, ταθήτω· τοῖς θεοῖς γὰρ οὖ θύω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων ἐν Ῥώμῃ Βίτου, Μοδέστου καὶ Κρεσκεντίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τῆς Μονῆς Πεσόνσα ἐν Ῥωσσίᾳ, τοῦ διὰ Χριστὸν σαλλοῦ 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἰωνᾶ Μητροπολίτου Μόσχας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πρίγκιπα Λαζάρου τοῦ Σέρβου
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Κήρυξ Θεοῦ φιλανθρωπίας, ἀναδέδειξαι παμμάκαρ Αὐγουστῖνε, ἐκ βυθοῦ ἀναχθείς, τῆς τούτου ἀγνωσίας, εἰς γνῶσιν θεοδίδακτον, καὶ ἐπισκοπείας χάριν.
σα ἐφαίνοντό σοι πλοῦτος, πρὸ τῆς Χάριτος ἀπέῤῥιψας ὡς κόνιν, ἐνδυθεὶς τὸν Χριστόν, θεόφρον Αὐγουστῖνε, καὶ τοῦ Ἁγίου Πνεύματος, πλουτισμὸν κληρονομήσας.
δε μητέρων φιλοστόργων, μῆτερ Μόνικα κλαυθμὸν ἀπελπισίας, βλεπουσῶν εἰς ὁδούς, τὰς ψυχοφθόρους τέκνα, καὶ σὺν τῷ Αὐγουστίνῳ σου, δότε ταύταις τὴν ἐλπίδα.
Θεοτοκίον.
Νοῦν μου ἀνάδειξον Κυρία, οἰκητήριον τῆς μνήμης τοῦ Υἱοῦ Σου, δι’ ἧς πᾶσαν ἐχθροῦ, ἐπιδρομὴν διώκω, καὶ τὴν αὐτοῦ ψυχόπικρον, προσβολὴν καταγλυκαίνω.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
ς τῆς πλάνης τὰς ἀτραποὺς βαδίσας, καὶ τὸν ὄλεθρον αἱρέσεων ἐλέγξας, Αὐγουστῖνε ἡμᾶς, τῇ Ὀρθοδόξῳ πίστει, στερέωσον πρεσβείαις σου, σὺν Μονίκῃ τῇ μητρί σου.
Συρίγγι σου γλυκείᾳ ὁδηγήσας, τὸ σὸν ποίμνιον θεόφρον Αὐγουστῖνε, πρὸς τὴν ἄνω Σιών, ὁδήγει φιλοτέκνως, εἰς ποθητὰ σκηνώματα, καὶ Μονῆς σου μοναστρίας.
περλόγως ἐνήργησεν ἡ Χάρις, τὸ μυστήριον ἐν σοὶ τῆς σωτηρίας, φανεροῦσα Χριστοῦ, πολλὴν φιλανθρωπίαν, ἧς τύχοιμεν αἱ δοῦλαί σου, Αὐγουστῖνε ἱεράρχα.
Θεοτοκίον.
Μὴ ἐάσῃς με μόνον ἐν τῷ βίῳ, παναμώμητε καὶ εὕρῃ ὁ ἐχθρός μου, ἀλλὰ μένε ἀεί, προστάτις μου καὶ φύλαξ, φωτίζουσα εἰς πλήρωσιν, ἐντολῶν θείων Υἱοῦ Σου.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νικήσας τῇ δυνάμει τοῦ Ἰησοῦ, Αὐγουστῖνε τὸ τρίπλοκον σύνδρομον, κόσμον σαυτόν, καὶ τὸν πολυμήχανον σατανᾶν, εἰσῆλθες εἰς τὰ ἄδυτα, θείας Πολιτείας διὰ παντός, ὁρῶν του γλυκυτάτου, Κυρίου θείαν ὄψιν, ὡς ζῶν ἐπόθεις ὥσπερ ἔλαφος.
θλῖψις καὶ τὸ ἄλγος τὸ μητρικόν, εἰς χαρὰν μετεβλήθησαν Μόνικα, ὅτι ἰδού, σπείρασα ἐν δάκρυσι προσευχάς, νῦν ἔχεις Αὐγουστῖνόν σου, σύνοικον Ἁγίων Ἱεραρχῶν, καὶ θείων Διδασκάλων, ἐκτρέφοντα πλουσίως, τὴν Ἐκκλησίαν τοῖς συγγράμμασι.
Σφενδόνῃ θεοπνεύστων σου διδαχῶν, καθελὼν τῶν αἱρέσεων φρύαγμα, ἄλλος Δαβίδ, ὤφθης Αὐγουστῖνε χριστοφιλής, διὸ καὶ τοὺς ἐγκύπτοντας, ἐν ταῖς γλυκυτάταις σου συγγραφαῖς, ἐνίσχυσον εἰς γνῶσιν, τῶν θείων μυστηρίων, καὶ σωτηρίας τὴν ἐπίτευξιν.
ραία ἀνθοδέσμη μυρεψική, ἐκ δακρύων ἁγίων συντέθειται, καὶ τοὺς πιστούς, κατευωδιάζει χαρμονικῶς, Μόνικα ἡ πολύαθλος, ἅμα Αὐγουστίνῳ γλυκεῖ υἱῷ, διδάσκουσα τοὺς πάντας, καρποὺς εὐχῆς ἐμπόνου, καὶ μετανοίας ὕψος ἄπειρον.


Θεοτοκίον.
Αὐγαῖς Σῶν χριστοδέκτων ἱκεσιῶν, Αὐγουστίνου Μονὴν καταφώτιστον, Μῆτερ ἁγνή, καὶ ἁγιαστήριον τῶν ψυχῶν, ταύτην δεῖξον εὐλίμενον, ἵνα οἱ θλιβόμενοι ἱλαράν, εὑρίσκωσι γαλήνην, καὶ τῆς Χριστοῦ ἀγάπης, ἔχωσι πεῖραν καὶ ἀντίληψιν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὅτε τοῦ Παύλου ἤκουσας, τὴν χριστόφθογγον κλῆσιν, ἰδοὺ καιρὸς εὐπρόσδεκτος, Αὐγουστῖνε ἐξ ὕπνου, ἠγέρθης τῆς ἀσωτίας, τῶν εὐχῶν συνεργίᾳ, Μονίκης σῆς γεννήτορος, καὶ δακρύων ἐκβλύσει, ὅθεν υἱός, τοῦ φωτὸς ἐδείχθης καὶ τῆς Ἱππῶνος, ἁγίως ἐπεσκόπευσας, Ἐκκλησίας εὐφράνας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅτε ἡ χάρις ἐκκέχυτο, τῇ σῇ ψυχῇ θαυμαστῶς, Αὐγουστῖνε κατέῤῥιψας, πάντα τὰ ὑψώματα, τὰ Θεοῦ σε χωρίζοντα, καὶ ἐδουλώθης ὅλαις δυνάμεσι, τῷ σταυρωθέντι Χριστῷ γενόμενος, σκεῦος τοῦ Πνεύματος, οὗ ταῖς ἐνηχήσεσι λύρα τερπνή, ὤφθης κιθαρίσασα, τῆς μετανοίας ψαλμούς.

Υἱοῦ σου βλέπουσα ὄλισθον, ταῖς τῶν δακρύων ῥοαῖς, σὺν εὐχαῖς καὶ δεήσεσι, Μόνικα τὸν Κύριον, ἐν ἐλπίσιν ἱκέτευες, ὅθεν λαβοῦσα τὸ ἐκζητούμενον, κατηξιώθης ἰδεῖν τὸ τέκνον σου, θεῖον διδάσκαλον, καὶ ποιμένα ἄριστον, μεθ’ οὗ τρυφᾶς, τῆς ἀγαλλιάσεως τῆς Βασιλείας Χριστοῦ.

Τὰ τῆς ψυχῆς σου χαρίσματα, κατεχωσμένα τὸ πρίν, ἁμαρτίας καλύμματι, Αὐγουστῖνε δέδωκας, ἀντιδώρως τῷ Κτίσαντι, διὸ ἐδείχθης ποιμὴν φιλόθεος, καὶ μυστήριων Θεοῦ συμμέτοχος, ταῖς ἀναβλύσεσιν, ἱερῶν λογίων σου λαὸν Χριστοῦ, καταρδεύων πάντοτε, μνήμην τιμῶντά σου.

Ἵππος Θεοῦ ἀναδέδειξαι, ταῖς διδαχῶν σου ὁπλαῖς, διαλύων τὰ ἄχυρα, πλάνης τῶν αἱρέσεων, Αὐγουστῖνε πανθαύμαστε, διὸ ἐν ὕμνοις καταγεραίρομεν, σεπτήν σου μνήμην καὶ μακαρίζομεν, τὴν σὲ γεννήσασαν, Μόνικαν ἀοίδιμον, μεθ’ ἧς Μονήν, τὴν ὑμῶν φυλάττοιτε, πάσης ἐχθροῦ προσβολῆς.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ἐκεῖ ὑπερεπερίσσευσεν ἡ Χάρις, ὅθεν Αὐγουστῖνε τῇ ὑπερλόγῳ φιλανθρωπίᾳ, τοῦ Δεσπότου καὶ σὺ καταληφθείς, καὶ ἐκ σκότους ἀσωτίας εἰς αὐγασμὸν θεογνωσίας, διὰ Παύλου καθελκυσθείς, ὑπερεδικαίωσας τὴν σωτήριον κλῆσίν σου, ποιμενάρχης δὲ Ἱππῶνος ἐξαίρετος ἀναδειχθείς, ἐπλούτησας τὴν Ἐκκλησίαν τοῖς θεοσόφοις σου λόγοις καὶ συγγράμμασι. Διὸ Μονίκης τῆς ἁγιωτάτης σου μητρός, πρεσβεύσατε δεόμεθα, καὶ ἡμᾶς καταυγασθῆναι ὁλοτελῶς, ταῖς ζωηφόροις τοῦ Κυρίου ἐλλάμψεσι, καὶ εὑρεῖν μερίδα ἐν τῷ φωτὶ τοῦ Προσώπου Αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Μεγαλυνάρια.

Ἐκ τῆς ἀγνωσίας τοῦ σκοτασμοῦ, καὶ τῆς ἀσωτίας, μετηνέχθης εἰς φωτισμόν, πάτερ Αὐγουστῖνε, γενόμενος σημεῖον, Χριστοῦ φιλανθρωπίας, τοῦ Ἐλεήμονος.
Ἔσπειρας ἐν δάκρυσι καὶ κλαυθμῷ, Μόνικα υἱοῦ σου, ἐκζητοῦσα τὸν φωτισμόν, ὅθεν νῦν ἀγάλλῃ, ἐν τῇ Σιὼν τῇ ἄνω, σὺν τούτῳ καθορῶσα, Κυρίου πρόσωπον.
Ὢ φιλανθρωπίας τοῦ Ἰησοῦ, τοῦ θέλοντος σῶσαι, γένος ἅπαν τὸ τῶν βροτῶν, ὥσπερ Αὐγουστῖνον, ἐκ λάκκου κατωτάτου, ἐῤῥύσατο τῆς πλάνης, καὶ καθηγίασε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου