Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 15. ΟΣΙΟΣ ΑΝΔΡΕΑΣ ΕΡΗΜΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΥ ΙΕ΄!!
ΑΚΟΛΟΥΘΙΑ
ΟΣΙΟΥ ΑΝΔΡΕΟΥ ΕΡΗΜΙΤΟΥ ΤΟΥ ΕΝ ΚΑΛΑΝΑΙΣ.
[Ποίημα Ἀποστόλου Παπαχρήστου].


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε, ἐκέκραξα· ψάλλομεν εἰς δ΄ Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος γ΄. Μεγάλη τῶν Μαρτύρων σου.
Προθύμως συνελθόντες σήμερον τιμῶμεν σέ, Ἀνδρέα θεοφόρε, δοξάζοντες τὸν κτίστην, τὸν προστάτιν σὲ ἡμῖν διδόντα πάτερ, ἐν βίῳ τῷ παρόντι, καὶ τῶν ψυχῶν ἡμῶν, πρεσβευτήν τε καὶ ῥύστην

Λαβὼν σοῦ τὸν σταυρὸν ἐπ ὤμων ἠκολούθησας, προθύμῳ τῇ καρδία, Χριστὸν τὸν βασιλέα, καὶ τὰ κόσμου βδελυξάμενος ἡδέα, ἐπλήσθης τῶν χαρίτων, τοῦ θείου Πνεύματος, θεοφόρε Ἀνδρέα.

Δυνάμει τοῦ σταυροῦ τὸν δράκοντα μακάριε, τὸν ἄρχοντα τοῦ σκότους, ἐπάτησας γενναίως, ἐν νηστείαις προσευχαῖς καὶ ἀγρυπνίαις, καὶ γεγονὸς Ἀνδρέα, πηγὴ ἀκένωτος, τῶν θαυμάτων σοῖς δούλοις.

Σὺ γόνος Μονοδένδρου πέλεις ἱερώτατε, οἰκήτωρ τε Καλάνης, καὶ φῶς Χαλκιοπούλου, καὶ παντὸς τοῦ Βάλτου μέγας ἀντιλήπτωρ, πατὴρ ἡμῶν Ἀνδρέα, ὅθεν γεραίρομεν, καταχρέος σὲ πάντες.

Δόξα. Ἦχος πλ. α΄.
Ἔχει τῶν Ὀρθοδόξων Ἀνδρέα ἡ ὁμήγυρις, ἐν νόσοις σὲ ἰατρόν, ἐν θλίψεσι παρακλήτορα, καὶ μέγαν ἐν τοῖς κινδύνοις Σωτῆρα. Μάλιστα δὲ οἱ προσκαλούμενοι σὲ πίστει, βοηθόν τε τάχιστον, κατὰ παθῶν ὀλεθρίων, καὶ ἐχθρῶν ἀοράτων. Διὸ πανθαύμαστε, καὶ ἡμᾶς τοὺς τὴν σὴν μνήμην, μετ’ εὐλαβείας πάντοτε δοξάζοντας, περιχαράκωσον καὶ φύλαττε ἀεί, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Τὸ τῆς ἐορτης.









Ἀπόστιχα Στιχηρά. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Πῶς σὲ θαυματουργέ, ἃ ἐπὶ γῆς Ἀνδρέα, τιμήσωμεν ἐν ὕμνοις, τὸν μετ’ Ἀγγέλων πάτερ, ἀεὶ συνδοξαζόμενον;

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Τὴν σύζυγον σοφέ, Ἀνδρέα τε καὶ τέκνα, πατρίδα καὶ τὰ πάντα, διὰ Χριστὸν ἀφῆκας, καὶ ἤρθης εἰς Παράδεισον.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον
Ῥῦσαι ἡμᾶς παθῶν, δαιμόνων ἐκ κακίας, καὶ πάσης ἁμαρτίας, τοὺς πίστει τὴν σὴν μνήμην, Ἀνδρέα ἑορτάζοντες.

Δόξα.
Δόξα σοι ὤ! Μονάς, τῇ φύσει, καὶ προσώποις, Τριάς, Υἱὲ καὶ Πάτερ, καὶ Πνεῦμα, ἡ τὰ πάντα, συνέχουσα δυνάμει σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ὤ! Μαριάμ, ἡ Μήτηρ τοῦ Κυρίου, ἡ δόξα τῶν Ἀγγέλων. Χαῖρε ἡμῖν τοῖς πᾶσι, ἀνοίξασα Παράδεισον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας, καὶ πειρασμῶν λυτροῦσαι τοὺς βοῶντας σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.
Δόξα, Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.

Ἡ Ἀπόλυσις καὶ τὸ Δι εὐχῶν.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε, ἐκέκραξα· ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν φιλέορτοι, μετ’ εὐλαβείας προσέλθωμεν, ἐν τῷ οἴκῳ γηθόμενοι, Ἀνδρέου τοῦ μάκαρος, ὃν ἡ Θεοδώρα, ἄνασσα ἡ θεία, ἤγειρε πάλαι εὐσεβῶς, καὶ ἐκ βαθέων αὐτῷ βοήσωμεν· Ἀνδρέα πανσεβάσμιε, τῶν Ὀρθοδόξων τὸ στήριγμα, τὸν Θεὸν καθικέτευε τοῦ σωθῆναι τοὺς δούλους σου.

Κόσμον ἐγκατέλιπες, καὶ τὰ ἐν κόσμῳ φθειρόμενα, ἀγαθὰ παναοίδιμε, Ἀνδρέα καὶ Κύριον, ἀγαπήσας μόνον, οὗ ἀκολουθήσας, τοῖς θείοις ἴχνεσι θερμῶς, δι’ ἐγκρατείας παθῶν τὴν θάλασσαν, ἐμάρανας τὴν ἔμπυρον. Διό ὑμνοῦμεν σὲ ἅπαντες, ἐπὶ γῆς ὥσπερ ἄγγελον, ἐγνωκότες βιώσαντα.

Τέκνα καὶ τὴν σύζυγον, πατρίδα δόξαν καὶ χρήματα, καταλιπὼν καὶ ἔρημον, οἴκων σὺ ἐκδέδωκας, σεαυτὸν ἀσκήσει, ἔνθα γυμνητεύων, καὶ ἐγκρατείᾳ τὸν Θεόν, καὶ ταῖς δεήσεσι πάτερ ηὔφρανας. Διὸ ὡς δοῦλον γνήσιον, Αὐτοῦ, Ἀνδρέα τιμῶμεν σὲ Μονοδένδρου τὸ καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας· καὶ σεαυτὸν ἡτοίμασας τοῦ πνεύματος καταγώγιον ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σὺ ἐποιήσατο, καὶ Θεὸν κατὰ μέθεξιν, καὶ πηγὴν θαυμάτων σὲ ἀπειργάσατο. Ὅθεν καὶ διηνεκῶς θαυματουργῶν, τὴν κεφαλὴν γυναικὸς ἐθεράπευσας, διὰ ῥανίδων εκ τοῦ σοῦ σπηλαίου ὕδατος ἐκπεσουσῶν πρὸς αὐτήν. Τῷ δὲ τῶν λειψάνων σου τὴν θήκην εὐλαβῶς προσκυνήσαντι, τὸν παρειμένων αὐτοῦ γονάτων, τὴν ῥῶσιν συμπαθῶς ἐχοῥήγησας. Καὶ πλεῖστοι τῶν ἀθενούντων, χοῦν μόνον ἐκ τοῦ τάφου σου λαβόντες, τὴν ὑγείαν αὐτῶν εὐχαριστοῦντες σὲ ἔλαβον. Διὸ παναοίδιμε, πᾶσα ἡ τοῦ Βάλτου χώρα, εὐγνωμόνως βοᾶ σοι λέγουσα· Ἀνδρέα πατὴρ ἡμῶν, σὲ ἱκετεύομεν, μὴ ἐπιλάθου τῆς ποίμνης σου.

Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.





Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἥμων πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνη καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὤς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθοτες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν, λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τήν κτίσιν εἰς ἀμῦναν ἐχθρῶν· ἐνεδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήφεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆς ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν· ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

Σοφία Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιος, ἐὰν φθάσῃ τελευτήσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὑ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσει ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότης ἀμαυροὶ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἢν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διάνοια τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ἀγάλλου καὶ εὐφραίνου σὺν Χαλκιοπούλῳ σήμερον, πᾶσα ἡ Βάλτου χώρα, καὶ σὺν Μονοδένδρῳ σκίρτησον, Ἀνδρέα τιμῶσα τὸν σεβάσμιον. Καὶ ἀνάβηθι ἐν τῷ Καλάνης σπηλαίῳ, τὴν μνήμην αὐτου ἑορτάζουσα, περιχαρῶς βοῶσα πρὸς αὐτόν. Ὁ ἐν τῷ σώματι ἔτι ὧν, καὶ μετὰ Ἀγγέλων συγκατοικῶν, τὴν εἰρήνην ἡμῶν, Ἀνδρέα παναοίδιμε.

Ἦχος β΄.
Ἐνέπλησεν χαρίτων, τὴν παναγίαν σοῦ ψυχήν, ὁ ἐν τοῖς ὑψίστοις κατοικῶν, ἀσκητὰ Ἀνδρέα μακάριε, Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἐλθὼν γὰρ σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι, μονὴν παρὰ σὺ ἐποιήσατο, καὶ τῆς τριλαμποῦς θεότητος, οἶκον σὲ ἀπειργάσατο. Διὸ καὶ ἐν τῇ τοῦ θανάτου σου ὥρα, τὸ πρόσωπόν σου τοῖς πᾶσιν, ὡς ἥλιον φαεινότατον ἔδειξας ὑπὸ πάντων θαυμαζόμενος. Καὶ ἡμεῖς βοῶμεν σοι πανσεβάσμιε· τὰς ψυχὰς ἡμῶν τῷ φωτί σου καταύγασον, ἀσκητῶν ἐγκαλλώπισμα.

Ἦχος γ΄.
Ἡ τῶν λειψάνων σου θήκη πατὴρ ἡμῶν ὅσιε, ὡς ἄλλος Παράδεισος ἡμῖν ἀνεδείχθη, τὰ ὀστᾶ σοῦ τὰ τίμια κατέχουσα, ὡς ἄνθη μυρίπνοα, πεπληρωμένα ὄντα τῶν χαρίτων τοῦ πνεύματος. Διὸ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος κλίναντες, καὶ ταῦτα πίστει ἀσπαζόμενοι, βοῶμεν σοι μακάριε. Ὁ πάντα τόπον ἁγιάζων, καὶ δαίμονας φυγαδεύων, ἀπὸ πάσης ὀργῆς τοὺς δούλους σου φύλαττε, Ἀνδρέα τῶν πατέρων ἐγκαλλώπισμα.

Ἦχος δ΄
Ὢ τοῦ παραδόξου θαύματος! ἐν τῇ χάριτι τοῦ Κυρίου μακάριε ὤν, καὶ ὡς ἄσαρκος ἐν γῆ κατοικῶν, τὰς στερήσεις τοῦ βίου ὡς ἀπολαύσεις ἐλογίζεσο, ὡς κῆπον τὴν ἔρημον, ὥσπερ παλάτιον τὸ σπήλαιον. Τὰ πενιχρά, σοῦ ἐνδύματα ὡς πορφύραν βασιλικήν, τὸν λίθον ὥσπερ παστάδα, ὥσπερ θάλψιν τὸ ψῦχος, καὶ ὡς δρόσον τὴν καῦσιν πανσεβάσμιε. Ἀντὶ τρυφῆς τὴν νηστείαν, καὶ ἀντὶ οἴνου τὸ ὕδωρ μετὰ κόπου ἐλάμβανες. Ἀλλ’ ὤ! Ἀγγέλων ἰσοστασιε, καὶ τῶν ἁγίων συγκληρονόμε, Ἀνδρέα πανεύφημε, καὶ ἡμᾶς τῆς οὐρανῶν βασιλείας, μετόχους γενέσθαι καταξίωσον.




Ἦχος βαρύς.
Πνευματικῶς συνελθόντες σήμερον πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, Ἀνδρέαν τὸν ἀοίδιμον τιμήσωμεν. Οὗτος γὰρ ἐκ Μονοδένδρου ὁρμώμενος, καὶ τὸν Χριστὸν ὑπὲρ πάντας ἀγαπήσας, καὶ τοὺς οἰκείους αὐτοῦ καὶ τὰ πάντα δι’ αὐτὸν καταλιπών, ἐλθὼν ἐν τῇ Καλάνῃ τῇ τοῦ Βάλτου, τὴν ἔρημον κατῴκησεν. Ἔνθα ἐν προσευχαῖς καὶ νηστείαις ἀεὶ διατελῶν, καὶ ἀρετήν τε πᾶσαν ἀσκῶν, καὶ Θεῷ οἰκειωθείς, τῶν θαυμάτων παρ’ αὐτοῦ τὴν ἐνέργειαν εἴληφεν. Διὸ καὶ ἐν τῇ τελευτη αὐτοῦ, φῶτα μεγάλα ὥσπερ πυρσοί, τὸ σπήλαιον τοῖς πᾶσιν ἐδείκνυον. Ἄπερ κατειδούσα, Θεοδώρα ἡ βασίλισσα ἐν Ἄρτη οὖσα, καὶ μετὰ τῆς συγκλήτου ἐλθοῦσα, τὴν ταφὴν αὐτοῦ· ἐπριήσατο, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ οἶκον περίδοξον ᾠκοδώμησεν. Τῇ τε ὑποδείξει τοῦ Ὁσίου, τὰ θεία λείψανα αὐτοῦ διανεμηθέντα, πηγὴ θαυμάτων τοῖς πᾶσι ἐγένοντο. Ὅθεν καὶ ἡμεῖς μετ’ εὐλαβείας’ ταῦτα ἀσπαζόμενοι αὐτῷ ἐκ ψυχῆς βοήσωμεν· Ἀνδρέα πατὴρ ἡμῶν, μὴ διαλείπεις πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. α΄.
Ἔχει τῶν Ὀρθοδόξων, Ἀνδρέα ἡ ὁμήγυρις, ἐν νόσοις σὲ ἰατῆρα, ἐν θλίψει παρακλήτορα, καὶ μέγαν ἐν τοῖς κινδύνοις Σωτῆρα, καὶ ὑπέρμαχον μάχης. Διὸ πανθαύμαστε, καὶ ἡμᾶς τοὺς τὴν σὴν μνήμην, μετ’ εὐλαβείας πάντοτε δοξάζοντας, περιχαράκωσαν καὶ φύλαττε ἀεί, τῶν ἀοράτων ἐχθρῶν, ἀπημάντους ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.



















Εἰς τὸν στίχ. Προσόμοια Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει τῶν ἀσκητῶν ὁ χορός, καὶ τῶν μιγάδων σὺν ἀγγέλοις Θεόπνευστε, Ἀνδρέα καὶ σὲ γεραίρει ᾠδαῖς καὶ θείοις ψαλμοῖς, ἐν χαρᾷ καὶ πόθῳ στεφανούσα σε· σαρκὸς γὰρ τὸ φρόνημα, καὶ δαιμόνων τὰ ἐνέδρα, δι’ ἐγκρατείας καὶ συντόνου δεήσεως, κατεπάτησας, ὥσπερ ἄσαρκος Ὅσιε. Ὅθεν ὁ παντοδύναμος, πολλοῖς σὲ νῦν θαύμασι, καὶ μετὰ πότμον δοξάζει· ὃν ἐκτενῶς καθικέτευε, ἡμῖν χορηγῆσαι, τῶν πταισμάτων τὴν συγγνώμην καὶ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἄρας σοῦ τὸν σταυρὸν ἀληθῶς, ἐπὶ τῶν ὤμων σὺ Ἀνδρέα θεσπέσιε, τὸν κόσμον καὶ τὰ τοῦ κόσμου, ἀπαρνηθεὶς καὶ Χριστῷ, ἐν χαρὰ προθύμως ἠκολούθησας· καὶ γὰρ αὐτοῦ πέφυκεν ὁ ζυγὸς ἀγαθώτατος, καὶ τὸ φορτίον ἐλαφρότατον ὅσιε. Ὅθεν εἴληφας ἐκ πηγῆς τῆς τοῦ πνεύματος, χάριν τὴν τῶν ἰάσεων, διώκειν τε δαίμονας, λυτροῦσθε πάντας. Διόπερ, ἀεὶ δυσώπει τὸν Κύριον, τυχεῖν σωτηρίας, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν θείαν μνήμην σου.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις τῶν μοναζόντων κρηπίς, καὶ τῶν ἐν κόσμῳ ὁδηγὸς ὁ σωτήριος, ὁ πάσας τοῦ διαβόλου τὰς μηχανὰς καθελών, καὶ ἐν γῆ πατήσας ὥσπερ παίγνιον· Θεὸς γὰρ ἐνίσχυσε, σὰς αἰσθήσεις ἐμύσαντα, καὶ νοῦν καρδίαν καὶ ψυχὴν καθαιρόμενον, καὶ συμμένοντα, μόνον μόνῳ τῷ κτίστῃ σου· χαίροις οὖν παναοίδιμε, Ἀγγέλων συνόμιλε, τοῦ Μονοδένδρου τὸ κλέος, τῶν ἀσκητῶν ἐγκαλλώπισμα, ἡμῶν δὲ προστάτα, ἰατρὲ καὶ παρακλήτωρ, Ἀνδρέα ὅσιε.

Δόξα. Ἦχος π λ. δ΄.
Χαλκιοπούλου κλέος, δόξα τε Καλάνης καὶ καύχημα τοῦ Μονοδένδρου, ὑπάρχεις Ἀνδρέα πατὴρ ἡμῶν. Διά σοῦ τῶν αἱρέσεων, πολέμων καὶ νόσων τε, οἱ δοῦλοι σοῦ λυτρούμεθα. Τοῦ Βάλτου τὸ καύχημα, Ἑλλάδος τε στήριγμα καὶ οἰκουμένης. Διὸ πρέσβευε τῳ Κυρίῳ, εἰρηνεύσαι τὸν κόσμον καὶ σώσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τὸ τῆς ἑορτῆς. ·

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας, καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι· δόξα τῷ δεδωκότι οι ἰσχύν, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σου πᾶσιν ἰάματα.

Εἰς τὸν Ὄρθρον

Μετὰ τὴν α΄ στιχολογία, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀγγέλων οἱ χοροὶ καὶ ἁγίων τε πάντων, καὶ ἄνθρωποι σοφέ, σοῦ γεραίρομεν μνήμην, Ἀνδρέα θεόπνευστε, τοῦ τὴν κάραν συντρίψαντος, τοῦ τὴν θάλασσαν, καὶ γῆν εἰπόντος ὀλέσαι καὶ βοῶμεν σοι· ὡς σὺν Χριστῷ βασιλεύων, ἡμᾶς διαφύλαξον.
Δόξα. Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.

Μετὰ τὴν β’ στιχολογία. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν ἐρήμοις κατοικῶν, καὶ μόνος μόνῳ τῷ Θεῷ, συγγινόμενος σοφέ, τῶν ἀκαθάρτων λογισμῶν κατακρατήσας ἐπέδως τῇ θεωρίᾳ, τὰ κάλλη τοῦ Θεοῦ, ἐνοπτρισθεὶς ἀμυδρῶς, καὶ νῦν ἐν οὐρανοῖς ἐπαπολαύεις σαφῶς, ὡς τῶν ἐσόπτρων Ἅγιε, λυθέντων σοῦ, σὺν τοῖς λοιποῖς. Διὸ βοῶμεν, Ἀνδρέα Πάτερ, σκέπε φρουρεῖ τοὺς δούλους σου.
Δόξα. Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.

Μετὰ τὸν πολυέλεον. Ἦχος πλ. δ΄.
Ἐν γυμνότητι δίψῃ καὶ ἐν λιμῷ, ἀνεχόμενος κρύους καρτερικῶς, καὶ καύσονος Ὅσιε, ἀρετὰς ἐκατώρθωσας, τὴν γὰρ σάρκα νεκρώσας, παθῶν κατεκράτησας, καὶ ὡς Ἠλίας ἄλλος, καὶ δεύτερος Πρόδρομος· τὸν ἐν ταῖς ἐρήμοις, βίον πάτερ ζηλώσας, καὶ διάβολον ᾔσχυνας. Ὅθεν πάντες βοῶμεν σοι, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, Ἀνδρέᾳ, τὴν μνήμην σου.
Δόξα...Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.

Οἷ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον Ἦχος δ΄: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στιχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν . Κεφ. στ’ (6), 17-23: Τῷ καιρῷ ἐκείνῳ, ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
 Ν’ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στιχ. Ἐλέησον μὲ ὁ Θεὸς... Καὶ τὸ ἰδιόμελον. Ἦχος πλ. β΄.
Σήμερον ἡ Χαλκιόπουλος πᾶσα, ταῖς τοῦ θεοφόρου αὐγάζεται ἀκτῖσι. Καὶ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραιζόμενοι, Ἀνδρέα βοᾶ σοι· ἡμῶν ὁ ποιμήν, καὶ ἀπιστῶν ἀντίπαλε, πρέσβευε τῷ Κυρίῳ, ῥυσθῆναι πάντας, τῆς αἰωνίου Κολάσεως.


Εἶτα οἱ Κανόνες τῆς τυχούσης ἑορτῆς καὶ τοῦ Ὁσίου ὁ παρών.
Ὁ Κανῶν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Τὸν Παργιὸν μὲ ὤ! Ἀνδρέα σῷζε. Ἀνδρέου.
ᾨδὴ α΄.· Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Τοῦ παντάνακτος τῷ πόθῳ τὴν καρδίαν τρωθείς, πάτερ τὰ ἐν τῷ κόσμῳ, ἀποταξάμενος καλῶς, ἐκολλήθης τῷ Χριστῷ Ἀνδρέᾳ σοφέ. Διὸ σὲ ἐδόξασεν ἐρημίτα μακάριε.
Οὐρανῶν σὲ αἱ δυνάμεις καὶ ἀνθρώπων πληθύς, Πάτερ Ἀνδρέα ὕμνοις, ἀνευφημούσι τὴν σεπτήν, καὶ ἁγίαν ἑορτήν, θεράπων Χριστοῦ, τῆς σῆς τελειώσεως, ἐκτελοῦντες γηθόμενοι.
Νεκρωθεὶς σὺ τῇ σαρκί σου, καὶ Χριστῷ τῷ Θεῷ, ζήσας, ἀξίως εὗρες, τὴν ἀμοιβὴν τῶν ἀρετῶν, καὶ τῷ δόξαν τοῦ Χριστοῦ πατέρων κρηπίς. Ἀνδρέα πανόλβιε, ὃν δυσώπει σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Παναγία τοὺς σοὺς δούλους, διασῴζεις ἀεί, πάντων κακῶν καὶ νόσων ὃν οὖν ἀφράστως ἀγαθή, καὶ ἀσπόρως ἐν γαστρὶ Χριστὸν τὸν Θεόν, Παρθένε συνέλαβες, σῷζε πάντας ἱκέτευε.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Ἄνω ἔχων φρόνημα τὸ σόν, τῶν γηΐνων ἁπάντων καταπεφρόνηκας, καὶ οἶκος ὤφθης τερπνός, Τριάδος, Ἀνδρέα, ἣν ἡμᾶς σωθῆναι ἱκέτευε.
Ἄνω ἔχων νοῦν πρὸς τὸν Θεόν, τὴν συμβίαν καὶ τέκνα, ἀγροὺς καὶ χρήματα, ἐγκαταλείψας σοφέ, Ἀνδρέα, καὶ ὅλον πρὸς Αὐτόν, σαυτὸν ἀφιερώσας.
Ῥῆξας Πάτερ φύσεως δεσμά, τῇ ἀΰλῳ μακάριε πολιτεία σου, τῆς βασιλείας Θεοῦ ἀξίως μετείληφας αὐτοῦ, θεράπων γενόμενος.
Θεοτοκίον.
Ξένος πάντων πάναγνε βροτῶν, ταῖς τοῦ βίου μερίμναις ἐμβυθιζόμενον, ταῖς προστασίαις ταῖς σαῖς, ἐλπίζει σωθῆναι πειρασμῶν, καὶ νόσων καὶ θλίψεων.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Σκιρτὰ νῦν σὺν ἡμῖν, Χαλκιόπουλος πᾶσα, καὶ ᾄδει ἐκτενῶς, τοὺς καλούς σου ἀγῶνας Ἀνδρέα τρισόλβιε, οὓς ἀνδρείως ὑπήνεγκας. Ὅθεν αἴτησαι, τοὺς ἐτησίως τελοῦντος, τὰ μνημόσυνα, τῆς ἐκδημίας σου πάντων, κακῶν ἁπαλλάτεσθαι.
Δόξα...
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τοὺς σεπτοὺς ἀγῶνάς σου, οὓς ἔτλεις μάκαρ κατ’ ἐχθρῶν, τὰ ὑπὲρ νοῦν τε παλαίσματα, Ἀνδρέα Πάτερ, πατέρων ἀγλάϊσμα.
Καὶ νῦν. Τὸ τῆς ἑορτῆς.


ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἰδιωτεύων τῷ Θεῷ, ἐν τῇ ἐρήμῳ ἀσκητά, χαίρων συνομιλεῖς ἀῤῥήτως, καθαρθεὶς τῷ πνεύματι, δι’ ἐγκρατείας ὅσιε· χαίροις νῦν μετ’ ἀγγέλων χορεύων, καὶ σὺν ὁσίοις Χριστὸν ἐξιλεούμενος.
Ὁ ἐκ νεότητός σου, σὴν καθαροτάτην βιοτήν, Πάτερ ἐκτιμήσας Δεσπότης, θαυμασίοις ὕψωσε, καὶ βασιλείας μέτοχον, ἔδειξε σὺν ἀγγέλοις βοώντα, ἀκαταπαύστως αὐτῷ ὕμνον τρισάγιον.
Νῦν, οὐρανός, καὶ βουνοί, καὶ τὰ θεμέλια τῆς γῆς, κρότον εὐφροσύνης τελοῦσιν, ἐν τῇ θεία μνήμη σοῦ, δοξολογούντα Ὅσιε, γλώσσας γε ἀλαλήτοις τὸν κτίστην, τόν σε δοξάζοντα Ἀνδρέα παμμακάριστε.
Θεοτοκίον.
Μεμακρυσμένος τοῦ Θεοῦ, διὰ κακίαν ἀγαθή, πάντας σαῖς λιταῖς πλησιᾶσαι, τῷ Θεῷ εὐδόκησον, καὶ κληρονόμους ποίησον, δόξης τῆς τοῦ Υἱοῦ σου Παρθένε, ἀδιαλείπτως ἡμῶν, μακαριζόντων σέ.

ᾨδή ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ἐν ὕμνοις τιμῶμεν σὲ πάτερ, τὸν τοὺς πατέρας τοὺς πάλαι, ζηλώσαντα ὤ! Ἀνδρέα. Χοζεβίτην ἄριστα, καὶ λαμπάδων τὸν ἔνδοξον, ἐν Μαλεῷ τε Θωμᾶν τὸν μακάριον.
Ὠράθης ὅσιε ἐπίγειος πάτερ, τῇ ἐγκρατεῖ καὶ ἀΰλῳ, Ἀνδρέᾳ σῆ πολιτείᾳ, τῇ ὑφηλίῳ Ἄγγελος, εἰς ἀρετὰς μακάριε, πάντας ἡμᾶς ὁδηγούμενος.
Ἁπάντων παμμάκαρ Ἀνδρέα, καταφρονήσας ἐνύλων, ἠγάπησας τὸν δεσπότην, καὶ αὐτῷ συνέζησας, ἐν τῇ ἐρήμῳ ἄϋλον, ὄντως διαιτώμενος.
Θεοτοκίον.
Ναὸν τοῦ Θεοῦ καὶ σκηνὴν σέ, καὶ κιβωτὸν ἐγνωκότες, πανάχραντε δυσωποῦμεν, εὐμενῶς ἐπίβλεψον, τοῖς ἐπταικόσι δούλοις σου, πάντων κακῶν ἁπαλλάτουσα.














ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Δραμοῦσα, πᾶσα ἡ Ἀρτέων πληθύς, ἑορτάζει σου τὴν μνήμην παμμάκαρ, σὺν θεία τε Θεοδώρα σοφέ, τὴν βασίλισσα, ὤ! Ἀνδρέα ἱεραῖς, καὶ σεπταῖς μελῳδίαις.
Ῥανάτωσαν ὕδωρ νεφέλαι ἡδύ, καὶ τὰ ὄρη γλυκασμόν, τὰ πεδία κροτείτω, καὶ χορευέτω λαός ὁ χριστώνυμος, ἐν τῇ μνήμῃ τῇ λαμπρά, τοῦ Ἁγίου Ἀνδρέου.
Ἐχάρη ὁ τῶν ἀσωμάτων ἑσμός, καὶ δικαίων ἡ πληθύς, τὰ δαιμόνων, στίφη κατεπικράνθη σοφέ, καθορῶντάς σε, ὥσπερ Ἄγγελον ἐν γῆ, ὧ! Ἀνδρέα βιοῦντα.
Θεοτοκίον.
Ἁπάντων, τῶν κτισμάτων οὖσα ἁγνή, ὑπερτέρα καὶ Θεοῦ τοῦ Ὑψίστου, Παρθένε μῆτερ τὸν νοῦν μου παθῶν καταγλάϊσον, σῶν χαρίτων ἀγαθή, τῶν ἀΰλων καὶ θείων.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὡς ἀστὴρ πολύφωτος, τοῖς Χριστοφόροις σου τέκνοις, ἡ σεπτὴ ἀνέτειλε, τοῦ σοῦ θανάτου ἡμέρα, ἅπασαν διασκεδάζουσα ἀθυμίαν, ἀπαντᾷς ἡμᾶς καλοῦσα τοῦ ἐκβοᾶν σοι. Χαίροις πάνσοφε Ἀνδρέα, πατέρων δόξα καὶ κλέος καὶ καύχημα.
Ὁ Οἶκος.
Τὴν φωνὴν τὴν τοῦ εὐαγγελίου πάτερ ἀκούσας, σοὺς οἰκείους καὶ τὰ πάντα καὶ τοῦ Μονοδένδρου τόπον ἐγκαταλείψας, καὶ τὸν σταυρόν σου ἐπ’ ὠμῶν ἀράμενος, τὴν ὁδὸν τοῦ Κυρίου ἀνεπιστρόφως διήνυσας. Καὶ ἐλθὼν εἰς τὸ Καλάνης Ὅρος, ταῖς μὲν προσευχαῖς καὶ νηστείαις καὶ χαυμευνείαις τὸν Θεὸν εὐαρεστήσας, τοῖς δὲ σοῖς δάκρυσι τὴν ἔρημον πᾶσαν κατήρδευσας. Ὅθεν καὶ παρὰ τοῦ ἁγίου Πνεύματος πηγὴν χαρισμάτων εἴληφας, τοῦ ποιεῖν τὰ θαύματα, καὶ πηγάζειν ἰάματα, τοῖς ἐν πίστει προσιοῦσι σοι. Ἐν , δὲ τῇ τελευτῇ σοῦ, ὑπὸ τοῦ Κυρίου δοξαζόμενος, ὡς ἥλιος ἐν τῷ σπηλαίῳ ἐλαμψας, καὶ πυρσοὺς εἰς οὐρανὸν ἀναβαίνοντας, ἄνωθεν τοῦ σπηλαίου ἔδειξας. Καὶ ἰδοῦσα τὸ σημεῖον ἡ τῆς Ἄρτης ἁγία βασίλισσα, μετ’ εὐλαβείας σπεύσασα, τὴν ταφήν σου ἐποιήσατο, καὶ οἶκον ἐπὶ τῷ ὀνόματί σου μέγαν ἀνήγειρεν. Σὺν αὕτη σὺν καὶ ἡμεῖς πάτερ ἀοίδιμε, ἐν κατανύξει βοῶμεν σοι. Χαίροις πάνσοφε Ἀνδρέα πατέρων δόξα καὶ κλέος καὶ καύχημα.








Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ ιε΄ Μνήμη τοῦ ὁσίου Ἀνδρέου τοῦ ἐρημίτου καὶ θαυματουργοῦ.
Ψυχὴν Ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάτερ
ἔμπροσθεν αὐτοῦ νῦν παρίστασαι χαίρων.
Πατρίδα λιπών, σὺν συνεύνῳ καὶ τέκνοις,
ἔρημον οἰκεῖς ὡς ἃλλος δὴ Ἠλίας.
Πέμπτη καὶ δεκάτη Ἀνδρέαν ἔνθεν ἀειραν.
Οὗτος ὢ ἐν τοῖς χρόνοις τοῦ αὐτοκράτορα καὶ εὐσεβοῦς Μιχαὴλ δεσπότου, ἐκ χωρίου τοῦ καλουμένου Μονοδένδρουν· ὅς δὴ τὸν ἀσκητικὸν βίον ἄκρως ζηλώσας, τῶν παλαιῶν ἁγίων ἀνδρῶν ἐγένετο μιμητῆς· τὴν γὰρ τέκνων, καὶ συνεύνου, καί χρημάτων, καὶ περιουσίας ἡδονὴν καταλείψας τὴν ἔρημον ᾤκησε· κακεισε τὸν μοναδικὸν βίον διερχόμενος, πολλὰς θλίψεις καὶ στενοχωρίας, κρύη καὶ καύσονας, ἐν λιμῷ, καὶ δίψῃ, καὶ γυμνότητι ὑπηνέγκατο διὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· εἴτις θέλοι ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησασθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν τῇ βασιλεῖᾳ τῶν οὐρανῶν ὁ γοῦν μακάριος οὗτος πάντα καλῶς διαταξάμενος, ὡς ἄσαρκος τὸν βίον διετέλει· ὕστερον δὲ πάλιν πλησίον τῆς πατρίδος ἐπανελθών, καὶ ἔναντι ὅρει πλησίον τῶν γονέων ὁλονυκτίους τὰς στάσεις διατελῶν, ἐπὶ πλείστοις χρόνοις, καὶ πλήρης ἡμερῶν πρὸς Κυριον ἐξεδήμησεν· ἡ δὲ ἐμφάνεια τῆς πρὸς Κύριον αὐτοῦ ἐκδημίας, γέγονεν οὕτως. Ὅτε εὐδόκησε Κύριος ὁ Θεὸς παραλαβεῖν αὐτοῦ τό πνεῦμα, λαμπάδες φῶς ἑξαστράπτουσαι, (οὕτω γὰρ οἶδεν ὁ πάντων Θεὸς τοὺς αὐτὸν δοξάζοντας ἀναδοξάζειν) ἐξ οὐρανοῦ κατιοῦσαι, ἔνθα δὴ τὸ τοῦ Ἁγίου ἔκειτο Λείψανον, πάλιν εἰς τὰ ἄνω ἐφέροντο· καταδήλου τοίνυν τοῦ τοιούτου γενομένου, οὑ μόνον τοῖς ἐκεῖ πέριξ χωρίοις καὶ κώμαις, ἀλλ’ ἀκοσυοῦ, καὶ ἐπὶ τὴν βασιλεύουσαν πασῶν τῶν πόλεων, συνέδραμε καί ἡ εὐσεβέστατη βασιλὶς κυρία Θεοδώρα, καὶ πᾶσα μετ’ αὐτῆς ἡ σύγκλητος· εὑρόντες δὲ τὸ τοῦ ἁγίου λείψανον, καὶ πολλὰ ἀκούσαντες τεράστια, ἅπερ ὁ Θεὸς διὰ τοῦ ὁσίου τούτου πατρὸς ἐποίησεν, ἐδόξασαν τὸν Θεὸν ἠνάγκασε δὲ ἡ φιλόχριστος βασιλίς, ἵνα ναὸν τῷ ἁγίῳ οἰκοδομήσωσιν· ἔκτοτε οὖν οἱ πιστοί, καὶ μέχρι τῆς δεῦρο, τὴν αὐτοῦ μνήμην ἐπιτελοῦντες λαμπρῶς, δοξάζομεν τὸν παντοδύναμον Θεόν, καὶ τὸν αὐτοῦ θεράποντα. Οὑ ταῖς ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς.’ Ἀμήν.
Βασιλεύουσα δὲ πόλις, οὐκ αὐτὴ δοκεῖ μὰ ἡ Κωνσταντινούπολις· ἀλλὰ καὶ Θεοδώρα, οὐχ ἡ μήτηρ, Μιχαήλ, ἡ τὰς θείας εἰκόνας ἀναστηλώσασα, ἀλλ’ ἢ ἐν Ἀρτη ἐορταζομένη ἴσως μήτηρ, ἡ γυνὴ ἡ θυγάτηρ τοῦ, ὅν φησὶ δεσπότην Μιχαὴλ ὁ τὸν βίον συγγραψάμενος.
Τὸ δὲ Ὄρος, ἐν ὢ ὁ ἅγιος ἤσκησε λέγεται μὲν νῦν Καλάνα, ἀπέχει δὲ τοῦ χωρίου Χαλκιόπουλος ὡς ἡμισείας ὥρας διάστημα· ἔστι δὲ ἐν αὐτῷ σπήλαιον μέγα, καὶ ἔσω αὐτοῦ ᾠκοδομημένη μέχρι καὶ νῦν Ἐκκλησία, ἔξωθεν τῆς ὁποίας πρὸς τὸ ἱερὸν κεῖται ὁ τάφος τοῦ ἁγίου λειψάνου, περιτετειχισμένος ἔκτοτε θαυμασίως, διὰ προσταγῆς τῆς βασιλίσσης Θεοδώρας· κατὰ δὲ τὸ χιλιοστὸν ἑπτακοσιοστόν, καὶ ἐννενηκοστὸν πρὸς τοῖς τέσσαρσιν ἔτεσιν ἀπὸ Χριστοῦ, θείῳ ζήλῳ, καὶ εὐλάβειᾳ πρὸς τὸν ἅγιον φερόμενος, ὁ αἰδεσιμώτατος κύριος παπᾶ Ἰωάννης Νικολάου Γεροδήμου· τὰ ἐν τῷ χωρίῳ αὐτοῦ Χαλκιόπουλος εὑρεθέντα παλαιόθεν ἑκατέρας κνήμας ὀστᾶ, (ἐστὶ δὲ αὐτὰ τὰ ἀπὸ γόνατος μέχρι σφυρῶν, ἡ ἀστραγάλων κόκκαλα) ἀκέραια λαβῶν ἐπὶ τῷ ἀργυρώσαι, κατὰ τὴν νῦν ἐν ἡμῖν φερομένην τοῖς Γραικοῖς συνήθειαν εἰς Καρπενήσι ἐπορεύθη. Φθάσας δὲ ἐκεῖ, καὶ χρυσοχόῳ τῷ ἐν μακαρίᾳ τῇ λήξει παπᾶ Γεωργίῳ χρησάμενος, ἔγνω μετ’ αὐτοῦ, ὡς οὐκ εὐτάκτως ἔχοιεν τὰ λείψανα, εἰ οὕτως, ἀκεραίοις δηλαδὴ οὖσι προσαρμοσθείη ὁ ἄργυρος. Ὅθεν συμβουλευθεὶς τῷ ἐκεῖσε ἁγίῳ Λιτζᾶς, καὶ Ἀγράφων κυρίῳ Δοσιθέῳ, μάλιστα δὲ παρακινηθείς, εἰς δύο διαχωρίσαι τὰ λείψανα ἀπεφάσισεν· ἀλλά, γὰρ κατὰ τήν νύκταν ταύτην φανεὶς κατ’ ὄναρ ὁ ἅγιος, κωλύει μὲν τήν ἀπόφασιν· λέγει δέ:ἐγερθεὶς πρόσφερε τῷ χρυσοχόῳ , τὰ λείψανα ὅστις ἀργυρώσει αὐτά, ὅν τρόπον αὐτὸν ἐδίδαξα· καὶ ἐπὶ τήν αὔριον, λαβὼν ὁ χρυσοχόος αὐτα ἐντέχνως τε καὶ μετὰ θάῤῥους ἠργύρωσέ τε, καὶ διηγεῖτο τοῦ ἁγίου τὴν ὁπτασίαν καὶ ὁδηγίαν· ἐν αὐτῇ δἐ ταύτη τῇ νυκτί, καὶ τοῦτο τῷ ῥηθέντι παπᾶ-Ἰωάννῃ εἶπεν ὁ ἅγιος· μετὰ τὴν συμπληρῶσιν τῆς ἀργυρώσεως, ἐπανακάμψας εἰς τὸ χωρίον ἄνοιξον τὸν τάφον, καὶ εὑρήσεις λειψάνων μέρη τριάκοντα δύο, ἅπερ διαμερίσας τοῖς περὶ μοναστηρίοις, μηδὲν σαὐτῷ, πλήν, τῶν κνημῶν, καταλίπῃς· ὅ δὴ καὶ πεπρίηκε;. συνάξας γάρ τινὰς τῶν ἱερῶν μοναχῶν, καὶ μετ’ αὐτῶν ἀνακομιδήν ποιήσας, εὗρε μὲν οὐμὴν δύο καὶ τριάκοντα, ἀλλ’ ὀκτὼ μόνα καὶ εἰκόσι· τὰ λοιπὰ δ’ἔφη, εὐλαβείᾳ ἴσως τῶν παρόντων τινὸς σεσύληται· καὶ διεμέρισεν ἀμέσως αὐτὰ τοῖς ἱεροῖς ὡς διετάχθη μοναστηρίοις· ὧν δὴ τὰ ἐπισημότεροι, ὡς μοὶ ἐσημειωσατο, εἰσὶ Μπουμὸν, Τατάρνα, Ἀρέθα, Ἁγία Παρασκευή, καὶ Βαρέταδα· δέδωκε δὲ καὶ μίαν τῶνπλευρῶν ἀκεραίαν τῷ ὑπὸ τὸν ἁγιον Ἄρτης ἐπισκοπω Ῥωγὼν Μακαρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παχωμίου τοῦ Μεγάλου.
Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ
Οὗτος ἦν ἐξ Αἰγύπτου τῆς Θηβαΐδος τῆς κάτω, κατὰ τοῦς χρόνους Κωνσταντίνου τοῦ Μεγάλου Βασιλέως. Εἶχε δὲ γονεῖς εἰδωλοθύτας· μεθ’ ὧν ἀπερχόμενος ἐν τῷ εἰδωλείῳ, ἤκουε τοῦ νεωκόρου πρὸς τοὺς αὐτοῦς γεννήτορας λέγοντος: Ἄρατε τὸν τῶν θεῶν ἐχθρὸν τῶν ἐνταῦθα, καὶ ἀπελάσατε τοῦ δαιμονίου. Ἀλλὰ καὶ τοῦ οἴνου τῆς σπονδῆς, ὁ Ὅσιος πιὼν, ἐξήμεσε. Συμπροϊούσης δὲ τῆς ἡλικίας, τοῖς στρατιωτικοῖς ἐτάχθη καταλόγοις, καὶ ἐν βραχεῖ τὴν στρατείαν καταλείψας, ἀνέρχεται εἰς τὴν ἄνω Θηβαΐδα. Δέχεται δὲ τὸ εἰς Χριστὸν βάπτισμα, καὶ τὸν μονήρη βίον ἐνδύεται, καὶ πρὸς τὴν ἐρημον ἀποτρέχει· ἔνθα κατά τινα τόπον τῆς Ταβεννησίας, ἄνωθεν αὐτῷ φωνῆς ἐνεχθείσης, δι’ ἧς τὴν εὐφυΐαν ἐδήλου τοῦ τόπου, καὶ τὸ πλῆθος τῶν συνελευσομένων, ἐπήξατο μοναστήριον.
Τῷ χρόνῳ οὖν πολλῶν συνδραμόντων, προσῆλθε καὶ Θεόδωρος ὁ ἡγιασμένος, καὶ γενόμενος αὐτοῦ μαθητὴς καὶ ζηλωτὴς, ἐν τῷ κατ’ ἀρετὴν βίῳ, καῖ τοῖς θαύμασιν αὐτω συνεξέλαμψε. Καὶ τοσοῦτον δι’ ἀπαθείας πρὸς θεωρίας ὕψος ἀνήχθησαν, ὡς καὶ τᾶς ἀνόδους τῶν μακαρίων ψυχῶν, νοερῶς καθορᾶν, καὶ τὰ πόῤῥωθεν ὡς ἐνεστώτα προβλέπειν, καὶ περὶ τῶν μελλόντων προλέγει. Πρὸ δὲ τῆς ἐκ τοῦ βίου ἀναλύσεως τοῦ Ἁγίου, ἀριθμηθὲν τὸ τῶν μοναχῶν πλήθος, ὅπερ προσήλθεν αὐτῷ, εὐρέθη ἀνδρῶν χιλίων τετρακοσίων· κἀκ τούτου δῆλον, ὅτι θείος τις ἧν ἀνὴρ, καὶ τὴν ἀρετὴν ἀπρόσιτος· οὐ γὰρ τρυφῆς ἡγουμένης, οὐδὲ τῆς κατὰ σάρκα ἡδυπάθειας, αἷς οἱ πολλοὶ χαίροντες προσίασιν, ἀπανιστάμενοι τῶν οἰκείων, ἀλλ’ ἔγκρατείας, καὶ τῶν κατ’ ἄσκησιν πόνων, τοὺς τρόπους θαυμάζοντες τοῦ ἀνδρὸς, καὶ τὴν ἀγγελικὴν διαγωγὴν ζηλοῦντες αὐτοῦ. Τελειωθεὶς δὲ ἐν Χριστῷ, ἐν τῇ αὐτοῦ μονὴ κατατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀχιλλίου Μητροπολίτου Λαρίσσης.
Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἀχίλλιος ἐγεννήθη ἐν Καππαδοκία ἐκ γονέων εὐσεβῶν καὶ πλουσίων, φοβουμένων τὸν Θεόν. Τὸ παράδειγμα αὐτῶν ἠκολούθησε καὶ ὁ Ἀχίλλιος, ὅστις, ἀποβλεπῶν είς τὸν ἐν οὐρανοῖς μισθόν, ἐφρόντισε νὰ ἀνεγείρῃ ἐκεῖ καὶ νὰ πληρώσῃ οὐρανίους ἀποθήκας. Διὸ καὶ ὅσα ἐκ κληρονομίας ἔλαβε, διένειμεν εἰς πτωχοὺς καὶ ὀρφανά. Μεταβὰς εἰς Ἱεροσόλυμα, προσεκύνησε τοὺς τόπους ἔνθα οἱ πόδες τοῦ Κυρίου ἔστησαν. Ἀνέλαβε μετὰ ταῦτα περιοδείαν εἰς τὰς ἐρήμους, ἔνθα οἱ ἀσκηταί, καὶ μετ᾿ αὐτῶν συνωμίλησε καὶ συνεζήτησε, οὐκ ὀλίγα τὰ ὠφέλιμα μαθῶν. Ἀναχωρήσας ἐκεῖθεν, διήρχετο πολλοὺς τόπους κηρύττων, διδάσκων καὶ εὐεργετῶν. Ἔφθασε τέλος καὶ εἰς τὴν Θεσσαλίαν, εἰς τὴν ὁποίαν παρέμεινε κηρύττων, καὶ τόσον πειστικῶς, ὥστε ἀπὸ ὁλα τὰ λοιπὰ μέρη ἦρχοντο διὰ νὰ τὸν ἀκούσουν καὶ ὠφεληθοὺν ἀπ᾿ αὐτόν. Ἡ Ἐκκλησία δὲν ἀφῆκεν ἀχρησιμοποίητον τὸν Ἀχίλλιον· τὸν ἐτοποθέτησε Ποιμένα ἐν Θεσσαλία, καὶ δὴ εἰς τὸν ἔνδοξον Θρόνον τῆς Ἀρχιεπισκοπῆς Λαρίσης, ὑφ᾿ ὃν ὑπήγοντο πλεῖσται ἄλλαι Ἐπισκοπαί. Εἰς τὴν νέαν τοῦ ταύτην διακονίαν ὁ Ἀχίλλιος ἀνεδείχθη ἰσοστάσιος τῶν μεγάλων Ἱεραρχῶν καὶ ἁγίων ἀνδρῶν. Ἐπολέμησε τὰς ἀναφανείσας αἱρέσεις, γενόμενος βάσις τῆς ἀληθοῦς πίστεως καὶ θεμέλιον ἀῤῥαγὲς τῆς ὀρθοδοξίας. Μετέσχε τῆς Α΄ ἐν Νικαία Οἰκουμενικῆς Συνόδου ἐπὶ Μεγάλου Κωνσταντίνου, ὑπάρξας ἐκ τῶν μαχητικῶν αὐτῆς στελεχῶν, οὑ μόνον διὰ τῆς σοφίας, ἀλλὰ καὶ διὰ τῶν θαυμάτων, δι᾿ ὧν κατῄσχυνε τὸν Ἄρειον. Ὁ Θεὸς ἐθαυματούργησε διὰ τοῦ Ἁγίου, ὅταν οὗτος προέβαλεν εἰς τοὺς περὶ τὸν Ἄρειον τὸ ἑξῆς· Ἐὰν πράγματι εἶναι ἀληθῆ ὅσα ὑμεῖς διδάσκετε, διατάξατε τὴν πέτραν αὐτὴν (ἥτις ὕπηρχεν ἐκεῖ) νὰ ἐξαγάγῃ ἔλαιον, καὶ τότε θὰ σᾶς πιστεύσωμεν. Αὐτοὶ οὐδὲν ἀπεκρίθησαν, ἀλλ᾿ ἔκυψαν τὰ πρόσωπα τῶν, εἰς ὅμως ἐξ’ αὐτῶν ἀνέστρεψε τὴν πρόσκλησιν πρὸς τὸν Ἀχίλλιον. Σταθεὶς δὲ ὁ θεῖος Πατὴρ μετὰ προσευχήν, ἀνεφώνησε : Ἂν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἶναι ὁμοούσιος τῷ Πατρί, ὡς πιστεύομεν καὶ διδάσκομεν, ἡ πέτρα αὕτη ἂς ἀναβλύσῃ ἔλαιον. Καὶ εὐθὺς ἡ πέτρα ἀνέβλυσεν ἔλαιον, ᾗπερ ἤρχισε κάτωθεν αὐτῆς νὰ τρέχῃ. Ταῦτα αὐτοῦ ποιοῦντος, οἱ ἀντίθετοι κατῃσχύνοντο. Ἐπανελθὼν μετὰ ταῦτα εἰς Λάρισαν, συνέχισε τὰ ποιμαντικὸν αὐτοῦ ἔργον, τιμώμενος παρὰ πάντων. Ἀρχιερατεύσας ἐπὶ τεσσαρακονταετίαν περίπου, παρέδωκε τὸ πνεῦμα αὐτοῦ πρὸς τὸν Κύριον. Τὸ Ἅγιον αὐτοῦ Λείψανον εὑρίσκετο ἐν Λαρίσῃ μέχρι τῆς εἰσβολῆς τῶν Σλάβων εἰς τὴν Θεσσαλίαν περὶ τὸ 1000 μ.Χ. Παρελήφθη ὑπ᾿ αὐτῶν καὶ μετεφέρθη εἰς νησῖδά τινα τῆς λίμνης Πρέσπας, ὀνομασθεῖσαν Ἀχιλλίου ἐκ τοῦ Ἁγίου, περιελθοῦσαν μετὰ ταῦτα εἰς τοὺς Βουλγάρους. Τεμάχιον τῶν Ἁγίων Λειψάνων, φυλλάσεται ἐν τῷ ἐν Λαρίσῃ Μητροπσλιτικω Ναῷ καὶ ἕτερον ἐν τῇ Ἱερὰ Μονὴ Δουσίκου τῶν Τρικάλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρβάρου τοῦ Πενταπολίτου.
Ἥν Βάρβαρος μὲν δοῦλος, ἐν γῇ σὺν πόνοις,
Ἐλεύθερος νῦν δ’ οὐρανῷ χαίρων πέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πανηγυρίου τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν Ρώσσων: Ἡσαΐου ἐπισκόπου Ροστοβίας, Δημητρίου δουκὸς και Ἡσαΐου τοῦ Σπηλαιώτου.

Τῇ αὐτῇ ἡμέρᾳ άνακομιδή τὴς Τιμίας Κάρας τοῦ Ἀποστόλου Τίτου ἐκ Ρώμης εἰς τὴν Ἐπισκοπὴ αὐτοῦ, Ἡράκλειον Κρήτης.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Θεοτόκου ἐν τῷ Περιτειχίσματι καὶ ἡ ἀνάδειξις τῆς Ἀχειροποιήτου Εἰκόνος ἐν Καμουλιανοῖς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ΄. Ὁ παῖδας ἐν καμίνου ῥυσάμενος,
Ἀνδρέα σοῦ τὴν σάρκαν ἐμάρανας, καὶ πᾶσαν εὐπάθειαν, κόσμον ἀρνηθεὶς τοῦ ἀκροτάτου ἐφέτου, ἀπολαύσαι ταχὺ ἐφιέμενος, ἠγρύπνεις καὶ ἐκοπίας θεόφρων σὺ νῦν καὶ ἐντετύχηκας.
Σαλπίγγων ἠδυφθόγγων τὰ εὔηχα, ᾀδέτωσαν Ὄργανα, ὕμνον ἐμμελῆ, ἐν τῇ ἡμέρᾳ τῇ λαμπρᾷ τῆς σεπτῆς τοῦ Πατρὸς τελειώσεως, καὶ πᾶσα παρασκιρτάτω ἡ κτίσις, ἐνθέως ἑορτάζουσα.
Ὡραία καὶ θεάρεστα ὤφθησαν, Ἀνδρέα τὰ ἔργα σου, ὅθεν ἡ Τριὰς καὶ μετὰ θάνατον καλῶς, ταῖς φανείσαις λαμπάσι ἐκόσμησε, τὸ θεῖόν σου καὶ σεβάσμιον σκῆνος, ὁσίων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ζωῆς τῆς ἀθανάτου πανάμωμε, ὑπάρξασα τέμενος, ἄλυκτον ζωὴν ἀπολαβεῖν ἡμᾶς σεμνή, σοὺς ἱκέτας ἀξίωσον καὶ πάντοτε ἀνακράζειν σοι, χαῖρε, ἡ πάντων ἀγαλλίασις.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Ἔχει οὐρανὸς τὴν ἁγίαν ψυχήν σου, Ἀνδρέα θεοφόρε, καταφαιδρύνουσα τοῦτον, καὶ ἡμεῖς τὰ σεπτά, καὶ ὡς μύρα πανευώδη σου λείψανα, δι’ ὧν ἐκ τῶν νόσων, λυτρούμεθα καὶ πλάνης.
Ἅπαντες πιστοί, εὐφρανθῶμεν ἐνθέως, τῇ μνήμη τῇ φωσφόρῳ, τοῦ μακαρίου Ἀνδρέου, σωφροσύνης καρπούς, καὶ ἐλέους τῷ Δεσπότῃ προσάγοντες, δι’ ὧν εὐλογεῖται, Χριστὸς εἰς τοὺς αἰῶνας.
Νεύσιν τοῦ Θεοῦ, εἰσδεχθεὶς τῇ καρδία, πατρίδα καταλείψας, ἀγγελικῆς πολιτείας, ζηλωτὴς ἀληθής, χρηματίσας· τῷ Θεῷ ἀνεκραύγαζες, τόν σε ἀπὸ βρέφους φιλοῦντα Σῶτερ σῶσον.
Θεοτοκίον.
Δέσποινα ἡμῶν, καὶ Κυρία τοῦ κόσμου, ἀπείρανδρε παρθένε, τοὺς ἀνυμνοῦντάς σε σῶσον πειρασμῶν καὶ κακῶν, ταῖς ἀπαύσταις πρὸς Θεὸν ἱκεσίαις σου, ὡς μῆτερ τοῦ πάντων ὑπάρχουσα Δεσπότου.














ᾨδὴ θ΄. Φωτίζου, Φωτίζου.
Ῥυήτω ἀφ’ ὕψους, ταῖς ἡμετέραις νῦν ψυχαῖς, μερισμὸς χαρισμάτων, ἐν τῇ θεία μνήμη σου, Πάτερ σοφὲ ταῖς πρεσβείαις ταῖς σαῖς, ὅπως ἀεί, Κύριον Ἀνδρέα, δοξολογῶμεν γηθόμενοι.
Ἐφάνη ὁ βίος, ὁ ἐγκρατής σου πρὸς Θεόν, ὡς θυμίαμα μάκαρ, καθαρῶς θυόμενος, ὅθεν ἡμᾶς, τοὺς ὑμνοῦντας τὴν σήν, μνήμην ἀεί, φύλαττε καὶ φρουρεῖ, τῶν διαβόλου κακώσεων.
Ὁλόφωτος πάτερ, ὧν ἐν τῇ δόξῃ τοῦ Θεοῦ, μετὰ πάντων ἁγίων, σοὺς ἱκέτας λύτρωσαι, πάσης φθορᾶς, καὶ κακῶν καὶ δεινῶν, ἵνα τὸ σὸν Ὄνομα Ἀνδρέα, ἀκαταπαύστως δοξάζωμεν.
Θεοτοκίον.
Ὑπάρχουσα πάντοτε, τῶν οὐρανίων στρατιῶν, τοὺς ὀρθῶς φρονοῦντάς σε, Μῆτερ Θεοῦ, Θεοτόκον· ἁγνήν, σκέπε ἡμᾶς, ὅπως σὲ συμφώνως ἀπαύστως σὲ μεγαλύνοντες.

Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας ὡς θνητός.
Ὁσίων πάντων ὁ χορός, καὶ τῶν ἀγγέλων σήμερον, κοινὴν χορείαν κροτοῦντες, ἀεὶ προτρέπουσιν ἡμᾶς, τοῦ ἐπαινέσαι ᾄσμασιν, μνήμην σοφὲ Ἀνδρέα, τῆς σῆς τελειώσεως.
Καὶ τῆς ἑορτῆς

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὤ, τοῦ παραδόξου θαύματος! ἐν ὥρα σῆς ἱερᾶς, ἐκδημίας πρὸς Κύριον, φῶς ὡς σέλας ἔλαμψας, καταυγάζον τοὺς ἅπαντας, καὶ τοῦ σπηλαίου λαμπάδες ἔδειξας, ἄνωθεν φαινούσας πᾶσι ἔνδοξε. Ἂς ἡ βασίλισσα, τῶν Ἀρτέων βλέψασα, δραμοῦσα σοῦ, τὴν ταφὴν ἐποίησεν, Ἀνδρέα χαίρουσα.

Πάντων τῶν ἐν γῆ μακάριε, καταφρονήσας τερπνῶν, τῷ Χριστῷ ἠκολούθησας, καὶ αὐτοῦ πυρουμένος, τῇ ἀγάπη ἐνέκρωσας, τὰ τῆς σαρκός σου μέλῃ πανόλβιε, δι’ ἐγκρατείας, πόνων καὶ θλίψεων. Ὅθεν ὑμνοῦμεν σέ, καὶ πιστῶς βοῶμεν σι· Χριστὸν ἀεί, σῶσε πάντας πρέσβευε, Ἀνδρέα ὅσιε.

Μῦρον ὡς εὐῶδες Ἅγιε, ἡ τῶν λειψάνων τῶν σῶν, λάρναξ θεία μυρίζουσα, εὐφροσύνης πίμπλησι τὰς ψυχὰς ἡμῶν ὅσιε. Διὸ κροτοῦντες, ὕμνον ἐόρτιον, τόν σε ἀῤῥήτως Πάτερ δοξάσαντα, Λόγον δοξάζομεν, καὶ πανηγυρίζομεν, τὴν σὴν φαιδράν, μνήμην ἑορτάζοντες, ἀγαλλιώμενοι.

Πόνους καὶ τὰ σὰ παλαίσματα, καὶ παγετὼν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, κακουχίαις Ὅσιε, πεῖναν δίψαν καὶ γύμνωσιν, τὴν παῤῥησίαν σου τὴν πρὸς Κύριον, καὶ ἀρετῶν σου σοφὲ λαμπρότητος, βλέπων διάβολος, παντελῶς ᾐσχύνετο, οὑ καὶ ἡμᾶς πάσης βλάβης λύτρωσε, Ἀνδρέα πάντιμε.

Δόξα... Ἦχος πλ. β΄.
Σήμερον Χαλκιοπούλου ἡ πληθὺς πνευματικῶς συνελθοῦσα, καὶ Ἀκαρνανίαν καὶ Ἀρταν καὶ Αἰτωλίαν συγκαλοῦσα, ἐνθέοις τοῖς ᾄσμασιν Ἀνδρέα γεραίρει σέ. Καὶ τῶν θαυμάτων σου τὰ τεράστια ἀναμημνησκομένη, ἐν χαρὰ ἐκβοᾶ σοι. Χαίροις ὁ διὰ τῶν τοῦ ὕδατος σταγόνων, τῶν ἐν τῷ σπηλαίῳ σου πιπτόντων, τὴν κεφαλὴν τῆς γυναικὸς ἰασάμενος. Χαίροις ὁ τοῦ προσκυνήσαντος σοῦ τὸν τάφον, τῶν παρειμένων γονάτων, ὡς συμπαθὴς τὴν ἰατρείαν παρέσχες. Χαίροις ὁ δι’ ἐκ τοῦ τάφου σου χοός, πᾶσι τοῖς ἐν πίστει προσιοῦσι, ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὴν θεραπείαν πάντων ποιήσαι. Καὶ νῦν ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, πατέρων ἐκλογίων, Ἀνδρέα σοφέ, μὴ διαλείπεις πρεσβεύω τοῦ ῥυσθῆναι ἡμός, ἐκ πολέμων καὶ αἱρέσεως καὶ πάσης ὀργῆς, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.


















ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν. Ὁ ἀναγνώστης· Κύριε, εἰσάκουσον... Ψαλμὸς ρμβ’ (142) Καὶ εὐθὺς τό, Θεὸς Κύριος... Εἶτα τὰ τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῶν μοναστῶν τὴν καλλονὴν δεῦτε πάντες, καὶ τῶν Ἀγγέλων ἰσοστάσιον πίστει, καὶ ἐν θερμοῖς τοῖς δάκρυσιν προσπέσωμεν πιστοί, κράζοντες καὶ λέγοντες, θεοφόρε Ἀνδρέα, λύτρωσαι τοὺς δούλους σου, ἐκ κακίας δαιμόνων, καὶ ὁρατῶν ἐχθρῶν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ πέλεις πάντων ἡμῶν ἡ ἀντίληψις.
Δόξα. Πατρί. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι: δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Οὑ σιωπήσομεν πότε, Θεοτόκε...

Ὁ ἀναγνωστης: Ἐλἐησον μὲ ὁ Θεός. Ψαλμὸς ν’ (50).

Ὁ κανῶν, οὑ ἡ ἀκροστοιχίς· Ἀνδρέα Πάτερ ἀεὶ πάντας σῷζε Ἀποστόλου.
ᾨδὴ ἅ΄. Ἦχος πλ. δ΄. Ὁ εἱρμός. Ὑγρὰν διοδεύσας.
Ἀνδρέα παμμάκαρ, τῷ βασιλεῖ, τῷ μόνῳ Ἀνάρχω καὶ αἰώνων παρεστηκώς, καὶ τούτου φωτὶ τῷ τρισηλίῳ, καταλαμπόμενος πάντας μνημόνευε.
Νοσοῦντα τοῖς πάθεσι τοῖς δεινοῖς, καὶ ζόφῳ πταισμάτων, σκοτιζόμενον τῷ φωτί, τῷ σῷ φώτισον μὲ τοῦ ὑμνῆσαι τὰ σὰ Ἀνδρέα θεόφρον θαυμάσια.
Πονούμενον πάθεσι τοῖς ψυχῆς, Ἀνδρέα παμμάκαρ, καὶ τοῦ σώματος τοῖς δεινοῖς προστρέχω τῇ σκέπῃ σου κραυγάζων, τὴν σὴν γαλήνην παράσχου καὶ σῶσόν με.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ῥανίδα ἐλέους σου Ἀγαθέ, παράσχου μοι Κόρη, τῶν ἐν πάθεσι χαλεποῖς, ἐμὲ ῥυπωθέντα καὶ ὑσσώπῳ, τὴν σὴν μὲ καθαρὸν Δέσποινα δέομαι.







ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἑκουσίως πτωχεύσας, ὡς νουνεχὴς ὅσιε, λόγον ἐπακούσας Κυρίου, Ἀνδρέα πάνσοφε, γυναῖκα, τέκνα τε, καὶ τὴν οὐσίαν ἀφῆκας, καὶ ὁδὸν σωτήριον, χαίρων διήνυσας.
Ἀπὸ πάσης κακίας, τῶν δυσμενῶν ὅσιε, χάριτι Κυρίου Ἀνδρέα, ἔμεινας ἄτρωτος, ὅθεν δεόμεθα, τῆς κακουργίας τῆς τούτων, τὴν σὴν ποίμνην φύλαττε, πάτερ ἀλώβητον.
Πάσης βλάβης καὶ νόσων καὶ συμφορῶν Ἅγιε, ἅπαντας λυτρούσαι τοὺς πίστει προσκαλουμένους σέ, ὅθεν κεκτήμεθα, φρουρὸν σὲ πάτερ Ἀνδρέα, ἰατρὸν καὶ στήριγμα, πάντες οἱ δοῦλοι σοῦ.
Καὶ νῦν.
Ἀκατάληπτος πέλει ἡ σὴ Ἁγνὴ γέννησις, εἰ καὶ ἑρμηνεύομεν ταύτην, ἀλλ’ ἀνερμήνευτος μένει πανάμωμε, διὸ τούς σὲ Θεοτόκον, πίστει καταγγέλοντας, σῷζε πρεσβείαις σου.
Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.
Ἐπιβλέψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς καὶ σκέπη καὶ βοήθεια, ὑπάρχεις ἡμῶν Ἀνδρέα παμμακάριστε, ἐκτενῶς βοῶμεν σοι, ἐξ ἐχθρῶν παντοίων καὶ αἱρέσεων, καὶ πάσης ἄλλης ῥῦσαι συμφορᾶς, ἡμᾶς τοὺς οἰκέτας σου δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φωτὶ τῶν ἀγώνων σου, φάλαγγας δαιμόνων σοφὲ διέλυσας, καὶ ἡμᾶς Ἀνδρέα φώτισον, τούτων ἐκ τῆς πλάνης ἐκλυτρούμενος.
Εὐφροσύνη πανεύφημε, πλήρωσον τοὺς πίστει σου καταφεύγοντας, ἐκ φρενῶν βλάβης λυτρούμενος, καὶ ψυχῆς τῶν νόσων τῇ σὴ χάριτι.
Ῥωμαλέῳ φρονήματι, πάθη σου Ἀνδρέα σοι ἀπενεύρωσας, ὅθεν δέομαι ἀνάστησον, ἐκ παθῶν ἀμέτρων μὲ πρεσβείαις σου.
Καὶ νῦν.
Ἀβλαβῆ μὲ συντήρησον, πάσης περιστάσεως παναμώμητε, ἡ τὸν εὔσπλαγχνον κυήσασα, τὸν Ἁγνὴν φυλάξαντα σὲ Κύριον.









ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, ὢ Ἀνδρέα τοὺς ὑμνοῦντάς σε, καὶ τὴν ὑγείαν ταῖς δεήσεσι ταῖς σαῖς, ψυχῆς παράσχου καὶ τοῦ σώματος τοῖς δούλοις σοῦ.
Ἵλεων ἡμῖν, τὸν Θεὸν πάτερ ἀπέργασαι, τοῖς καθ’ ἑκάστην ἁμαρτάνουσιν καὶ γάρ, σὲ πρέσβυν πρὸς Αὐτὸν Ἀνδρέα ἔχομεν.
Παῦσον ἀφ’ ἡμῶν, τῶν κακῶν πληθὺν θεόληπτε, λιμόν, σεισμόν, πενίαν, θάνατον, καὶ τὰς αἱρέσεις, ταῖς πρὸς Κύριον πρεσβείαις σου
Καὶ νῦν.
Ἄλλην ἀγαθή, προστασίαν οὑ γινώσκομεν, εἰ μὴ σὲ μόνην τὴν κυήσασαν, τὸν πάντων Κτίστην ὡς βροτόν, ὼ ἀπειρόγαμε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ναὸς σοφέ, τοῦ Θεοῦ γεγένησαι, σεαυτὸν ἐκ τῶν παθῶν σοῦ καθαράς, τοὺς σῷ ναῷ προσιόντας ἐν πίστει, ἀῤῥωστημάτων παρέχεις τὴν ἴασιν. Χρονίων τε καὶ χαλεπῶν, ἀνιατῶν Ἀνδρέα πάτερ ἡμῶν.
Τὰ γήϊνα σὺ λιπὼν κατῴκισας ἐν σπηλαίῳ τῆς Καλάνης Ἀνδρέα, καὶ προσευχαῖς, χαμευνίαις, νηστείαις, τὸν πολυμήχανον ὄφιν ἐπάτησας, Χριστὸν δοξάζων, ὅστις νῦν, καὶ ἀεὶ σὲ δοξάζει μακάριε.
Ἀνιατοὶ οὐκ εἶσιν ἀσθένειαι, τοῖς προσπίπτουσιν σοῖς θείοις λειψάνοις, καὶ γὰρ τυφλοῖς σοι παρέχεις τὸ βλέπειν, λαλεῖν ἀλάλοις, κωφοῖς τὸ εὐήκοον, χωλοῖς βαδίζειν καὶ παντί, ἀσθενοῦντι Ἀνδρέᾳ τὴν ἴασιν.
Καὶ νῦν.
Συγχαίρουσιν σὲ Ἀγγέλων αἱ τάξεις, καὶ ἀνθρώπων ἅπαν γένος Παρθένε, ὅτι σαφῶς τὰ ἐπίγεια πάντα, τοῖς οὐρανίοις συνήφθη τῷ τόκῳ σου, καὶ πάντες ἐν φωνὴ μία, εἰς αἰῶνας τὸ χαῖρε σοι κράζομεν.
Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία σὺ παντὸς τοῦ Βάλτου γεγένησαι, εὐφροσύνη τε Χαλκιοπούλου καὶ καύχημα, πάντων σκέπη τῶν ὀρθοδόξων καὶ καταφυγή, διὸ κράζομεν σοι ἐν κλαυθμοῖς, οἱ ἁμαρτάνοντες Θεῷ καὶ ἀεὶ παροργίζοντες, οὖσαι ἡμᾶς πταισμάτων, λύτρωσαι τῶν κινδύνων τοὺς καταφεύγοντας πιστῶς ὢ Ἀνδρέα ἐν τῇ σκέπη σου.






Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ .τοῦ κατὰ Λουκᾶν. (στ’ 17-23)
Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἄκουσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἥμερα καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχος. Ἐλέησον μέ...
Μὴ παρίδῃς Ὅσιε, τῶν οἰκιστῶν σου δεήσεις, ἀλλὰ βλέψον κύκλωθεν, τὴν ἡμῶν ἀσθένειαν συμπαθέστατε, τὴν πληθὺν ἴασαι, δαιμονώντων ἅμα, παραλύτων ἀνιάτως τε, πασχόντων ἔνδοξε, καὶ φρενῶν ἐκ βλάβης καὶ θλίψεων, τὸ ἄλγος νῦν θεράπευσον, τῆς ψυχῆς ἡμῶν τὸ ὀλέθριον, ἵνα κατὰ χρέος, Ἀνδρέα σὲ γεραίρομεν ἀεί, καὶ τὰ σὰ θαύματα πάντοτε, πᾶσι διηγούμεθα.

ᾨδὴ ζ΄. Οἷ ἐκ τῆς Ἰουδαίας.
Σὲ ἐθαύμασαν πᾶσαι, τῶν Ἀγγέλων αἱ τάξεις Ἀνδρέα πάνσοφε, πῶς ὤν ἐν τῇ σαρκί σου, τὰς φάλαγγας δαιμόνων διαλύων ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Ὦ τοῦ θαύματος πάτερ’ ὡς παλάτιον τόδε ἡγήσω σπήλαιον, τὴν πέτραν ὡς παστάδα, τὰ ῥάκη ὡς πορφύραν, καὶ γηθόμενος ἐψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Ζάλης πάσης καὶ πλάνης, διαβόλῳ παμμάκαρ καὶ ἐξ αἱρέσεων ἀνθρώπων ψευδολόγων, ἡμᾶς ῥῦσαι Ἀνδρέα, τῷ Χριστῷ ἵνα ψαλλωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Καὶ νῦν.
Ἐν ὁδῷ, ἐν θαλάσσῃ, ἐν ἀέρι, ἐν πόλη ἡ ἐν ἐρήμῳ τε, τοὺς ὄντας σῷζε πάτερ Ἀνδρέα ἐκ Παρθένου, τῷ τεχθέντι κραυγαζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.



ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ κακίας τῆς τῶν ἀνθρώπων Ἀνδρέα, ἀπὸ φθόνου ῥῦσαι μὲ τρισμακαρ, ἵνα σὲ γεραίρω, τὸν μέγαν μου προστάτην.
Προστάτης πάντων, σὺ τῶν πιστῶν ὦ Ἀνδρέα, τῶν ὑμνούντων σε καὶ εὐφημούντων, πέλεις διασῴζων αὐτοὺς ἐκ πάσης βλάβης.
Ὁ ποδηγὸς σύ, καὶ φῶς ὑπάρχον παμμάκαρ, χαλεπῆς ἐν χρόνοις τοῦ λαοῦ σου, στήριξον Ἀνδρέα ἡμᾶς ὀρθοδοξία.
Καὶ νῦν.
Σεσαρκωμένος ὧν, τῶν ἁπάντων ὁ κτίστης, ἐκ νηδύος σῆς παρθενομήτωρ, πάντας σὲ δοξάζειν διδάσκει εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὴν ἔρημον Ἀνδρέα, σοῖς δάκρυσιν τοῖς θείοις, ὡς ἀληθῶς σὺ κατήρδευσας, ὅθεν μὲ μετανοοῦντα, σὺν δάκρυσι σῶσον δέομαι.
Ὁ φύλαξ τῆς Καλάνης, τοῦ Βάλτου τε ἡ δόξα, Χαλκιοπούλων τὸ καύχημα ἔνδοξε, Ἀνδρέα σκέπε τοὺς πίστει, προσκαλουμένους σέ.
Λαὸς Ἀκαρνανίας, σὺν πάσῃ τῇ Ἑλλάδι, τὰ σὰ γεραίρει Ἀνδρέα θαυμάσια, καὶ προσκυνεῖ σοῦ θεόφρον, τὰ θεία λείψανα.
Ὁλόφωτος τρισμακαρ, Τριάδι τῇ ἁγίᾳ, παρεστηκὼς σὺ Ἀνδρέα μνημόνευε, τοὺς δεομένους σοῦ πίστει, ἀχρείους δούλους σοῦ.
Καὶ νῦν.
Ὑπέρλαμπρε Μαρία, ἡ σκέπη ὀρθοδόξων, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ βασίλισσα, τοὺς Θεοτόκον εἰδότας σὲ σῷζε πάντοτε.

Ἄξιόν ἐστιν... καὶ τὰ ἑπόμενα Μεγαλυνάρια.
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.
Δεῦτε τὴν εἰκόνα τὴν ἱεράν, θείου τε Ἀνδρέου ἀσπασώμεθα εὐλαβῶς, βρύει τὰς ἰάσεις, παντὶ τῷ δεομένῳ, τοὺς δαίμονας διώκει, σῴζει τοὺς ἅπαντας.
Δεῦτε οἱ ὀχλούμενοι ἐκ παθῶν, φρενῶν τε τῆς βλάβης, καὶ μαγείας τῆς φοβερᾶς, νόσοις ἀνιατοῖς, προσπέσωμεν ἐν πίστει, Ἀνδρέου τοῖς λειψάνοις, λάβωμεν ἴασιν.
Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν ἀσωμάτων ἰσοστάσιος ἀληθῶς, χαίροις ὀρθοδόξων τὸ στήριγμα καὶ δόξα, Ἀνδρέα θεοφόρε, σῷζε τοὺς δούλους σου.
Χαίροις τῆς Καλάνης ὁ θησαυρός, καὶ Χαλκιοπούλων ὁ προστάτης καὶ βοηθός, καὶ παντὸς τοῦ Βάλτου τὸ καύχημα τὸ μέγα, Ἀνδρέα θεοφόρε, σκέπε τοὺς δούλους σου.
Σοῦ ἐν τῷ θανάτῳ τῇ φοβερά, ὥρα ὥσπερ σέλας, καὶ ὡς ἥλιος φαεινός, λάμψαντος προσώπου, καὶ ὡς πυρσὸς πρὸς ὕψος, φῶς δείξαντος Ἀνδρέαν, πάντες τιμήσωμεν.
Τούς σε ἀγαπῶντας εἰλικρινῶς, ὅσιε Ἀνδρέα, ἐκ πολέμων καὶ τοῦ σεισμοῦ, πλάνης, ἀνομβρίας, λιμοῦ καὶ τιμωρίας, ἀπάλλαξον εἰρήνην, νέμον τοῖς δούλοις σοῦ.
Σὺν Ἀγγέλοις, Μάρτυσι, Ἀσκηταῖς, ὅσιε Ἀνδρέα, Ἀποστόλοις καὶ Βαπτιστή, σὺν πᾶσι Ἁγίοις, μετὰ τῆς Θεοτόκου, Χριστὸν ἀεὶ δυσώπει, σώσαι τοὺς δούλους σου.

Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Αἴτησις καὶ Ἀπόλυσις, μεθ’ ἢν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἀπειλῆς τοῦ δυσμενοῦς, πάσης ἁμαρτίας καὶ πλάνης, πάσης αἱρέσεως, λύτρωσαι τοὺς δούλους σου, Ἀνδρέα πάτερ ἡμῶν· τὸν Θεὸν γὰρ ὀργίζοντες, ῥᾳθύμῳ καρδίᾳ, ἔργα μὴ προσφέροντες, τῆς μετανοίας αὐτῷ· ὅθεν δυσωποῦμεν σὲ μάκαρ, τούτων ἐν ἥμερα τῆς δίκης, ἵλεων ἀπέργασαι τοῖς δούλοις σοῦ.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλάξαν μὲ ὑπὸ τὴν σκέπην σου.





















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου