Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 11. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΡΓΥΡΙΟΣ ΕΠΑΝΟΜΗΣ ΑΚΟΛΟΥΘΙΑ


Μαΐου ια΄.
Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος ΑΡΓΥΡΙΟΥ
ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξὴς Προσιμωια. Ἦχος α΄ . Πανεύφημοι Μάρτυρες.
Μαρτύρων ἰσότιμος φανείς, ἐν ὑστεροῖς ἔτεσι, μαρτυρικὼς ἀνδρισάμενος, στεῤῥῷ φρονήματι, κατὰ τῆς ἀπάτης, Ἀθλητὰ Ἀργύριε, ἀθλήσεως στεφάνῳ κεκόσμησαι, χειρὶ τοῦ Κτίστου σου· ὃν ἱκέτευε δεόμεθα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.

Νεότητος ἄνθος παριδών, Ἀθλητὰ Ἀργύριε, θανεῖν προείλου γηθόμενος, μὴ πτήξας βάσανα, ὑπὲρ τῆς ἀγάπης, τοῦ πλησίον Ἅγιε, καὶ χαίρων τὸν Χριστὸν ὡμολόγησας· ὃν καθικετευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.

Χερσὶ τῶν ἀνόμων συσχεθείς, ὡς ἀρνίον ἄκακον, πληγὰς καὶ μάστιγας ἤνεγκας, καὶ κατεπλήγωσας, τῇ σῇ καρτερίᾳ, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τέλος δι’ ἀγχόνης μακάριον, Μάρτυς δεξάμενος, πρὸς ζωὴν τὴν ἀτελεύτητον, νικηφόρος, ἔδραμες Ἀργύριε.

Ἀγάλλεται ἡ Ἐπανομή, ἡ πατρὶς σου Ἅγιε, σεμνυνομένη Ἀργύριε, τοῖς σοῖς παλαίσμασι, καὶ τὴν σὴν ἁγίαν, μνήμην ἐορτάζουσα, βοᾷ σοι πανδημει ἀξιάγαστε: Σκέπε καὶ φυλάττε, ἀπὸ πάσης περιστάσεως, Νεομάρτυς, τὴν ἐνεγκαμένην σε.

Δόξα. Ἦχος α΄.
Μαρτυρικὸν ὑπελθὼν ἀγῶνα, ἀλογήσας τῶν ἐν κόσμῳ ἡδέων, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, Νεομάρτυς Ἀργύριε ὅλον γὰρ τὸν πόθον, ἀναθέμενος Κυρίῳ, τὴν Χριστώνυμον κλῆσιν, εὐθαρσὼς ὡμολόγησας, καὶ τὸ τῆς πλάνης θράσος κατήσχυνας. Καὶ νῦν μαρτυρικαῖς συνὼν χορείαις, καὶ τῷ ἀδύτῳ φωτὶ λαμπόμενος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Ἦχος δ΄ . Οἶκος τοῦ Ἔφραθα.
Ἔχων τὴν σὴν ψυχήν, περιηργυρωμένην, ἐν εὐσεβείᾳ Μάρτυς, Ἀργύριε νομίμως, ὑπὲρ Χριστοῦ ἠγώνισαι,

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...
Ἤνεγκας τὸν θυμόν, σττεῤῥῶς τῶν δυσσεβούντων, καὶ δι’ ἀγχόνης Μάρτυς, θανατωθεὶς ἀνῆλθες, πρὸς τὸν Χριστὸν γηθὸμένος!

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσει.
Χαίρει Ἐπανομή, τὰ σπάργανα σου Μάρτυς, κατέχουσα ἐν κόλποις, καὶ τὴν σεπτὴν σου μνήμην, τελοῦσα μακαρίζει σε.

Δόξα. Τριαδικόν.
Σέλας Τρισσολαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, φῶς δίδου οὐρανόθεν, ἡμῖν τοῖς λατρευταῖς σου, πρεσβείαις τοῦ σοῦ Μάρτυρος.

Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ἐν τῷ Πατρί, ὁ Λόγος ὧν Παρθένε, ὅλος ἐν Σοι κατῆλθε, καὶ σὰρξ ἐκ σοῦ ὡράθη, εἰς κόσμου ἀναγέννησιν.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον.Ἦχος γ . Θείας πίστεως.
Χαίρει ἔχουσα, Ἐπανομὴ σε, θεῖον βλάστημα, καὶ πολιοῦχον, Νεομάρτυς τοῦ Σωτῆρος Ἀργύριε, καὶ τὴν ἁγίαν σου ἄθλησιν μέλπουσα, τῇ σῇ πρεσβείᾳ προστρέχει κραυγάζουσα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καὶ τὸ τὴς Ἑορτῆς.

Ἀπόλυσις.












ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμϊακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλσμεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μὰρτυσιν.
Ὡς νομίμως ἀθλήσαντα, ἐν ὑστεροῖς τοῖς ἔτεσιν, Ἀθλητὰ Ἀργύριε εὐφημοῦμεν σε σὺ γὰρ τρωθεὶς θείῳ ἔρωτι, ψυχῆς καθαρότητι, τῆς παγίδος τοῦ ἐχθροῦ, ἐξελέσθαι προέκρινας, τὸν πλησίον σου, καὶ Χριστὸν εὐθαρσώς, ὁμολογήσας, μαρτυρίου τὸν ἀγῶνα, ἀνδρειοφρόνως ἐτέλεσας.

Ἐν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀνδρικῷ φρονήματι καταβέβληκας, μαρτυρικὴ σεμνυνόμενος, ἐνστάσει Ἀργύριε, καὶ ἀγάπης τῆς διπλῆς, τὴν ἰσχὺν πᾶσιν ἔδειξας τῇ ἀθλήσει σου, διὰ τοῦτο στεφάνῳ ἀφθαρσίας, ἐπαξίους ἐκοσμήθης, ὡς Ἀθλητῶν ἰσοστάσιος.

Οὗ νεότης τοῦ σώματος, οὑ τυράννων ἡ ἕφοδος, τὸν θερμὸν σου ἐρώτᾳ πρὸς τὸν Κύριον, ἀμβλύναι Μάρτυς κατίσχυσαν, ἀλλ’ ἔστης ἀπτόητος, τῷ θυμῷ τῶν δυσσεβῶν, καὶ πληγὰς τε καὶ μάστιγας, χαίρων ἤνεγκας, στεῤῥοτάτι καρδίᾳ, Νεομάρτυς, καὶ ὑπέδειξας τοῖς πᾶσι, τῆς εὐσεβείας τὴν δύναμιν.

Τῶν χειρῶν τοῦ ἀλάστορος, ἀφαρπᾶσαι βουλόμενος, ὃν ὁ δράκων Ἅγιε ἀπεπλάνησε, νόμῳ ἀγάπης τῆς κρείττονος, εἰσῆλθες εἰς στάδιον, τῶν Μαρτύρων ἀκλινῶς, καὶ τῆς δόξης ἰσότιμος, τούτων γέγονας. καθελὼν τῆς ἀπάτης τὴν μανίαν, τῇ καλῇ ὁμολογίᾳ, τῆς ἀληθείας Ἀργύριε.

Μαρτυρίου τὸν δίαυλον, διανύσας Ἀργύριε, νικηφόρος ἔδραμες πρὸς οὐράνια· τὸν δι’ ἀγχόνης γὰρ θάνατον, γενναίως ὑπέμεινας, καταισχύνας τῶν ἐχθρῶν, τὰ βουλεύματα ἅπαντα, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων ἀνεδείχθης, μεθ’ ὧν πρέσβευε Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ὥσπερ ἄνθος πανεύοσμον. καὶ φυτὸν εὐθαλέστατον, καὶ λαμπρὸν διάδημα καὶ ἀγλάισμα, Ἐπανομὴ ἡ γενέτειρα, ἡ σὴ μακαρίζει σε, καὶ βοᾷ σοι ἐκ ψυχῆς Νεομάρτυς Ἀργύριε, ἀεὶ πρέσβευε, τῷ Χριστῷ ὑπὲρ τῆς σε βλαστησάσης, καὶ φαιδρῶς ἑορταζούσης, τὴν παναοίδιμον μνήμην σου.






Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἔαρ μυστικόν, ἡ τοῦ Νεομάρτυρος Ἀργυρίου μνήμη, τῶν εὐσεβῶν τὰς διανοίας εὐφραίνει τῶν γὰρ ἄθλων τοῖς ἄνθεσι, τὴν δυσωδίαν τῆς πλάνης διώξας, ὀσμὴν ζωῆς ἐπαφίησι, τοῖς βοῶσιν αὐτῷ· χαίροις ὁ τὸν Θεὸν ἐκ ψυχῆς ἀγαπήσας, καὶ τὸν πλησίον ὡς σεαυτόν, καὶ ὑπὲρ τούτων τὴν ψυχήν σου θέμενος, ὡς ὁ Κύριος φησί· χαίροις ὁ τῶν πάλαι Μαρτύρων τὴν ἀρετὴν ζηλώσας, καὶ τῇ ὁμολογία τῆς πίστεως, τῆς εὐσεβείας δείξας τὴν δύναμιν· χαίροις Ἐπανόμης ὁ βλαστός, καὶ πρέσβυς πρὸς τὸν Κύριον, καὶ τῆς Ἐκκλησίας νέον προτείχισμα. Πρέσβευε πρὸς Κύριον Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τά ἕθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αύτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αύτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν έν ἡμῖν ἀλλότριος. ‘Υμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὄτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
























Εἳς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἐπανομὴ ἡ κωμόπολις, Ἀργύριον τὸν νέον Ἀθλητήν, περιφανῶς βλαστήσασα ἀργυρίου γὰρ καὶ χρυσίου, λαμπροτέραν τὴν ψυχὴν κτησάμενος, τὴν κιβδηλίαν τῆς πλάνης ὑπέδειξεν οὐρανόφρονι γνώμῃ· καὶ τὴν ἁγίαν αὐτοῦ ἄθλησιν, δι’ ἧς ὡς ἀστὴρ νεοφανὴς ἡμῖν ἔλαμψε, χρεωστικῶς ἑόρτασον, τῷ Σωτῆρι βοῶσα: Κύριε, πρεσβείαις τοῦ Σοῦ Νεομάρτυρος, δίδου τῷ λαῷ σου τὰ ἐλέη σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄ .
Τῆς ἀγάπης γεωργῶν τὰς χάριτας, ὑπὲρ αὐτῆς προθυμότατα, θανεῖν προείλου, ἵνα τὸν πέλας σώσῃς, καὶ τὸν Χριστὸν δοξάσης, Ἀργύριε παμμάκαρ· καὶ ὡς ἀρνίον ἄκακον, Σεαυτὸν παρέδωκας, τῶν νόμων ταῖς χερσίν, ὑπὲρ τῆς δόξης Κυρίου· διὸ πικρῶς μαστιζόμενος, καὶ πρὸς ἀσέβειαν ὠθούμενος, οὐδόλως κατέπτηξας, θυμὸν τυραννικόν· ἔνθεν ὡς θῦμα εὐπρόσδεκτον, καὶ ἱερεῖον ἄμωμον προσηνέχθης τῷ Χριστῷ, δι’ ἀγχόνης θανατωθείς· καὶ νῦν ἐπάθλων ἀθανάτων, ἀξιούμενος ἔνδοξε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Νεανικὴν ἀγῶν ἡλικίαν, ἀθλητικὸν ἀνεδέξω ἀγῶνα, ἀνδρειοτάτι ψυχή, καὶ στεῤῥῷ ψρονήματι, Νεομάρτυς Ἀργύριε ταῖς γὰρ κρείττοσιν ἐλπίσι στοιχειούμενος, πάντα ὡς σκύβαλα, κατὰ Παῦλον ἡγήσω, καὶ Χριστῷ ἠκολούθησας, μαρτυρικοῖς σκάμμασι καὶ πάντων ὑπέρτερος φανείς, θεολήπτῳ γνώμῃ, καὶ τοῦ ἐχθροῦ τὸ θράσος καθελών, καρτερία πόνων, τοῦ πόθου τὴν πληρῶσιν εὗρες, τῆς ἀϊδίου ζωῆς τὸν καρπὸν δρεψάμενος. Ἀλλ’ ὡς Ἀγγελοῖς συνών, καὶ θείας δόξης κοινωνῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τῆς ἀληθείας ἠμφιεσμένος τὸν θώρακα, τοῦ ψεύδους ἐστηλίτευσας τὴν πλάνην, ἀθλητικὴ ἐνστάσει, ἀργυρώνυμε Μάρτυς Ἀργύριε· νεότητος γὰρ ὤραν ὑπεριδών, τὸν δι’ ἀγχόνης θάνατον, ὡς ζωὴν γλυκεῖαν, ὑπὲρ Χριστοῦ ἐδέξω· καὶ νῦν τῆς ὡς ἄνω ζωῆς, τὰ ἀγαθὰ δρεπόμενος, ἐκ θανάτου ἁμαρτίας ἡμῶν ἑξάρπασον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὡς Ἀθλητὴς ἀήττητος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Εἳς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τῶν παγίδων τοῦ ἐχθροῦ, ἔσπευσας ἁρπάσαι ὃν βρῶμα, οὗτος ἠθέλησε, τότε ὡμολόγησας, ἀνδρειοτάτῃ ψυχῇ, τοῦ Σωτῆρος τὸ ὄνομα, ἐχθρῶν μιαιφόνων, ἀπειλὰς καὶ θάνατον, μὴ πτήξας ἔνδοξε· ὅθεν πρὸς ἀθάνατον λῆξιν, ὥσπερ Ἀθλητὴς τροπαιοῦχος, Ἅγιε Ἀργύριε ἀνέδραμες.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε ὥσπερ ἄκακος ἀμνός, ταῖς χερσὶν ἐχθρῶν συνεσχέθης, Μάρτυς Ἀργύριε, τότε καθυπέμεινας, πληγὰς καὶ μάστιγας, καὶ τὸν βίαιον θάνατον, στεῤῥῶς δι’ ἀγχόνης, καὶ ἐχθρὸν κατήσχυνας, τὸν δολιότροπον. Ὅθεν ὡς Χριστοῦ στρατιώτην, καὶ νεοφανῇ ἀριστέα, ὕμνοις ἱεροῖς σε μακαρίζομεν.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσει.
Χαίρει ἐν Κυρίῳ ἀληθῶς, ἡ Ἐπανομὴ Νεομάρτυς, ἡ σὲ βλαστήσασα, καὶ τὴν θείαν μνήμην σου, πανηγυρίζουσα, ἐκ ψυχῆς ἀνακράζει σοι· Σύ μου θεῖον γέρας, καὶ δόξης διάδημα, καὶ πρὸς Χριστὸν πρεσβευτής· ὅνπερ ἐκτενῶς ἐκδυσώπει, πάσης με λυτρούσθαι ἀνάγκης, Ἀθλητὰ Ἀργύριε πανθαύμαστε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικῷ παραστήματι, τῆς τοῦ ἐχθροῦ περιεγένου δυνάμεως, ἐν δυνάμει πίστεως, δοξάσας τὸν Χριστόν, Ἀθλοφόρε παμμάκαρ Ἀργύριε Ὅλος γὰρ ἔνθους ὤφθης, ἐν τῷ τῆς εὐσεβείας σκάμματι, τῇ τοῦ Παρακλήτου σοφίᾳ καὶ χάριτι καὶ καλῶς ἀγωνισάμενος, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, μεγαλοπρεπῶς ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τὴς Ἑορτῆς.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

Ἀπολυτίκιον.Ἦχος γ . Θείας πίστεως.
Χαίρει ἔχουσα, Ἐπανομὴ σε, θεῖον βλάστημα, καὶ πολιοῦχον, Νεομάρτυς τοῦ Σωτῆρος Ἀργύριε, καὶ τὴν ἁγίαν σου ἄθλησιν μέλπουσα, τῇ σῇ πρεσβείᾳ προστρέχει κραυγάζουσα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καὶ τὸ τὴς Ἑορτῆς.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀθλήσας ἀνδρικῶς, ἐν ὑστέροις τοῖς χρόνοις, καθεῖλες τοῦ ἐχθροῦ, τὰς δεινὰς πανουργίας, Ἀργύριε μακάριε, καὶ Χριστὸν ἐμεγάλυνας· ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν Νεομάρτυς, τῶν τελούντων σου, τὴν ἀξιέπαινον μνήμην, καὶ πόθῳ τιμώντων σε.
Καὶ τὸ τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπανομὴ ἡ σὴ πατρὶς Ἀθλοφόρε, ἐγκαυχωμένη τῇ σεπτῇ σου ἀθλήσει, τὴν σὴν ἁγίαν μνήμην ἄγει χαίρουσα, ᾗπερ δίδου ἄνωθεν, τῇ σεπτῇ σου πρεσβεία, θείας ἀγαθότητος, δωρεᾶς ψυχοτρόφους, καὶ τῶν πταισμάτων αἴτει πρὸς Χριστοῦ, ἡμῖν διδόναι, Ἀργύριε ἄφεσιν.
Καὶ τὸ τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Στεῤῥῶς τὸν ἀντίπαλον, καταβαλῶν Ἀθλητά, τὸν θάνατον ἤνεγκας, τὸν δι’ ἀγχόνης φαιδρῷ, προσώπῳ, Ἀργύριε· ὅθεν πρὸς ἀθανάτους, ἀνελθὼν ἀπολαύσεις, πρέσβευε σὺν Ἀγγελοῖς, τῇ Ἁγίᾳ Τριάδι, τοῦ ῥύεσθαι κινδύνων, τούς σε μακαρίζοντας.
Καὶ τὸ τῆς Ἑορτῆς.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθὴσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκου Κυρίου...
Εὐαγγέλιον τὸ τοῦ Ἁγίου Γεωργίου: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων... Ζήτει τῇ κγ’ Ἀπριλίου.
Ὁ Ν’ .
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου...
Μαρτυρικῇ παῤῥησίᾳ, τὴν Χριστώνυμον κηρύξας κλῆσιν, τῶν τῆς Ἄγαρ ἀπογόνων τὴν πλάνην ἤλεγξας, Νεομάρτυς Ἀργύριε· καὶ πόνοις ἀθλητικοῖς, καίριον πλῆγμα κατενεγκὼν τῷ Βελίαρ, τὴν ἄπονον ζωὴν ἐκληρώσω, καὶ Μαρτύρων συνήφθης τῇ χορείᾳ, ὡς αὐτῶν ὁμόζηλος καὶ νῦν σὺν αὐτοῖς, πρέσβευε δεόμεθα, λύσιν δυσχερῶν ἡμῖν δοῦνα, καὶ πταισμάτων ἄφεσιν.
Ὁ Ἱερεύς. Σῶσον ὁ θεὸς τὸν λαὸν σου....

Εἶτα, οἱ κανόνες, τῆς τυχούσης Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τῷ Ἀργυρίῳ ὕμνον προσοίσω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Τῶν Μαρτύρων ταῖς χορείαις, ὡς Χριστοῦ Ἀθλητής, ἤδη ὡς συνδιάγων, αἴτει μοι θεῖον φωτισμόν, ὅπως ὑμνήσω φαιδρῶς, ἀγῶνας τοὺς σούς, οὓς πίστει διήνυσας, Νεομάρτυς Ἀργύριε.
ς νεόφωτον ἀστέρα, Ἐκκλησίας Χριστοῦ, ὕμνοις σε εὐφημοῦμεν σὺ γὰρ ἐσχάτοις τοῖς καιροῖς, ἐναθλήσας στεῤῥῶς, φωτὶ νοητῷ, πυρσεύεις Ἀργύριε, τῶν πιστῶν τὴν διάνοιαν.
νθος τὸ τῆς ἡλικίας, ἀποῤῥίψας σοφῶς, ἅμα καὶ τὰ ἐν κόσμῳ, χωρεῖς ἀνδρείᾳ τῇ ψυχῇ, πρὸς ἀγῶνας Ἀθλητῶν, αἰσχύνων ἐχθρόν, Ἀργύριε ἔνδοξε, καὶ νομίμως ἠρίστευσας.
Θεοτοκίον.
άβδος ὤφθης ἀφθαρσίας, ἀποτίστως Χριστόν, φέρουσα ὥσπερ ἄνθος, ὡς Ἠσαΐας ἐκβοᾷ, Θεοχαρίτωτε Ἁγνή· διὸ τῶν παθῶν, ὀσμὴν τὴν ψυχώλεθρον, τῆς ψυχής μου διάλυσον.

Ὠδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Γνώμην ἱερὰν ἀναλαβών, ἐκ χειρῶν ἀφαρπᾶσαι τοῦ πολεμήτορος, τὸν ἀδελφὸν βουληθείς, Ἀργύριε Μάρτυς τὸν Χριστόν, λαμπρῶς ὡμολόγησας.
ψωσας τὸν νοῦν πρὸς τὸν Χριστόν, καὶ μαστίγων τὸ ἄλγος παρ’ οὐδὲν ἥγησαι, καὶ καρτερία τῇ σή, Ἀργύριε πᾶσαν τὴν ἰσχύν, ἐχθρῶν ἀπεῤῥάπισας.
ώμῃ θεϊκῇ τῶν δυσσεβῶν, τὸν θυμὸν Νεομάρτυς οὐδόλως ἔπτηξας, ἀλλ’ ἐλευθέρᾳ φωνῇ, ἐβόας Ἀργύριε αὐτοῖς· Χριστοῦ δοῦλος πέφυκα.
Θεοτοκίον.
ασαι νοσοῦσαν χαλεπῶς, τὴν ψυχήν μου Παρθένε· τοῖς παραπτώμασιν, ἡ τὸν Σωτῆρα Χριστόν, τεκοῦσα τὴν πάλαι τοῦ Ἀδάμ, πληγὴν ἰασάμενον.

Κάθισμα.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τοῖς τρόποις κόσμων τὸν βίον σου, Μαρτυρικῆς εὐκληρίας λαμπρῶς ἠξίωσαι, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀργύριε· καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, ἀπολαύων νοερῶς, ἱκέτευε σὺν Ἀγγέλοις, διδόναι λύσιν πταισμάτων, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Καὶ τὸ τῆς Ἑορτῆς.






ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
ς ἀγλαόκαρπον φυτόν, καὶ φοίνικα καρποτελή, τὴν ἀθλητικὴν εὐκαρπίαν, ἄρτι γεωργήσαντα, Ἐπανομὴ γεραίρει σε, πατρὶς σου ἡ οἰκεία θεόφρον, ἐγκαυχωμένη Ἀργύριε τῇ δόξῃ σου.
πὲρ ἀγάπης τῆς διπλῆς, τῆς πρὸς Θεὸν καὶ τὸν ἐγγύς, δέδωκας σαῦτον ἑκουσίως Ἀθλητὰ εἰς θάνατον· διὸ τῆς ἀθανάτου σε, ζωῆς καὶ οὐρανίου εὐκλείας, ὁ Ζωοδότης Χριστὸς μέτοχον δείκνυσι.
Μὴ δειλιάσας ἀπειλάς, καὶ τὰς ποινὰς καὶ τοὺς δαρμούς, τῶν ἐπιθεμένων σοι σφόδρα Ἀθλητὰ Ἀργύριε, τὸν θάνατον ὑπέμεινας, ἀνδρείως δι’ ἀγχόνης θεόφρον, καὶ πρὸς Χριστὸν νικηφόρος ἀνελήλυθας.
Θεοτόκιον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῶν κακῶν ἐπιμονῇ, ζώωσον Ἁγνὴ Θεοτόκε, ἡ ζωὴν αἰώνιον, μετὰ σαρκὸς κυήσασα, καὶ νέκρωσον τὰς ἑφόδους τὰς τυραννούσας ἀθλίως τὴν καρδίαν μου.

ᾨδή ε΄ . Ὀρθρίσωμεν ὄρθρου βαθέος.
νέος Χριστοῦ Ἀθλοφόρος, νεανικῆς ἡλικίας, τὴν ὥραν ὡς ἄνθος χόρτου, πίστει λογισάμενος, Ἀργύριος ὁ ἔνδοξος, πόνοις εὐσεβείας ἤθλησεν.
Νικήσας ἐχθρῶν τὴν μανίαν, καὶ τὸν Χριστὸν μεγαλύνας, καλῇ σου ὁμολογία, Μάρτυς ἀργυρώνυμε, ἐπάθλων κατηξίωσαι, τῶν ἀϊδίων γηθόμενος.
Προθύμως τὸν θάνατον Μάρτυς, τὸν δι’ ἀγχόνης ὑπέστης, καὶ στέφος ἀθανασίας, πρὸς Χριστοῦ ἀπείληφας διὸ ᾀσμάτων ἄνθεσιν, ἡ Ἐπανομὴ καταστέφει σε.
Θεοτοκίον.
ημάτων δεήσεως Κόρη, ἐκ κατώδυνου καρδίας, θερμῶς σοι προσφερομένων, ἄκουσον καὶ ῥῦσαί με, μανίας τοῦ ἀλάστορος, τοῦ λυσσωδὼς ἐφορμῶντας μοι.














Ὠδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Οὐδόλως, ταῖς ἐπιφοραῖς τῶν δεινῶν, ἐχαυνώθης τὴν ψυχὴν Νεομάρτυς, ἀλλ’ ὤφθης ὥσπερ ἀρνίον Χριστοῦ, Ἀργυρῶνυμε, ταῖς χερσὶ τῶν δυσμενῶν, πλήρης θείας γαλήνης.
Σοφίαν, τὴν ἀπ’ οὐρανοῦ ἐσχηκώς, ὡς ὑπέσχετο διδόναι ὁ Λόγος, παρέστης ἐν παῤῥησίᾳ πολλῇ, καὶ ἐκήρυξας, πρὸ βημάτων ἀσεβῶν, τὴν Χριστώνυμον κλῆσιν.
Μάρτυς, ὁ ἀργύρου κλῆσιν πλούτων, ἀργυρέαν τὴν ψυχὴν κεκτημένος, ἀργύρου καὶ τοῦ χρυσοῦ τοῦ τῆς γῆς, κατεφρόνησε, καὶ τῶν ἄνω θησαυρῶν, ἐναθλήσας μετέσχε.
Θεοτόκιον.
λέῳ, ὄμματι βλέψον Ἁγνή, ἐπ’ ἐμὲ καὶ τῆς πικρὰς τυραννίδος, Παρθένε τοῦ παλαμναίου ἐχθροῦ, ἀπολύτρωσαι, τὴν ψυχήν μου δυσωπῶ, ὡς πηγὴ συμπαθείας.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον
Ὡς ἀθλήσας Ἅγιε ἐσχάτοις χρόνοις, τὸν Χριστὸν ἐδόξασας, θανατωθεὶς ὑπὲρ Αὐτοῦ· διὸ πιστῶς σε γεραίρομεν, ὡς Ἀθλοφόρων Ἀργύριε σύσκηνον.
Ὁ Οἶκος.
Ὡς κρῖνον ἔφυς τοῦ ἀγροῦ, λειμῶνι εὐσεβείας, καὶ εὐωδίαν μυστικήν, τῇ σῇ ἀθλήσει τῇ στεῤῥᾷ, διέπνευσας τῷ κόσμῳ, Νεομάρτυς τοῦ Χριστοῦ παναοίδιμε σὺ γὰρ νεότητος ἄνθος, καὶ τὰ ἐν κόσμῳ τερπνὰ καὶ ἡδέα, θεόφρονι πάρειδες λογισμῷ, οἷα σφαλλόμενα πάντα· καὶ πίστει στρατευθεὶς τῷ Χριστῷ, τῆς ἀληθείας τοῖς ὅπλοις κατηκόντισας, τῶν ἀντικειμένων τὴν παράταξιν τῇ τελεία γὰρ πυρπολούμενος ἀγάπη, ἐξαγαγεῖν τοῦ βυθοῦ τῆς ἀπωλείας ἠβουλήθης, τὸν οἰκτρῶς ἐξολισθήσαντα, καὶ μαρτυρίου ὑπεισῆλθες τὸ στάδιον, μεγαλοφώνως βοῶν: Χριστιανός εἰμι ὦ ἄνομοι. Καὶ μαστίγων πεῖραν ἐνέγκας, καὶ ἀλγηδόνας ὑποστάς, τῷ δι’ ἀγχόνης θανάτῳ, ταῖς οὐρανίαις συνήφθης τάξεσι· διὰ πιστῶς σε γεραίρομεν, ὡς Ἀθλοφόρων Ἀργύριε σύσκηνον.












Συναξάριον
Τῇ ια΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀργυρίου, τοῦ ἐξ Ἐπανόμης μὲν καταγόμενου, ἐν δὲ τῇ Θεσαλονίκῃ ἀθλήσαντος καὶ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει ᾳωστ΄ (1806).
Ἔχων ἀργυρᾶν τὴν ψυχὴν φερωνύμως
Ἀργύριε ἤθλησας εὐσεβοφρόνως.
Ἑνδεκάτῃ Ἀργύριος τέτληκε βρόχον στεῤῥοψύχως.
Οὗτος ἤθλησεν τῷ σωτηρίῳ ἔτει ᾳωστ΄ ἐν Θεσσαλονίκῃ, πατρίδα ἔχων τὴν κωμόπολιν Ἐπανομὴν καλουμένην, τῷ τῆς Θεσσαλονίκης κειμένην νομῷ. Ἢν δὲ νέος ὡσεὶ δέκα καὶ ὀκτὼ ἐτῶν, μάλα εὐλαβής, σεμνότητι τρόπων καὶ ἠθῶν κοσμούμενος, ὑπομίσθιος ῥάπτῃ τινὶ ἐν τῇ τῶν Θεσσαλονικέων μεγαλοπόλει. Ἓν ἐκείναις ταῖς ἡμέραις, Χριστιανὸς τίς ἐκ Σωχοῦ, ἐγκάθειρκτος ὧν, ὡς ἐγκλήματι ἐνεχόμενος, ἠβουλήθη ἀρνηθῆναι τὸν Χριστόν, ὡς ἂν ἐκφύγῃ τὸν δι’ ἀγχόνης θάνατον.
Τοῦτο μαθὼν ὁ χρυσίου καὶ ἀργυρίου τιμιώτερος Μάρτυς Ἀργύριος, εἰσεπήδησεν ἀφόβως ἐν μέσῳ τῆς τῶν Ἀγαρηνων συστροφῆς, συνεχόντων τὸν μέλλοντα δεχθῆναι τὴν πλάνην αὐτῶν, καὶ λόγοις εὐσεβείας, καὶ ὑποθήκαις θείαις, ἐν πολλῇ παῤῥησίᾳ καὶ ἀγάπῃ, ἠγωνίζετο ἀποστῆσαι τοῦτον ἧς συνέθετο ὀλεθρίου βουλῆς. Δυτήσσαντες ἐπὶ τούτῳ οἱ δυσσεβεῖς, ἐπέθεντο κατ’ αὐτοῦ φονώσαις χερσί, καὶ παίοντες καὶ μαστίζοντες, καὶ λοιδοροῦντες, καὶ μυκτηρίζοντες τὸν μακάριον νεανίαν ἀρνήσασθαι τὴν πατρώαν εὐσέβειαν, οὐδὲν ἥνυσαν ἀτρέμως γὰρ οὗτος ἵστατο «ὡσεί ἀρνίον ἐν μέσῳ λύκων», μηδόλως πτοούμενος τὰς μάστιγας καὶ ἀπειλὰς τῶν δυσσεβῶν, ἀλλ’ ἐλευθέρᾳ καὶ ἀπτοήτῳ φωνῇ, ὡμολόγει τὴν χριστώνυμον κλῆσιν, καὶ πεπαῤῥησιασμένῳ στόματι ἐκήρυξε τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα τοῦ κόσμου Χριστὸν, Θεὸν εἶναι ἀληθινόν. Καί ποικιλοτρόπως δοκιμασθείς, καὶ ἀνδρείοις τὴν κάκωσιν τῆς εἱρκτῆς ὑπενεγκών ὑπέστη ἐν ἀγαλλιάσει τὸν δι’ ἀγχόνης θάνατον τῇ ια΄ Μαΐου τοῦ ἔτους ᾳωστ΄.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ’ ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης.
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.
Παρ’ ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρμοδίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Ὁλυμπίας καὶ Εὐφροσύνης τῶν ἐν τὴν ἱερὰν Μονὴν, τὴν νῦν ὁνομαζομένῃ Ἁγίου Ραφαὴλ Λέσβου ἀθλησάντων ἐν ἔτει 1235.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγγελαρίου, φωτιστοὺ τὴς Βοημίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάσσου, τοῦ ἐν τῇ Ηρακλείᾳ τῆς Θράκης μαρτυρήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Μαξίμου καὶ Φαβίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικοδήμου, Ἀρχιεπισκόπου Σέρβων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σωφρονίου τοῦ ἐγκλείστου, τοῦ Ρώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Σωτῆρα καὶ Θεὸν πάσης κτίσεως, Χριστὸν ὡμολόγησας, στόματι λαμπρῷ, καὶ ὡς θυσία καθαρά, καὶ σεπτὸν ἱερεῖον καὶ ἄμωμον, Ἀργύριε Αὐτῷ προσηνέχθης, ὡς Μάρτυς ἐνθεώτατος.
ς ἤνεγκας πληγάς τε καὶ μάστιγας, γενναίῳ φρονήματι, πᾶσαν τοῦ ἐχθροῦ τὴν δυναστείαν Ἀθλητά, τῇ ἀνδρεία τῇ σὴ κατεμάστιξας, Ἀργύριε καὶ ὤφθης ἐν πᾶσι, Μαρτύρων ἰσοστάσιος.
Γεραίρει σου τὴν ἄθλησιν Ἅγιε, τελοῦσα τὴν μνήμην σου, ἡ Ἐπανομή, ἥν διαφυλάττε ἀεί, ὡς γενέθλιον πάτριον ἔδαφος, Ἀργύριε Χριστοῦ Νεομάρτυς, ἐκ πάσης περιστάσεως.
Θεοτοκίον.
κ μήτρας Σου σαρκὸς ὁμοιώματι, ἐλαμψεν Ἄχραντε, ὁ ἐν τῷ Πατρί συνυπάρχων ὡς Υἱός, ὁ συνάναρχος Λόγος καὶ συνθρόνος, καί ἔσωσεν ἡμᾶς ἐκ τῆς ἀρχαίας, κατάρας ὡς φιλάνθρωπος.













Ὠδὴ η΄. Αὕτη ἡ κλητή.
ώμην θεϊκήν, σαρκὸς ἐν ἀσθενείᾳ, δεξάμενος ὑψόθεν, τὸν δυνατὸν ἐν κακίᾳ, ἐτροπώσω ἐχθρόν, φρυαττόμενον ἰσχύϊ τῇ χείρονι, Ἀργύριε Μάρτυς, ὡς θεῖος νεανίας.
γιος βλαστός, Ἐπανόμης ὑπάρχων, τὴν Θεσσαλονικέων, καθηγίασας πόλιν, τῇ ἀθλήσει τῇ σῇ, Νεομάρτυς Ἀθλοφόρε Ἀργύριε, αἷς ἀπαύστως αἴτει, τὴν θείαν εὐλογίαν.
Σὲ τὸν τοῦ Χριστοῦ, ἀπειρόκακον ἄρνα, οἱ δυσσεβεῖς συσχόντες ὑπέβαλον αἰκίαις, καὶ θανάτῳ πικρῷ, δι’ ἀγχόνης Νεομάρτυς Ἀργύριε· ὅθεν ἀθανάτους, ἀμοιβὰς ἐκληρώσω.
Θεοτοκίον.
ασαι Ἁγνή, τὴν νοσοῦσαν ψυχήν μου, τῷ δραστικῷ φαρμάκῳ, τῆς σῆς ἐπιστασίας, καὶ φωτὶ νοητῷ, τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ἵνα σε δοξάζω, Ὑπερδεδοξασμένη.

Ὠδὴ θ΄. Φωτίζου, φωτίζου.
Μαρτύρων τῆς δόξης, συγκοινωνὸς ἐν οὐρανοῖς, ἀληθῶς ἀνεδείχθης Νεομάρτυς ἔνδοξε· σὺ γὰρ στεῤῥῶς, ἐναθλήσας ἐν γῆ, ὤφθης Χριστοῦ, θεῖος στρατιώτης, Ἀργύριε παμμακάριστε.
νέος ὁπλίτης, τῆς παρατάξεως Χριστοῦ, ὁ νικήσας ἀνδρείως ἐχθρῶν τὰ φρυάγματα, Ἐπανομῆς, ὁ θεόφρων βλαστός, θείαις ᾠδαῖς παρ’ ἡμῶν ὑμνείσθω, Ἀργύριος ὁ μακάριος.
ψόθεν προσδέχου, ἡμῶν τὸν ὕμνον Ἀθλητά, καὶ τοῖς πᾶσιν ἐξαίτει τῶν πταισμάτων ἄφεσιν, τῇ δὲ πατρίδι, δίδου τῇ σή, σαῖς προσευχαῖς, Ἀργύριε Μάρτυς, τῆς προστασίας σου τὰς χάριτας.
Θεοτοκίον.
ψίστου καθέδρα, καὶ θρόνος ὤφθης ὑψηλός, ἐν χερσὶ σου κρατοῦσα, τὸν τῶν ὅλων Κύριον ὅθεν κἀμέ, ἐκ κοπρίας παθῶν, Μῆτερ Θεοῦ, πρὸς τῆς μετανοίας, ἀνύψωσον τὴν λαμπρότητα.
Ἐξαποστειλαριον. Σαρκὶ ὑπνώσας ὡς θνητός.
Σαρκός σου ἄνθος τὸ φθαρτόν, ὑπεριδὼν Ἀργύριε, προθύμῳ χωρεῖς καρδίᾳ, πρὸς θάνατον διὰ Χριστὸν διὸ τῶν ἀθανάτων σε βραβείων ὁ Δεσπότης, ἠξίωσεν Ἅγιε.
Καὶ τὸ τῆς Ἑορτῆς.









Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα δεῦτε πάντες Ἀργύριον, τὸν διηργυρωμένον, μαρτυρίου τῷ κάλλει, καὶ λάμποντα ὡς ἄστρον νεοφανές, τῷ σεπτῷ στερεώματι, φιλομαρτύρων οἱ δῆμοι ἀσματικαῖς, μελῳδίαις ἀνυμνήσωμεν.

Οὔτε νεότητος ἄνθος οὔτε τυράννων ὀρμή, κατίσχυσαν χωρίσαι, τῆς Χριστοῦ σε ἀγάπης· πάντα γὰρ ὑπέστης ὡς ἀκμῶν στεῤῥός, Νεομάρτυς Ἀργύριε, καὶ εὐσεβείας τῷ κράτει τὴν τοῦ ἐχθροῦ, ἐθριάμβευσας ἀπόνοιαν.

Ἀγαλλομένῃ καρδίᾳ Μάρτυς Ἀργύριε, τὸν θάνατον ἐδέξω, δι’ ἀγχόνης γενναίως, καὶ ἤρθης πρὸς ἀθάνατον μετοχήν, τῆς ἀύλου λαμπρότητος, ὑπὲρ ἡμῶν ἱκετεύων διὰ παντός, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.

Ἐπανομὴ ἡ πατρίς σου Μάρτυς Ἀργύριε, εὐφραίνεται καὶ χαίρει, τῇ λαμπρὰ σου ἀθλήσει, καὶ μνήμην σου τελοῦσα τὴν ἱεράν, ἐκ καρδίας κραυγάζει σοι: Μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν θερμῶς μάκαρ φιλούντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ ἀθλητικῇ ἐνστάσει, τῶν πάλαι Ἀθλητῶν ἐκφαίνεις τοὺς ἀγῶνας, ὡς τούτων μιμητής, νέε Ἀθλητὰ τοῦ Χριστοῦ Ἀργύριε· σαῦτον γὰρ ἀρνησάμενος, ἀπτοήτως ὑπῆλθες, τῆς αἰωνίου ζωῆς τὸ σκάμμα, θεολήπτῳ ψυχῇ, κατὰ τῆς πλάνης ἀνδρισάμενος, και Χριστὸν ἐν ἄθλοις δοξάσας, τῆς οὐρανίου δόξης, κληρονόμος ὤφθης. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Νεομάρτυς ἔνδοξε.
Καὶ νῦν Τῆς Ἑορτῆς.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις εὐσεβείας νέον φυτόν, Ἀργύριε Μάρτυς, Ὀρθοδόξων ἡ καλλονὴ, χαίροις τῶν Μαρτύρων, ἰσότιμος ἐν δόξῃ, Ἐπανομῆς τὸ ἄνθος, τὸ εὐωδέστατον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου