Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 14. ΑΓΙΟΣ ΜΕΘΟΔΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΙΔ΄!!
ΜΕΘΟΔΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Μεθόδιε ἔνδοξε, τὸ κατ’ εἰκόνα Θεοῦ, διετήρησας ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον, χαρακτῆρα ἐτίμησας, καὶ διδαχαῖς σου, πᾶσαν κατέσβεσας, τερθρείαν λόγων, ψυχῆς στεῤῥότητι· ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως· δι’ ἧς Χριστῷ, μάκαρ εὐηρέστησας, τῷ Παντοκράτορι. (Δίς)

Πάτερ, Πατέρων Μεθόδιε, ἱερωσύνης στολήν, ἐνδυσάμενος ἕδραμες, τὸ Μαρτύρων στάδιον, καὶ Χριστῷ προσενήνεξαι, διπλοῖς στεφάνοις, κοσμηθησόμενος· Πατριαρχῶν τε, τάξεις ὀψόμενος· ὦ τῆς ἀφράστου σου, χαρμονῆς μακάριε ἧς μετασχεῖν, ὄντως κατηξίωσαι, θεοειδέστατε.

Πάτερ, παμμάκαρ Μεθόδιε, σὺ τῷ ποδήρει σαφῶς, Ἀαρὼν ὥσπερ δεύτερος καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις, ἔνδον γενόμενος, καὶ τοῦ δευτέρου, καταπετάσματος· ὢ τῆς ἀῤῥήτου σου, ὑπὲρ νοῦν ἐλλάμψεως, Πατριαρχῶν, θεῖον ἐγκαλλώπισμα, ἧς περ μετέσχηκας.

Δόξα. Ἦχος γ’. Μεγάλη τοῦ Σταυροῦ Σου Κύριε.
Τὸ μέγα κλέος τῶν ἱερέων, ὁ πανένδοξος Μεθόδιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν οἰκουμένην φαιδρῶς. Πάντες οὖν πιστοὶ πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ Ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ ἄθλους· ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν κλίνῃ κατακείμενος τῆς ἀμελείας μου, τὸν τῆς ζωῆς μου χρόνον ῥαθύμως ἐξετέλεσα. Καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὥραν· ἀλλὰ τῇ Σῇ πρεσβείᾳ ἐγείρασα, σῶσόν με πρὸς μετάνοιαν Κόρη.

















Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Τὸ Πνεῦμά σε τὸ ἅγιον, Μεθόδιε πανένδοξε, ἁγιάσαν, διὰ σοῦ ἁγιασμόν, τοῖς πίστει προσιοῦσι, παρέχει θεοφόρε, καὶ φωτισμὸν καὶ ἀπολύτρωσιν.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς σοφίας μου σύνεσιν.
Φωτὶ τῶν θεουργῶν ἀρετῶν, ἀστράπτων ἱερώτατε, φῶς ἐτέθης, ἐν λυχνίᾳ μυστικῶς, τῆς θείας Ἐκκλησίας, λαμπρύνων ταύτην Πάτερ, ταῖς ἱεραῖς διδασκαλίαις σου.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Τὴν ἄκραν ἀγαθότητα, κηρύττων τοῦ Θεοῦ ἡμῶν, κακωθέντας ἀγαθύνεις τοὺς λαούς, σοφὲ ἀγαθοδότως, προσάγων τῷ Σωτῆρι, ἱερουργὸς ὡς ἱερώτατος.

Δόξα. Καὶ νῦν.
Πάτερ Υἱὲ Παράκλητε, Τριὰς ἀπειροδύναμε, ταῖς πρεσβείαις, Μεθοδίου τοῦ σοφοῦ, καὶ τῆς ἀειπαρθένου, καὶ μόνης Θεοτόκου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τὴν μέθοδον προβαλλόμενος, αἱρετικῶν διαλύεις τὰς ἐπινοίας στεῤῥῶς, Ὀρθοδόξων ἡ κρηπὶς Πάτερ Μεθόδιε, τὴν γὰρ Εἰκόνα τοῦ Χριστοῦ, ἀνεστήλωσας τιμᾶν, ὡς θεῖος ἱεροφάντωρ, καὶ νῦν ἀεὶ ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτούμενος, ἐμπρησμὸν τῆς ἀπάτης ὅλως ἀπέσβεσας, Πατριαρχῶν ἡ κορωνὶς Πάτερ Μεθόδιε, ὁμολογίας ἡ κρηπίς, ἐκδυσωπῶ σε ἐκτενῶς, παθῶν μου τῶν ἀνιάτων, τὴν κάμινον ἀναψύξαι, θείαις ψεκάσι τῆς πρεσβείαις σου.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, ἱεροφάντα Μεθόδιε. (Δίς)

Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἐβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ. (Δίς)

Ἱερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς βασιλέως ἐν μνημείῳ, καθειρχθεὶς Πάτερ θεόφρον, διετηρήθης ἀλώβητος.

Ἀρετὴν πᾶσαν ἤσκησας, Ἱεράρχα Μεθόδιε, καὶ χρισθεὶς τῷ Πνεύματι χρίσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

Δόξα. Ἦχος πλ. β΄.
Ἀστὴρ ἀνέτειλεν εὐσεβείας, ἀπὸ δυσμῶν ἡλίου τοῦ φαινομένου, ὁ μέγας ἐν Ἱεράρχαις Μεθόδιος. Καὶ τὴν ἀχλὺν διατμήξας τῶν κακοδόξων, κατέπαυσεν εἰς τὴν ὄντως ἀνατολήν, τοῦ τῆς δικαιοσύνης ἡλίου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Κᾀκεῖσε ταῖς ἀσωμάτοις συναυλιζόμενος χορέιαις, καὶ πρὸς τῷ θρόνῳ παρεστὼς τῆς Τριάδος, ὡς Ὅσιος, ὡς Μάρτυς, ὡς Ἱερεύς, ὡς Πατριάρχης, πράξει καὶ θεωρίᾳ, ἡμῖν αἰτεῖται τοῖς ἐν πίστει τελοῦσι, τὴν ἱερὰν αὐτοῦ μνήμην, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.










Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἐνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ καθηράμενος, τῷ τῆς θείας λαμπρότητος ὄρει προσέβης τὰ θεῖα μυσταγωγούμενος, θεοφάντορ Μεθόδιε. Καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν· διὸ καὶ προσκυνεῖσθαι τὴν ἱερὰ εἰκόνα προσέταξας, τοῦ σαρκωθέντος δι’ ἡμᾶς. ᾯ καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Λόγῳ Θεοῦ ἀνοίξας τὸ στόμα σου, τὸ τῆς σοφίας εἵλκυσας Πνεῦμα. Καὶ πλήρης χάριτος γενόμενος, τὰ θεῖα ἐβρόντησας δόγματα, τρισμάκαρ Μεθόδιε. Καὶ τοῖς ἱεροῖς Ἀποστόλοις ἑπόμενος, τὴν προσκύνησιν ἐκήρυξας τῶν σεβασμίων Εἰκόνων· διὸ τοῖς σοῖς ἐλλαμφθέντες διδάγμασι, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πάντων τῶν Ἁγίων, τὰ ἐκτυπώματα σεβόμεθα, χάριν δι’ αὐτῶν, ἀένναον κομιζόμενοι.

Ἦχος β΄.
Πνευματικῶς συνελθόντες πανηγυρίζομεν σήμερον, ἐν τῇ σῇ μνήμῃ Μεθόδιε, οὐ κατὰ τὸ γράμμα τὸ νομικόν, ἀλλὰ κατὰ τὸν νόμον τῆς χάριτος. Πάντα γὰρ τὰ ἐν αὐτῇ πνευματικὰ ἐδίδαξας· διό περ ὡς παρὰ σοῦ ἐδιδάχθημεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημοῦμέν σε, αἰτοῦντες διὰ σοῦ, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος γ΄.
Τὸν θρόνον τῆς ἱερωσύνης, διττῶς ἐκόσμησας, Πάτερ Μεθόδιε, ἀρετῇ τε καὶ τάξει. Τῇ μέν, τῶν Ἀγγέλων ἐφάμιλλος γενόμενος· τῇ δέ, τὸν Χριστὸν ἐπὶ γῆς ἐξεικονίσας· ἀλλὰ καὶ νῦν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, σὺν παῤῥησίᾳ παριστάμενος, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος δ'.
Εὐφροσύνως σήμερον, ἡ Ἐκκλησία τοῦ Θεοῦ στολίζεται, ἀγαλλομένη καὶ κράζουσα· Ἐλαμπρύνθη μου τὸ κάλλος, ὑπὲρ πᾶσαν πόλιν· ἰδοὺ γὰρ τῶν Ἀρχιερέων τὸ μέγα κειμήλιον, ὁ ἔνδοξος Μεθόδιος, τὴν πορείαν πρὸς οὐρανὸν ἐποιήσατο· Δεῦτε οὖν φιλέορτοι, τῶν ὀρθοδόξων τὸ σύστημα, χοροστατήσαντες περὶ τὴν θείαν λάρνακα, ἰαμάτων πλημμύραν λαβόντες παρ᾽ αὐτῆς, ἱκετεύσωμεν αἰτήσασθαι Χριστὸν τὸν Θεόν, τοῦ ῥυσθῆναι τὴν οἰκουμένην, ἀπὸ πάσης αἱρέσεως.






Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι τῶν ὕμνων, κροτήσωμεν ἐν ᾄσμασι, καὶ τερπόμενοι μελῳδήσωμεν, τῇ χαρμοσύνῳ πανηγύρει τοῦ θεοφόρου Πατρός. Βασιλεῖς, Ἀρχιερεῦσι συνέλθετε, καὶ τὴν θαυμαστὴν καὶ θείαν Ἱεραρχῶν κορωνίδα εὐφημήσατε, οἱ ἐν κόσμῳ τὸν ὁδηγόν, οἱ ἐν ἐρήμοις τὸν ὄλβον, οἱ Ἀρχιερεῖς τὴν κρηπίδα, τὸν χρίοντα οἱ βασιλεῖς, τὸν διδάσκαλον οἱ ἐν εὐσεβείᾳ, οἱ χειμαζόμενοι τὸν λιμένα, οἱ ἐν πάθεσι τὴν θεραπείαν, οἱ πάντες τὸν πανταχοῦ ὀνησιμώτατον, μέγιστον Ἱεράρχην ἐγκωμιάζοντες ἐκβοήσωμεν· Πανάγιε τρισμάκαρ Μεθόδιε, τοὺς τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, ἐκ πάσης ἀνάγκης ῥῦσαι ταῖς πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, Πατριαρχῶν καλλονή, Ἀρχιερέων Ἱερέων εὐπρέπεια, ἡ στάθμη τῶν μοναζόντων, βασιλευόντων Πατήρ, τὸ τῶν Ὀρθοδόξων θεῖον στήριγμα· ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, Ποιμὴν ὁ μέγας, Ἐκκλησίας ἀμάρυγμα, κῆρυξ ἔνθεος, τῶν δογμάτων τῆς χάριτος· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, εἰκονομάχων ἡ πτῶσις, ὦ θεοφάντωρ Μεθόδιε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς σοφίας μου σύνεσιν.
Χαίροις, τῆς οἰκουμένης φωστήρ, τῆς Ἐκκλησίας τὸ περίβλεπτον καύχημα, τὸ κλέος Πατριαρχίας, Ὀρθοδοξίας κρηπίς, τῶν εἰκονομάχων ἡ κατάργησις, ὁ γνώμων τῆς πίστεως, ὁμολογίας προτύπωσις, πέλυξ ὁ τέμνων τὰς ἐνστάσεις αἱρέσεων, νόμος ἔμπρακτος, τῶν δογμάτων τοῦ Πνεύματος· πρέσβυς ὁ ἑτοιμότατος, πρὸς Κύριον πάντοτε, Μεθόδιε θεομάκαρ, τοῖς σοὶ ἐν πίστει προστρέχουσι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Δεῦτε, τοῦ Ἱεράρχου Χριστοῦ, νῦν Μεθοδίου τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν, αὐτὸς γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, εἰκονομάχων, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν κατ’ αὐτῶν νίκης ἤρατο τρόπαιον· τοῦτον γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τῶν Ὀρθοδόξων τὸ κλέος, τῆς οἰκουμένης τὸ στήριγμα, Χριστὸν δυσωποῦντα, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Μεγίστην σοφίαν κτησάμενος, πανένδοξε Πάτερ θεῖε Μεθόδιε, μεγίσταις ἀξίαις ἐν βασιλείοις διέπρεψας· ἀλλὰ ταύτας ἤμειψας, πρὸς τὴν ἀγήρω δόξαν, δι’ ἀγγελικῆς πολιτείας· ἐντεῦθεν ἀναγόμενος ἐκ δυνάμεως εἰς δύναμιν, μέγιστος ὁμολογητὴς τοῦ Χριστοῦ ἀναδέδειξαι, ὑφ’ οὗπερ δοξαζόμενος, ἀπὸ δόξης τῆς ἐνταῦθα ὁμολογίας, εἰς τὴν δόξαν τῆς ἐν οὐρανοῖς, τρισαγίου δοξολογίας μετήχθης, ὡς ἀριστεὺς τρισμέγιστος, φωτίζων τοὺς εὐφημοῦντάς σε.




Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν· πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τὴν μέθοδον προβαλλόμενος, αἱρετικῶν διαλύεις τὰς ἐπινοίας στεῤῥῶς, Ὀρθοδόξων ἡ κρηπὶς Πάτερ Μεθόδιε, τὴν γὰρ Εἰκόνα τοῦ Χριστοῦ, ἀνεστήλωσας τιμᾶν, ὡς θεῖος ἱεροφάντωρ, καὶ νῦν ἀεὶ ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτούμενος, ἐμπρησμὸν τῆς ἀπάτης ὅλως ἀπέσβεσας, Πατριαρχῶν ἡ κορωνὶς Πάτερ Μεθόδιε, ὁμολογίας ἡ κρηπίς, ἐκδυσωπῶ σε ἐκτενῶς, παθῶν μου τῶν ἀνιάτων, τὴν κάμινον ἀναψύξαι, θείαις ψεκάσι τῆς πρεσβείαις σου.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μεθόδιε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντάς σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων· ὅπως στόματι, δοξάζομεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὴν β’ Στιχολογίαν, Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐσεβείας δόγμασι, τὴν Ἐκκλησίαν, καταυγάσας ἤλασας, τὴν τῶν αἱρέσεων ἀχλύν, ἱεροφάντα Μεθόδιε, πᾶσι κηρύττων, Χριστὸν εἰκονίζεσθαι.
Δόξα.
Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Μεθόδιε.
Καὶ νῦν. Θεοτοκίον.
Τὰς ἀχράντους χεῖράς Σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σέ, καὶ τῷ Υἱῷ Σου κραυγάζοντας· πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θῆρας, αἱρέσεων Ὅσιε, τὴν τῶν σεπτῶν εἰκόνων, τρανώσας προσκύνησιν· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Μεθόδιε· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ πυρὸς τοῦ ἀσβέστου τὸν ποταμόν, ἐννοοῦσα ψυχή μου τὸν φοβερόν, φρίξον καὶ συστάληθι, τῆς κακίας ἀπόστηθι, καὶ ἐν κλαυθμῷ καὶ πένθει, πικρῶς ὁλολύζουσα, ἐν συντριβῇ καρδίας, μετὰ ταπεινώσεως, πρόσδραμε πρὸ τέλους, τῇ Μητρὶ τοῦ Κυρίου, καὶ ταύτης δεήθητι, ἐξ αὐτοῦ Σε λυτρώσασθαι, Θεοτόκε κραυγάοζυσα· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς σοφίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀστὴρ ἀνέτειλεν εὐσεβείας, ἀπὸ δυσμῶν ἡλίου τοῦ φαινομένου, ὁ μέγας ἐν Ἱεράρχαις Μεθόδιος. Καὶ τὴν ἀχλὺν διατμήξας τῶν κακοδόξων, κατέπαυσεν εἰς τὴν ὄντως ἀνατολήν, τοῦ τῆς δικαιοσύνης ἡλίου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Κᾀκεῖσε ταῖς ἀσωμάτοις συναυλιζόμενος χορέιαις, καὶ πρὸς τῷ θρόνῳ παρεστὼς τῆς Τριάδος, ὡς Ὅσιος, ὡς Μάρτυς, ὡς Ἱερεύς, ὡς Πατριάρχης, πράξει καὶ θεωρίᾳ, ἡμῖν αἰτεῖται τοῖς ἐν πίστει τελοῦσι, τὴν ἱερὰν αὐτοῦ μνήμην, τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς: Ἀρχιερῆα Θεοῖο, Μεθόδιον ᾄσματι μέλπω.
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοὶ ᾄσωμεν
Ἀφ' ἁρπαγῆς, καὶ προνομῆς καὶ δουλείας με, τῆς ἁμαρτίας λύτρωσαι, καὶ πρὸς μετάνοιαν, ποδηγήσας Οἰκτίρμον, προνόμευσον ἀξίως ἐν τῇ ἀγάπῃ σου.
Ῥεῖθρον ζωῆς, ἔχων σοφὲ τὴν καρδίαν σου, τῇ Ἐκκλησία γέγονας, ὡς ποταμὸς Θεοῦ, πληρωθεὶς διδαγμάτων, καὶ ταύτης καταρδεύσας Πάτερ τὸ πρόσωπον.
Χαλιναγωγῶν, σὺ τῶν παθῶν τὰ σκιρτήματα, τῆς ἐγκρατείας ἔρωτι μετεστοιχείωσας, τῆς σαρκὸς τὸ ὑλῶδες, πρὸς τὴν τῆς ἀπαθείας Πάτερ ἀκρώρειαν.
Θεοτοκίον
Ἰδοὺ φησιν, ὁ Ἡσαΐας Παρθένε ἁγνή, βουλῆς μεγάλης Ἄγγελον ἐν τῇ νηδύϊ σου, συλλαβοῦσα ἀσπόρως, καὶ τέτοκας καὶ σώζῃ μετὰ τὸν τόκον ἁγνή.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Μεθοδίῳ, Φώτιος ὕμνον προσφέρω.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Μαρμαρυγὰς ἀπαστράπτων τῶν ἀρετῶν, ὡς νυμφίος πρόεισιν, ἐκ παστάδος τῆς σαρκός, εἰς νυμφῶνα ἅγιον φωτός, ὁ γενναῖος Ἀθλητὴς Χριστοῦ Μεθόδιος.
Ἐν διεξόδοις ὑδάτων πνευματικῶν, φυτευθεὶς ἐβλάστησας, τῶν δογμάτων τὸ στεῤῥόν, εὐανθοῦν τοῖς πέρασι τερπνόν, εὐσεβείας γλυκασμὸν σοφὲ Μεθόδιε.
Θυσιαστήριον θεῖον τὴν σεαυτοῦ, ψυχὴν ἐργασάμενος, Πάτερ θύματα δεκτά, ἀρετὰς προσέφερες Χριστῷ, τῶν μωλώπων τῷ πυρὶ ὁλοκαυτούμενος.
Θεοτοκίον
Μὴ μοῦ τὸν θρήνον ἀπώσῃ ἡ τὴν πηγήν, τοῦ ἐλέους τέξασα· ἀλλ’ εὐσπλάγχνως ἀγαθή, Σῷ ἱλέῳ ὄμματι ψυχῆς, Θεοτόκε τῆς ἐμῆς πάθη θεράπευσον.

ᾨδὴ γ'. Στερέωσον ἡμᾶς
Θερμότητι φρενῶν καὶ ζήλῳ πίστεως, Πατέρων σὺ γέγονας κορυφαῖος, τῶν Ἑβραίων τε τὴν ἔνστασιν, ὡς ὑπάρχουσαν ᾍδου πύλην ἔθραυσας.
Ὁ βίος ἱερὸς ὁ λόγος ἔνθεος, ἡ πρᾶξις τῷ λόγῳ δεδοξασμένη, ἀναβάσεις ἐν καρδίᾳ σου, ἀληθοῦς θεωρίας ἐθησαύρισε.
Θεοτοκίον
Ὁ ξένος τοκετὸς ἡ ξένη πρόοδος, ἐν μήτρᾳ ξενίζεται τῆς Παρθένου, καὶ τὴν φύσιν ὀλισθήσασαν, εἰς φθορὰν ἐξ ἀπάτης ἀνεστήσατο.

Ἔτερος. Οὐ ἔστιν ἅγιος ὡς σύ.
Ὁ λόγος ἄφθονος σοφέ, ἄπληστος δὲ ὁ βίος, ὁ ἱδρὼς δὲ τρισμάκαρ, τῶν ἀγώνων σου σεπτόν, Ἀρχιερέα Θεοῦ, ἔχρισέ σε, κόσμον ἁγιάζοντα.
Δογμάτων ἔβλυσε πηγάς, ἡ πολύφθογγος γλῶσσα, εὐφροσύνης πληροῦσα τὰς καρδίας τῶν πιστῶν, τοῦ Ἱεράρχου Χριστοῦ, ἀσεβούντων τὴν ὀφρὺν βυθίζουσα.
Ἰδοὺ τὰ τέκνα σου πολλά, τάφον περικυκλοῦντα, ὥσπερ ἄνθη ποικίλα, τὰ διδάγματα τὰ σά, ὀσφραίνονται μυστικήν, εὐωδίαν Πάτερ ἀποστάζοντα.
Θεοτοκίον
Δακρύων δός μοι δαψιλῶς, προχοὴν Θεοτόκε, καὶ ἀξίωσον βρέχειν ἐν ἡμέρᾳ καὶ νυκτί, τὴν κλίνην μου καὶ στρωμνὴν ὅπως τύχω διὰ Σοῦ ἀφέσεως.





Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Χοροὶ Πατριαρχῶν, τὴν ἁγίαν σου μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς, Ἱεράρχα τιμῶσι, προσθήκην γὰρ ἐδέξαντο, τὴν ψυχήν σου τὴν ἔνδοξον· ὅθεν σήμερον, σοῦ τὴν πανέορτον μνήμην, ἑορτάζοντες, τὸν σὸν Δεσπότην ὑμνοῦμεν, τὸν μόνον φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάμωμε Δέσποινα.

ᾨδὴ δ'.  Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε
Ἱδρῶσι, τοὺς ἀγῶνας ἔσπειρας, ἐν τῇ χώρᾳ τῆς μετανοίας, καὶ θερίσας ἄσταχυν Μεθόδιε, τῆς ἀπαθείας ἐν γῇ, τῶν πραέων κατεσκήνωσας, καὶ σὺν τοῖς Ἀσωμάτοις ἑορτάζεις ἀεί.
Ὀρθρίσας, προσευχαῖς συνέλαβες, θεῖον φόβον ἐν τῇ γαστρί σου, καὶ τέτοκας Πνεύματι τῇ ποίμνῃ σου, δογμάτων ὅρους, δι' ὧν τὰς αἱρέσεις ἀποφράττουσα, εἰς γῆν ὀρθοδοξίας ἐμπλατύνεται.
Ἀνάψας, τὴν σαυτοῦ προαίρεσιν, τῷ ἐλαίῳ τῆς εὐποιΐας, ἀνύστακτος γέγονας, τοῖς πένησι λαμπὰς Παμμάκαρ· διὸ τοῦ νυμφῶνός σοι τὴν εἴσοδον, Χριστὸς σὺν ταῖς παρθένοις προεξένησε.
Θεοτοκίον
Ἀσπόρως, χωρηθεὶς Πανάμωμε, θεῖος Λόγος ἐν τῇ γαστρί σου, προέρχεται σύμμορφος, ἀτρέπτως τοῦ βροτείου γένους· διὸ καὶ τῆς πλάσεως ἀνάπλασιν, δι οἶκτον θειοτέραν προεξένησε.

Ἕτερος. Χριστός μου δύναμις.
Ὡραῖον μώλωψι, φαιδρὸν τοῖς δόγμασιν, ἐξαστράπτοντα θείαις τῶν ἀρετῶν, λαμπηδόσι βλέπουσα, νυμφαγωγόν σε ἡ Χριστοῦ, Ἐκκλησία ἐξελέξατο.
Φωτὸς πεπλήρωται, ἡ σὴ τρισμάκαρ ψυχή, ἀκηράτου καὶ κόσμῳ ταῖς ἀρεταῖς, λύχνος ἐχρημάτισε, τὰ διαβήματα ἡμῶν, εἰς ὁδὸν εὐθεῖαν ἄγουσα.
Ὡς κλῆμα εὔφορον, καρπὸν ἐβλάστησας, τὸν τῆς γνώσεως βότρυν, ἐξ οὗ φαγών, τῶν αἱρετιζόντων ὁ χορός, τὰς μύλας θλάττεται σοφέ, τῶν πιστῶν δὲ ἁγιάζεται.
Θεοτοκίον
Ῥοήν μοι δώρησαι, δακρύων Δέσποινα, ὅπως πλύνω τὸν ῥύπον τὸν τῆς ψυχῆς, καὶ εὕρω ὁ ἄθλιος, ὅπερ ἀπώλεσα κάλλος, συμβουλίᾳ τῇ τοῦ ὄφεως.















ᾨδὴ ε’. Ὁ τοῦ φωτὸς χορηγός
Ῥάβδῳ τῇ τῆς πίστεως, τὰ τῶν αἱρέσεων σοβεῖς θήρατρα, καὶ τῷ δεσμῷ συζεύξας τὴν ποίμνην, τῆς θείας ἀγάπης, ἐλπίδι καὶ πίστει φυλάττεις ἀκλόνητον.
Ἀποσεισάμενος, τῇ ἐγκρατείᾳ τὴν τρυφην ἔθρεψας, σοῦ τὴν ψυχὴν ὀψώνιον ἔχων, συντόνους προσευχάς, μελέτην τε θείαν, ὑψοῦσαν ταπείνωσιν.
Σὺ τὸν χιτῶνα Σοφέ, τῆς Ἐκκλησίας πρακτικῶς ὕφανας, ἐν ᾧ χριστοῦ σεπτὸν χαρακτῆρα, στηλώσας, τῇ πίστει, τῆς ὀρθοδοξίας ἐτράνωσας δόγματα.
Θεοτοκίον
Σὲ προστασίαν Ἁγνή, καὶ τῆς ἐλπίδος ἀσφαλῆ ἄγκυραν, καὶ συνοχὴν καὶ σκέπην καὶ τεῖχος, κεκτήμεθα πάντες, καὶ πρὸς βασιλείαν εἰσάγουσαν γέφυραν.

Ἕτερος. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Τῷ θείῳ φέγγει Σου ἀγαθέ, τὴν ἀμαυρωθεῖσάν μου ψυχήν, τοῖς ζοφεροῖς ἁμαρτήμασι, ταῖς σεπταῖς πρεσβείαις τοῦ Ἱεράρχου Σου, καταύγασον καὶ σῶσον ὡς παντοδύναμος.
Ἰδοὺ πανήγυρις τηλαυγής, τοῦ Ἀρχιερέως τοῦ Θεοῦ, ἡ μνήμη σήμερον πρόκειται· δεῦτε μετὰ πόθου πάντες ἀρύσασθε, τοῦ Πνεύματος τὴν χάριν, ὕμνους προσάγοντες.
Ὁ τάφος ἤνοιξεν οὐρανούς, ὃν τοῦ Ἰησοῦ ὑπεραθλῶν, ἤνεγκας χαίρων Μεθόδιε· τὰ ἐν τοῖς ὡραίοις ποσὶ δὲ σίδηρα, τὰς πύλας Παραδείσου σοὶ προηυτρέπισαν.
Θεοτοκίον
Τοὺς Θεοτόκον Σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· Σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων
Ἱερεῖον καὶ θύτης γενόμενος, ἔσπεισας σαυτὸν τῷ Θεῷ διὰ πίστεως, καὶ συντηρεῖς ἐν ἅπασι, τῆς λατρείας αὐτῷ τὴν τελείωσιν.
Νῦν εἰς ἄϋλον δόξαν ἀπάρας ἐκ γῆς, τὴν ὑλομανοῦσαν τοῖς πάθεσιν Ὅσιε, τῇ ἐμμελεῖ καθάρσει σου, τῆς πρεσβείας ψυχήν μου θεράπευσον.
Ἀποξέσας τὸν ὄγκον τοῦ γράμματος, τῇ τῶν νοημάτων σου θείᾳ λαμπρότητι, τῆς Ἐκκλησίας γέγονας, ὀξυγράφος Μεθόδιε κάλαμος.
Θεοτοκίον
Ἀπορία καλύπτει τὸν τόκον σου· ξένως γὰρ Παρθένε θηλάζεις τὸν ἄποσον, καὶ γαλουχεῖς τὸν ἄϋλον, καὶ ἀγκάλαις συνέχεις τὸν κτίσαντα.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Σοφίας καὶ χάριτος, ἐξεχύθη γλυκασμός, ἐν τοῖς σοῖς μάκαρ χείλεσι, καὶ ὡς μέλι κηρίου οἱ εὐπρεπεῖς, προέρχονται λόγοι σου, τῶν πιστῶν τὰς καρδίας ἱλαρύνοντες.
Ὑπήνεγκας κίνδυνον, ὡς ἀνάπαυσιν σοφέ, ὡς δὲ τερπνὸν Παράδεισον, ἐξορίας ὑπέστης, ὡς δὲ φαιδρόν, παλάτιον ᾤκησας, τὸν ἐπώδυνον τάφον Ἱεράρχα σοφέ.
Μορφώσας τὴν πάνσεπτον, Ἐκκλησίαν τοῦ Χριστοῦ, τοῖς τῶν δογμάτων χρώμασιν, ἐξαστράπτουσαν κάλλει ὡς ἀληθῶς, ἀκήρατον ἔδειξας, τὴν ἀρχαίαν Εἰκόνων ἀναστήλωσιν.
Νοὸς καθαρότητι, εἰς τὰ βάθη τῆς Γραφῆς, ἐγκύψας Πάτερ εἵλκυσας, μαργαρίτην πολύτιμον τὸν Χριστόν· δι’ οὗ κατεπλούτισας, πᾶσαν τὴν οἰκουμένην τὴν εὐσέβειαν.
Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ὡς ὑπερμάχῳ καὶ ἐνθέρμῳ ἀντιλήπτορι, ἐκτυπωμάτων τῶν σεπτῶν εὐχαριστήριον, ἀναγράφομεν τὸν ὕμνον σοι θεοῤῥῆμον· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίας ἡμᾶς λύτρωσαι αἱρέσεως, ἵνα κράζομεν· χαίροις μάκαρ Μεθόδιε.
Ὁ Οἶκος.
Μέγιστος ἀντιλήπτωρ, οὐρανόθεν ἐπέμφθης, πᾶσι τοῖς εὐσεβέσι θεόφρον, ὑπὲρ τῶν πανσέπτων Εἰκόνων· ὅθεν Ἀσωμάτων ταῖς φωναῖς σήμερον τιμῶμέν σε, καὶ μέλποντες κραυγάζομεν πρὸς σὲ τοιαῦτα·
Χαίροις, Πατρὸς οὐρανίου τέκνον·
χαίροις, μητρὸς εὐσεβείας κλάδος.
Χαίροις, τῆς πατρίδος Ἱεράρχης ἔνθεος·
χαίροις, οἰκουμένης φωστὴρ ὁ πολύφωτος.
Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·
χαίροις, ὅτι λύκον ᾔσχυνας καὶ τὸν σκύμνον τὸν αὐτοῦ.
Χαίροις, τῶν Ὀρθοδόξων πρόξενος σωτηρίας·
χαίροις, εἰκονομάχων ἀντίπαλος ὁ μέγας.
Χαίροις, πολλοὺς τῆς πλάνης ῥυσάμενος·
χαίροις, σεπτῶν Εἰκόνων ὁ πρόμαχος.
Χαίροις, πατὴρ βασιλέων ἐνθέων·
χαίροις, λαοῦ τοῦ πιστοῦ ἀντιλήπτωρ.
Χαίροις, μάκαρ Μεθόδιε.

Συναξάριον.
Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας,
τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος.
Τῇ δεκάτῃ Μεθόδιος ἀπῆρε γέης τετράτῃ τε.
Οὗτος ὁ Ἅγιος τὴν πλάνην τῶν αἱρέσεων καὶ Εἰκονομάχων σοφαῖς ἀποδείξεσι καὶ γραφικαῖς ῥήσεσι, παντοίως ἀνατρέψας καὶ καθελών, καὶ τὴν ὀρθόδοξον πίστιν ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις βραβεύσας, καὶ πολλὰς κακώσεις παθὼν ὑπὸ τῶν αἱρετικῶν, ἐν τῷ προσκυνεῖν τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας, ἀνεπαύσατο, αἰωνίως λύτρωσιν τῶν ἀνιαρῶν ἡμῖν ἐξαιτούμενος. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἁγιωτάτῳ οἴκῳ, ἐν ᾧ τὸ τίμιον αὐτοῦ κατάκειται λείψανον, τῷ ὄντι ἔνδον τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων τῶν μεγάλων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Προφήτου Ἐλισσαίου
Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν,
εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες.
Οὗτος ἦν υἱὸς Σαφάτ, ἐξ Ἀελμούθ, ἐκ τῆς γῆς Ρουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τέρας· ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσῆ, ἡ ἐκεῖ προσκυνουμένη, ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Εἶτα δὲ ὁ Ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλὴμ σήμερον, ὃς καθελεῖ τὰ γλυπτά, καὶ συντρίψει τά χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ Θεὸς διά χειρὸς Ἐλισσαίου τοῦ προφήτου. Θανὼν δέ, ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστουπόλει. Οὗτος προεφήτευσε περὶ τῆς τοῦ Κυρίου παρουσίας, καὶ τὰ ὕδατα Ἱεριχώ, ἀτεκνοῦντα καὶ ἁλμυρὰ ὄντα, ἰάσατο· «Τάδε λέγει Κύριος, εἰπών· ἴαμαι τὰ ὕδατα ταῦτα»· καὶ ἰάθησαν. Ἀλλὰ καὶ νεκροὺς ἤγειρε· καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθάρισε τῆς λέπρας· καὶ Γιεζή, τὸν ἑαυτοῦ ὑπηρέτην, λεπρὸν ἐποίησε γενέσθαι, διὰ τὴν φιλαργυρίαν αὐτοῦ, καὶ τὴν παρακοήν· καὶ νεκρὸς ὤν, νεκρὸν ἤγειρε· καὶ τὰ Ἰορδάνεια ῥεῖθρα τῇ τοῦ Ἠλιοὺ μηλωτῇ πατάξας διέῤῥηξεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰουλίττης
Tὴν Ἰουλίτταν ἐξάγει τοῦ σαρκίου,
ὁ σὰρξ δι’ ἡμᾶς τοῦ Θεοῦ φανείς Λόγος.
Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης,
ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νήφωνος τοῦ Ἀθωνίτου
Νήφων παρῆλθεν, ἀρεταῖς νῦν τοὺς πάντες.
κἂν τοῖς χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰουστίνου τοῦ Πόποβιτς τοῦ Σέρβου
Ἰουστῖνος ὕπνωσεν Σέρβος ὁ μέγας,
θεολόγων σύνεδρος, Ἁγίων φίλος.
Οὗτος ὁ τρισόλβιος καὶ μέγας Πατὴρ καὶ σοφώτατος διδάσκαλος τῆς Ὀρθοδόξου Ἐκκλησίας Ἰουστῖνος, πατρίδα μὲν ἔσχε τὴν σερβικὴν πόλιν Βράνιε, ἐν ᾗ ἐγεννήθη ἐξ εὐσεβῶν γονέων, Σπυρίδωνος καὶ Ἀναστασίας, τὸ σωτήριον ἔτος 1896 κατὰ τὴν ἡμέρα τοῦ θείου Εὐαγγελισμοῦ, διὸ καὶ Μπλαγόε (Εὐάγγελος) ὠνόμασται. Ἐκ παιδὸς διακρινόμενος διά τε τὴν φυσικὴν ὀξύνοιαν καὶ τὴν θεοευλάβειαν, παιδείας μετέσχεν οὐ τῆς τυχούσης. Μεταξὺ τῶν διδασκάλων αὐτοῦ ἔσχε καὶ τὸν Ἅγιον Νικόλαον Βελεμίροβιτς, ἐπίσκοπον Ζίτσης, μεθ’ οὗ συνεδέθη λίαν στενῶς διὰ δεσμῶν ἰσοβίου πνευματικῆς ἀγάπης καὶ ἀλληλοεκτιμήσεως. Τὸν παιδιόθεν δὲ πόθον αὐτοῦ ἐκπληρῶν ἀφιέρωται ὁλοτελῶς τῷ Κυρίῳ ἐν ἡμέραις τοῦ Α΄ παγκοσμίου πολέμου καρεὶς μοναχὸς καὶ λαβὼν τὸ ὄνομα τοῦ Ἁγίου Μάρτυρος Ἰουστῖνου τοῦ φιλοσόφου. Χειροτονηθεὶς δὲ καὶ σταλεὶς ὑπὸ τῆς Ἐκκλησίας δι’ ἀνωτέρας σπουδὰς εἰς Ρωσίαν, Ἀγγλίαν καὶ Ἑλλάδα, ἐπιστρέψας διηκόνησεν κατ’ ἀρχὰς ὡς καθηγητὴς ἱερατικῶν σχολῶν καὶ εἶτα ἀνηγορεύθη καὶ καθηγητὴς Δογματικῆς ἐν τῷ Πανεπιστημίῳ τοῦ Βελιγραδίου. Προγραφεὶς ὅμως ὑπὸ τῶν κρατησάντων κομμουνιστῶν ἐδιώχθη καὶ τελικῶς ἐπέλεξεν ὡς αὐτοέγκλειστος παραμεῖναι ἐφημέριος ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Ἀρχαγγέλου Μιχαὴλ ἐν Τσέλιγιε τοῦ Βάλιεβο, ἔνθα ἐπὶ μίαν τριακονταετίαν καθημερινῶς ἀγγελικῇ παραστάσει καὶ εὐλαβείᾳ κατανυκτικῇ ἐλειτούργει τῷ ἱερῷ θυσιαστηρίῳ. Ἐκεῖ ἐπεδόθη ὅλῃ ψυχῇ καὶ καρδίᾳ εἰς τὴν ἀσκητικὴν ζωήν, νηστεύων, προσευχόμενος, μελετῶν καὶ συγγράφων τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα καὶ θεόπνευστα ἔργα αὐτοῦ, ἰσάξιως γενόμενος τῶν πάλαι Ἁγίων Πατέρων καὶ Διδασκάλων τῆς Ἐκκλησίας. Σχὼν δὲ θείας καὶ οὐρανίους ἐμπειρίας ἐκτάκτους, συνεκόμισεν ἐν ἑαυτῷ πλοῦτον ἄμετρον Θεολογίας, ἧς τὸν καρπὸν τρυγᾷ σήμερον σύμπασα ἡ οἰκουμενικὴ Ὀρθοδοξία. Λίαν δὲ φιλαδέλφως φερόμενος συνανεστρέφετο, ἠγάπα καὶ ἐδέχετο τὸ ἁπλοῦν ὀρθόδοξον σερβικὸν λαόν, τὸν ἁγιώτατον Σάββαν ἐν τούτῳ μιμούμενος, καθοδηγῶν καὶ ἐνισχύων αὐτὸν ὅπως ἐμμένῃ, εἰς τὴν πατρώαν πίστιν καὶ εὐσέβειαν. Πλείστας δὲ διώξεις καὶ δυσκολίας ὑποστὰς ὑπὸ τῶν ἀθέων ἀρχῶν, οὐδαμῶς ὑπέστειλε τὸ φρόνημα, τηρῶν ἀκλόνητον τὴν χριστοδώρητον εἰρήνην ἐν τῇ θεοφλέκτῳ καρδίᾳ αὐτοῦ, πάντας ἀγαπῶν καὶ ὑπὲρ πάντων μετὰ δακρύων εὐχόμενος. Βλαβείσης δὲ σοβαρῶς τῆς ὑγείας αὐτοῦ καὶ τῷ προϊόντι γήρατι τρυχωθείς, ὑπέκυψεν ἐν τέλει ἐκ καρδιακῆς ἀνεπαρκείας, παραδοὺς ὁσιακῶς τὴν ἁγιωτάτην ψυχὴν αὐτοῦ ταῖς χερσὶν τοῦ ἠγαπημένου Θεανθρώπου Κυρίου αὐτὴν ταύτην τὴν γενέθλιον ἡμέρα τοῦ θείου Εὐαγγελισμοῦ κατὰ τὸ σωτήριον ἔτος 1979. Πλήθη δὲ θαυμάτων ἐπιτελῶν καθ’ ἡμέραν τοῖς προσερχομένοις μετὰ πόθου τῷ ἁγίῳ τάφῳ καὶ ἐν πίστει ἐπικαλουμένοις τὴν αὐτοῦ ἀκοίμητον πρεσβείαν πρὸς Κύριον, δικαίως ἐκτήσατο καὶ τὴν προσωνυμίαν τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.




ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς
Σοφίας κρατήρ, ἀνεδείχθης ἀρεταῖς σοφὲ πληρούμενος, καὶ συγκαλέσας τῷ κηρύγματι, τῆς ὑψηλῆς πολιτείας σου, ἴθυνας τὴν ποίμνην θεόφρον, καὶ σὺν αὐτῇ πάτερ ἔκραζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μονὰς τὰς ἐκεῖ, καὶ τὰς λήξεις ἐν τιμῇ Πάτερ προέφθασας, καὶ συναγάλλῃ τῷ Κυρίῳ σου, καὶ συνευφραίνῃ καὶ γέγηθας. Ὅθεν σε τιμῶμεν παμμάκαρ, τῷ δοξάζοντι κράζοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀνδρείᾳ φρενῶν, ἐζωσμένος τὴν ὀσφὺν Πάτερ Μεθόδιε, καὶ διὰ βίου στολισάμενος, τὴν ἀμπεχόνην τῆς πίστεως, ἐν τῇ εὐωχίᾳ τῆς ἄνω, βασιλείας εἰσέδραμες· Εὐλογητός εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Θεοτοκίον
Ἀπάτωρ ἐκ σοῦ, ὁ ἀμήτωρ ἐκ Πατρὸς Ἁγνὴ προέρχεται, καὶ τῆς ἁγνείας σου τὰ σήμαντρα, διατηρήσας ἀλώβητα, ἔδειξεν ἀλόχευτον τόκον, καὶ παρθενίαν ἀμόλυντον· καινοτομοῦνται γὰρ ἐν σοί, νόμοι τῆς φύσεως.

Ἕτερος.
Σοφίας κρατήρ, ἀνεδείχθης ἀρεταῖς σοφὲ πληρούμενος, καὶ συγκαλέσας τῷ κηρύγματι, τῆς ὑψηλῆς πολιτείας σου, ἴθυνας τὴν ποίμνην θεόφρον, καὶ σὺν αὐτῇ Πάτερ ἔκραζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μονὰς τὰς ἐκεῖ, καὶ τὰς λήξεις ἐν τιμῇ Πάτερ προέφθασας, καὶ συναγάλλῃ τῷ Κυρίῳ σου, καὶ συνευφραίνῃ καὶ γέγηθας· ὅθεν σε τιμῶμεν παμμάκαρ, τῷ δοξάζοντι κράζοντες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀνδρείᾳ φρενῶν, ἐζωσμένος τὴν ὀσφὺν Πάτερ Μεθόδιε, καὶ διὰ βίου στολισάμενος, τὴν ἀμπεχόνην τῆς πίστεως, ἐν τῇ εὐωχίᾳ τῆς ἄνω Βασιλείας εἰσέδραμες· εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Θεοτοκίον
Ἀπάτωρ ἐκ Σοῦ, ὁ ἀμήτωρ ἐκ Πατρὸς ἁγνὴ προέρχεται, καὶ τῆς ἁγνείας Σου τὰ σήμαντρα, διατηρήσας ἀλώβητα, ἔδειξεν ἀλόχευτον τόκον, καὶ παρθενίαν ἀμόλυντον· καινοτομοῦνται γὰρ ἐν Σοί, νόμοι τῆς φύσεως.





















ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός
Σὺ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ὡς κατάκαρπος Σοφε δειχθεὶς ἐλαία, εὐποιΐας ἐλαίῳ, καὶ ἐγκρατείας τρυφῇ, πενήτων καρδίας ἐλίπανας, καὶ φαιδρὰν ἀνῆψας, τῇ σῇ ψυχῇ λαμπάδα.
Ἱεραρχίας τὴν στολήν, τῷ τῶν ἔργων σου φωτὶ λαμπρύνας ὤφθης, σωφροσύνης κλειδοῦχος, τῆς ἐγκρατείας τρυφή, τῆς ὄντως προσευχῆς διδάσκαλος, καὶ τῆς μετανοίας ὁδὸς καὶ νόμος βίου.
Μεταμελείας ὁ καιρός, μετανοίας τὸν καρπὸν προβάλλεταί σοι, καὶ συκῆς τῆς ἀκάρπου, τὴν ἐκτομὴν ἀπειλεῖ, ψυχή μου τὴν ἀρὰν πτοήθητι, θρέψον δὲ Χριστὸν ἀρετῶν τῇ εὐκαρπίᾳ.
Θεοτοκίον
Μὴ ἐπιλάθῃ τῆς φωνῆς, προστασία φοβερὰ τῶν ἱκετῶν σου, ἀλλ' ἐκ πάσης ὀδύνης, ταῖς μεσιτείαις ταῖς σαῖς, καὶ πάσης ἀπειλῆς ἐξάρπασον· κάμπτει γὰρ ἡ σή, μητρικὴ Θεὸν πρεσβεία.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ῥυπτικὴν λαμπηδόνα παθῶν κτησάμενος· δι’ ἀσκήσεως Πάτερ ἤστραψας κόσμῳ παντί, τύπους ἀψευδεῖς, ἀρετῶν διαγγέλλοντας, τὸν τοῦ Παραδείσου ἀένναον χειμάῤῥουν.
Ὁ τῶν ἄθλων σου βότρυς ἤδη ἐξήνθησε, καὶ καρποὺς τῶν χειλέων νῦν σοι προβάλλεται, δίδου καὶ ἡμῖν, μετασχεῖν τῆς γλυκύτητος, ἧς περ σὺ μετέσχες, εὐχαῖς σου τοῖς σοῖς τέκνοις.
Στρατιαὶ οὐρανίων νῦν ἐπαγάλλονται, δεδεγμέναι προσθήκην τὴν σὴν παμμάκαρ ψυχήν, δόξῃ καὶ τιμῇ, στεφομένην Θεοῦ δεξιᾷ· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν
Μίαν φύσιν Τριάδος ἀπειροδύναμον, ὑπερβαίνουσαν χρόνου παντὸς καὶ φύσεως, ἔννοιαν ἀεί, ὀρθοδόξως κηρύττομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.






















ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἐναπεμάρανας Πάτερ, μεθοδείας καὶ βέλη, πυρὶ τῆς ἐγκρατείας τοῦ ἐχθροῦ, καὶ τῆς ἁγνείας τῷ ἄνθρακι, τῆς σαρκὸς τὴν ὑλώδη, μανίαν πυρπολήσας ἀληθῶς, τῆς ἐκεῖ φωταυγείας, Μεθόδιε ἠξίωσαι.
Λιποτακτήσας οὐδόλως, ἀσθενείᾳ σαρκός σου, τοῖς θείοις ἐνετρύφας δαψιλῶς, οὐδὲ τὸ γῆρας προέκρινας, τὴν καθέδραν προβλέπων, ὡς ἔφη Δανιὴλ τοῦ Παλαιοῦ, ἀλλ' ὑπερεῖδες Πάτερ, ἐν κόποις τὴν ἀσθένειαν.
Πατριαρχῶν ἐν χορείᾳ, αὐλιζόμενος μέλπεις, τὸ ἆσμα τῶν Ἀγγέλων σὺν αὐτοῖς, Ἅγιος, Ἅγιος, Ἅγιος, ὁ Πατὴρ ὁ γεννήτωρ, Υἱὸς ὁ γεννηθείς, καὶ τὸ Πνεῦμα, προϊὸν ἀμερίστως, Τριὰς Ἁγία δόξα σοι.
Θεοτοκίον
Νύμφη καὶ Μήτηρ Παρθένε, τῶν Ἀγγέλων τὰ πλήθη, τὸν σὸν καθικετεύουσιν Υἱόν, δέξαι κἀμὲ ἡ ἐλπὶς τῶν πιστῶν, καὶ εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, τοῖς σὲ ὑμνοῦσι βράβευσον.

Ἔτερος. Θεὸν ἀνθρώποις.
Φωνὴ Κυρίου σὺ ἐχρημάτισας, φλόγα πυρὸς ἀπίστων γλωσσαλγίαν συγκόπτουσα, καὶ βροντῶσα πάνσεπτε τοῖς πέρασιν, ἦχον θεογνωσίας, ᾧ φωτιζόμενοι, νῦν ἐπαγαλλόμεθα Χριστῷ, σὲ μεγαλύνοντες.
Εὑρὼν ἀνάπαυσιν τῶν ἀγώνων σου, Πατριαρχῶν χορείαις συναυλίζῃ Μεθόδιε, καὶ Μαρτύρων στέφει συστεφόμενος, κάλλει συνεξαστράπτεις, τῷ τῆς ἁγνείας σου, μάκαρ ἀσκητῶν ὡς ἀκριβὴς κανὼν γενόμενος.
Ῥωσθεὶς δυνάμει Θεοῦ μακάριε, προφητικῶς τὰς μύλας τῶν λεόντων συνέθλασας, παῤῥησίαν ἔχων δὲ καὶ νῦν πρὸς Θεόν, πάσης τῆς Ἐκκλησίας, τούτους ἀπέλασον, ταύτην περιέπων, ὡς τὸ πρὶν σοφὲ Μεθόδιε.
Ὡς φῶς συνήφθης φωτὶ θεόσοφε, ἀπὸ τῆς γῆς χωρήσας εἰς οὐράνιον οἴκησιν· ἀλλ’ εὐχαῖς σου πάντας τοὺς ὑμνοῦντάς σε, φώτισον ἐπανάγων, ἀπὸ τοῦ ζόφου νῦν, τῶν παθῶν εἰς ὄρος ἀρετῶν σοφὲ Μεθόδιε.
Θεοτοκίον
Ἀστὴρ ἐκλάμπων αὐγαῖς θεότητος, ἐξ Ἰακὼβ τοῖς ζόφῳ κρατουμένοις ἀνέτειλε· διὰ Σοῦ νῦν πάναγνε Χριστὸς ὁ Θεός, Λόγος σεσαρκωμένος· ᾯ φωτιζόμενοι, σὺν ταῖς οὐρανίαις στρατιαῖς Σὲ μακαρίζομεν.

Ἐξαποστειλάριον. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε
Ὡς ἥλιος ἀνίσχων ἐκ τῆς ἑῴας, ἔδυς εἰς τὰ ἑσπέρια τῇ ἀθλήσει, νῦν δὲ κατεφώτισας τὸν κόσμον, σοῖς πάνσοφε διδάγμασι, Πάτερ Μεθόδιε θεοφόρε· διὸ ἡμῶν ὑπερεύχου.
Θεοτοκίον
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.









Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ὡραῖοι οἱ πόδες σου, Ἱεράρχα Μεθόδιε, οἱ δραμόντες ἔνθεον δρόμον πάνσοφε· ζήλῳ γὰρ θείῳ πυρούμενος, τῷ ὑπὲρ τῆς πίστεως, Ἀποστόλων ἀληθῶς, ἀνεδέξω τὸ κήρυγμα· μεθ’ ὧν πρέσβευε, ἐκ φθορᾶς λυτρωθῆναι τοὺς ἐν πίστει, ἐκτελοῦντάς σου τὴν μνήμην, καὶ ἀπὸ πάσης κακώσεως. (Δίς)

Τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, φωτισμοῦ πεπλήρωσαι θείας γνώσεως· διὸ ἀκτῖνας ἐφήπλωσας, δογμάτων τοῖς πέρασιν, ὁδηγῶν πρὸς τὴν Χριστοῦ, Ἱεράρχα ἐπίγνωσιν· καὶ νῦν πρέσβευε, ἐκ φθορᾶς λυτρωθῆναι τοὺς ἐν πίστει, εὐφημοῦντάς σου τὴν μνήμην, τὴν ἀεισέβαστον ἔνδοξε.

Τῆς σοφίας τοῖς ῥεύμασι, καὶ τῷ ὄμβρῳ τῶν λόγων σου, τὰς αἱρέσεις Ὅσιε σὺ κατέκλυσας, καὶ Ὀρθοδόξους κατήρδευσας, ἀρούρας Μεθόδιε, καρποφόρους ἐν Χριστῷ, ἀρετῶν ἀναδείξας αὐτάς· διὸ πρέσβευε, ἐκ φθορᾶς λυτρωθῆναι τοὺς ἐν πίστει, ἀνυμνοῦντάς σου τὴν μνήμην, τὴν ἀεισέβαστον ἔνδοξε.

Δόξα. Ἦχος πλ. β΄.
Φιλοσοφίᾳ κοσμήσας τὸν βίον σου, θεοσοφίᾳ σαὐτὸν κατελάμπρυνας· ὅθεν, ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ ἐπεσφράγισας ἀμφότερα, θεῖε Μεθόδιε. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν· πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.






















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἱεραρχῇ οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ καχεκτοῦντες ἐν δεινοῖς καὶ βοήσωμεν, ἀπὸ καρδίας λέγοντες αὐτῷ καὶ ψυχῆς· Πάτερ ἁγιώτατε, ὦ Μεθόδιε μάκαρ, πρέσβευε πρὸς Κύριον, παῤῥησίαν ὡς ἔχων, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ στοργῇ, προσπεφευγότων, τῇ σκέπῃ σου πάντοτε.
Δόξα.
Πατριαρχῶν τὴν καλλονὴν καὶ τὸ κλέος, Ὀρθοδοξίας σάλπιγγα τὴν μεγίστην, ἀνευφημοῦντες κράξωμεν αὐτῷ οἱ πιστοί· Ἅγιε Μεθόδιε, ἱερώτατε Πάτερ, σπεῦσον ἐξελοῦ ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, καὶ τὰς ἰάσεις δίδου δαψιλῶς, τοῖς τῷ ναῷ σου ἀεὶ καταφεύγουσιν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Φαεινοτάταις ἀστραπαῖς τοῦ Πνεύματος καταλαμπόμενος, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, καὶ ὅλον με συνέτισον, καὶ παράσχου μοι χάριν, ὅπως ἀξίως ὑμνήσω σε, Πάτερ Ἱεράρχα Μεθόδιε.
Τῷ τοῦ Κυρίου ἀνενδότως ἔρωτι, ὅλως πυρούμενος, καὶ τῷ τούτου φόβῳ, μάκαρ στοιχειούμενος, πρὸς ἀρετῶν ἀκρώρειαν ἀνηνέχθης θεόφρον, Τριάδος οἶκος γενόμενος, Πάτερ Ἱεράρχα Μεθόδιε.
Ἀναλαβὼν τὸν θυρεὸν τῆς πίστεως, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ, πρὸς τὰς παρατάξεις, τῶν ἐχθρῶν ἐχώρησας, καὶ τούτους τροπωσάμενος, τὸ βραβεῖον ἐδέξω, παρὰ τοῦ πάντων δεσπόζοντος, Πάτερ Ἱεράρχα Μεθόδιε.
Θεοτοκίον
Ἐξ ἀναγκῶν καὶ πειρασμῶν καὶ θλίψεων, καὶ ἀνηκέστω κακῶν, καὶ δεινῶν παντοίων, καὶ ἐκ περιστάσεως, καὶ τῆς μελλούσης ἄχραντε, κατακρίσεως ῥῦσαι, καὶ Βασιλείας ἀξίωσον, τοὺς εἰλικρινῶς Σε δοξάζοντας.












ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀπὸ νεότητος σοφέ, ταῖς ἡδοναῖς προσοχθίσας, καὶ τὸν σάλον τῶν παθῶν κατευνάσας, ἐνδιαίτημα σεπτόν, τοῦ Παρακλήτου γέγονας· διὸ καὶ ἀνεδέιχθης, ἱερουργὸς ἱερώτατος.
Ὡς κορυφαῖος τῆς σεπτῆς, καὶ θεολέκτου Συνόδου, τὴν προσκύνησιν τῶν θείων Εἰκόνων, ἐδογμάτισας σοφέ, καὶ τοὺς πιστοὺς ἐστήριξας, τοὺς δὲ εἰκονομάχους, ὡς δυσσεβεῖς ἀπεκήρυξας.
Ὡς ἀξιόθεος ναός, πανευπρεπῶς δεδειγμένος, ναοὺς δεῖξον τοῦ Θεοῦ θεοφάντορ, τοὺς τῷ θείῳ σου ναῷ, διηνεκῶς ἐμμένοντας, καὶ διαθέσει ὅλῃ, ἀκαταπαύστως σε μέλποντας.
Θεοτοκίον
Τοὺς πεποιθότας ἐπὶ Σοί, ἀνενδοιάστως Παρθένε, καὶ θερμῶς Σε Θεοτόκε ὑμνοῦντας, ἐκ παντὸς ἀνιαροῦ, ἀπήμονας περίσωζε, καὶ τῶν δεινῶν ἐκείνων, κολαστηρίων ἐξάρπασον.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, καὶ δώρησαι ψυχικὴν σωτηρίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, πλουτοῦντες ἀεί, δεόμεθά σου πάντοτε, ἐκ κινδύνων λύτρωσαι τοὺς σοὺς δούλους τάχιον Ἅγιε, καὶ ἐκ παντοίων νόσων καὶ παθῶν, καὶ ἐκ σκανδάλων, μάκαρ Μεθόδιε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Τὸ περιόν, τῆς σῆς σοφίας ἐθαύμασαν, καὶ οἱ μάτην μάκαρ σοι ἐχθραίνοντες, τῶν δυσεφίκτων γὰρ ἐννοιῶν, τὸν νοῦν τῷ κρατοῦντι, σαφῆ σοφῶς προετίθεσο· διὸ καὶ παρὰ πάντων, σεβαζόμενος ὤφθης, τοῦ Θεοῦ σε θεόφρον δοξάσαντος.
Μετὰ μακράς, τὰς κακουχίας θεσπέσιε, μετὰ πεῖραν ἀνυποίστων θλίψεων, σὲ ποιμενάρχην τῆς ἑαυτοῦ, ποίμνης προχειρίζει, τὸ θεῖον Πνεῦμα καὶ ἅπασαν, ἀχλὺν κακοδοξίας, ἐξηφάνισας μάκαρ, τῷ φωτὶ τῶν σοφῶν διδαγμάτων σου.
Παρανομεῖν, διὰ παντὸς μελετήσαντες, παρανόμων μάκαρ τὸ συνέδριον· δι’ ἐπινοίας σοι πονηρᾶς, πονηροῦ γυναίου, μῶμον προσᾶψαι ἠπείγοντο, τῷ φθόνῳ τετηκότες, δόξης δέ σοι μεγίστης, ὡς οὐκ ἤλπιζον ὤφθησαν πρόξενοι.
Θεοτοκίον
Διὰ παντός, οὐ διαλείπω ὁ ἄθλιος ἁμαρτάνων καὶ παραπικραίνων Σε, τὴν ἀγαθήν μου καταφυγήν, τὴν ἐμὴν προστάτιν, τὴν σωτηρίαν μου πάναγνε· ἀλλ’ ὅμως Σοι προσπίπτων, οὐ μὴ παύσω κραυγάζων, γλυκυτάτη μου Δέσποινα σῶσόν με.












ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τῇ σφενδόνι παμμάκαρ, τῶν σεπτῶν δογμάτων σου φάλαγγαν ἅπασαν, τῶν αἱρετιζόντων ἐσφενδόνισας ἄρδην καὶ ὤλεσας, καὶ τῆς ἀσεβείας, τὴν ἐπηρμένην δυναστείαν, κατηδάφισας σθένει τοῦ Πνεύματος.
Τὸ πολίτευμα ἔχων, ἐν τοῖς οὐρανοῖς ὡς ὁ Παῦλος θεσπέσιε, περιὼν ἐν κόσμῳ, τῆς ἐφέσεως ἤδη ἐπέτυχες, καὶ νῦν ἐμβατεύων, τοὺς οὐρανοὺς καθικετεύοις, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Ὡς σεπτὸς ἀρχιθύτης, θύων τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν τὰ πταίσματα, αἵροντα τοῦ κόσμου, σεαυτὸν αὐτῷ μάκαρ προσήνεγκας, ἱερεῖον ὥσπερ, πυρακτωθεὶς ταῖς πολυτρόποις, τῶν βασάνων ἰδέαις θεόληπτε.
Θεοτοκίον
Παναγία Παρθένε, πάναγνε πανύμνητε καὶ παναμώμητε, ἡ καταφυγή μου, τὸ γλυκύ μοι καὶ πρᾶγμα καὶ ὄνομα, καταξίωσόν με, κατατρυφῆσαι εἰς αἰῶνας, τῆς ἀλήκτου ἐκείνης φαιδρότητος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Χαρμονικῶς τὴν σεπτήν, παμμάκαρ ἄγομεν μνήμην σου, τῇ σῇ προνοίᾳ καὶ γάρ, ἐκ μέσου γεγένηται, κατήφεια ἅπασα, τῆς κακοπιστίας, καὶ χαρὰ ἡμῖν ἐπέλαμψεν.
Τὴν Ἐκκλησίαν Χριστέ, ἀκράδαντον διατήρησον, ἐν ὀρθοδόξῳ ἀεί, τῇ πίστει λατρεύειν σοι, φιλάνθρωπε Κύριε, τοῦ Σοῦ Ἱεράρχου, εὐπροσδέκτοις παρακλήσεσιν.
Ὡς μέγας Ἀρχιερεύς, μεγίστην ὄντως ἐπλούτησας, τὴν χάριν παρὰ Θεοῦ, ἀνθρώπων τὰ πταίσματα, συγχωρεῖν πανένδοξε· διὸ πᾶσι δίδου, ἐγκλημάτων τὴν συγχώρησιν.
Θεοτοκίον
Τρικυμιῶν με ἁγνή, τῶν κοσμικῶν ἐλευθέρωσον, καὶ εὐπλοεῖν με ἀεί, τοῦ βίου τὸν κλύδωνα, ἀξίωσον Δέσποινα, καὶ πρὸς θεῖον ὅρμον, Θεοτόκε με προσόρμισον.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, καὶ δώρησαι ψυχικὴν σωτηρίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σὺ προστάτης ὑπάρχων ἡμῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Ποιητὴν δυνατώτατος, μὴ παρίδῃς σῶν οἰκετῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς δεομένων σου· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι δεινῶν παντοίων, ὁ προϊστάμενος ἡμῶν, τῶν τιμώντων σε Μεθόδιε.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς σοφίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. (Κεφ, ιβ΄, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κάθειρξιν ὑπέμεινας, ἑπταετῆ ὅλη μάκαρ, καὶ μαστίγων κάκωσιν, ὑπὲρ τῆς Χριστοῦ Εἰκόνος ἀοίδιμε· ἕως οὗ ἔθραυδας, τῶν εἰκονομάχων, τὴν θρασύτητα καὶ ἔνστασιν, καὶ ἐχρημάτισας, ὁμολογητὴς ἀληθέστατος, Εἰκόνων ἀναστήλωσιν, ἐν Ὀρθοδοξίᾳ ἐκράτυνας, κόσμον Ἐκκλησίᾳ, διδοὺς Πατριαρχῶν ἡ καλλονή, καὶ εὐσεβῶν ἀκροθίνιον, μέγιστε Μεθόδιε.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ὡς κρίνον ἡδύπνοον, καὶ ὡσεὶ ῥόδον παμμάκαρ εὔοσμον, ἐμπιπλᾷς εὐωδίας, καὶ θυμηδίας τοὺς σὲ γεραίροντας, καὶ συνῳδὰ τῷ Κυρίῳ κραυγάζοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπήρθης μετάρσιος, ὡς ὁ πυρίπνους τεθρίππῳ ἅρματι, ἀρετῶν τετρακτύϊ, καὶ τὰς ἁψίδας σοφὲ κατέλαβες, τὰς οὐρανίους καὶ ἔνδον ἐχώρησας, τὸ θεῖον στέφος λαβών, παντουργικῇ δεξιᾷ.
Ὡς Μάρτυς σὺν Μάρτυσιν, ὡς Πατριάρχης σὺν Πατριάρχαις σοφέ, Παραδείσου τὸ πλάτος, στεφανηφόρος χοροβατῶν εἰσᾳεί, μὴ διαλίπῃς πρεσβεύειν ἑκάστοτε, ῥυσθῆναι πάντας ἡμᾶς, αἰωνιζούσης φλογός.
Θεοτοκίον
Ἐλπὶς γλυκυτάτη μου, θεοχαρίτωτε Παναγία μου, ἡ χαρὰ τῆς ψυχῆς μου, καὶ εὐφροσύνη τῆς διανοίας μου, καὶ τοῦ νοός μου τὸ θεῖον ἐντρύφημα, τῆς ἀκηράτου τρυφῆς μὴ ὑστερήσῃς με.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἱεραρχῶν τὸν πρόκριτον, Ἀποστόλων ὁμότροπον, Ὁμολογητῶν ὡς ἀληθῶς συμμέτοχον, Μαρτύρων ἐφάμιλλον, καὶ τῶν Ὁσίων σύσκηνον, καὶ τῶν Ἀσωμάτων ἰσοστάσιον ὄντως, Μεθόδιον τὸν μέγαν, εὐφημήσωμεν πάντες, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Βιαιοτάτην κάθειρξιν, πολυχρόνιον κάκωσιν, καὶ χαλεπωτάτην σιαγόνων σύνθλασιν, ὀδόντων ἐκρίζωσιν, καὶ ἀλγεινῶν ἐπίτασιν, καὶ τῶν αἰκισμῶν τὰς ἀνυποίστους ὀδύνας, ὑπήνεγκας παμμάκαρ, σταθηρᾷ διανοίᾳ· διὸ καὶ τοὺς στεφάνους, τῆς νίκης ἀνεδήσω.
Ὡς κραταιὸν συλλήπτορα, καὶ ταχὺν ἀντιλήπτορα, καὶ θερμὸν προστάτην, καὶ ἄσειστον ἔρεισμα, καὶ στύλον ἀκράδαντον, καὶ τεῖχος ἀπερίτρεπτον, καὶ προασπιστήν, καὶ ἀῤῥαγέστατον πύργον, καὶ πρόμαχον γενναῖον, τῶν ἐνθέων δογμάτων, Μεθόδιον τὸν πάνυ, πιστῶς ἀνευφημοῦμεν.
Θεοτοκίον
Κυμαινομένῳ πάντοθεν, καὶ οἰκτρῶς ποντουμένῳ μοι, σάλῳ τῶν αἰσχίστων καὶ ἀθέσμων ἔργων μου, γαλήνης ὡς πρόξενος, γεγενημένη κόσμῳ παντί, πρὸς τοὺς γαληνούς, καὶ σωτηρίους λιμένας, πρόσρμισόν με ὅπως, ἀνυμνῶ εὐχαρίστως, τὴν Σὴν ἀγαθωσύνην, Παρθένε εἰς αἰῶνας.










ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγίστην ἀξιάγαστε πρὸς Χριστόν, παῤῥησίαν πλουτῶν καὶ οἰκείωσιν, ὡς δι’ αὐτόν, ἅπασαν ἰδέαν ὑπενεγκών, μαστίγων καὶ στρεβλώσεων, καὶ κολαστηρίων παντοδαπῶν, πρεσβεύων μὴ ἐλλίπης, σωθῆναι τοὺς ἐν πίστει, σὲ θεηγόρε μακαρίζοντας.
Τῷ θρόνῳ τοῦ Δεσπότου παρεστηκώς, καὶ τῆς τούτου ἀφράστου τερπνότητος, ἐπεντρυφῶν, μέμνησο παμμάκαρ διηνεκῶς, τῶν πόθῳ μεμνημένων σου, καὶ ὑμνολογούντων σε εὐλαβῶς, καὶ πᾶσι τὴν εἰρήνην, πρυτάνευσον εὐχαῖς σου, καὶ Παραδείσου τὴν κατοίκησιν.
Τοὺς πόθῳ διαπύρῳ σοῦ τὸν σεπτόν, δειμαμένους ναὸν ἀεισέβαστον, καὶ ἐν αὐτῷ, σὲ ὑμνολογοῦντας εἰλικρινῶς, καὶ τὴν φωσφόρον μνήμην σου, νῦν ἐπιτελοῦντας χαρμονικῶς, συντήρησον ἀτρώτους, ὡς δούλους σου γνησίους, ἐκ πάσης βλάβης καὶ κακώσεως.
Θεοτοκίον
Τὸν κλῆρόν Σου τὸν θεῖον καὶ εὐαγῆ, τὸ σεπτὸν Ὄρος τοῦτο περίσωζε, Μῆτερ Θεοῦ, ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς, δαιμονικῆς κακώσεως, καὶ ἐξ ἐπηρείας παντοδαπῆς, καὶ πάντας τοὺς ἐν τούτῳ, Σὲ ἐπικαλουμένους, τῆς Βασιλείας καταξίωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε τῆς Τριάδος τὸν ἐραστήν, καὶ Χριστοῦ Εἰκόνος, ὑψηγόρον προασπιστήν, εὐσεβῶν τὸ κλέος, εἰκονομάχων πτῶσιν, Μεθόδιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης κλέος, Ὀρθοδόξων ὁ στηριγμός, Πατριαρχῶν δόξα, τῆς δυσσεβείας θραῦσις, Μεθόδιε τρισμάκαρ, νῦν εὐφημοῦμέν σε.
Χαίροις ὁ Εἰκόνων τῶν ἱερῶν, ἐν Ὀρθοδοξίᾳ, καὶ Συνόδῳ Ἱεραρχῶν, τὴν τιμὴν θεσπίσας, αἰσχύνας τοὺς προστάτας, τῆς εἰκονομαχίας, Πάτερ Μεθόδιε.
Ῥῦσαι ἐκ κινδύνων καὶ πειρασμῶν, τοὺς συνωνυμοῦντας, σοὶ Μεθόδιε ἱερέ, καὶ πάντας τοὺς ἐν πίστει, προστρέχοντάς σοι μάκαρ, λιταῖς σου πρὸς τὸ θεῖον, Πάτερ τρισόλβιε.
Οἱ τῷ θείῳ οἴκῳ σου καὶ ναῷ, νῦν συναθροισθέντες, σοὶ προσπίπτομεν εὐλαβῶς, φωτισμὸν αἰτοῦντες, καὶ τῶν πταισμάτων λύσιν, Μεθόδιε λιταῖς σου, ταῖς πρὸς τὸν Κύριον.
Ὦ Τριὰς Ἁγία προσκυνητή, Βαπτιστοῦ πρεσβείαις, Ἀποστόλων Ἱεραρχῶν, Ἁγίων Ἁπάντων, καὶ θείου Μεθοδίου, καὶ τῆς ἀειπαρθένου, ἡμᾶς ἐλέησον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, σοὶ προσπίπτομεν θερμῶς, τὴν σὴν προστασίαν αἰτοῦντες, καὶ τὴν βοήθειαν, πόθῳ τὴν Εἰκόνα σου κατασπαζόεμνοι, Ἱεράρχα Μεθόδιε· σκέπε ἡμᾶς φρούρει, ἐκ παντοίων θλίψεων ταῖς ἱκεσίαις σου· σὺ γὰρ ὡς θεράπων Κυρίου, Ὁμολογητής τε ὑπάρχων, παῤῥησίαν ἔχεις ἀκαταίσχυντον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου