ΜΑΪΟΥ 27!!
ΙΩΑΝΝΗΣ ΡΩΣΣΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
παρ’ ἐχθρῶν τῶν δυσμενῶν, ἤχθης ὡς αἰχμάλωτος μάκαρ, στεῤῥῷ φρονήματι, τότε τὴν
εὐγένειαν, τῆς διανοίας σου, καὶ ψυχῆς τὴν λαμπρότητα, ὑπέδειξας πᾶσι, τοῦ
Χριστοῦ πτερούμενος, τῷ θείῳ ἔρωτι, χαίρων, γὰρ τὰς θλίψεις ὑπέστης, καὶ τῆς
εὐσεβείας τὸν πλοῦτον, Ἰωάννη ἄσυλον διέσωσας.
Ὕμνους,
καὶ δεήσεις καὶ εὐχάς, ᾄδων ἐν πολλῇ κατανύξει τῷ ἐν Τριάδι Θεῷ, Ἰωάννη Ὅσιε ὡς
ἄλλος ἄγγελος, τὴν ζωήν σου διήνυσας, ἐν ἱπποστασίῳ, φῶς ἐν τῇ καρδίᾳ σου θεῖον
δεχόμενος, ὅθεν, ἡ οὐράνιος δόξα, δέδεκται λαμπρῶς θεοφόρε, ὡς Χριστοῦ σε φίλον
γνησιώτατον.
Ἄνωθεν
φωτὶ στυλοειδεῖ, λάμποντι τῷ θείῳ σου τάφῳ, Χριστὸς ἐδήλωσε, τῆς σῆς ἁγιότητος
τὴν θείαν ἔλλαμψιν, οἱ πιστοὶ δὲ κομίσαντες, τὸ θεῖόν σου σκῆνος, πλῆρες θείας
χάριτος σῶον καὶ ἄφθαρτον, ᾔνεσαν Θεὸν Ἰωάννην, τὸν σὲ θαυμαστώσαντα κόσμῳ,
δωρεαῖς θαυμάτων καὶ δυνάμεσι.
Χαίρει,
ὥσπερ θεῖον θησαυρόν, νῆσος τῆς Εὐβοίας δεχθεῖσα, τὸ θεῖον σκῆνός σου, ἐξ ἑώας
Ὅσιε, μετενεχθὲν εὐσεβῶς, ἰατρεῖον γὰρ δέδεικται, πάσης ἀσθενείας, καὶ παρέχει
ἅπασι, χάριν καὶ ἔλεος, ὅθεν, εὐσεβῶς αἱ χορεῖαι, τούτῳ εὐλαβῶς προσιοῦσαι,
πάσης ἀπαλλάτονται κακώσεως.
Δόξα.
Ἦχος δ΄.
Ὁλοσχερῶς
Χριστῷ ἀνακείμενος, οὐδαμῶς συνεσχέθης, ταῖς εὑρούσαις σε θλίψεσιν, ἀλλὰ
θεόφρονι νοΐ, τῆς αἰχμαλωσίας τὰ δεινά, ὡς ευσεβείας ἀγῶνα ἐδέξω. Καὶ ὡς χρυσὸς
δοκιμασθείς, ἐν τῷ πυρὶ τῶν πειρασμῶν, ὑπὲρ ἥλιον ἔλαμψας, ὁμολογίᾳ τῆς
πίστεως. Δι’ ἧς Ἰωάννη Ὅσιε, λαμπρῶς ἐμεγαλύνθης, καὶ πᾶσι παρέχεις, τὰ πρὸς
σωτηρίαν αἰτήματα, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πίστεως
τῷ φωτί, λαμπρύνων σου τὸν βίον, θεόφρον Ἰωάννη, τοῦ σκότους τὸν προστάτην, εἰς
τέλος καταβέβληκας.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἤνεγκας
καρτερῶς, πικρὰν αἰχμαλωσίαν, θεόφρον Ἰωάννη, καὶ πᾶσαν τοῦ Βελίαρ, κακίαν
ᾐχμαλώτισας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βρύει
ὡς ἀληθῶς, θαυμάτων θεῖα ῥεῖθρα, τὸ λείψανόν σου Πάτερ, καὶ πᾶσαν ἁγιάζει, τὴν
Εὔβοιαν ἐν Πνεύματι.
Δόξα.
Τριαδικόν.
Φέγγει
Τριαδικῷ, τὸν νοῦν Σου ἀνατείνων, ἀμέμπτῳ πολιτείᾳ, θεόφρον Ἰωάννη, περιφανῶς
δεδόξασαι.
Καὶ
νῦν. Θεοτοκίον.
Λόγος
ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ λαβὼν Παρθένε, τὴν τῶν βροτῶν οὐσίαν, ἀξίως μεγαλύνει, τοὺς
ἑαυτοῦ θεράποντας.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ
γῆς ὁ καλέσας σε πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ
σκῆνός σου Ὅσιε, σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ
Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
θεράποντα ἔνθεον, τοῦ Χριστοῦ εὐφημοῦμέν σε, καὶ τῆς θείας χάριτος σκεῦος
εὔχρηστον, προσηγορίᾳ γὰρ Ὅσιε, τοῖς πᾶσιν ὑπέφηνας, τῆς ἁγίας σου ζωῆς, τὰ
λαμπρὰ κατορθώματα, καὶ τὰς χάριτας, τὰς πολλὰς ἃς θεόθεν ἐκομίσω, δι’ ὧν κόσμῳ
διαλάμπεις, ὦ Ἰωάννη τοῖς θαύμασι.
Ὡς
ἀπήχθης αἰχμάλωτος, καὶ τὸ σῶμα δεδούλωσαι, τὴν ψυχὴν ἀδούλωτον διετήρησας,
ἐρηρεισμένος τοῖς δόγμασι, τῆς πίστεως Ὅσιε, καὶ ἠγώνισαι στεῤῥῶς, τὰ ὀνείδη
καὶ σκώμματα, γνώμῃ κρείττονι, τῶν ἀπίστων ὡς θείας ἀναβάσεις, ὑπομένων Ἰωάννη,
ὅθεν ἀξίως δεδόξασαι.
Τοῦ
Ἰὼβ τὴν ἀνένδοτον, καρτερίαν μιμούμενος, ἀκλινὴς καὶ ἄσειστος θείῳ Πνεύματι,
ταῖς ἐπελθούσαις κακώσεσι, καὶ θλίψεσιν ἔμεινας, καὶ εν κόπρῳ τὴν ζωήν, διανύων
πεπλήρωσαι, ὀσμῆς κρείττονος, καὶ πολλῆς εὐωδίας οὐρανόθεν, Ἰωάννη θεοφόρε, τῆς
χορηγίας τῆς χάριτος.
Οὐρανόθεν
ὁ Κύριος, ἥνπερ ἔσχες λαμπρότητα, ἐν στύλῳ ὑπέδειξε φωτὸς ἅπασιν, ἐπὶ τοῦ τάφου
σου Ὅσιε, ἐξ οὗ τὸ σὸν λείψανον, ὡς πηγὴν ἁγιασμοῦ, οἱ πιστοὶ ἐκκομίσαντες,
χάριν ἄφθονον, ἐξ αὐτοῦ καθ’ ἑκάστην Ἰωάννη, κομιζόμεθα ὑμνοῦντες, τὸν σὲ
λαμπρῶς θαυμαστώσαντι.
Ἐξ
ἑώας τὸ σῶμα σου, ὡς θησαύρισμα ἅγιον, Εὐβοεῖς ἐδέξαντο ἀγαλλόμενοι, ᾧ εὐλαβῶς
προσερχόμενοι, λαμβάνομεν Ἅγιε, ὧν δεόμεθα πιστῶς, ἀλλὰ δίδου ἑκάστοτε, χάριν
ἄνωθεν, Ἰωάννη τῇ νήσῳ τῆς Εὐβοίας, καὶ ἁπάσῃ τῇ Ἑλλάδι, ταῖς πρὸς Θεὸν
ἱκεσίαις σου.
Τὸ
τῆς χάριτος σκήνωμα, τῆς Ῥωσίας τὸ βλάστημα Ἰωάννην ἅπαντες τὸν θεόληπτον,
ᾀσματικῶς μακαρίσωμεν· πάλαι ἐν ἑώᾳ γαρ, ὡς αστὴρ νεοφανής, τοὺς πιστοὺς
κατεφώτιζε, νῦν δὲ ἅπασαν, ἁγιάζει τὴν νῆσον τῆς Εὐβοίας, τῷ ἁγίω αὐτοῦ σκήνει,
χαριτωθέντι ἐν Πνεύματι.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ὁ τῆς χάριτος ἐπώνυμος, Ἰωάννης ὁ Ὅσιος, ὁ τῆς Ῥωσίας περιφανὴς βλαστός,
ὁμολογίας τὸ φῶς πυρσεύει, τῇ ἐνδόξῳ αὐτοῦ μνήμῃ. Θεοπρεπῶς γὰρ δοξασθείς,
πάντας συγκαλεῖται πρὸς μετουσίαν τῶν κρειττόνων, τοὺς πρὸς αὐτὸν βοῶντας·
χαίροις, ὁ τῆς ἀληθείας τὸν χιτῶνα λαμπρότερον δείξας τοῖς σκάμμασι, καὶ τοῦ
ψεύδους τὸ κράτος, θριαμβεύσας τοῖς ἄθλοις· χαίροις, τῶν πάλαι Ἁγίων ἰσότιμος
ὡς παθῶν τοῦ Χριστοῦ μιμητὴς καὶ σύμμορφος· χαίροις, τῆς Ἐκκλησίας νέα
λαμπηδών, τῆς Εὐβοίας καύχημα, καὶ τῆς Ἑλλάδος πάσης πρεσβευτὴς θερμὸς πρὸς
Κύριον. ᾯ πρέσβευε ἑκάστοτε Ἅγιε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρὸν. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκοῦσατε
οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις
ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ ἡ νῆσος Εὔβοια, λαμπρυνομένη τοῖς θαύμασιν Ἰωάννου τοῦ Ὁσίου, τοῦ
ἡγιασμένου τοῦ Χριστοῦ θεράποντος. Καὶ τὸ θεῖον αὐτοῦ σκῆνος, ὡς θησαυρὸν
πλουτοῦσα τῆς ἐξ αὐτοῦ προϊούσης χάριτος, ταῖς δωρεαῖς πλουτίσθητι. Πᾶσι γὰρ
παρέχει ἴασιν σωμάτων καὶ ψυχῶν, καὶ πόνων ἀπαλλαγήν, καὶ πᾶσαν ἄλλην δόσιν
σωτήριον. Ἀλλ’ ὧ τρισμάκαρ Ἰωάννη, πλήρου ἡμῶν τὰς αἰτήσεις, καὶ τῷ θείῳ
θελήματι, τὴν νεολαίαν κατεύθυνον.
Ἦχος
β΄.
Ὁμολογίας
ἀγῶσι, τὴν ζωὴν ἐφαίδρυνας, μὴ δουλωθεὶς τῷ φρονήματι, αἰχμαλωσίας συνοχῇ,
Ἰωάννη μακάριε, ἀλλ’ ἐλευθέρᾳ γνώμῃ, εν ἀληθείᾳ καὶ ὁσιότητι λατρεύων Χριστῷ,
κακουχίας εἴλου, ἤ πρόσκαιρον ἔχειν, ἁμαρτίας ἀπόλαυσιν. Καὶ τοῦ Σωτῆρος τοῖς
στίγμασι, καλλωπίσας σεαυτόν, ὑπὲρ ἥλιον ἔλαμψας, ἐναρέτῳ πολιτείᾳ, ἔνθεν πᾶσιν
αἰδέσιμος, δι’ ἀρετῆς ἐφάνης καὶ πολέμιοι ἠγάσθησαν, τὴν σῶν τρόπῳ χρηστότητα.
Το γὰρ Ἅγιον Πνευμα, ἐν σοὶ ἐπανεπαύσατο, δι’ οὗ πᾶσι προστάτης, εὑρίσκῃ
ταχύτατος.
Ἦχος
γ΄.
Τὴν
καθαρὰν πολιτείαν σου, καὶ τοὺς ὁσίους καμάτους, ὡς θυσίαν ἄμωμον, καὶ θυμίαμα
εὐπρόσδεκτον, ὁ τῆς δόξης Κύριος δεξάμενος, θαυμαστῶς σε ἐδόξασεν Ἰωαννη
χαριτώνυμε. Πᾶσι γὰρ παρέχεις, σωτηρίους δόσεις, ὡς τοῦ Σωτῆρος μιμητής. Καὶ
ἐφ’ ἵππου ὁραθείς, ληστρικῆς χειρώσεως, τοὺς ὀδοιπόρους ἔσωσας. Καὶ κατ’ ὄντας
καὶ ὕπαρ φαινόμενος, τοῖς ἐν ἀνάγκαις βοηθεῖς, τοὺς ἐν λύπαις παραμυθούμενος.
Διὸ τὴν δοθεῖσάν σοι χάριν κηρύττομεν, φαιδρῶς ἑορτάζοντες τὴν ἁγίαν μνήμην
σου.
Ἦχος
δ΄.
Τὸν
ἀόρατον ἐχθρόν, τοῖς ποσὶ κατεπάτησας, τὸν τὴν αἰχμαλωσίαν σοι τεκτηνάμενον
Ἰωάννη Ὅσιε. Τῆς ἐν Χριστῷ γὰρ ἐλευθερίας, τὰ ἀγαθὰ προφαίνων, οὐδόλως ἐκάμφθης
τυραννικαῖς βουλαῖς, καὶ τῆς εὐσεβείας τὸν θησαυρόν, ἄσυλον ἐφυλαξας, τῷ τῆς
ψυχῆς ταμείῳ. Καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς ταῖς ποικίλαις θλίψεσι πολλῶν
θαυμάτων ἐνέργειαν, παρὰ Χριστοῦ ἐδέξω, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Χαρμοσύνως
σήμερον Θεῷ, ἡ τῶν Προκοπέων πόλις σκιρτῶσα βόησον · ἐλαμπρύνθη μου τὸ κάλλος,
ὑπὲρ πᾶσαν ἄλλην πόλιν τῶν ἐνθάδε· ἰδοὺ γὰρ ὁ τῆς Ῥωσσίας θεῖος γόνος, καὶ τὸ
τῶν Ὁσίων μέγα κειμήλιον, Ἰωάννης ὁ ὄντως χαριτώνυμος, τὴν πορείαν πρὸς τὸν
Οὐρανὸν ἐποιήσατο, καταλιπών μοι σεμνολόγημα, τὸ αὐτοῦ ἅγιον σκῆνος. Δεῦρο δή
μοι ἅπαν τὸ σύστημα τῶν Ὀρθοδόξων ἑορτάσωμεν αὐτοῦ τὴν θείαν μνήμην, ἵνα καὶ
τῆς αὐτοῦ κοινωνήσωμεν χάριτος. Τοῦ πρεσβεύοντος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων,
τῇ ἀγαπήσει Χριστοῦ, αἰχμαλωσίας τῆς πικρᾶς πᾶσαν κάκωσιν, ἀνδρείᾳ ὑπέστης
γνώμῃ, καὶ τοῦ ἐχθροῦ τὴν ὀφρύν, θεολήπτῳ βίῳ ἐταπείνωσας, ἐντεῦθεν πεπλήρωσαι,
οὐρανίων ἐλλάμψεων, τὸν νοῦν καθάρας, προσευχαῖς καὶ δεήσεσι, καὶ νεκρώσας σου,
τῆς σαρκὸς τὰ φρονήματα· ὅθεν πρὸς ἀτελεύτητον, ζωὴν μεταβέβηκας, καλῶς τελέσας
τὸν δρόμον, ὁμολογίας τῆς κρείττονος, σοφὲ Ἰωάννη, τῶν Ἀγγέλων συμπολίτα καὶ
ἰσοστάσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στύλῳ,
φωτοειδεῖ ὁ Θεός, τὴν σὴν λαμπρότητα τοῖς πᾶσιν ὑπέδειξεν, ἐντεῦθεν ἀπὸ τοῦ
τάφου, μετ’ εὐλαβείας πολλῆς, τὸ δεδοξασμένον Πάτερ σῶμα σου, πιστοὶ
συνεκόμισαν, ὡς ἁγίασμα ἔνθεον, καθαγιάζον, τὰς ψυχὰς καὶ τὰ σώματα, τῇ τοῦ
Πνεύματος, ἐνεργείᾳ καὶ χάριτι, ᾧπερ πιστῶς προσπίπτοντες, βοῶμέν σοι Ὅσιε·
δίδου ἡμῖν Ἰωάννη, τὴν σὴν ταχεῖαν ἀντίληψιν, τῇ σῇ νεολαίᾳ, φωτισμὸν καὶ θεῖον
φόβον, ἀεὶ δωρούμενος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάλαι,
ἐν τῇ ἑώᾳ σοφέ, τὸ θεῖον σκῆνός σου
πιστοὺς καθηγίαζε, παρέχον ἑνὶ ἑκάστῳ, τὰς σωστικὰς δωρεάς, τῇ σοὶ δεδομένη
Πάτερ χάριτι, νῦν τοῦτο δὲ Ὅσιε, καταλάμπει τοῖς θαύμασι, νῆσον Εὐβοίας, καὶ
Ἑλλάδα τὴν σύμπασαν, ἐνεργήμασι, τῶν ἀπείρων ἰάσεων· ὅθεν τοῖς τούτῳ
σπεύδουσιν, ἀεὶ δίδου Ἅγιε, καὶ ἐξαιρέτως τοῖς νέοις, τὴν θαυμαστὴν ὁδηγίαν
σου, ὡς ἂν Ἰωάννη, προσαγάγωμεν Κυρίῳ, βίον εὐπρόσδεκτον.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῆς
εὐσεβείας τῷ φωτί, καταλαμπρύνας τὸν βίον, ὁμολογητὴς νέος ὤφθης Ἰωάννη Ὅσιε.
Τῷ θεμελίῳ γὰρ τῆς πίστεως, ἀκλινῶς ἱδρυμένος, τῆς ἀγάπης τοῦ Χριστοῦ οὐδόλως
σεσάλευσαι, κατὰ Παῦλον τὸν μέγαν. Καὶ καλῶς ἀγωνισάμενος, τῆς αἰωνίου ζωῆς τὸν
στέφανον, παρὰ Χριστοῦ ἐδέξω, τοῦ παρέχοντος πᾶσιν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ
γῆς ὁ καλέσας σε πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ
σκῆνός σου Ὅσιε, σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ
Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, τὸ φῶς κατέχον, πικρὰν ἤνεγκας, αἰχμαλωσίαν, Ἰωάννη καὶ ὁσίως ἐβίωσας,
ὅθεν τὸ θεῖόν σου λείψανον Ἅγιε, θαυματουργίας πηγάζει ἐν Πνεύματι, ᾧ
προστρέχοντες, ὑμνοῦμεν τὸν σὲ δοξάσαντα, τιμῶντες τὰ σεπτά σου προτερήματα.
Δόξα.
Ἕτερον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Ῥωσσίας
σου καυχᾶται τῶν σπαργάνων ἡ πάτριος, καὶ ἡ Ἀσιάτις γῆ χαίρει, τῷ ἁγίῳ λειψάνῳ
σου, ἐν ᾗ ὡς αἰχμάλωτος ἀχθείς, ὑπέστης δεινῶν ἐπιφοράς, καὶ βιώσας ἐν ἀσκήσει,
μύστης Θεοῦ γεγένησαι ὦ Ἰωάννη· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
θαυμαστώσαντι, δόξα τῷ σὲ προστάτην κραταιὸν ἡμῖν δωρήσαντι.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Αἰχμάλωτος
ἀχθείς, ἐν Ἀσίᾳ θεόφρον, ἰσάγγελον ζωήν, ἐν δουλείᾳ μετῆλθες, διὸ ἡ τῶν Ἀγγέλων
σε, μετὰ τέλος τὸ ἅγιον, δόξα δέδεκται, καὶ ἡ χαρὰ τῶν Ἁγίων, μεθ’ ὧν πρέσβευε,
ὑπὲρ ἡμῶν Ἰωάννη, τῶν πόθω τιμώντων σε.
Δόξα.
Ὅμοιον.
Ὁσίων
ὁ χορός, τὴν σὴν μνήμην θεόφρον, ἐν ὕμνοις και ᾠδαῖς, Ἰωάννη τιμῶσι, προσθήκην
γὰρ ἐδέξαντο, σοῦ τὸ πνεῦμα μακάριε· ὅθεν σήμερον, καὶ ἡ Χριστοῦ Ἐκκλησία,
μεγαλύνει σε, δοξολογοῦσα ἐνθέως, τὸν σὲ θαυμαστώσαντα.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Παθη
τοῦ σώματος, θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ τῶν θαυμάτων
ποταμοὺς ἀνέβλυσας Ἰωάννη· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε
καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, καὶ τὸν δοξάσαντά
σε Κύριον.
Δόξα.
Ὅμοιον.
Ὅλον
ἐκόσμησας, μάκαρ τὸν βίον σου, καὶ ὑπερκόσμιος, ὅλος σὺ γέγονας, καθάπερ
ἄσαρκος σαρκί, καὶ ἄνθρωπος οὐρανόφρων· ὅθεν ἱκεσίας σου, Ἰωάννη μακάριε,
κόσμησον καὶ κάθαρον, ἐκ τοῦ ῥύπου τῶν ἔργων μου, τὸν πίστει τὴν ἁγίαν σου
μνήμην, ψαλμοῖς καὶ ὕμνοις μεγαλύναντα.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας
τοῖς τρόποις κραταιωθείς, καὶ ἀμέμπτως ἀνύων σου τὴν ζωήν, οὐδόλως ἐπτόησαι,
ἀσεβούντων τὴν δύναμιν, ἀλλὰ τυράννοις ὤφθης, αἰδέσιμος Ὅσιε, ἠθῶν τῇ εὐγενείᾳ
καὶ βίου λαμπρότητι· ὅθεν μετὰ τέλος, ἀτελεύτητον δόξαν, ἀξίως κεκλήρωσαι, καὶ
Ἀγγέλοις ἠρίθμησαι, Ἰωάννη ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς εντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον, τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Ἀντωνίου.
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὅλῳ
νοΐ, Κυρίῳ ἀτενίζων, τὰ τῆς αἰχμαλωσίας δεινά, μεγαλόφρονι ψυχῇ ὑπέμεινας, ὡς
ἀφορμὰς ζωῆς ἀϊδίου, Ἰωάννη μακάριε, καὶ τὸν ἐπελθόντα σοι βελίαρ, ἐντέχνως
καταβαλών, τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, θεωθεῖς κατὰ μέθεξιν. Αὐτῆς καὶ ἡμᾶς
ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δεόμεθα Ἅγιε.
Οἱ
κανόνες· τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου β΄.
Ὁ
α΄ κανών. ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Ὕμνοις
τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον,
παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου μακαριώτατε.
Μέλη
σοφέ, νεκρώσας πάντα τοῦ σώματος, ἐν τῇ καρδίᾳ ἔσχηκας, Χριστὸν νεκρώσαντα, τὸν
ἀρχέκακον ὄφιν, καὶ τὴν βροτείαν φύσιν ἀπολυτρώσαντα.
Νόμον
Χριστοῦ, ἐμμελετήσας θεσπέσιε, δένδρον ζωῆς, κατάκαρπον ἀρεταῖς δέδειξαι,
προβαλλόμενος χάριν τῶν θείων ἰαμάτων τοῖς σὲ δοξάζουσι.
Θεοτοκίον.
Μετὰ
Θεόν, σὲ βοηθὸν ἀκαταίσχυντον, καὶ προστασίαν ἄμαχον, καὶ ἀντιλήπτορα καὶ
φρουρόν, καὶ μεσίτην Παρθένε κεκτημένοι, κράζω σοι· σῶσόν με.
Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Ἰωάννῃ μέλισμα τῷ ἐκ Ῥωσίας. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἰσχὺν
θείαν μοι παράσχου, ἐν τῷ λόγῳ Χριστέ, μέλψαι τὰς ἀριστείας, καὶ ἀρετῶν τὸν
ὁρμαθόν, Ἰωάννοῦ τοῦ κλεινοῦ, Ῥωσίας βλαστοῦ, τοῦ σὲ μεγαλύναντος, διὰ βίου
λαμπρότητος.
Ὡς
ἡμέρα εὐφροσύνης, πλήρης θείου φωτός, ὤφθη τῇ Ἐκκλησίᾳ, ἡ σῇ ἁγίᾳ ἑορτῇ, Ἰωάννη
θαυμαστέ, ἣν πάντες πιστοί, φαιδρῶς ἑορτάζοντες, ψυχικῶς ἀγαλλόμεθα.
Ἄνω
ἔχων σου τὸ ὄμμα, τῆς ψυχῆς ἀκλινῶς, ἤνεγκας ἀνενδότως, αἰχμαλωσίαν τὴν πικράν,
καὶ ἐχθρὸν τὸν νοητόν, ζωῇ καθαρᾷ, στεῤῥῶς ᾐχμαλώτευσας, Ἰωάννη μακάριε.
Θεοτοκίον.
Νέον
βρέφος ἐκ γαστρός Σου, τὸν πρὸ πάντων Θεόν, τέτοκας ἀποῤῥήτως, νεοποιοῦντα εκ
φθορᾶς, τὴν οὐσίαν των βροτῶν, Παρθένε Ἁγνη, διὸ ὡς αἰτίαν Σε, σωτηρίας
δοξάζομεν.
ᾨδὴ
γ΄. Στερέωσον ἡμᾶς.
Ἐξέλαμψεν
ὁ βίος σου Ὅσιε, ὁλολαμπὴς ὡς ἥλιος ἐν τῷ κόσμῳ, ταῖς εὐχαῖς σου οὖν διάσωσον,
τοὺς εν πίστει καὶ πόθῳ, σὲ γεραίροντας.
Ἰάσεις
ἐνεργῶν Πάτερ Ὅσιε, καὶ δαιμόνων διαλύων τὴν πλάνην, σωτηρίας πᾶσιν αἴτιος,
τοῖς πλουτοῦσι, καὶ προστάτης γεγόνας.
Νυσταγμὸν
βλεφάρων ἀπωσάμενος, τὰς ἀτάκτους ἐκοίμησας Ἰωάννη,
δυσηνίου ὁρμὰς σώματος, ταῖς πρὸς Θεὸν παννύχοις ἱκεσίαις σου.
Θεοτοκίον.
Σαλεύθητι
ψυχὴ καρδία πείσθητι, καὶ ὅλον δονήθητί μου τὸ σῶμα, ἐπιτάφιον θρηνήσωμεν, τὴν
Μητέρα Θεοῦ, καθικετεύοντες.
Ἕτερος.
Δεῦτε πόμα πίωμεν.
Νόμοις
πεφραγμένος τοῦ Χριστοῦ, τῶν ἀνόμων οὐκ ἔπτηξας τὰ φρυάγματα, ἀλλ’ ἐν γαλήνῃ
ψυχῆς, ὡς δοῦλος ὑπήκοος Χριστοῦ, τὴν δουλείαν ἤνεγκας.
ᾜσχυνας
τὸν δόλιον ἐχθρόν, Ἰωάννη θεόφρον, τῇ ταπεινώσει σου, αἰχμαλωσίας πικρᾶς, τοὺς
πόνους καὶ θλίψεις τὰς πολλάς, φέρων ὡς ἀσώματος.
Μένων
οὐρανίῳ λογισμῷ, μετὰ ζώων ἀλόγων τὸ ἱπποστάσιον, στάδιον ἄθλων σεπτῶν, ἔδειξας
ζωῇ ἀσκητικῇ, Ἰωάννη Ὅσιε.
Θεοτοκίον.
Ἔλαμψεν
ἐκ Σοῦ σωματικῶς, ὁ ἀνέσπερος Ἥλιος Ἀειπάρθενε, Χριστὸς ὁ πάντων Θεός, καὶ
ἔλυσε σκότος χαλεπόν, πάσης παραβάσεως.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως
σκάμματι καταυγασθεὶς τὴν ψυχήν, τοῖς πᾶσιν ὑπέδειξας τὴν κεκρυμμένην ἐν σοί,
τοῦ Πνεύματος ἔλλαμψιν· ὅθεν περικυκλοῦντες, τὸ σὸν ἅγιον σκῆνος, μέλπομεν Ἰωάννη, τοὺς σεπτούς σου ἀγῶνας, δι’ ὧνπερ
εὐηρέστησας, τῷ σὲ θαυμαστώσαντι.
Δόξα.
Ὅμοιον.
Ἁγνείας
τοῖς ἄνθραξι προκαθαρθεὶς τὴν ψυχή, τὸ σῶμα ἐστόμωσας πρὸς ἀπαθείας ἰσχύν,
Ἰωάννη μακάριε· ὅθεν καὶ τῶν λειψάνων, ἡ αἰδέσιμος λάρναξ, νόσους ἀποδιώκει,
καὶ φωτίζει τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Σεαυτὸν
κατεκάλλυνας, σαρκὸς νεκρώσας τὸ φρόνημα, διὰ καὶ πρὸς τὰ Οὐράνια ἐχώρησας.
Ἐμιμήσω
θεσπέσιε, τὸν κείμενον Ἰὼβ ἐπὶ κοπρίας, κατοικίαν ἔχων, σοφὲ τὸ ἱπποστάσιον.
Τῶν
παθῶν τὰ ὁρμήματα, σοφῶς ἠχμαλώτισας Ἰωάννη,
τοῖς Ἀγαρηνοῖς γενόμενος αἰχμάλωτος.
Θεοτοκίον.
Καταλάμπρυνον
Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτί Σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.
Ἕτερος.
Ἐπὶ τῆς θείας φυλακῆς.
Λαμπρυνομένη
τῷ φωτί, τῶν σῶν θαυμάτων τῶν πολλῶν, σπεύδει τῷ σεπτῷ σου λειψάνῳ, Ἰωάννη
Ὅσιε, πανευλαβῶς ἡ Εὔβοια, καὶ πᾶσαν ἐξ αὐτοῦ εὐλογίαν, καὶ εὐφροσύνην
κομίζεται τιμῶσά σε.
Ἰδόντες
σου τὴν βιοτήν, καὶ τὴν πτωχείαν τὴν πολλήν, οἱ Ἀγαρηνοὶ Ἰωάννη, σφόδρα
ηὐλαβήθησαν, ἠθῶν σου τὴν σεμνότητα, καὶ δοῦλόν σε τοῦ Θεοῦ καὶ οἰκεῖον,
διαπρυσίως κηρύττοντες ἐδόξαζον.
Σῶμα
τὸ σὸν δουλαγωγῶν, ἐν παννυχίοις προσευχαῖς, καὶ δακρύων ῥείθροις καθαίρων,
ψυχῆς σου τὴν κατάστασιν, ἐπλήσθης θείας χάριτος, καὶ σκεῦος ἐκλεκτὸν Ἰωάννη,
τῆς Παναγίας Τριάδος ἐχρημάτισας.
Θεοτοκίον.
Μὴ
καταφλέξας ὁ Σωτήρ, τῷ τῆς Θεότητος πυρί, Κόρη τὴν Σὴν ἄχραντον μήτραν, σὰρξ ἐκ
Σοῦ γεγένηται, καὶ τὴν ἀπάτην ἄφλεξεν, ἡ βάτος γὰρ ἐν Σιναίω τῷ ὄρει, τὸν Σὸν
ἀνέκφραστον τόκον προεδήλωσε.
ᾨδὴ
ε΄. Ὁ φωτισμός.
Ὁ
φωτισμὸς τῶν ἐν σκότει κειμένων, λάμψον μοι αἴγλην θείαις τοῦ Ὁσίου σου
ἱκεσίαις, λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου, ὅμβρισόν μοι ῥεῖθρα ἀφέσεως,
ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
Λύμης
παθῶν, ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας, Πάτερ Ἰωάννη,
δι’ ἐγκρατείας θείᾳ ἐντεύξει διανοῖξαι καὶ ἡμῶν, πηρωθείσας τὰς κόρας σπεῦσον, ὅπως
θεαρέστως, ἐν τῇ παρούσῃ ζωῇ βιώσωμεν.
Μέγα
ἐν σοί, καὶ ἐξαίσιον θαῦμα ὁρᾶται Πάτερ, πὼς μετὰ κηδείαν ὄντως χρονίαν,
διατηρεῖται ἀδιαφθόρον, μάκαρ σοῦ τὸ σῶμα, ἐν τάφῳ κείμενον, αλλ’ οὕτω δοξάζει,
τοὺς Αὐτὸν ἀντιδοξάζοντας Κύριος.
Θεοτοκίον.
Συνεκτικός,
κατ’ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί Σου,
Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικόν,
τῆς μιᾶς Κυριότητος.
Ἕτερος.
Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ἀσκήσει
νεκρώσας τὸ σῶμα, καὶ μετὰ ζώων ἀλόγων, τὴν οἴκησιν ἔχων Πάτερ, πάθη ἀλογώτατα,
τῷ λογισμῷ ὑπέταξας, καὶ ζωῆς ἀλήκτου ἠξίωσαι.
Τὸν
νοῦν ἀνύψωσας Κυρίῳ, ὁλονυκτίους δεήσεις, προσῆγες τῷ Ζωοδότῃ Ἰωάννη Ὅσιε,
ὥσπερ τρυφὴν ἡγουμένος, τὴν μετὰ τῶν ἵππων συνοίκησιν.
Ὡς
ἔγνωσας Πάτερ τὴν χάριν, ἣν ἐκ Θεοῦ ἐκομίσω, ἀπόγονοι οἱ τῆς Ἄγαρ, σφόδρα σε
ἠγάσθησαν, ἐν παραδόξῳ τρόπῳ γάρ, πόῤῥω τὸ ἔδεσμα ἤγαγες.
Θεοτοκίον.
Ἐκ
πάσης κακίας με ρῦσαι, καὶ ἐπηρείας καὶ πλάνης, τοῦ ὄφεως Θεοτόκε, καὶ φωτί με
λάμπρυνον, τῆς καθαρᾶς βιώσεως, οἷα θερμὴ προστασία μου.
ᾨδὴ
στ΄. Ἐν ἀβύσσῳ πταισμάτων καλούμενος.
Ὡς
πολύτιμος ὄλβος κρυπτόμενος, Πάτερ εὐσεβέσιν ἐφάνης ὁράματι, καὶ δαδουχεῖς ἐν
θαύμασι, καὶ βραβεύεις ἰάσεις τοῖς δούλοις σου.
Ὥσπερ
φοῖνιξ ἀνθήσας ἀνέτειλας, ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χαριτώνυμε, τῇ τῶν καρπῶν
γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.
Ἱερῶς
σου τὸν βίον διήνυσας, καὶ μετα Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν
πιστῶς Ἰωάννῃ τιμώντων σε.
Θεοτοκίον.
Τῆς
ἀμέτρου πορώσεως ῥῦσαί με, τὸν κεκρατημένον πολλοῖς πλημμελήμασι, Θεοκυῆτορ Δέσποινα,
καὶ χειρός με δαιμόνων ἐξάρπασον.
Ἕτερος.
Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Καμάτοις,
καὶ ἐν κακουχίαις πολλαίς, τῆς πικρᾶς αἰχμαλωσίας παμμάκαρ, διῆλθες τὴν σὴν
ὁσίαν ζωήν, καὶ συνένταξαι, τῶν Ὁσίων τοῖς χοροῖς, Ἰωάννη θεόφρον.
Ῥημάτων,
τοῦ Εὐαγγελίου σοφέ, πληρωτὴς καθαρωτάτῃ καρδίᾳ ἐγένου, ἐν ταπεινώσει καὶ γάρ,
καὶ πραότητι, καὶ πτωχείᾳ ἀληθεῖ, Ἰωάννη ἐκλάμπεις.
Ὡς
πλήρης, τῶν πνευματικῶν ἀρετῶν, τὴν ζωήν σου διανύσας μετέστης, παμμάκαρ πρὸς
οὐρανίους σκηνάς, τὸ δὲ σῶμά σου, καταλέλοιπας ἡμῖν, ὡς θησαύρισμα θεῖον.
Θεοτοκίον.
Σαρκός
μου, τὰς θανατηφόρους ὁρμάς, ἀπονέκρωσον εἰς τέλος Παρθένε, ἐφέσει τῆς ἐναρέτου
ζωῆς, καὶ καταύγασον, μετανοίας τῷ φωτί, τῆς ψυχῆς μου τὸ ὄμμα.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εὐσεβείας
δόγμασι, ἐντεθραμμένος θεόφρον, ἀκλινῶς ὑπεμεινας, αἰχμαλωσίας τὰς θλίψεις·
ὅθεν σε, ὁ Ζωοδότης λαμπρῶς δοξάσας, δέδωκε, πιστοῖς τὸ τίμιον λείψανόν σου,
ἀναβλύζον Ἰωάννη, Πνεύματι θείῳ ῥεῖθρα
ἰάσεων.
Ὁ
Οἶκος.
Τὸ
πῦρ τῆς πίστεως Χριστοῦ, εν τῇ καρδίᾳ φέρων, ἀνδρειοτάτῳ λογισμῷ, αἰχμαλωσίας
τὰ δεινά, καὶ τῆς δουλείας τὰς πικράς, Πάτερ ὑπέστης θλίψεις, ὅλον γὰρ σαυτὸν
Κυρίῳ ἀναθέμενος, Ἀγαρηνῶν οὐκ ἔπτηξας τὸ κράτος, ἀλλ’ ἐλευθέρᾳ καὶ ἀδουλώτῳ
ψυχῇ τῆς ἐν Χριστῷ ἀληθείας τὸ μυστήριον ὡμολόγησας, καὶ πράξεσιν ὁσίαις, τὴν
δεδομένην χάριν τρανῶς ὑπέδειξας. Καὶ ἐν ἱπποστασίῳ οἰκῶν, ἐν ἀπαραμίλλῳ
καρτερίᾳ ὡς ἄλλος Ἰωβ, ταῖς πρὸς Θεὸν προσευχαῖς τὸν νοῦν τῷ θείῳ κάλλει
ἀνεπτέρωσας, καὶ συντόνοις ἀγρυπνίαις, τὴν σάρκα ἐλάμπρυνας, καὶ ἡγιασμένον
σκεῦος, τῶν δωρεῶν τοῦ Παρακλήτου ἀληθῶς ἐχρημάτισας. Καὶ αρεταῖς αἰδέσιμος,
καὶ τοῖς τρόποις ἔνθεος φανείς, καλῶς τὸν ἀγῶνα ἐτέλεσας, καὶ μετὰ δόξης Κυρίῳ
μεθέστηκας, καταλιπὼν ἡμῖν το θεῖον σκῆνός σου, ἀναβλύζον Ἰωάννη, Πνεύματι
θείῳ, ῥεῖθρα ἰάσεων.
Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥώσσου, τοῦ
νέου Ὁμολογητοῦ, οὗ τὸ θεῖον λείψανον ἀχθὲν ἐκ Μικρᾶς Ἀσίας σώζεται ἀδιάφθορον,
ἐν Νέῳ Προκοπίῳ τῆς νήσου Εὐβοίας.
Πλήρης
χαρίτων ὁ αἰχμάλωτος ὤφθη,
αἰχμαλωτίσας
τοῦ σκότους τὸν προστάτην.
Εἰκάδι
ἑβδομάτῃ Ἰωάννης Θεῷ ἔνθεν ἤρθη.
Οὗτος,
ἦν τῷ δεκάτῳ ὀγδόῳ αἰώνι, γεννηθεὶς ἔν τινι χωρίῳ τῆς Μικρᾶς καλουμένης Ῥωσίας,
ἐκ γονέων εὐσεβῶν, παρ’ ὧν θεοφιλῶς ἀνήχθη εὐσεβείᾳ καὶ ἤθεσι σεμνοῖς.
Ἀνδρωθεὶς ἐστρατεύθη, κρατοῦντος ἐν Ῥωσίᾳ Πέτρου τοῦ μεγάλου, ὃς πόλεμον τοῖς
Τούρκοις συνάψας, ἡττήθη καὶ πλεῖστοι τῶν στρατιωτῶν αἰχμάλωτοι γεγόνασι τοῖς
γειτνιάζουσι Τατάροις, μεθ’ ὧν καὶ ὁ Ἰωάννης. Ἀπεμποληθεὶς Ὀθωμανῷ τινὶ
ἱππάρχῳ, ἤχθη παρ’ αὐτοῦ ἔν τινι κωμοπόλει, ἧς ἡ κλῆσις Προκόπιον, ἡμέρας ὁδὸν
τῆς ἐν Καππαδοκίᾳ Καισαρείας ἀπεχούσῃ.
Εἶχε
τὸν Ἰωάννην ἡ αἰχμαλωσία, ὃς προθύμως ὑπηρετῶν τῷ Ἀγαρηνῷ Κυρίῳ, ἐλάτρευεν ἐν
ὁσιότητι καὶ εὐσεβείᾳ Χριστῷ, ὡς θησαυρὸν ἀσύλητον φυλάττων ἐν τῇ καρδίᾳ τὴν
πρὸς αὐτὸν πίστιν. Βιασθεὶς πρὸς ἐξώμοσιν, ἀνέστη, ὁμολογήσας τὴν καλὴν τῆς
ἀληθείας ὁμολογίας. Κέκριται δὲ κατοικεῖν ἐν τῷ ἱπποστασίῳ, καὶ ἦν ἄγων καὶ
ἐπιτηρῶν τοὺς ἵππους τοῦ ἑαυτοῦ, διεληληθὼς τὴν ζωὴν ἐν πάσῃ εὐσεβείᾳ, καὶ
ἀσκήσει ἀρετῶν, καὶ ἀγρυπνίαις καὶ προσευχαῖς, ὡς καὶ αὐτοῖς τοῖς ασεβέσιν
αἰδέσιμος φανῆναι, καὶ πλήρης θείου Πνεύματος γενέσθαι, ἐπιδείξει ἔργων θαυμαστῶν,
ὡς ἡ κατ’ αυτὸν δέλτος ἐν πλάτει διέξεισιν.
Ἀνακομισθέντος
σώου καὶ ἀδιαφθόρου ἐκ τοῦ τάφου τοῦ λείψανου αὐτοῦ, βεβαιώσει ἐμφανείας
οὐρανόθεν φωτοειδοῦς στύλου, δαψιλὴς δίδοται αὐτῷ ἡ τῶν θαυμάτων ἐνέργεια. Καὶ
ἐπελθούσης τῆς ἐν Μικρᾷ Ἀσίᾳ καταστροφῆς, κρίμασιν οἷς εἶδεν ο Κύριος,
μετηνέχθη ἐκεῖθεν ἐν Ἑλλάδι, ἔν ἔτει 1924ῳ, τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου καὶ
κατετέθη ἐν Νέῳ Προκοπίῳ της νήσου Εὐβοίας, πάμπολλα ἐνεργοῦν θαύματα, καὶ
πλείστας παρέχον ἰάσεις, ἔνθα ἀπειράριθμα, εὐσεβῶν συῤῥέουσι πλήθη, ζητοῦντες
τὴν ὀξυτάτην τοῦ Ἁγίου βοήθειαν, καὶ λαμβάνοντες παρ’ αὐτοῦ σωστικὴν ἀρωγὴν καὶ
ἀντίληψιν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Ἔλλαιον
Ἑλλάδιος ἱερωσύνης,
αἵματι
συνέμιξε τοῦ μαρτυρίου.
Οὗτος,
ἐκκαθάρας ἑαυτὸν ἀπὸ πάσης κηλῖδος, καὶ δοχεῖον γεγονὼς τοῦ Ἁγίου Πνεύματος,
χρίεται ψήφῳ Θεοῦ ἀρχιερεύς. Καὶ τοὺς οἴακας πιστευθεὶς τῆς τοῦ Χριστοῦ
Ἐκκλησίας, ὡς μὲν ποιμήν, τῆς αὐτοῦ ποίμνην τοὺς λυκώδεις τῶν ἀνθρώπων
ἀπεῖργεν, ὡς δὲ κυβερνήτης ἐπιστήμων, ταύτην ἐκυβέρνα, ἄβατον καὶ ἀνεπηρέαστον
τῶν κακῶν ἁπάντων διατηρῶν.
Ἐπεὶ
οὖν οἱ τύραννοι δέσμιον αὐτὸν παρεστήσαντο, τότε μᾶλλον ἔλαμψε, καὶ κατηύγασε
τῶν πιστῶν τὰς διανοίας. Τομῶς γαρ χωρήσας πρὸς τὰ σκάμματα, καὶ
παῥῥησιασάμενος τὴν εὐσέβειαν, πλείσταις βασάνοις καθυποβάλλεται. Καὶ τὸ σῶμα
σφοδρῶς καταξανθείς, τὴν ἐκ τῶν μωλώπων ἅπασαν κάκωσιν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν,
ἐποφθεὶς αὐτῷ ἐξιάσατο, καὶ εἰς τὸ ἑξῆς, προθυμότερον ἐποίησε. Μετὰ ταῦτα,
ὀργῆς πλησθέντες οἱ τύραννοι, τῷ πυρὶ τὸν Ἅγιον ἐπιῤῥίπτουσι, ὁ δὲ ἄφλεκτος
διαμείνας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο. Ἔπειτα σφοδρότατα
αἰκισθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθησιν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος ἐκ
Σαρδέων.
Μάστιξι
θνήσκων Δεσπότου τοῦ σοῦ χάριν,
εὔνους
Θεράπων χρηματίζεις Θεράπων.
Οὗτος,
γενόμενος ἱερεὺς κατὰ τὴν πόλιν τῶν Σαρδέων, διὰ τὴν ἀρίστην καὶ ἐνάρετον αὐτοῦ
πολιτείαν, καὶ πιασθεὶς ἀπὸ τὸν ἄρχοντα Οὐαλλεριανόν, ἐπειδὴ ἐδίδασκε τὴν
πίστιν τοῦ Χριστοῦ, ἐδέθη μὲ τὰ δεσμά, καὶ ὑπέμεινε τιμωρίας. Μετὰ ταῦτα ἐφέρθη
δεμένος εἰς τὴν πόλιν, Σιναὸν ὀνομαζομένην, καὶ εἰς τὴν Ἄγκυραν τῆς Γαλατίας.
Φθάσας δὲ εἰς τὸν ποταμόν, Ἀστελῆν καλούμενον, ἡπλώθη ἀνάσκελα κατὰ γῆς, καὶ
κατεξεσχίσθη μὲ ῥαβδία, ἡ δὲ γῆ ποτισθεῖσα μὲ τὸ τίμιον αὐτοῦ αἷμα, ἐβλάστησεν
ἕν δένδρον πολλὰ μεγάλον βαλάνου, ἢτοι δρυός. Τουτο δὲ τὸ δένδρον μένει ἐκεῖ
ἕως τὴν σήμερον ἀείφυλλον, καὶ θεραπεύει ὅλας τὰς νόσους, καὶ τὰς ἀσθενείας.
Ἔπειτα εκεῖθεν ἐφέρθη ὁ Ἅγιος εἰς τὴν τοποθεσίαν τῶν Θρακησίων πλησίον εἰς τὸν
ποταμὸν Ἔρμον, εἰς τὸν ὁποῖον εὑρίσκεται καὶ ἡ ἐπισκοπὴ Σατάλα, ἣτις εἶναι
ὑποκειμένη εἰς τὸν Μητροπολίτην Σαρδέων. Ἐκεῖ λοιπὸν δοκιμάσας ὁ ἀοίδιμος
πολλὰς καὶ δεινὰς τιμωρίας, τελευταῖον ἀπεκεφαλίσθη καὶ οὕτως ἔλαβε παρὰ Κυρίου
τὸν του μαρτυρίου ἀμάραντον στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσεβιώτης, πυρὶ τελειοῦται.
Εὐσεβιώτῃ
προσδοκῶντι τὰ στέφη,
τὸ πυρπολοῦν
πῦρ ὡς Ἀερμὼν ἧν δρόσος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλύπιος, λίθῳ τὴν κεφαλὴν
συντριβεὶς τελειοῦται.
Τὸν εἰς
κεφαλὴν γωνίας τιμῶν λίθον,
λίθῳ κεφαλήν,
Ἀλύπιε συντρίβῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰούλιος ὁ Στρατηλάτης, ἐν ἔτει 297
ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ Γεωργιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Γεωργιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βεδέα (Bede) τοῦ Ὁμολογητοῦ τοῦ Ἄγγλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ ἐν Λευκῇ Λίμνῃ,
τοῦ Ῥώσσου.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἰωνᾶ, Μητροπολίτου
Μόσχας.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Φωτίου, Μητροπολίτου
Μόσχας.
Τῇ αὐτῇ, ἡ ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Κυπριανοῦ,
Μητροπολίτου Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλίππου τοῦ Α΄, μητροπολίτου
Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λαζάρου τοῦ Πσκώφ, τοῦ Ρώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ματθαίου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ Μονζέσκιϋ
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείας Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Εἰκόνος χρυσῆς
Ὡραίαν
στολήν, τῶν καμάτων ἱδρῶσι πεποικιλμένην, περιεβάλου ἀνταμοιβήν, τῆς ἣς ὑπέστης
γυμνώσεως, ἔχων ἐπὶ σοὶ τὸ σαρκίον, καὶ κραυγάζων τῷ Παντάνακτι· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἁγίων
ψυχαί, τῶν Ὁσίων τε χορός, καὶ ἡ ἀσώματος, τῶν Ἀγγελων τάξις προσεδέξαντο,
συγχορευτήν σε Πατὴρ ἡμῶν, κακουχίαις γὰρ πολλαῖς παλαίσας, μελωδεῖς
ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεώσας
ψυχήν, τῷ ἀρότρῳ προσευχῆς ὦ Ἰωάννη, καὶ
κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ,
σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Εἰς
Σὲ τὴν ἐμήν, ἀνεθέμην ἐκ ψυχῆς ἐλπίδα πᾶσαν, καὶ ἀτενίζω προσδεχόμενος, τὴν
θείαν ὄντως παράκλησιν πρόφθασον Ἁγνὴ Θεοτόκε, καὶ χαρίτωσον τρίβον μοι, ὅπως
ψάλλω πρὸς Θεόν, τῶν τῶν Πατέρων ἡμῶν.
Ἕτερος.
Ὁ Παῖδας ἐκ καμίνου.
Ἰδόντες
ἐν τῷ τάφῳ σου Ὅσιε, τὸ φῶς τὸ οὐράνιον, ἔσπευσαν πιστοί, καὶ εὐλαβείᾳ καὶ
χαρᾷ, ἐξ αὐτοῦ ἀνεκόμισαν Ἅγιε, τὸ ἄφθαρτον καὶ θεῖόν σου σκῆνος, βλύζον χάριν
οὐράνιον.
Ἀπαύστως
ἐνεργῶν ἐν τοῖς θαύμασιν, ὁδίτας διέσωσας, τούτοις ὁραθείς, ἔφιππος Πάτερ ἐκ
χειρῶν, τῶν ληστῶν τῇ δοθείσῃ σοι χαριτι, διό σε Ἰωάννη τιμῶμεν, ὡς μέγαν ἡμῶν
ἔφορον.
Συῤῥέουσι
τῷ θείῳ λειψάνῳ σου, ἀνθρώπων συστήματα, πίστει ἀῤῥαγεῖ, καὶ πᾶσαν δόσιν
ἀγαθήν, καὶ χαρὰν καὶ ὑγείαν λαμβάνουσι, διὸ ἐν σοὶ ἡ Εὔβοια πᾶσα, Ἰωάννης
γάνυται.
Θεοτοκίον.
Γεννήσασα
Θεὸν τὸν ἀσώματον, ἀφράστως Πανάμωμε, σώματι θνητῷ, ἀθανασίας τὴν πηγήν, τοῖς
φθορᾷ ὑποκύψασιν ἤνοιξας, διὸ Σὲ ἀνυμνοῦμνε Παρθένε, ὡς σωτηρίας πρόξενον.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ.
Νῦν
ἡ ἀξίνη των πιστῶν, ἀπειλεῖ τὴν ἐκτομὴν ψυχή μου σπεῦσον, καὶ παθῶν τὰς ἀκάνθας
ἀποτεμοῦσα, καρποὺς ὡρίμου Κυρίῳ προσάγαγε, τοῖς τοῦ Ἰωάννου
εὐχαῖς διασώζεσθαι.
Ἡ
ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱερῶς ἐμεγαλύνθη, προπομπαῖς τῶν Ὁσίων καὶ Ἀσωμάτων
χοροῖς, ὦν ἔσχες ἐν γῇ τὸ πολίτευμα, βλάστημα Ῥωσσίας,
ὦ Ἰωάννη μάκαρ.
Μυστηρίων
τῶν ὑπερφυῶν, ἐν τῇ ἐξόδῳ μεταλαβεῖν σου θέλοντος, προσεφέρθη σοι διὰ φόβον, ἐν
μέσῳ μήλου, Σῶμα καὶ Αἷμα τὸ ζωοπάροχον, Χριστοῦ Ὃν στερνησάμενος, ἐξαπέπτης
πρὸς οὐράνια.
Θεοτοκίον.
Ὁ
καθαρώτατος ναὸς τοῦ Σωτῆρός μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος θρόνος ὁ
ὑψηλὸς οὐρανός, ὁ ὄντως ἄσυλος Παράδεισος, ἄνοιξόν μοι πύλας, Δέσποινα παραδείσου.
Ἕτερος.
Αὕτη ἡ κλητή.
Εἶχε
μὲν τὸ πρίν, Καππαδόκων ἡ χώρα, τὸ θεῖον λείψανόν σου, ὡς θησαύρισμα μέγα, νῦν
δὲ τοῦτο σοφέ, κεκτημένη ὡς πηγὴν ἁγιάσματος, ἡ Εὔβοια χαίρει, τοῖς θαύμασί σου
Πάτερ.
Ῥάβδῳ
μυστικῇ, τῆς σῆς χάριτος Πάτερ, πληγέντες τὴν καρδίαν, οἱ τὸ σὸν ἅγιον σκῆνος,
κατακαῦσαι πυρί, βουληθέντες παράνομοι ἔπτηξαν, ὡς ζῶν γὰρ αὐτοῖς ὤφθης, τῆς
φλογὸς ἐν τῷ μέσῳ.
Ἄνωθεν
φανείς, ἐν ὁράματι Πάτερ, ἐγνώρισας τῆς κόρης, τοὺς φονευτὰς τοῖς αἰτοῦσι, καὶ
ἀκάκῳ παιδί, τὴν σὴν κλήσιν ἐφανέρωσας Ἅγιε, ἐκ τῆς σῆς εἰκόνος, φωνήσας
παραδόξως.
Θεοτοκίον.
Σάρκα
ἐκ τῶν Σῶν, παναγίων αἱμάτων, λαβὼν ἀναλλοιώτως, ὁ Ὑπερούσιος Λόγος, διπλοῦς
ὤφθη ἡμῖν, ἐν μιᾷ τῇ ὑποστάσει Πανάχραντε, καὶ ἔσωσε κόσμον, τῆς πάλαι
ἁμαρτίας.
ᾨδὴ
θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἀπαρυσάμενος
Πάτερ, ἐκ πηγῆς ἀεννάου, τοῦ πνεύματος τὴν χάριν δαψιλῶς, ὦ Ἰωάννη μακάριε, ταύτην πᾶσι παρέχεις, ἀφθόνως τοῖς
τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν Κτίστην μεγαλύνουσι.
Κρουνοὺς
ἡ θήκη σοῦ σκήνους, τοῖς θερμῶς προσιοῦσι, πηγάζει ἰαμάτων τοῖς πιστοῖς, Ἰωάννη Πατὴρ ἡμῶν, καὶ νοσήματα παύει, καὶ πάντων
ἁγιάζει τας ψυχάς, τῶν ἐν πίστει καὶ πόθῳ, ἀεὶ μακαριζόντων σε.
Σὺν
Ἀποστόλοις χορεύων, καὶ Ὁσίων τοῖς δήμοις, Ἁγίων τε τοῖς πλήθεσι σοφέ, ἐν
οὐρανίοις σκηνώμασι, Πατὴρ ἡμῶν Ἰωάννη, ἱκέτευε
τὸν Κτίστην καὶ Θεόν, ὑπὲρ τῶν τελούντων νῦν πιστῶς τὴν ἱερὰν καὶ σεπτὴν μνήμην
σου.
Θεοτοκίον.
Ὡς
κραταιὰν προστασίαν, ὡς ἐλπίδα καὶ τεῖχος, καὶ ἄγκυραν καὶ σκέπην ἀσφαλῆ, ὡς
ἀπροσμάχητον ἔρεισμα, καὶ ἀχείμαστον ὅρμον, καὶ μόνην κραταιὰν καταφυγήν, κεκτημένοι
σε πάντες, σωζόμεθα Πανύμνητε.
Ἕτερος.
Φωτίζου, φωτίζου.
Ἰάσεις
πηγάζων, καὶ σώζων τοὺς ἐν συμφοραῖς, πανταχοῦ Πάτερ σπεύδεις, τοῖς θερμῶς
καλοῦσί σε, ὅθεν πιστοί, ὡς προστάτην ταχύν, καὶ βοηθόν, ἐν πάσῃ ἀνάγκῃ,
πλουτοῦντές σε μακαρίζομεν.
Μεγίστης
εὐκλείας, ἀξιωθεὶς παρὰ Θεοῦ, εἰς ἀντάμειψιν Πάτερ, τῶν πολλῶν ἀγώνων σου,
μέγας ἡμῶν, ἀρωγὸς ὤφθης σοφέ, ὅθεν Ἰωάννη, μεγαλοφώνως σε γεραίρομεν.
Ὁ
πλήρης χαρίτων, οἷα θεράπων τοῦ Χριστοῦ, Ἰωάννη παμμάκαρ, Ἐκκλησίας στήριγμα,
δέξαι θερμῶς, τὴν παροῦσαν ᾠδήν, καὶ φωτισμόν, αἴτει τῇ ψυχῇ μου, ταῖς πρὸς
Θεὸν ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑψίστου
καθέδρα, τοῦ ἐκ νηδύος Σου Ἁγνή, προελθόντος ἐδείχθης ὡς καλὴ καὶ ἄμωμος, ὅθεν
ἡμᾶς καλλοναῖς ἀρετῶν, Σῇ ἀρωγῇ, κάλυνον Παρθένε, ἵνα Χριστῷ εὐαρεστήσωμεν.
Ἐξαποστειλάριον.
Τῶν Μαθητῶν ὁρώντων σε.
Αἰχμαλωσίας
ἤνεγκας τὰς κακώσεις, καὶ ἐκ Θεοῦ πλουσίως ἐμεγαλύνθης, ἐν θαυμάτων Ἅγιε
δυνάμεσι· δι’ ὧν παρέχεις ἅπασι, βοήθειαν παραδόξως, ὦ Ἰωάννη
παμμάκαρ.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Φρικτὸν
ἰδόντες θέαμα, ἐξέστησαν οἱ ἄφρονες, φῶς γὰρ ἧν λάμπον ἅγιον, τῷ τοῦ Ὁσίου
μνήματι, διὸ πιστοῖς ἐμήνυον, θαῦμα τὸ ὑπερθαύμαστον, οἱ δὲ καὶ ἀνασκάψαντες,
εὗρον ἀσύλητον ὄλβον, τὸ τοῦ Ἰωάννου σκῆνος.
Αἶνοι.
Ἦχος πλ. β΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ
τοῦ παραδόξου θαύματος! Ἀγαρηνῶν παροικῶν, τοῖς αὐτοῖς ὡς αἰχμάλωτος, ἐκ
Τατάρων δέδοται, συλληφθεὶς ἀργυρώνητος, ὁ τῆς Ῥωσσίας γόνος πιστότατος, καὶ
Ἐκκλησίας, Χριστοῦ τε γνήσιος, οὗτος ἐν θλίψεσιν, εὗρεν ὡς ἐζήτησε τὸν Ποιητήν,
καὶ πολλαῖς δεήσεσιν, ὁ χαριτώνυμος.
Ὦ
τοῦ παραδόξου θαύματος, ἐν ἀκαθάρτοις συνών, Ἰωάννης ὁ ἔνθεος, καθαρὸς τῷ
σώματι, καὶ ψυχῇ ὅλος γέγονε, κοιτῶνα ἔχων, τὸ ἱπποστάσιον, τροφὴν τὰς ὕβρεις
καὶ τὰ λακτίσματα, τήν τε γυμνότητα, καὶ τὸ ψῦχος ἅπαντα διὰ Χριστόν, ἤνεγκε
στεῤῥότατα, ὁ τρισμακάριστος.
Δεῦτε,
μοναστῶν τὸ σύστημα, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου
σήμερον, εὐσεβῶς εὐφημήσωμεν, οὗτος γὰρ ὄντως θείας ἐλλάμψεως, κατηξιώθη, τὸ
φῶς εἰσδέξασθαι, ὦ τῆς ἀῤῥήτου σου, προμηθείας Δέσποτα, δι’ ἧς ἡμεῖς, ἔγνωμεν
δοξάσειν σε, τὸν Ἀκατάληπτον.
Αἴγλη,
τριφαοῦς θεότητος, ἡ ἐνοικοῦσα ἐν σοί, θαυμαστόν σε ἀνέδειξεν, ὅτι
πνευματέμφορος, ἐκ τῶν θείων λείψανων σου, ἐδέιχθης μάκαρ, ὅθεν τιμῶμέν σου,
ψαλμοῖς καὶ ὕμνοις, μνήμην τὴν ἔνθεον, οἱ προσπελάζοντες, τῇ σορῷ σου Ὅσιε, καὶ
τῇ μορφῇ, τῆς σεπτῆς Εἰκόνος σου, θεομακάριστε.
Δόξα.
Ἦχος πλ. β΄.
Τίς
μὴ ἐπαινέσει σε, τὸν ὄντως ἀξιέπαινον; ἢ τίς μὴ θαυμάσει σου τὸν τρόπον
ἀξιοθαύμαστον; Οὐ γὰρ ἠρκέσθης χαριτώνυμε ἐν τῇ τῆς αἰχμαλωσίας κακαυχίᾳ, ἀλλ’
ἔσπευσας, αὐξῆσαι αὐτήν, διὰ τῶν ἀσκητικῶν καμάτων καὶ ἱδρώτων. Οὐκ ἐπτοήθης δὲ
τὸ σύνολον, τοῦ φυλάττειν σεαυτὸν ἐν εὐσεβείᾳ ἐνώπιον Ἀγαρηνῶν παρανόμων.
Ὕβρεις καθυπέμεινας, καὶ γυμνότητας, καὶ πᾶσαν ἄλλην θλίψιν. Διὰ πολλῶν γὰρ
ἐπειράσθης, καὶ δι’ ὑπομονῆς ἐδοκιμάσθης ἐκ Θεοῦ, Ἰωάννη ὄντως μακάριε, Ὃν
ἱκέτευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ἄστρον
ἐξ ἑώας ὤφθης λαμπρόν, μάκαρ Ἰωάννη, καταυγάζον τοὺς εὐσεβεῖς, χάριτι θαυμάτων,
καὶ νῆσον τῆς Εὐβοίας, τῷ σῷ καθαγιάζεις, λειψάνῳ Ἅγιε.
Τὸν
ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου ἀπαστράψαντα νοητῶς, Ὁσίων τὸ
κλέος, καὶ Καππαδόκων δόξαν, τὸν θεῖον Ἰωάννην ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου