ΙΟΥΝΙΟΣ Β!!
ΙΩΑΝΝΗΣ ΜΑΡΤΥΣ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ τροπάρια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
ἀθλοφόρον Κυρίου δεῦτε φιλέορτοι, συνδράμωμεν σὺν πόθῳ, Ἰωάννην ὑμνῆσαι, τὸν πάσης Μολβαδίας προασπιστήν,
Σοτζαβίας τὸ στήριγμα, καὶ Τραπεζοῦντος τὸ βλάστημα τὸ τερπνόν, καὶ κοινὸν
πρέσβυν πρὸς Κύριον.
Χαίροις
Μαρτύρων τὸ κλέος τὸ θεοδόξαστον· χαίροις τῆς Ἐκκλησίας, ἀῤῥαγέστατον πύργος,
τὸ ἔρεισμα τὸ μέγα τῶν εὐσεβῶν, ἡγεμόνων κραταίωμα, τῶν θεοφρόνων καὶ κόσμος
τῶν εὐλαβῶν, ἱερέων εὐπρεπέστατος.
Ὁ
ἀθλοθέτης Σοι Μάρτυς ὁ ἐπουράνιος, ὥσπερ καλὸν βραβεῖον, τὴν ἀθάνατον δόξαν,
προθεὶς ἔρωτα νίκης ἀνῆψεν ἐν Σοί, καὶ ἀθλοῦντι συνήθλησεν, Σὺ δὲ νομίμως τὴν
πάλην πεπληρωκώς, προσηκόντως ἀναδέδησαι.
Ἐμοὶ
καὶ πάσῃ παντάρχα τῇ Ἐκκλησίᾳ Σύ, οἱ φίλοι Σου τιμῶνται, οὓς δοξάζεις
παντοίοις, ἐν θαύμασι· διόπερ τὴν μνήμην τοῦ Σοῦ, Ἀθλοφόρου δοξάζοντες, Σὲ
προσκυνοῦμεν ἐν πίστει μονογενές, τὸν ἐν Ἁγίοις θαυμαζόμενον.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐπέλαμψε
σήμερον, ἡ τοῦ Ἀθλοφόρου μνήμη ἡ ἀξιέπαινος· ἐπιδημήσας γὰρ ἐν κόσμῳ ὁ
Παράκλητος, χοροὺς Μαρτύρων συνήθροισε, καὶ ποικίλοις ἄθλοις, τὴν Ἐκκλησίαν κατεκόσμησε,
μαρτυρήσας περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἐκ Πατρὸς πρὸ αἰώνων ἐκλάμψαντος καὶ ἐπ’
ἐσχάτων ἀτρέπτως σάρκα φορέσαντος. Ὃν καὶ ὁ γενναῖος Ἰωάννης, ὁμολογήσας
τυράννων ἐνώπιον, παρ’ αὐτοῦ τὸν τῆς νίκης εἴληφε στέφανον, καὶ πρεσβεύει ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις των δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Χαίροις
ἡ καλλονή, Μαρτύρων Ἀθλοφόρων, τὸ ἄνθος τὸ εὐῶδες, τὸ νεωστὶ τὴν κτίσιν,
εὐωδιάσαν ἄθλοις σου.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Ο
γλώσσαις τοῦ πυρός, τοὺς μαθητὰς φωτίσας, Αὐτὸς καὶ Ἰωάννη, γλῶσσάν τε καὶ
σοφίαν, ἀθλοῦντι ἐχαρίσατο.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Ἔφριξαν
δικασταί, τὴν σύνεσίν σου Μάρτυς, καὶ τὸν θυμὸν εἰς θαῦμα, μεταβαλόντες ᾔνουν,
ὕστερον τὴν ἀνδρείαν σου.
Δόξα.
Καὶ νῦν. Ὅμοιον.
Πνεῦμα
τὸ ἀγαθόν, ἐν Σοὶ Κόρη σκηνῶσαν, ἔδειξε Θεοτόκον, καὶ Μάρτυρας ἐγείρει, τοῦ
σέβεσθαι τὸν τόκον Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Ὡς
στεῤῥὸς τῆς εὐσεβείας ὑπέρμαχος, καὶ καταλύτης τῆς πλάνης ἀήττητος, τῷ Δεσπότῃ
τῶν ὅλων Ἰωάννη ἱκέτευε, εἰρήνην τῇ Ἐκκλησίᾳ
δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον· καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διά σου, Θεοτόκε · τοῖς
ἐπὶ γῆς πεφανέρωται · Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος· καὶ Σταυρὸν
ἑκουσίως· ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον· ἔσωσεν ἐκ
θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ψάλλομεν
στιχηρὰ τοῦ Ἁγίου στ΄. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Δεῦτε,
χρεωστικοῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν Ἰωάννην, τὸν τὴν καθ’ ἡμᾶς καλλωπίσαντα,
γενεὰν ἐνθέοις παλαίσμασι, τῆς στεῤῥᾶς αὐτοῦ ὁμολογίας, τὸν πᾶσαν τοῦ Ἰσμαὴλ
ὀφρὺν πατήσαντα, καὶ νίκην ἀναδησάμενον αἰώνιον. Εἰ γὰρ καὶ χεῖρας ἐκεῖνος, ἐπὶ
νῶτα ἤνεγκε, τοῦ γενναίου ἐν Ἀθληταῖς, ἀλλ’ ὅμως οὐκ ἴσχυσε, τὴν πίστιν αὐτοῦ
συλήσασθαι. (Δίς)
Ποίοις,
ὑμνωδιῶν ἄνθεσι, στεφανώσωμεν τὸν Ἀθλοφόρον, τὸν ἐν τοῖς κινδύνοις ἀνάλωτον,
καὶ ἐν πολέμοις ἀήττητον, τὸν ἀκαταγώνιστον ὁπλίτην, τὸν πύργον τῆς Ἐκκλησίας
τὸν ἀσάλευτον, τὸ τεῖχος τὸ ἀδιάῤῥηκτον τῆς πόλεως, τῆς οὐρανίου καὶ θείας, τὸ
τερπνὸν ἐντρύφημα, καὶ ἡδύτητα τῶν πιστῶν, ὃν Χριστὸς ἐδόξασεν, ὁ ἔχων τὸ μέγα
ἔλεος. (Δίς)
Ποίοις,
καλλωπισμοῖς Πνεύματος, καταστέψωμεν σὲ Ἰωάννη, τὸν καλλωπισθέντα ἐν χάρισι,
καὶ οὐρανίαις λαμπρότησιν, ἐκ τοῦ ζωγραφήσαντος τὸν πόλον, τὸ ἄστρον τὸ διαυγὲς
τῆς ἡμῶν πίστεως, τὸ φέγγος τὸ μὴ δυόμενον οὐδέποτε, τὸ φρυκτωροῦν πᾶσαν
κτίσιν, καὶ εὐφραῖνον πάντας, ταῖς ἀκτῖσι ταῖς νοηταῖς, ὁδηγοῦν ἀείποτε, εἰς
λιμένα τὸν οὐράνιον.
Ποίοις,
ὑμνωδιῶν στέμμασιν, ἀναδήσωμεν τὸν στρατιώτην, τῆς δεσποτικῆς παρατάξεως, τὸν
στρατιαῖς ἀριθμούμενον, ταῖς ἐπουρανίαις τῶν Ἀγγέλων, τὸν μέγα τῆς καρτερίας
ἐγκαλλώπισμα, τὸ κράτος τὸ τῆς ἀθλήσεως τὸ ἄμαχον, τὸν κραταιὸν τοῦ Κυρίου, Ὃς
ἐπήρθη σφόδρα, ἐκ τῆς γῆς ὡς φησὶ Δαβίδ, κόσμον ἀρνησάμενον, καὶ σάρκα διὰ τὸν
Κύριον.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
πιστοί, τὸν Μεγαλομάρτυρα Ἰωάννην εὐφημήσωμεν.
Οὗτος γὰρ εἰς Πατέρα πιστεύσας, καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν μίαν θεότητα καὶ
συμφυΐαν αδιαίρετον, δι’ ἧς τὰς πύλας τῆς ζωῆς εἰσελήλυθε, καὶ τὴν υἱοθεσίαν
τὴν θείαν, διὰ λουτροῦ παλιγγενεσίας ἀπέλαβε, μέχρι τέλους τὴν πίστιν ἀμώμητον
τετήρηκε, σὺν τῇ ευσεβείᾳ δέ, καὶ τὴν ἐκ τῆς ζωῆς ἔξοδον ἐποιήσατο, μὴ ἐπαισχυνθεὶς
τὸν Χριστόν, καὶ τὰ θεῖα τούτου διδάγματα, ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ
ἁμαρτωλῷ· ὅθεν ἐκ θανάτου εἰς ζωὴν μεταβεβηκώς, τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ Τριάδι
παρίσταται, πρεσβεύων διαπαντὸς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις
συνανεστράφη, ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης
προελθών, μετὰ τῆς προσλήψεως, εἰς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν
ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ´ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ
ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν
ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου
οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ
ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ
φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ
τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς,
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ
περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου,
τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α´.
Τὸ
παράκλητον Πνεῦμα ἐν τῇ καρδίᾳ σου οἰκῆσαν, Μάρτυς πολύαθλε, λαλεῖν
παρεσκεύασεν ἐνώπιον τῶν τυράννων, μηδὲν αἰσχυνθέντα τὸ μαρτύριον τοῦ Κυρίου
σου, τοῦ μαρτυρήσαντος τὴν καλὴν ὁμολογίαν, ἐπὶ Ποντίου Πιλάτου. Αὐτὸ
συναντελάβετο, καὶ τῇ ἀσθενείᾳ τῆς σαρκός σου, ἐνισχῦσαν κατὰ τοῦ θανάτου
χωρῆσαι, καὶ τρόπαιον νίκης ἐγεῖραι· ὅθεν παῤῥησίαν κεκτημένος πρὸς αὐτόν,
ἐκτενῶς ἱκέτευε ὡς Θεὸν παντοδύναμον, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ἰδοὺ
πεπλήρωται τὸ τῆς Σάῤῥας σοφὸν ἀπόθεγμα, ὃ θεία φωνὴ ἐκύρωσεν ἄνωθεν· οὐ γὰρ
συγκληρονομήσει ὁ αὐθάδης Ἰσμαήλ, μετὰ τῶν τέκνων τῆς Ἐκκλησίας, ἀλλὰ τὰς μὲν
χεῖρας βαρείας οἴσει ἐπ’ αὐτά, τῆς ἐπουρανίου δὲ κληρονομία αὐτὸς
ἀποκλεισθήσεται· ὅθεν καὶ Ἰωάννην, τὸν ἐκ τῆς ἐλευθέρας μητρὸς κατὰ πνεῦμα
γεννηθέντα, εἰ καὶ ὁ κατὰ σάρκα ἐκ τῆς παιδίσκης γεννηθείς, εἰς τέλος ἐδίωξεν,
ἀλλ’ ὅμως τῆς θείας κληρονομίας οὐκ ἀπήλασε. Καὶ γὰρ σὺν Χριστῷ τῷ ἀβραμιαίῳ
σπέρματι, ἐν ᾧ πάντα τὰ ἔθνη εὐλογοῦνται, συμβασιλεύει αἰώνια, καὶ πρεσβεύει
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Ὡς
ἀπαρχὴν ἐξαίρετον τῆς ἡμετέρας φύσεως, καὶ λογικὸν ἱερεῖον Σοὶ προσφέρομεν
Κύριε, τὸν ἔνδοξον Ἰωάννη τὸν Μάρτυρα,
θύσαντα μὲν τὴν σάρκα, τὴν δὲ ψυχὴν ὡς εὐῶδες προσάξαντα θυμίαμα, καὶ γεγονότα
τέλειον ὁλοκάρπωμα· διὸ δεξάμενος τούτου, τὴν μακαρίαν σφαγὴν καὶ τὰς μάστιγας,
ἀντικατάπεμψον ἡμῖν τὴν χάριν σου τὴν φιλάνθρωπον, ἱλασθεὶς ταῖς ἁμαρτίαις
ἡμῶν, ταῖς μεσιτείαις αὐτοῦ.
Ἦχος
δ΄.
Ὁ
ζωοποιός Σου Σταυρός, ἐπὶ γῆς ἀῤῥήτοις λόγοις παγεὶς Χριστὲ ὁ Σωτήρ, θάρσος
κατὰ τοῦ θανάτου τοῖς μάρτυσι δέδωκε. Σὺ γὰρ ἐν τούτῳ ὑψωθείς, πάντας πρὸς
σεαυτὸν εἵλκυσας, τῇ δυνάμει Σου νεκρώσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύσας,
καὶ δείξας τὴν οὐράνιον ἄνοδον· ὅθεν καὶ ὁ γενναῖος ἀθλητής, Ἰωάννης ὁ ἔνδοξος, πάντα καταλείψας τὰ γήϊνα, καὶ τῇ
ἀγάπῃ τῇ Σῇ δεσμευθείς, συνεσταυρώθη σὺν Σοὶ καὶ συνέπαθε, τὸ ὑπὲρ ἡμῶν πάθος
Σου μιμησάμενος. Διό Σε ἱκετεύει, σῶσον ἡμᾶς φιλάνθρωπε Κύριε.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν στησάμενοι, ἐν φωναῖς ᾀσμάτων
ἐγκωμιάσωμεν, τὸν γενναῖον τοῦ Χριστοῦ στρατιώτην, καὶ ἡμέτερον πρόμαχον, Ἰωάννην τὸν ἀοίδιμον. Οὗτος γὰρ τὴν ὀσφὺν σωφροσύνῃ
περιζωσάμενος, καὶ δικαιοσύνῃ θωρακισθείς, τοὺς δὲ πόδας ἑτοιμασάμενος, εἰς τὴν
κατὰ Χριστὸν πορείαν, πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ἔσβεσε· διὸ πρὸς
αὐτὸν ἀγαλλόμενοι ἐκβοήσωμεν· χαίροις ὁπλῖτα ἀήττητε, ὁ ἐν σώματι πηλίνῳ, τοὺς
ἀσάρκους κοσμοκράτορας, τοῦ σκότους καταῤῥάξας· χαίροις ὁ τῷ θανάτῳ σου, τὸν
ἀρχέκακον ἐχθρὸν καταβαλών, καὶ ζωὴν τὴν ἀγήρω εὑράμενος, ἐν Χριστῷ τῷ Θεῷ, Ὃν
ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγή, τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Φρόνιμος
ὡς ἔμπορος, τὸν μαργαρίτην εὑράμενος, τὸν πολύτιμον ἔνδοξε, Χριστὸν τὸν Θεὸν
ἡμῶν, πέπρακες τὰ πάντα, ἃ εἶχες ἐν κόσμῳ, καὶ ἐξωνήσω προμηθῶς, τοῦτον καὶ
μόνον ὃς σε ἐπλούτισε, τὸν ὄλβον τὸν ἀσύλητον, τὸν οὐρανοῖς ἀποκείμενον, ὃν
τρυφᾷς ἀγαλλόμενος, σὺν Μαρτύρων στρατεύμασι.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Οὐδεὶς
στρατευόμενος, ταῖς πραγματείαις ἐμπλέκεται, ταῖς τοῦ βίου ὡς ἔφησε, Παῦλος ὁ
θεσπέσιος, θέλει γὰρ ἀρέσκειν τῷ στρατιαρχοῦντι· διὸ καὶ σὺ τῷ Βασιλεῖ, τῷ
οὐρανίῳ συστρατευόμενος, Χριστῷ τῷ ἀρχιμάρτυρι, πᾶσαν ἀπέῤῥιψας μέριμναν,
κοσμικὴν καὶ διήνυσας, μετὰ πόθου τὴν ἄθλησιν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Γένος
σκολιώτατον, τὸ τῶν Ἑβραίων μακάριε, ὃ δικαίους ἐδίωξε, Προφήτας ἀπέκτεινε, καὶ
ἀπεσταλμένους καθύβρισε πάντας, καὶ τὸν Υἱὸν τὸν τοῦ Θεοῦ, σταυρῷ ἀνύψωσε
ἀνήσαντα, σὴν κάραν τὴν ἀοίδιμον, ἀποτεμὸν ἐλογίσατο, σὲ τεθνᾶναι, ἀλλὰ σὺ ζῇς
ἐν εἰρήνῃ γηθόμενος.
Δόξα.
Ἦχος γ΄.
Ἧκεν
ἡμῖν ἡ ἐτήσιος μνήμη, τοῦ Ἀθλοφόρου Ἰωάννου, ὡς ἔαρ χαρμόσυνον, τὰς διανοίας
τῶν πιστῶν ἐγκαινίζουσα. Αὕτη γὰρ τὴν κατήφειαν πᾶσαν, τῆς χειμερίου πλάνης
λύουσα, τὸ οὐράνιον κάλλος, τῆς ἀληθοῦς θεογνωσίας, πᾶσιν ἀκραιφνὲς δείκνυσιν,
ἐν ταύτῃ καὶ ἥλιος ὁ τῆς δικαιοσύνης, ἄνωθεν φρυκτωρεῖ ἐν φαιδρότητι, αὖραι δὲ
τοῦ Ἁγίου Πνεύματος, ἐμπνέουσαι τοὺς φιλομάρτυρας, πρὸς εὐφημίαν αὐτοῦ
διεγείρουσι, καὶ ποικίλοις ἄνθεσιν τῶν ἄθλων, τούτου πᾶσα ἡ γῆ ὡραΐζεται· διὸ
καὶ ἡμεῖς ἐν ἀγαλλιάσει, μελωδοῦντες λέγομεν· σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου,
Μάρτυς πολύαθλε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος,
βουλήσει
δὲ
Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ
Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα,
πρὸ τῶν αἰώνων ὑπάρχοντα,
δι' ἡμᾶς δὲ
ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ
ἀπεκύησας, καὶ
βρέφος ἐγαλούχησας·
διὸ μὴ παύσῃ
πρεσβεύειν, τοῦ
λυτρωθῆναι
κινδύνων τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Ὡς
στεῤῥὸς τῆς εὐσεβείας ὑπέρμαχος, καὶ καταλύτης τῆς πλάνης ἀήττητος, τῷ Δεσπότῃ
τῶν ὅλων Ἰωάννη ἱκέτευε, εἰρήνην τῇ Ἐκκλησίᾳ
δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον· καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διά σου, Θεοτόκε · τοῖς
ἐπὶ γῆς πεφανέρωται · Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος· καὶ Σταυρὸν
ἑκουσίως· ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον· ἔσωσεν ἐκ
θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
κρήνη νοητή, πλημμυροῦσα θαλάσσας, ἰάσεων πολλῶν, ἡ σορός σου ὁρᾶται, ἀφθόνως
ἐκβλύζουσα, τῶν θαυμάτων τὰ νάματα, ἃ εὐφραίνουσι, πόλιν τὴν σὴν Ἰωάννη, ὡς
ὁρμήματα, τοῦ ποταμοῦ τοῦ Κυρίου· διό σε γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, ἐν μορφῇ τῇ βροτείᾳ, κυήσασα ἁγνή, παραδόξως τῷ κόσμῳ, ἐθέωσας τὸ
φύραμα, τῶν ἀνθρώπων δι’ ἔλεος, ὁ γὰρ Κύριος, ὁ γεννηθεὶς ἐκ γαστρός σου, τὸν
πρωτόπλαστον, ἐκ τῆς ἀρχαίας κατάρας, ἐῤῥύσατο Ἄχραντε.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἵπποι
ἀνέφερον, εἰς τὰ οὐράνια, Ἠλίαν ἔμπυροι, τὸν ζήλου ἔμπλεων, σὺ δὲ οὐχ ἦττον
ζηλωτήν, μακάριε Ἰωάννη, ἵπποι ἀγριαίνοντες, κατὰ γῆς κυλιόμενον, ἕλκοντες
ἀνήγαγον εἰς τὰ ἄνω σκηνώματα, ἐν οἷς σε ὁ Χριστὸς δεξιοῦται, ὡς γενναιότατον
Μάρτυρα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς
Κατὰ
τῶν δούλων τοῦ Χριστοῦ ὁ θὴρ ὁ πλάνος, ἀεὶ ἐγείρεται δεινῶς ἵπποις ἁρμάτων, ὡς
Δαβὶδ ἡρμήνευσεν ὁ ᾀσματογράφος, ἀλλ’ οὗτοι ἐπικαλούμενοι ἐκ ψυχῆς, τὸ ὄνομα
τοῦ Κυρίου Θεοῦ αὐτῶν, νικηταὶ ἀναδείκνυνται, ἐκεῖνος γὰρ συμποδισθεὶς
καταπίπτει ἡττώμενος, οἱ πεσόντες δ’ ἀνίστανται.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνή, εὐλογημένη, τὸν
διὰ σπλάγχνα οἰκτιρμῶν, ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις,
καὶ πᾶσι τοῖς Ἀσωμάτοις, ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως, δοῦναι ἡμῖν, πρὸ τοῦ
τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ ἄνθος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Πληγαῖς
ἀνηκέστοις σε καθυπέβαλον οἱ τύραννοι, ἀλλ’ ὁ πατήρ σου ὁ οὐράνιος, παρ’ ᾧ καὶ
αἱ τρίχες τῆς κεφαλῆς σου ἠρίθμηνται, ὡς ἡγιασμένου Ναζιραίου, ἐκ πασῶν τῶν
θλίψεων ἐῤῥύσατό σε, Ἰωάννη πανεύφημε, καὶ
συγκληρονόμον τῷ Χριστῷ εἰργάσατο, συμπαθόντα γὰρ Αὐτῷ συνεδόξασεν. Αὐτὸν
καθικέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Οἱ κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν χαριτώνυμον
ᾄσμασ’ Ἰωάννην ἀναμέλψω. Μελέτιος.
ᾨδὴ
α΄. Ἀνοίξω τὸ στόμα μου.
Τῶν ἄθλων λαμπρότησιν,
ὡραϊσθεὶς ὑπὲρ σάπφειρον, Μαρτύρων ἀγλάϊσμα, λάμψιν μοι δώρησαι, χαριτώνυμε,
ἵνα μὴ ἀμαυρώσω, μικροῖς ἐγκωμίοις μου, σὴν λαμπρὰν ἄθλησιν.
Ὁ πύργος τῆς πίστεως, ὁ ἀῤῥαγὴς καὶ ἀκράδαντος, ὁ μέγας
ὑπέρμαχος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ παμμέγιστος, ὁπλίτης τοῦ Κυρίου, Ἰωάννης ᾄσμασιν ἀνευφημείσθω μοι.
Νὺξ ὥσπερ ἐνέσκηψε, τῇ
οἰκουμένῃ παγκόσμιος, καὶ σκότους ἐνέπλησε, τῶν γηγενῶν τὴν πληθύν, ἡ
παμμίαρος, τοῦ Ἰσμαὴλ θρησκεία, σὺ δὲ ὥσπερ ἥλιος, ταύτην ἐσκέδασας.
Χαρίτων τοῦ Πνεύματος, ἅπας
ὁ βίος σου ἔνδοξε, πεπλήρωτο ὅθεν σε, και τελευτῆς ἱερᾶς, κατηξίωσεν, ὁ Κύριος
τῆς δόξης, δεικνὺς τὸ προοίμιον, τῷ τέλει πρόσφορον.
Ἀνέδραμες ἔνδοξε, ἀρίστῃ
γνώμῃ χρησάμενος, πρὸς τὰ ἐπουράνια, ἐκ τῶν προσκαίρων σαφῶς, τὰ ἀΐδια, ῥεόντων
ἀνταλλάξας, φθαρτῆς ἐμπορίας τε, ἀντιλαβὼν τὸν Χριστόν.
Θεοτοκίον.
Ῥανίδα ἐλέους Σου, τῇ
ξηρανθείσῃ καρδίᾳ μου, ἐνστάξας Φιλάνθρωπε, Σῆς ἱκεσίαις Μητρός, ἐγκατάρδευσον,
καὶ δεῖξον καρποφόρον, καὶ γὰρ ὡς γῆ ἄνυδρος, ἔστι ψυχή μου ἐν Σοί.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰσχὺν ἐνδυθεὶς ὁ Ἰωάννης,
ὡς πάλαι Δαβὶδ ἐκ Σοῦ Σωτήρ, οὐχ ὅπλοις καταβέβληκε, γίγαντα τὸν ὀλέθριον, ἀλλ’
ἐν σφενδόνῃ λίθοις τε, τοῖς ἐκ χειμάῤῥου τοῦ πάθους Σου.
Τὸν στέφανον ὅνπερ ὁ Πατήρ
Σοι, ἐπέθηκε Λόγε τοῦ Θεοῦ, εἰς κεφαλὴν ἐκόσμησε, λίθοις ἐντίμοις πλείοσιν,
οἵπερ εἰσὶν οἱ Μάρτυρες, οἱ Σὲ Θεὸν μαρτυρήσαντες.
Ὡς κλῆμα κατάκαρπον
ὑπάρχων, ὡραίας ἀμπέλου ἣν Πατήρ, οὐράνιος ἐφύτευσεν, ἀξίνῃ σε ἐκάθηρε, τοῦ
μαρτυρίου πλείονα, ἵνα καρπὸν ἐκβλαστήσειας.
Ναὸς τοῦ Θεοῦ γενέσθαι
σπεύδων, τὸ σῶμα παρέδωκας τὸ σόν, λαξεύεσθαι τοῖς πάθεσιν, οἷά περ λίθον
ἔντιμον, Χριστῷ δ’ ἁρμολογούμενος, δέχῃ τὸ Πνεῦμα τὸ ἅγιον.
Ὑπέθου ἀνδρείως τὸν σὸν
ὦμον, σταυρῷ του Κυρίου σου σοφέ, καὶ πᾶσαν οἰκειότητα, σαρκὸς ἀπαρνησάμενος,
σὺν τούτῳ συνεσταύρωσαι, καὶ συνδοξάζῃ πανεύφημε.
Θεοτοκίον.
Μητέρα ὁμοῦ καὶ θυγατέρα,
καὶ νύμφην ἀνύμφευτον ἁγνήν, Θεοῦ τοῦ παντοκράτορος, ὁμολογοῦμεν Δέσποινα, Σὺ
γὰρ μόνη ἐγέννησας, ἐν παρθενίᾳ τὸν Πλάστην Σου.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαστιζόμενος
Μάρτυς ἀνηλεῶς, ηὐχαρίστεις τῷ πλάστῃ σου ἐκ ψυχῆς, ὅτι κατηξίωσαι, δι’ αὐτὸν
ἀτιμάζεσθαι, καὶ πρὸς Αὐτὸν ἐβόας· οὐδὲν ὅλως κέκτημαι, ἀνταπόδομα δοῦναι, ὧν
μοι σὺ δεδώρησαι· ὅθεν μετὰ πλείστης, εὐφροσύνης λαμβάνω, Χριστὲ τὸ ποτήριον, ὃ
αὐτός μοι ἐκέρασας, ἐκ χεῖρός σου καὶ πίομαι τὸ μαρτύριον ἥδιστα, μαρτυρῶν σὲ
Υἱὸν τοῦ Θεοῦ, τοὺς ἀνθρώπους σώζοντα, ὡς πλάσαντα τῆς σαρκός σου, τοῖς πάθεσιν
εὔσπλαγχνε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης, καὶ Ποιητής, ἐξ
ἀχράντου σου μήτρας, σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε·
διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι
Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖσε
δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν,
τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ γενναῖος Ἀθλοφόρος ὑπ’ ἀγρίων συρόμενος, ἵππων ἐν
τραχέσι τόποις, καὶ δυσβάτοις ὡς μέγιστος, λίθος Χριστοῦ ἀνεδείχθη καὶ ἐλέανεν,
ὡς πηλὸν πλατειῶν, τοὺς βουνοὺς τοῦ ἀλάστορος.
Νικητὴς τροπαιοφόρος
πεπτωκὼς αναδέδειξαι, καὶ γὰρ μὴ ὑπείξας ταῖς τοῦ τυραννοῦντος κολάσεσιν, οὔτε
θωπείαις ἀλλ’ ἔχων ἀταπείνωτον, τὸ σὸν φρόνημα, μέχρι τοῦ τέλους δεδόξασαι.
Ἀληθείας τὸν προστάτην καὶ
τοῦ ψεύδους τὸν ἔλεγχον, τοῦ Χριστοῦ ὁπλίτην κόσμος ὁ πανώλης μεμίσηκεν, ὅτι τὰ
ἔργα τὰ τούτου ἐναπέφαινε, βδελυρίας τε, καὶ ἀτοπίας ἀνάπλεω.
Σταλαγμοῖς τῶν σῶν αἱμάτων
σεαυτῷ περιέχρωσας, φαιδρὰν ἀλουργίδα ἣν τῷ λογισμῷ περιέβαλες, ἀναφανέντι
παντοίων αὐτοκράτορι, παθημάτων Θεὸς δέ, τὴν κάραν σου ἔστεψε.
Θεοτοκίον.
Μακαρία ἡ κοιλία ὄντως
πέλει Σου Δέσποινα, ὡς δανεισαμένη τῇ ἐνυποστάτῳ θεότητι, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ
σάρκα ἄχραντον, ἣν ἀνέδειξε, μακαριότητος ὕπαρξιν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀρίστην καὶ σύντομον ὁδὸν
ζωῆς εὑράμενος, τὸ ὑπὲρ Χριστοῦ ἐναποθνήσκειν, ταύτην καὶ μόνην προείλου
πάνσοφε, ἥνπερ καὶ νομίμως ἐναθλῶν, ἔτεμες καὶ ἔφθασας, ἐφετῶν εἰς ἀκρότατον.
Στολὴν περικείμενος λευκὴν
ἥνπερ ἐλεύκανας, ἐν τῷ καθαρῷ αἵματι ὄντως, τοῦ πραοτάτου ἀρνίου φέρων τε,
φοίνικα χερσὶν ἀειθαλῆ, θρόνου κατενώπιον, τοῦ Θεοῦ νῦν παρίστασαι.
Ἰσχύϊ ῥωννύμενος Θεοῦ τοῦ
παντοκράτορος, δράκοντι ἐπλάκης ἀρχεκάκῳ, καὶ σὺ μὲν τούτου κάραν συνέτριψας,
αὐτὸς δὲ τὴν πτέρναν σῆς σαρκός, τηρήσας κατέδακεν, ἀλλ’ ὁ πλάστης σε ἤγειρε.
Ὦ θαῦμα παράδοξον πῶς σκότους κοσμοκράτορος, πρὸς αἷμα
παλαίοντες καὶ σάρκα, τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ φρικτῶς, ἡττῶνται Μαρτύρων τῇ
σφαγῇ, ταῦτα τῆς δυνάμεως, τοῦ Χριστοῦ μου τὰ σύμβολα.
Θεοτοκίον.
Ἀνάρχου
γεννήτορος Υἱὸν τὸν προαιώνιον, τέτοκας ἐν χρόνῳ τε καὶ ὕλῃ, μήτε τῆς ὕλης
μετατραπείσης ποτέ, εἰς θείαν μορφὴν μήτε μορφῆς, θείας εἰς τὴν ἔνυλον, Θεοτόκε
πανύμνητε.
ᾨδὴ
στ΄ Τὴν θείαν ταύτην.
Νοήσας πρότερον Δέσποτα,
ὑπέστησας τὰ ἄνω στρατεύματα, μόνῳ νοήματι, τοὺς δ’ ἐπὶ γῆς στρατιώτας σου,
τοῖς σοῖς τιμίοις πάθεσι κατεσκεύασας.
Νεώσας Μάρτυς νεώματα,
σαυτῷ ἐν τῷ ἀρότρῳ τῆς πίστεως, σπόρον κατέβαλες, δάκρυσι πλείστοις τῶν ἄθλων
σου, νῦν δ’ ἐν ἀγαλλιάσει ὤφθης τὰ δράγματα.
Ἡ θήκη ἡ τῶν λειψάνων σου, ἀρώμασι μυρίζει τὴν σύμπασαν,
καὶ γὰρ ὡς μέλισσα, ἀπὸ τοῦ κήπου τοῦ πλάστου σου, ἐσύλησας ὡς ἄνθη πάθη τὰ
τίμια.
Νεκρώσας θάνατον Κύριε,
θανάτῳ σου τιμίῳ ἐνίσχυσας, Μαρτύρων τάγματα, καταπατεῖν αὐτὸν κείμενον· μεθ’
ὧν καὶ Ἰωάννης φαιδρῶς συντάττεται.
Θεοτοκίον.
Ἀσπόρως Κόρη συνέλαβες,
ἀφθόρως δὲ Υἱὸν ἀπεγέννησας, τὸν πρὸ Σοῦ πάναγνε, καὶ πρὸ ἁπάσης τῆς κτίσεως,
προόντα· τίς τοιοῦτο ποτὲ ἀκήκοε.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
στρατιώτην τοῦ Χριστοῦ τὸν γενναῖον, τὸν καθελόντα τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ
τοῖς ποσὶ πατήσαντα αὐτοῦ τὰς μηχανάς, Ἰωάννην ἅπαντες, εὐφημήσωμεν ὕμνοις,
οὗτος γὰρ ἐνώπιον, τῶν τυράννων κηρύξας, τὸν Ἰησοῦν Θεόν τε καὶ βροτόν, νίκης
βραβείοις, ἐστέφθη ὡς ἔνδοξος.
Ὁ
Οἶκος.
Ὑπερφυῆς
ὡς ἀληθῶς, καὶ θείας δόξης πλήρη, τὰ τοῖς φιλοῦσι τὸν Χριστὸν ἐσθλὰ
ἐπαγγελθέντα, ὧν αἴσθησις ἀδυνατεῖ ὅλως ἀντιλαβέσθαι, ἢ νοῦς ὡς ἐν εἰκόνι
ἀνατυπώσασθαι, μόνον δὲ ἐνηχηθέντα τοῖς θείοις Μάρτυσιν, ἔρωτας θαυμασίους ἐν
ταῖς καρδίαις αὐτῶν ἀποτίκτουσι, δι’ οὗς πρὸς τὰ ἐκεῖθεν κάλλη ἐπτοημένοι, τῶν
ὦδε χωρισθῆναι σπουδάζουσι, πατρίδα καὶ συγγενεῖς καὶ πλοῦτον, καὶ πᾶν τὸ
ἀνθέλκον εἰς οὐδὲν λογιζόμενοι. Ὧν εἷς ἐστι καὶ Ἰωάννης ὁ χαριτώνυμος, ὁ πάντα
ὡς σκύβαλα ἡγησάμενος, ἵνα Χριστὸν κερδήσῃ· διὸ κηρύξας τρανῶς ἐνώπιον τῶν
τυράννων, τὸν Ἰησοῦν Θεὸν ἀληθινόν, νίκης βραβείοις δικαίως κατέστεπται.
Συναξάριον.
Τῇ
Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου
τοῦ ἐν Σοτζαβίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νικηφόρου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως, τοῦ Ὀμολογητοῦ.
Τοῦ
Πατριάρχου Πατριάρχης πλησίον,
θείου
γέροντος Ἀβραὰμ Νικηφόρος.
Οὗτος,
ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ δυσσεβοῦς Κοπρωνύμου, γέννημα καὶ
θρέμμα τῆς Βασιλίδος τῶν πόλεων. Πατέρες δὲ αὐτῷ ἐξ εὐπατρίδων, καὶ περιωνύμων,
Θεόδωρος καὶ Εὐδοκία. Οὗτος ὁ Θεόδωρος γέγονεν ἀπογραφεὺς τῶν βασιλικῶν
ἐνταλμάτων. Καὶ διαβληθεὶς ὡς προσκυνητὴς τῶν θείων εἰκόνων, μάστιξι
καταξαίνεται, καὶ ἐπὶ Μύλλασαν στέλλεται τὸ δεινότατον φρούριον. Καὶ μετὰ ταῦτα
ἀνακληθείς, και μὴ εἴξας τοῖς βασιλικοῖς προστάγμασι, πάλιν ὑπὲρ τὴν Νίκαιαν
ὑπερορίζεται. Κἀκεῖσε διαρκέσας χρόνους ἕξ ἐν κακώσει πολλῇ, τὸν βίον καταλιμπάνει.
Ὁ
δὲ τούτου παῖς, ὁ τίμιος Νικηφόρος, τοὺς τῆς ὀρθοδοξίας στεφάνους ἐξ αὐτῆς τῆς
λοχείας ἐνειλίσσεται, καὶ εὐσεβείας γάλακτι τρέφεται. Καὶ τὸ νηπιῶδες
παραμειψάμενος, καὶ καλῶς παιδευθείς, εἰς τοὺς συγγραφεῖς κατατάττεται. Ἔπειτα,
σκύβαλα πάντα, καὶ ὡς ἀράχνην λογισάμενος, ἀναχωρεῖ τῆς πόλεως, καὶ τὴν
Προποντίδα τοῦ ἄστεος καταλαμβάνει. Κἀκεῖσε μόνος μόνῳ Θεῷ προσανεῖχε,
πλείστοις πόνοις καὶ ταλαιπωρίαις προσομιλῶν. Ἐπεὶ δὲ Ταράσιος ὁ μέγας
ἀρχιερεὺς ἀπεβίω, Νικηφόρος οὗτος ὑπὸ Νικηφόρου ἄνακτος βιασθείς, καὶ
παρακληθείς, τὸν θρόνον ὑπεισέρχεται Κωνσταντινουπόλεως. Καὶ μετὰ μικρὸν τοῦ
αὐτοῦ βασιλέως ἀναπαυσαμένου, καὶ Σταυρακίου τοῦ υἱοῦ αὐτοῦ διαδεξαμένου τὴν
βασιλείαν, καὶ αὐτοῦ τάχιον ἀποβιώσαντος, Μιχαὴλ ὁ εὐσεβέστατος τῆς βασιλείας
τὰ σκῆπτρα διαδέχεται.
Τοῦτον
δὲ καθελὼν Λέων ὁ θηριώνυμος τῆς βασιλείας, καὶ ταύτης ἐγκρατὴς γενόμενος, κατὰ
τῶν Ἁγίων Εἰκόνων χωρεῖ, καὶ κατὰ τῆς εὐσεβοῦς ἡμῶν πίστεως. Ὅσα δὲ καὶ ὁποῖα ὁ
σεβάσμιος Πατὴρ ἡμῶν Νικηφόρος πρὸς τὸν ἀσεβῆ καὶ ἀλιτήριον διεξῆλθε παῤῥησιασάμενος,
ἀδύνατον λέγειν καὶ γράφειν. Ὁ δὲ θεομισής, παραυτίκα καθελὼν αὐτὸν τοῦ θρόνου,
καὶ ὑπερορίσας, καὶ εἱρκτῇ τοῦτον ἀποῤῥίψας, μηδεμιᾶς παραμυθίας παρ’
οἱουδήποτε προστάττει τοῦτον μεταλαβεῖν. καὶ οὕτω διήρκεσεν ὁ γεννάδας
ταλαιπωρούμενος μέχρις ἄν ὁ δείλαιος οὗτος τὴν ψυχὴν ἀπέῤῥηξεν, ὑπὸ τῶν οἰκείων
μαχαίραις μεληδὸν κατακοπείς, ἐν τῷ τοῦ Φάρου νεῷ. Ὁ δὲ μακάριος οὗτος,
χρονίαις ταλαιπωρίαις καὶ κακοπαθείαις καταπονηθείς, ἑβδομηκοστόν που χρόνον
πληρώσας εἰς χεῖρας Χριστοῦ τοῦ Θεοῦ τὸ πνεῦμα παρέθετο, ἐννέα ἐν τῇ
ἀρχιερωσύνῃ διατελέσας χρόνους, δεκατρεῖς δὲ ἐν ἐξορίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τριακονταοκτὼ Μάρτυρες, ἐν
λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης, τελειοῦνται.
Μάτην
Ἀθληταῖς φράττεται λουτροῦ θύρα,
Χριστὸς γὰρ
ἐγγὺς ἐκβοῶν· ἐγὼ θύρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μήτηρ μετὰ τῶν Ἁγίων Τριῶν Τέκνων
αὐτῆς, ξίφει τελειοῦται.
Σὺν παιδίοις
τμηθεῖσα, Μῆτερ καλλίπαις,
ἰδού, βοᾷς,
ἐγώ τε καὶ τὰ παιδία.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐράσμου,
τοῦ ἐν Χερμελίᾳ τῆς Ἀχρίδος.
Ἔρασμον
ἀθλήσαντα σοῦ Σῶτερ χάριν,
ἐρασμίως
τρέχοντα εἰς πόλον δέχου.
Οὗτος
ὁ Ἅγιος κατήγετο μὲν ἀπὸ τὴν Ἀντιόχειαν, ἤκμαζε δὲ κατὰ τοὺς χρόνους
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει 209, ἀσκητικὴν δὲ ζωὴν ζήσας πρότερον, εἰς
τόσην τελειότητα ἔφθασεν, ὥστε ἐλάμβανε τροφὴν διὰ μέσου τῶν κοράκων, καὶ
χαρισμάτων πολλῶν παρὰ Θεοῦ ἠξιώθη· διὸ καὶ χωρὶς νὰ θέλη ἔγινεν ἀρχιερεύς.
Εἶτα ζῆλον θείον λαβὼν εἰς τὴν ψυχήν του, ἐπεριπάτει πανταχοῦ ἀποστολικῶς,
κηρύττων τὸν λόγον τοῦ Εὐαγγελίου, καὶ ποιῶν θαυμάσια πάμπολλα. Καταντήσας δὲ
εἰς τὴν ἐν Ἀχρίδι πόλιν Λυχνιδῶν, ἀνέστησεν ἐκεῖ παιδίον ἀποθαμένον καὶ τὸν
πατέρα τοῦ παιδίου, Ἀναστάσιον ὀνόματι, ἐβάπτισεν ὁμοῦ μὲ ἄλλους πολλούς. Καὶ
τὰ ἐκεῖσε εὑρισκόμενα εἴδωλα συντρίψας, εἰς διάστημα ἑπτὰ ἡμερῶν ἐδίδασκε τὸν
λαόν, ὁδηγῶν αὐτὸν εἰς τὸ φῶς τῆς θεογνωσίας. Ἐνῷ δὲ εὑρίσκετο ὁ Μαξιμιανὸς εἰς
τὴν Ἑρμούπολιν τὴν ἐν τῷ Ἰλλυρικῷ κειμένην, ὑπῆγέ τις και ἐφανέρωσεν αὐτῷ ὅτι
οἱ θεοί τους ἐσυντρίφθησαν ἀπὸ ἕναν ἄνθρωπο Ἀντιοχέα, ὅστις κηρύττει Θεόν,
Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὁ δὲ βασιλεὺς πέμψας ἀνθρώπους, καὶ προσαγαγὼν τὸν
Ἅγιον ἔμπροσθέν του, ἠρώτησεν αὐτὸν ποῖος εἶναι καὶ ποῖον Θεὸν προσκυνεῖ.
Ἐπειδὴ δὲ ὁ Ἅγιος ἐσιώπα, ὁ τύραννος θυμωθείς, ἐπρόσταξε νὰ δείρωσιν αὐτὸν εἰς
τὸ πρόσωπον, ὁ δὲ Ἅγιος ἠρώτα νὰ μάθη τὴν αἰτίαν. Ὁ τύραννος ἀπεκρίθη, διότι
δὲν προσκυνεῖ τοὺς θεούς. Καὶ τοῦ λέει ὁ Ἅγιος
να τοῦ δείξει ποῖον θεὸ νὰ προσκυνήσει. Ὁ βασιλεύς, ἔδειξεν αὐτῷ τὸ
εἴδωλον τοῦ Διός, τὸ ὁποῖον ἦτο χάλκινον, δώδεκα ποδῶν τὸ ὕψος καὶ ἕξ τὸ
πλάτος. Τότε ὁ Ἅγιος εἶδεν αὐτὸ μὲ βλοσυρὸν ὄμμα καὶ παρευθὺς ἔπεσε καὶ
συνετρίβη εἰς λεπτὰ τμήματα, ἀπὸ δὲ τὸ εἴδωλον ἐξῆλθε δράκων φοβερός, ὅστις
ἠφάνισε πολὺ πλῆθος ἀνθρώπων. Καὶ τότε πίστευσαν τῷ Χριστῷ καὶ ἐβαπτίσθησαν ἀπὸ
τὸν Ἅγιον Εἴκοσι Χιλιάδες ἄνθρωποι.
Ὕστερον,
θανατώσας ὁ Ἅγιος τὸν δράκοντα, καὶ πιασθεὶς ἀπὸ τοὺς στρατιώτας, ὁμοῦ μὲ ὅλον
τὸν βαπτισθέντα λαόν, παρεστάθη εἰς τὸν βασιλέα, ὅστις τὰς μὲν εἴκοσι χιλιάδας
τῶν βαπτισθέντων ἀπεκεφάλισε, τὸν δὲ Ἅγιον ἐνέδυσε μὲ ἔνδυμα χάλκινον
πεπυρωμένον, ἀλλ’ ὑπὸ τῆς θείας χάριτος εἰς ψυχρότητα κρυστάλλου τὸ πῦρ μετεβλήθη.
Εἶτα κλείεται εἰς φυλακήν, δι’ ἐπιφανείας ὅμως τοῦ Ταξιάρχου Μιχαήλ, λυτρώνεται
ἀπὸ τὴν φυλακήν, καὶ μετεφέρθη ὑπὸ τοῦ Ἀρχαγγέλου εἰς τὴν πόλιν Φρυμὸν τῆς
Καμπανίας, διὰ νὰ κηρύξη τὸν λόγο τοῦ Εὐαγγελίου. Τελευταῖον ἐλθὼν εἰς τὴν
πόλιν Χερμελίαν ἐκατοίκησεν ἐκεῖ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῆς αὐτοῦ τελειώσεως,
ἐπροσκύνησε κατ’ ἀνατολὰς τρεῖς φοράς, καὶ παρακαλέσας τὸν Θεόν, νὰ χαρίζει
ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον εἰς ὅσους τὸν ἐπικαλεσθοῦν μετὰ πίστεως,
ἤκουσε θείαν φωνὴν ἄνωθεν νὰ ἐπικυρώνη τὸ ζητούμενο. Εἶτα, εἶδεν ἕνα
ὑπέρλαμπρον στέφανον καταβαίνοντα εἰς αὐτόν, καὶ τὴν θριαμβεύουσα ἐκκλησία
ἐρχόμενη διὰ νὰ τὸν ὑπαντήση. Ὅθεν εἰπών· Κύριε
Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου, ἀνῆλθεν χαίρων εἰς τὰ ουράνια.
Τῇ
αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου, πιστεύσασαι τῷ
Χριστῷ εἴκοσι χιλιάδες, ξίφει τελειοῦνται.
Κάρας Ἀθλητῶν
τὰς ξίφει τετμημένας,
Εὕρης
πεσόντων χιλιάδας δὶς δέκα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐν
Ἀσπροκάστρῳ μαρτυρήσας εν ἔτει 1492ῳ, ξίφει τελειοῦται.
Δοὺς αἷμα
βραχύ, ὦ Ἰωάννη μάκαρ,
ἐξηγόρασας
βασιλείαν τοῦ πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος ὁ ἐν
Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει 1657ῳ, μαχαίρᾳ τελειοῦται.
Φρίττει σε
Δημήτριε, καὶ πῦρ εἰκότως,
ὑπὲρ Θεοῦ
θανόντα, Ὃν φρίττει κτίσις.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Κωνσταντίνου
τοῦ ἐξ Ἀγαρηνῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρίνου τοῦ Βαάνη.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, διὰ πυρὸς
τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεάνδρου τοῦ ἐξ
Ἠπείρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν
ἀδελφῶν τοῦ Κιέβου, ἐν Ῥωσσίᾳ.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Νέον ἄνθος ἀνεβλάστησας
πανεύοσμον, ὥσπερ παράδεισον τὴν Ἐκκλησίαν Χριστοῦ, κοσμῶν καθηδύνων τε σοῖς
ὡραΐσμασι, καὶ γὰρ ἅπαντας ἐφέλκεις τοὺς ὁρῶντάς σε, εἰς Θεοῦ δοξολογίαν.
Ἀνεστάλη Ἰορδάνης εἰς τὰ
ὄπισθεν, ἵνα παρέξηται τὴν πάροδον ἀσφαλῆ, λαῷ παντοκράτορος σὺ δ’ ἀπετείχισας,
πλημμυρήσαντι ἐν ποταμῷ τὴν ἔφοδον, τῶν Σκυθῶν ὦ Ἰωάννη.
Μέγα θαῦμα ἑωρᾶτο ἐν τῇ
πόλει σου, Μάρτυς πανεύφημε ὅτε πληθὺς τῶν Σκυθῶν, ταύτην περιέκλεισαν σὺ δὲ
ἀνύψωσας, αἰθριάζοντος ἀέρος τὰ ποτάμια, ὕδατα τούτους διώκω.
Ἐξεζήτησας θλιβόμενος τὸν
Κύριον, Ὃς ἐπακούσας σου ἐκ θλίψεων σου πασῶν, ἐῤῥύσατο ἔνδοξε οἷά περ δίκαιον,
καὶ ἐξήγαγεν εἰς πλατυσμὸν οὐράνιον, βασιλείας ἀθανάτου.
Θεοτοκίον.
Λόγον ἄχραντε ἐγέννησας
πανάμωμε, Ὃς ἡμᾶς ἔσωσεν ἐξ ἀλογίας παθῶν, νῦν δὲ κινδυνεύοντας λογοθεσίῳ
φρικτῷ, παραστήσεσθαι ὡς ὑπευθύνους πρόφθασον, ἐξελοῦ τῆς καταδίκης.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ψαλμοῖς μεγαλύνομεν καὶ
ὕμνοις, τὴν Σὴν Παντοκράτορ ἀγαθότητι, ὅτι ὡς ὑπέρμαχον, καὶ στεῤῥὸν
προπύργιον, καταφυγὴν καὶ ῥύστην τε, καὶ ἀντιλήπτορα, Ἰωάννη δέδωκας τῇ ποίμνῃ σου, ἐκ παντοίων δεινῶν αὐτὴν
σώζοντα.
Ὤφθης τὸ σὸν σχοίνισμα
διέπων, νεφέλη ὡς πάλαι ἡ σκιάζουσα, Ἰωάννη ἔνδοξε
καὶ γὰρ ὅτε ὥρμησαν, βαρβάρων τὰ στρατεύματα ἐπὶ τὴν πόλιν σου, ὁμίχλῃ
κατεσκίαζες ταύτην, καὶ παροῦσαν ὅλως οὐκ ἴσχυον προσβλέπειν.
Μαστίγων ἐν πείρᾳ καὶ
μωλώπων, δεσμῶν τε καὶ φυλακῆς, ἤλυθας ἔνδοξε, τομῆς τε τῆς κάρας σου, οὐ γὰρ
ἀπολύτρωσιν, ἐδέξω ἐκ τοῦ πλάστου σου, ἐν τοῖς δεινοῖς τῆς σαρκός, ὡς τύχης
λαμπροτέρων στεφάνων, ἐν τῇ ἀναστάσει, καὶ δόξῃ τῶν δικαίων.
Ἔδοξεν ἐν ὄψεσιν ἀφρόνων,
τεθνάναι ὁ Μάρτυς ἐκτεμνόμενος, καὶ ἡ τούτου ἔξοδος κάκωσις λελόγισται,
σύντριμμα δὲ ἡ ἔνθεος, ἀποδημία αὐτοῦ, ὁ δ’ ἔστιν εν εἰρήνῃ βαθείᾳ, τῆς
ἀθανασίας τῆς ἄνω κληρονόμος.
Θεοτοκίον.
Λοχείαν τὴν ἄφθορον
ὁρῶντες, τὴν Σὴν Παναγία Μητροπάρθενε, καὶ Υἱοῦ Σου θαύματα, αὖθις καὶ
παθήματα, τοῖς μὲν τὴν ἐνανθρώπησιν, τοῖς δὲ θεότητα, ἐπέγνωμεν Αὐτοῦ, διὰ
τοῦτο, Σὲ ὁμολογοῦμεν, κυρίως Θεοτόκον.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Εὗρες ἀμοιβήν, τῶν πόνων
σου ἅγιε, πανυπερέχουσαν, σὺ μὲν γὰρ ὡς ἄνθρωπος, ὃ εἶχες αἷμα Θεῷ προσήγαγες,
αὐτὸς δὲ ως ὑπέρθεος, καὶ μεγαλόδωρος, τῆς οἰκείας δόξης καὶ θεότητος, τὴν
ἀπόλαυσιν ἔδωκεν ἄληκτον.
Τόξα δυνατῶν, καὶ βέλη
πανεύφημε, ταῖς ἱκεσίαις σου, σύντριψον ὡς τάχιστα, τῶν πολεμούντων τῇ
κληρουχίᾳ σου, σὺ γὰρ καὶ τὴν τοξεύουσαν, χεῖρα ἐξήρανας, πειρωμένου ἀνελεῖν
τὴν ἔλλαμψιν, τὴν τὸ σκῆνος τὸ σὸν περιλάμψασαν.
Ἴδε τὴν ἡμῶν, ὀδύνην καὶ
κάκωσιν, ὡς πάλαι Δέσποτα, ἐν Αἰγύπτῳ ἔβλεψας, κεκαμωμένους Ἱσραηλίτας σου, οὐχ
ἦττον γὰρ δεδούλωται, καὶ κατατρύχεται, τῶν πιστῶν σου τὸ στῖφος φιλάνθρωπε,
Ἰσμαὴλ ἀπηνοῦς τῇ θρασύτητι.
Ὅλην ἐκ πυρός, ὡς ἔσωζες
πάντοτε, ταύτην τὴν πόλιν σου, οὕτω καὶ νῦν Ἅγιε, ῥῦσαι ἀνάγκης πάσης καὶ
θλίψεως, βαρβαρικῆς αλώσεως, λοιμοῦ λιμοῦ καὶ σεισμοῦ, ἡγεμόνας τοὺς ἡμῶν
στερέωσον, ἐν εἰρήνῃ καὶ πίστει προκόπτοντας.
Θεοτοκίον.
Σῶσον ἡ Θεόν, κυήσασα
Δέσποινα, τὴν πολιτείαν Σου, οἴκτειρον τοὺς δούλους Σου, ῥῦσαι σκανδάλων τοῦ
πολεμήτορος, ῥῦσαι σκανδάλων τοῦ πολεμήτορος, τὴν Ἐκκλησίαν φρούρησον ὑπὸ
αἱρέσεων, καὶ τῆς θείας βασιλείας ἅπαντας, καταξίωσον Κόρη, πρεσβείαις Σου.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς.
Χαῖρε
Μαρτύρων καύχημα Ἐκκλησίας ἡ δόξα, χαῖρε τὸ θεοδόξαστον κήρυγμα τῆς Τριάδος,
τῶν Ἀθλοφόρων τὸ κλέος ἡ στεῤῥὰ καὶ ἑδραία, τῆς πίστεως ἡμῶν κρηπίς, χαῖρε τῆς
οἰκουμένης ὁ πρεσβευτής, καὶ μεσίτης πάντων τῶν δεομένων, καὶ ἄγρυπνος τῆς
ποίμνης σου, φύλαξ τε καὶ προστάτης.
Θεοτοκίον.
Ἐκ
τῶν ἁγνῶν αἱμάτων Σου, ἀποῤῥήτως τέξασα, ἀνερμηνεύτως πάναγνε, τὸν Θεὸν τῶν
ἁπάντων, τῶν Προφητῶν τὰς προῤῥήσεις, ἐξεπλήρωσας πάσας· διό Σε μεγαλύνομεν ὡς
Μητέρα τοῦ πάντων Δημιουργοῦ, καὶ Παρθένον ἄφθορον μετὰ τόκον, καὶ σωτηρίας
πρόξενον, ἡμῶν ἄχραντε Κόρη.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πυρὶ
χωνευθεὶς τῶν πειρασμῶν, ὡς χρυσίον δόκιμον, προσανεφάνης τῷ Πλάστῃ σου· ὅθεν
ἠξίωσαι, δόξης ἀϊδίου, Ἰωάννη ἔνδοξε, χερσὶ
γὰρ τοῦ Κυρίου ὡς στέφανος, πολυτελέστατος, καὶ λαμπρὸς κατέχη πάντοτε,
ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.
Δι’
ὕδατος ὄντως καὶ πυρός, διελθὼν τῶν θλίψεων, ἀναψυχὴν εὗρες ἄληκτον, καὶ γὰρ τὸ
κίβδηλον, μολυσμόν τε πάντα, τοῦ χοὸς ἐκάθηρας, ἐν τούτοις καὶ ἐφάνης τῷ
κτίσαντι, ὡς ὁλοκάρπωμα, καὶ θυσία εὐαπόδεκτος, Ἰωάννη
Μαρτύρων τὸ καύχημα.
Ἔντρομος
ἐγένετο ἡ γῆ, ὄντως καὶ σεσάλευται, ὅτε οἱ Μάρτυρες Κύριε, οἱ σοὶ ἐπέφαναν, ἐν
τῇ οἰκουμένῃ, ἀστραπαὶ ὡς ἔνδοξοι, φωτίζουσα τοῦ κόσμου τὰ πέρατα, αὐτοὶ γὰρ
ἤμειψαν, τῆς ἀπάτης τὴν σκοτόμαιναν, εἰς τὴν λάμψιν τῆς σῆς ἐπιγνώσεως.
Γινώσκεται
Κύριος ποιῶν, κρίσεις ὑπὲρ ἔννοιαν, ὡς ὁ Δαβὶδ προηγόρευσε, καὶ γὰρ τὸν ἀσεβῆ,
ἐᾷ μὲν ἐκρῆξαι, ἣν ὠδίνει κάκωσιν, ἐν ἔργοις δὲ ἰδίοις χειρῶν αὐτοῦ, δράσσεται
τοῦτόν γε, Ἰουδαῖος μαρτυρείτω μοι, ὁ οἰκείῳ συλληφθεὶς τοξεύματι.
Δόξα.
Ἦχος β΄.
Νέον
ἐν Μάρτυσιν ἀνέτειλας, Ἰωάννη πανεύφημε, ὡς
ἀστὴρ φαεινός, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, τὴν ἀρχαίαν καὶ πατροπαράδοτόν
σοι πίστιν, ἐνώπιον τυράννων μαρτυρήσας. Δι’ ἣν τὸν παλαιὸν Ἀδὰμ ἐκδυσάμενος,
καὶ πᾶσαν φθορὰν σὺν αὐτῷ ἀποτινάξας, ὡς ἀετὸς τὴν νεότητά σου ἀνεκαίνισας, τὸν
νέον ἄνθρωπον ἐνδυθείς, καὶ τὰ τούτου παθήματα, δι’ ὧν τὴν ἀγήρω εὗρες
μακαριότητα. Τοῦτον καθικέτευε καὶ ἡμῖν ἐγκαινίσαι, τὸ Πνεῦμα αὐτοῦ τὸ εὐθὲς
καὶ πανάγιον.
Καὶ
νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Ὡς
στεῤῥὸς τῆς εὐσεβείας ὑπέρμαχος, καὶ καταλύτης τῆς πλάνης ἀήττητος, τῷ Δεσπότῃ
τῶν ὅλων Ἰωάννη ἱκέτευε, εἰρήνην τῇ Ἐκκλησίᾳ
δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου