Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 28. ΠΑΝΑΓΙΑ ΦΑΝΕΡΩΜΕΝΗ ΚΥΔΩΝΙΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΚΗ΄!!
ΠΑΝΑΓΙΑ ΦΑΝΕΡΩΜΕΝΗ ΚΥΔΩΝΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ ΤΩ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Βασιλίσσης τοῦ κόσμου θείαν πανήγυριν, τελέσωμεν ἐνδόξως, ὦ φιλέορτοι πάντες· αὕτη γὰρ καὶ αὔθις πάντας ἡμᾶς, συνεκάλεσε σήμερον, πανηγυρίσαι εἰκόνος αὐτῆς σεπτῆς, τὴν σεβάσμιον ἀνάδειξιν.

Εἰκὼν προτίθεται θεία καὶ πανσεβάσμιος, τῆς μόνης Θεοτόκου· οἱ πιστοὶ δεῦτε πάντες, ἀσπάσασθε σὺν φόβῳ τε καὶ χαρά, τῷ ἐδάφει προσπίπτοντες· ἡ γὰρ τιμὴ διαβαίνει ὄντως αὐτῆς, πρὸς αὐτὴν τὴν Θεομήτορα.

Πηγὴ θαυμάτων ὁρᾶται εἰκὼν ἡ θεία σου, τοῖς πίστει προσιούσι, τῷ ναῷ σου Παρθένε, ἰάματα ὡς νάματα δαψιλῆ, ἀεννάως πηγάζουσα· διὸ τὴν ταύτης ἀνάδειξιν ἐκ τῆς γῆς, ἀγαλλόμενοι γεραίρομεν.

Πρὸς τῇ σεπτὴ σου εἰκόνι κόρῃ Θεόνυμφε, βοήθειᾳ τοῦ κόσμου, ὕδωρ θεῖον ἐκρέον, τῆς γῆς ἐκ τῶν λαγόνων ἀποσοβεῖ, τὰ ποικίλα νοσήματα, καὶ τῶν πνευμάτων τὰ πλήθη τῶν πονηρῶν, πίστει λοῦον καὶ πινόμενον.

Κυδωνιέων τῇ πόλει δεῦτε μετάβητε, ἀσθενῶν διαφόρων, πανταχόθεν τὰ πλήθη, καὶ ἐν ναῷ τῷ θείῳ τῆς Θεοτόκου, Μαρίας συνέλθετε, ἔνθα ὑπάρχει εἰκὼν αὐτῆς ἡ σεπτή, ἡ δωρεῖται τὰ ἰάματα.

Ἁμαρτωλῶν σωτηρία οὖσα Πανάχραντε, δυσώπει τὸν Υἱὸν σου, ὑπὲρ ἡμῶν ἀπαύστως, τῶν ἐκτελούντων πίστει τὴν ἱεράν, καὶ λαμπράν σου πανήγυριν, καὶ ἐλευθέρωσον λύμης παντοδαπὴς, τοὺς τῇ μορφῇ σου προστρέχοντας.

Δόξα καὶ νῦν. Ἦχος πλ. β´.
Τίς λαλήσει, τὰ μεγαλεία σου Ἁγνή; ἡ τίς ἑξαριθμήσει, τῶν θαυμάτων σου τὰ πλήθη; εἰκόνα γὰρ θείαν σὴν, δι’ ἄφατον φιλανθρωπίαν, εἰς πάντων βροτῶν βοήθειαν, καὶ ἐν τῇ Κυδωνιῶν πόλει ἐκ γῆς αὐτῆς, ἡλίου λαμπρότερον, τῇ χάριτι ἀνέδειξας, συγκαλοῦσα πάντας ἐλαμφθῆναι, θείαις αὐτῆς δωρεαῖς, ἐκχέει γὰρ ὡς πηγὴ ἀκένωτος, πᾶσι τοῖς πίστει αὐτῇ προστρέχουσι, παράδοξα τερατουργήματα, ἰατρεύουσα νόσους παντοδαπὰς, ψυχῶν τε καὶ σωμάτων. Πάντες οὖν πιστοί, φαιδρῶς πανηγυρίζοντες, καὶ λιτανεύοντες σήμερον ἐν δοξολογίαις, οὕτω βοήσωμεν· τοὺς τὴν σὴν πανένδοξον, καὶ χαρμόσυνον πανήγυριν ἑορτάζοντας, καὶ κατασπαζομένους αἰσθητῶς, τὴν ἱερὰν σου εἰκόνα, νοερῶς δ’ εὐφημουντας, τὰ θεία σου τερατουργήματα, τῇ ἀμάχῳ σου προστασίᾳ περιτείχισον, ἀπὸ πάσης περισῴζουσα ἀνάγκης, καὶ τυχεῖν ἀξίωσον τῶν πταισμάτων τῆς ἀφέσεως, Μαρία χριστιανῶν βοήθεια καὶ καύχημα.

Εἴσοδος Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. 28, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπω, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς) · τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Λαμπρύνου, εὐφραίνου, καὶ ἀγάλλου πόλις Κυδωνιέων, τοιαύτην ἀξιωθεῖσα ἔχειν προστάτιδα, καὶ μέγαν φρουρόν, τὴν μητέρα τοῦ μεγάλου βασιλέως Χριστοῦ, τὴν θαυματόβρυτον γὰρ, καὶ πανσέβαστον θείαν εἰκόνα αὐτῆς, σοι ἐδωρήσατο θησαυρὸν ἀνέκλειπτον, πλοῦτον ὁ ἄσυλον, καὶ ὄλβον οὐράνιον, περιέχοντα πάντα, τὰ ψυχῶν καὶ σωμάτων ἀγαθά, σωτήρια καὶ πρόσφορα, καὶ περιεπόντα ἀπὸ παντοίων, κινδύνων καὶ περιστάσεων.

Ἦχος δ΄.
Εἰκόνα τὴν θείαν αὐτῆς, ἡ τοῦ Θεοῦ ἡμῶν μήτηρ, καὶ ἀειπάρθενος Μαρία, πηγὴν χαρίτων ὄντως, παντὶ τῷ κόσμῳ δέδωκε, πολλοὺς γὰρ δι᾿ αὐτῆς, ἐν ποικίλοις πάθεσιν ὄντας, θαυμασίως ἰάσατο, καὶ πάντοτε τοῖς πίστει ἀδιστάκτῳ, προστρέχουσι πρὸς αὐτὴν, τὰ αἰτήματα παρέχει. Πρὸς ταύτῃ δὲ, καὶ θεῖον ὕδωρ ἀναβλύζον ἐκ τῆς γῆς, ὅπερ πολλάκις ὁρᾶται κυματοῦν, καὶ ἀνερχόμενον τοῦ φρέατος τῷ χείλει, καὶ ἐξ αὐτοῦ χεόμενον, καὶ τὴν ἐν αὐτῷ τῆς Βασιλίσσης Παρθένου, θείαν τοῖς ἀγνοοῦσιν, ἐναργὼς δεικνύον χάριν, δι᾿ οὐ οἱ χριόμενοι πίστει, τὰ πάθη αὐτῶν ἀποδιώκουσιν. Ὅθεν καὶ ἡμεῖς, οἱ ἐν ἀσθενείαις ψυχῶν κατακείμενοι, προσέλθωμεν μετὰ πίστεως, καὶ τῆς πνευματικῆς θεραπείας τευξόμεθα. Καὶ ἐν φωναῖς ἀγαλλιάσεως, τῇ ἡμῶν Δεσποίνῃ, ὕμνον, εὐχαριστίας ἀναπέμποντες, ἐκβοήσωμεν· Πανάχραντε Θεοτόκε, τούς σε τιμῶντας, καὶ ἑορτάζοντας τὴν σὴν πανένδοξον, καὶ χαρμόσυνον πανήγυριν, περιφρουρεῖ καὶ σκέπε, σὺν τῇ πόλει ταύτῃ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, ἰατρευσον δὲ νοσήματα, τῶν πίστει σοι προστρεχόντων, καὶ δίωξον ἐκ πολλῶν, πνεύματα μυσαρὰ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β´.
Θάμβος πᾶσι παρέχει, ἄχραντε Θεοτόκε, ὁ πάνσεπτος καὶ θεῖος οἶκος σου, δεικνύμενος ἄμισθον ἰατρεῖον, θεραπεῦον πάθη χαλεπὰ· διὸ οἱ ἐν νόσοις τρυχόμενοι, καὶ ἀκαθάρτοις πνεύμασιν ὀχλούμενοι, ἐν αὐτῷ εἰσιόντες, τῶν ποθούμενων τυγχάνουσι, καὶ πιστῶς ἀναβοῶσι· Χαῖρε, ἡ μόνη δόξα τῶν πιστῶν, καὶ αἰώνιος εὐφροσύνη· χαῖρε, τῶν εἰς σὲ προστρεχόντων λιμὴν, καὶ προστασία καὶ σωτηρία ἡμῶν.

Δόξα καὶ νῦν. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, σκιρτήσωμεν ἐόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανσεβασμίᾳ, καὶ ἐνδόξῳ πανδήμῳ πανηγύρει, τῆς Βασιλίσσης ἡμῶν. Αὕτη γὰρ ἀνέτειλεν, ὡς ἡμέρα ὑπέρλαμπρος, καὶ ἔαρ πανευφρόσυνον τοῖς πέρασι, λαμπρύνουσα τῶν εὐσεβῶν τὰς καρδίας, καὶ τοῖς θαύμασιν ὡς ἄνθεσι, τοὺς πιστοὺς εὐωδιάζουσα. Δεῦτε οὖν, ἅπαντες πιστοί, ᾄσμασι θεηγόροις, αὐτὴν τὴν πάντων Βασίλισσαν ἐγκωμιάσωμεν, * οὕτω κράζοντες· * Χαῖρε, κεχαριτωμένη κόρη, νύμφη ἀνύμφευτε, καὶ πυρίμορφε τοῦ μόνου Δεσπότου θρόνε· χαῖρε, λυχνία χρυσαυγής, φωτοφόρε νεφέλη, καὶ τῶν οὐρανῶν πλατυτέρα· χαῖρε, ἔμψυχε κιβωτέ, μανναδόχε χρυσέα στάμνος, καὶ κεκλεισμὲνη τοῦ Λόγου πύλη· χαῖρε, παλάτιον τερπνὸν τοῦ Κυρίου, ῥάβδος καὶ στήλη· χαῖρε, αὐγὴ μυστική, Παρθένε ἀειπάρθενε, καὶ λογικὲ παραδεισε· χαῖρε κλίμαξ, σκηνή καὶ κολυμβήθρα· χαῖρε, βάτε ἀκαταφλεκτε, ὅρος κατασκιον, καὶ δοχεῖον καθαρὸν τοῦ Θεοῦ· χαῖρε, παστὰς ἀμόλυντε, Μήτηρ τοῦ θείου Λόγου, καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀπειρόγαμε καὶ μόνη Ἄνασσα, καὶ ὅσα Σολομὼν σε ᾄδων ὀνομάζει· χαῖρε δόξα, καύχημα, καὶ καταφύγιον χριστιανῶν. Καὶ μετὰ θερμῶν δακρύων καθικετεύσωμεν, βοῶντες πρὸς αὐτὴν· Ὦ πρόξενε τῆς σωτηρίας τῶν ἀνθρώπων, καὶ βοήθεια αὐτῶν ἀνέκλειπτε, ἁγνὴ θεοδόξαστε Μαρία, ὡς μήτηρ φιλόστοργος, μὴ καταλίπῃς τὰ τέκνα σου, ἀλλὰ ῥῦσαι ἡμᾶς νόσου, καὶ μαλακίας παντοδαπὴς, καὶ σκευωρίας τοῦ ἀλάστορος πάσης· ὁδήγησον δὲ τὴν εὐθεῖαν ὁδὸν, τοῦ υἱοῦ σου βαδίζειν, καὶ ἀξίωσον τοὺς ταπεινοὺς, τῆς οὐρανῶν βασιλείας, τῇ πάντα δυναμένη προστασία, καὶ μεσιτεία σου.





Εἰς τὸν στίχον προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὴν εἰκόνα τὴν σεπτὴν, τῆς ἀειπαρθένου Μαρίας, πάντες τιμήσωμεν. Ὅτι ὄλβος ἄσυλος, ἐκ γῆς ἀνέτειλε, καὶ ὡς κρήνη ἐκβλύζουσα, ὡς ἄνθη εὐώδη, ἰαμάτων χάριτας, πάντων τερπούσας ψυχὰς, ἅπερ, ὡς καρποὺς δρεπομένη, ἀεὶ ἡ Χριστοῦ Ἐκκλησία, αὐτῆς ἑορτάζει τὴν ἀνάδειξιν.

Στίχ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσιν σου...
Ὅτε ὥσπερ ἄστρον φαεινὸν, εἰς Κυδωνιέων τὴν πόλιν, ἐκ γῆς ἀνέτειλε, Κόρη παναμώμητε, εἰκὼν ἡ θεία σου, καὶ ἰάσεων χάρισι, φωτίζουσα πάντων, ἀνθρώπων διάνοιαν, τότε συνέῤῥευσαν, πλήθη ἀσθενῶν διαφόρων, πάντων ἐκ τῆς γῆς τῶν περάτων, πίστει σου τὴν χάριν ἀπολαύοντα.

Στίχ. Τὸ πρόσωπον σου λιτανεύσουσιν...
Κλέος ἀναφαίρετον ἁγνή, τῶν Κυδωνιέων ἡ πόλις, καὶ ὄλβον ἄσυλον, κέκτηται, κατέχουσα, μορφὴν τὴν θείαν σου, ἐξ ἧς καρποὺς τῶν ἰάσεων, ἀεὶ ἀπολαύει, καὶ χαίρεται ἄγουσα, λαμπρὰν πανήγυριν, ἤν περ δρωμένων ἐχθρῶν τε, καὶ τῶν ἀοράτων παντοίας, ἐπιβουλῆς ῥῦσαι καὶ κακώσεως.

Δόξα καὶ νῦν. Ἦχος πλ. Β´.
Δεῦτε ἅπαντες πιστοί, τῇ θεία τῆς Θεοτόκου εἰκόνι προσπέσωμεν, καὶ εὐλαβῶς αὐτὴν ἀσπασώμεθα, ἵνα καὶ τὴν αὐτὴ ἐνοικοῦσαν, θείαν χάριν ἐπισπασώμεθα· ἡ Παρθένος γὰρ αὐτὴν, καὶ φιλόστοργος ἡμῶν Μήτηρ, πνευματικῆς πεπλήρωκε χάριτος, καὶ ἐδωρήσατο ἡμῖν λιμένα, ἐν πειρασμοῖς ἀσφαλῆ, πηγὴν ἀεννάως βρύουσαν θαύματα, καὶ θησαυρὸν εὐεργεσίας ἀνάλωτον, πάντοτε κενούμενον, καὶ μηδέποτε μειούμενον. Τὴν Θεομήτορα δὲ ὁλοψύχως, καθικετεύσωμεν κράζοντες· Λῦσον ταῖς σαῖς ἱκεσίαις, τὰς σειρὰς τῶν ἀμέτρων πταισμάτων, τῶν ἐν τῷ πανσέπτῳ σου συναθροισθέντων τεμένει, καὶ σὲ ἀνυμνούντων πόθῳ, ἡμῶν καὶ παντὸς εὐσεβοῦς, χριστεπωνύμου λαοῦ πανύμνητε.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ποίημα Δ. Σάλτα, Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Ἡμέρα λαμπροφόρος πᾶσιν ἐξέλαμψεν, ὅτι ἀνέτειλεν ἐκ γῆς εἰκὼν τῆς Θεοτόκου ἡ χαριτόβρυτος· πιστοὺς κατεφώτισε φωτί, μαρμαρυγαῖς τῶν θαυμάτων καταλαμπρύνουσα· νοσούντων ἰᾶται τὴν πληθὺν, καὶ πᾶσι τοῖς προσιούσιν ἐν πίστει, τὰς δωρεὰς δαψιλὼς διανέμεται. Δόξα τῷ τόκῳ σου σεμνὴ, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς κόρη φιλανθρωπία σου. (δίς)
Ἕτερον. Ποίημα τοῦ Πολυκάρπου. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Πιστοὶ πάντες ᾄσωμεν ὕμνον ἐπάξιον νῦν, ἁγνὴ τῇ θεόπαιδι καὶ Θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· Χαῖρε ὢ Θεοτόκε, ἡ ἀντίληψις πάντων, χαῖρε γῆς ἡ ἐκδοῦσα, σοῦ μορφὴν τὴν ἁγίαν, ἰατρεύουσαν πάντας τοὺς αὐτῇ, πίστει προστρέχοντας. [ἅπαξ].

Ἀπόλυσις


























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθη ἅπασα, καὶ ἐκλεΐσθη, τῇ εὑρέσει Δέσποινα, εἰκόνος σου τῆς ἱερᾶς, Κυδωνιέων τρυφώσα σου, ἡ πόλις ταύτης, καὶ πόθῳ δοξάζει σε.
Δόξα καὶ νῦν.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσον με Δέσποινα ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα, τοῦ κόσμου Θεόνυμφε.

Μετὰ τὴν β᾿ στιχολογίαν. Ἦχος α´. Τὸν τάφον σου, Σωτήρ.
Σκιρτᾷ πνευματικῶς, καὶ χορεύει ὁ δῆμος, πιστὸς Κυδωνιῶν, συνελθόντες ἐν ὕμνοις, λαμπρῶς εὐφημῆσαί σε, καὶ σεπτῶς κατασπάσασθαι, σοῦ τὴν πάντιμον, μορφήν ἁγνὴ Θεοτόκε, θαυματόβρυτον, ὢ βοηθοῦσα μὴ παύσῃ πρὸς σε καταφεύγοντι.
Δόξα καὶ νῦν.
Μαρία καθαρὸν, τοῦ Δεσπότου δοχεῖον, καὶ πάντων τῶν πιστῶν, καύχημα τε τὸ θεῖον, συμφώνως γεραίρομεν, εὐφημοῦντες τὴν δόξαν σου, σὺ γὰρ πέφηνας, τῶν ἀσθενούντων ἡ ῥώσις, σὺ δὲ γέγονας, ἁμαρτωλῶν σωτηρία, καὶ πάντων βοήθεια.

Μετὰ τὸν πολυέλεον. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἐπλήσθη ἅπασα, ἡδονῆς πάναγνε, ὅτε ἐν γἔ εὗρε, μορφὴν τὴν θείαν σου, πόλις ἡ τῶν Κυδωνιῶν, καὶ ταύτην χαρὰ λαβοῦσα, ἐκραζε· Σὺ ὄντως τὸ ἐμὸν, κλέος καὶ σέμνωμα εἶ, Εἰκὼν τιμία καὶ θησαυρὸς, καὶ πλοῦτος ἀκήρατος· διὸ θείων χαρίτων σου, πλῦνόν με προσκυνοῦσάν σε.
Δόξα καὶ νῦν.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματος σου...
Στίχ. Ἄκουσον θυγάτερ...
Εὐαγγέλιον: Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα. Ταῖς τῆς παναχράντου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἰς τὸ· Ἐλέησον με, ὁ Θεός... τὸ ἰδιόμελον, Ἦχος πλ. β´. Ζήτει εἰς τὴν λιτήν. Θάμβος πᾶσι παρέχει...


Ὁ κανῶν
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνήσωμεν ἅπαντες, πίστει καὶ πόθῳ τὴν Λόγον, Δέσποιναν κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν λυτρώσαντα, πάντας ἐκ τοῦ θανάτου, καὶ τιμήσωμεν αὐτῆς, μορφὴν τὴν πάντιμον.
Ἐκ γῆς ἑξανέτειλεν, ὑπὲρ τὸν ἥλιον, ἄχραντε, εἰκὼν ἡ τιμία σου, πάντων φωτίζουσα, χάριτι τὰς καρδίας, τῶν προσιόντων τῷ τεμένει σου, καὶ εὐλαβῶς τιμῶντων σε.
Τὸ σκότος ἐξάλειψον, τῆς ἐμπαθοῦς διανοίας μου, καὶ λόγον μοι ἔμπνευσον, Θεοχαρίτωτε, τοῦ ὑμνῆσαί σου, εἰκόνος τῆς ἁγίας, ἀξίως τήν ἔνδοξον, καὶ θείαν εὕρεσιν.
Περὶ σοῦ λελάληνται, δεδοξασμένα πανάμωμε, γενεῶν ἐν γενεαίς, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, ὦ σώσαι ἡμᾶς, πάντας πρέσβευε.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ἀστράπτει εὐθέως ἡ εἰκών σου, φαιδρύνουσα ἀπαντᾷς ἁγνή, τοὺς πόθῳ προσιόντας σοι, καὶ εὐλαβῶς δοξάζοντας, σοῦ τὸ ὑπέρτιμον ὄνομα, καὶ αἰτοῦντάς σου τὴν βοήθειαν.
Ἐν ᾄσμασι σήμερον ἐνθέοις, τιμήσωμεν πάντες οἱ πιστοί, τῆς γῆς ἐκ κόλπων εὔρεσιν, τὴν σεπτὴν καὶ παράδοξον, μορφῆς τῆς θείας, τῆς κοινῆς ἡμῶν προστάτιδος.
Τάσεις ἐν χάριτι ἐκβρύει, εἰκὼν ἡ πολύτιμος ἡμῖν, Μαρίας τῆς θεόπαιδος, πάντων λαῶν τοῖς πάσχουσι, τρυχομένοις παντοίοις πάθεσιν, ὡς αὐτὴ πίστει προστρέχουσιν.
Ὁ σαρκωθεὶς Λόγος ἐκ σοῦ σῴζει, ἐμὲ τὸν πανάθλιον σεμνή, πλούτου αὐτοῦ χρηστοτητος, λύων τὴν ἀπόφασιν, τῆς Παλαιᾶς κατακρισεως, ὃν ἱκέτευε σώσαι τὴν ποίμνην σου.

Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἁγνή, τῆς οἰκουμένης οἱ λαοί, ὅτε ἤκουσαν τῆς σῆς, εἰκόνος τῆς τερατουργοὺ, τὴν θαυμασίαν ἀνάδειξιν καὶ θαυμάτων, τὸ μέγεθος καὶ πλῆθος σῶν, ἰατρευόντων πληθὺν, διαφόρων παθῶν, καὶ σοῤῥηδὸν πανταχόθεν, προθύμως συνέῤῥεον ποθοῦντες, ἐκ τῆς εἰκόνος σου λήψεσθαι, ἔκλαμπρον χάριν, καὶ ἰατρείαν, βοῶντες· βοήθει Δέσποινα.
Δόξα, καὶ νῦν.
Τὴν μητέρα τοῦ Θεοῦ, καὶ Βασιλίδα οἱ πιστοί, μεγαλύνωμεν φωναῖς, καὶ κάλλεσιν ὑμνῳδιῶν, ἡ τῆς χαρᾶς αἰτία λέγοντες Παρθένε, πρεσβείαις σου σκέπε ἡμᾶς, παντοίων ἐκ πειρασμῶν, καὶ νόσων καὶ παθῶν, ὡς μήτηρ γὰρ τοῦ Θεοῦ, τὴν παῤῥησίαν εἴληφας οἰκτείρειν, καὶ βραβεύειν νοσημάτων τὴν ἴασιν, καὶ πάντας ἐλευθέρωσον, τοῦ πυρὸς τῆς κολάσεως.

ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον.
Κέκτηται θησαύρισμα μέγα ἁγνή, πόλις ἡ τιμῶσα σε σήμερον, σοῦ τὴν εἰκόνα, τὴν σεπτὴν καὶ θαυμαστήν, ἣν εὐλαβῶς καὶ πίστει, ἀσπάζεται καὶ χάριν κομίζεται.
Ὁ σὸς ναὸς δείκνυται μῆτερ Θεοῦ, ἔμπλεως παντοίοις παθήμασι, τιτρωσκομένων καὶ αἰτουμένων, ἐκ σοῦ τὴν ἴασιν, ἥς περ ἀπολαύουσα, οἱ πόθῳ δεόμενοι.
Ἔδωκας πανάμωμε τὴν σὴν μορφὴν, θεῖον περιτείχισμα πάντοτε, ταύτῃ τῇ πόλει, κραταίωμα καὶ ἰσχὺν· διὸ καυχάται Δέσποινα, καὶ αὐτῆς τίμᾳ τὴν εὕρεσιν.
Σὺ τῶν πιστῶν καύχημα ἡ Βασιλίς, σὺ προστάτις καὶ καταφύγιον, λιμὴν καὶ τεῖχος, ὑπάρχεις χριστιανῶν· διὸ σῴζεις ἐκ κακῶν, τοὺς Θεοτόκον σὲ γινώσκοντας.

ᾨδή ἑ´. Ἐξέστη τὰ σύμπαντα.
Δοξάσωμεν ἅπαντες, Μαρίας τῆς θεόπαιδος, ᾄσμασι χάριτας τὰς μεγίστας, ἃς ἐκ Θεοῦ ἀπείληφε, δι᾿ ἄκραν καθαροτητα· καὶ ἀρετὴν καὶ τὴν ἰσχύν, τὴν παντοία πάθη θεραπεύουσαν.
Ὡς ἄστρον ἐπέφανεν, εἰκὼν ἡ θαυματόβρυτος, τῆς πανυπεραγίας Θεοτόκου, ἀκτῖνας ἐκπέμπουσα χαρίτων, ἐνθέων τοῖς πίστει τῷ ἑαυτῆς, τεμένει προστρέχουσιν, ἐν σκότει δεινῶν καὶ θλίψεων.
Ὁ οἶκος σου ἅγιος, ἐστὶ καὶ πανσεβάσμιος, κοσμούμενος θείοις τεραστίοις, ἐν ὢ ἐκ ψυχῆς οἱ καταφεύγοντες, κομίζονται ῥῶσιν παρά σου, καὶ κατὰ χρέος σε, μακαρίζουσι πανάχραντε.
Νοός μου θεράπευσον, τὰς ἐκτροπάς πανάμωμε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥᾳθυμίας σκότος ἀπέλασον, ὅπως εὐχαρίστως ἀνυμνῶ, πόθῳ καὶ γεραίρω σου, τὴν ζέουσαν ἀντιληψιν.

ᾨδὴ ς´. Τὴν θείαν ταύτην.
Στερέωμα ὡς ὑπερτιμον, ὁ Κύριος καὶ κτίστης ἐπήξατο, σὲ τὴν Θεόνυμφον, καὶ ὡς ἄστροις κατεκοσμησε, ταῖς λάμψεσι δι᾿ ὧν, φαιδρύνει τὰ πέρατα.
Εἰκὼν σου ἡ χαριτόβρυτος, πρὸς οὐρανὸν ἀνελκεῖ πανθαύμαστε, τούς σε δοξάζοντας ἡμᾶς, τῷ πόθῳ ἀνάπτοντας ταύτης, ἥτις ἐστὶ χάρις ἀνεξάντλητος.
Συγχορευέτω γηθόμενος, πᾶς πιστὸς καὶ σκιρτάτω τῷ πνεύματι, σὺν ἐμοί Δέσποινα, κραυγάζει ἡ πόλις ἅπασα, τῶν Κυδωνιέων, ἥς περ εἰ προστάτρια.
Πταισμάτων πάντες ῥυσθείημεν, τῶν δεινῶν ταῖς ἀπαύστοις πρεσβείαις σου, Θεογεννήτρια, καὶ τῆς τοῦ Θεοῦ, ἑλλάμψεως τύχοιμεν, ὃν σὺ ἀφράστως ἀπεκύησας.


Κοντάκιον, ποίημα Δημ. Σάλτα Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτὴ ὑπέρλαμπρος, καὶ φωτοφόρος ἡμέρα, ἑορτάζει σήμερον, Κυδωνιέων ἡ πόλις, εὕρεσιν εἰκόνος θαῦματοβρύτου, ἅπαντας προσκαλουμένη τοὺς ὀρθοδόξους, χαίρει γὰρ θησαυρὸν ἔχουσα μέγαν, τὴν πανσέβαστον μορφήν σου, Θεοχαρίτωτε Δέσποινα.
Ὁ οἶκος
Ἣν Ἄγγελοι ἀοράτως ὑμνοῦσι, καὶ αὐτῶν ἀνωτέραν ἀσυγκρίτως ὑπάρχουσαν, Μαρίαν τὴν Παρθένον καὶ Θεοτόκον, ὑμνήσωμεν πάντες βροτοί, μετὰ φόβου καὶ χαρᾶς, ὑμνῳδιῶν καλλοναῖς· διὰ φιλανθρωπίαν γὰρ αὐτῆς, πρὸς ἡμῶν βοήθειαν παραδόξως, ἐκ γῆς ἀνέδειξεν ἡμῖν, τὴν πάνσεπτον τερατουργὸν εἰκόνα αὐτῆς, ἰατρεύουσαν πάντα τὸν πάσχοντα, οἰῳδήποτε πάθει, καὶ παντοδαπὴς περιστάσεως, καὶ θλίψεως αὐτὸν ἑξαιροῦσαν, ἢν χρηματισθεῖσα κατ᾿ ὄναρ, νεᾶνίς τις εὐλαβὴς, προϋτρέψατο πιστοὺς, καὶ διετάξατο αὐτοῖς ἀναζητήσαι, πολλοῖς ἔτεσιν ἐν γῇ τεθαμμένην, σπουδὴ δὲ πλήθη Κυδωνιέων, τὴν γῆν ἀνορύξαντες, ἐπέτυχον τοῦ ἀγγελθέντος αὐτοῖς, καὶ ποθούμενου, θερμῶς ἀναβοῶντες· Σῶσον ἡμᾶς τοὺς πίστει, σε Θεοτόκον κηρύττοντας, καὶ προσκυνοῦντας, Θεοχαρίτωτε Δέσποινα.

Συναξάριον.
Τῷ αὐτῷ μηνὶ κη᾿ ἑορτάζομεν τὴν τιμίαν εὕρεσιν τῆς ἁγίας καὶ θαυματουργοῦ εἰκόνος τῆς Θεοτόκου, ἡ ἐν τῇ πόλει Κυδωνίαις παραδόξως δι᾿ ὀπτασίας ἀνεφάνη.
Εἰκὼν τιμία τῆς ἁγνῆς Θεοτόκου
ἐκ γῆς προφαίνει, λύουσα παθημάτων
ἀχλὺν καὶ σωτηρίαν πᾶσι διδοῦσα.
Εἰκοστὴ ὀγδόη αὕτη ἀνεφάνη
εἰκὼν ἡ θεία, πᾶσι τὴν ἰατρείαν,
τὴν χαρὰν καὶ σωτηρίαν προξενοῦσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου.
Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων,
Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως.
Οὗτοι οἱ τοῦ Χριστοῦ Μάρτυρες καὶ θαυματουργοὶ ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ Βασιλέως· ὧν ὁ μὲν Κῦρος, ἐκ τῆς Ἀλεξανδρέων πόλεως ἦν, ὁ δὲ Ἰωάννης ἐξ Ἐδέσης τῆς πόλεως. Οὗτοι οὖν, ἑνωθέντες διὰ τὸ ὁμότροπον, περιήρχοντο ἰατρεύοντες πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἰώμενοι· καὶ πολλοὺς ἐπαλείφοντες πρὸς τὸ μαρτύριον, δῆλοι τῷ κατὰ τὸν τόπον Ἄρχοντι γεγόνασιν. Ὅς τούτους παραστησάμενος, βασάνοις παντοίαις ὑπέβαλεν· εἶθ’ οὕτω ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι ἐκέλευσε. Τὰ δὲ σώματα αὐτῶν, ὑπὸ τῶν πιστῶν ἐπιμελείας ἀξιωθέντα, καὶ κατακρυβέντα, διὰ τὴν ἀσέβειαν, ὕστερον ἐπὶ τῆς βασιλείας μὲν Ἀρκαδίου, πατριαρχοῦντος δὲ τότε τῶν Ἀλεξανδρέων Θεοφίλου, εὑρέθησαν τὰ τίμια ταῦτα καὶ ἅγια λείψανα, ὧν τὴν πανήγυριν πνευματικῶς ἑορτάζομεν σήμερον. Κατὰ γὰρ ταύτην τὴν ἡμέραν, ὅτε οἱ ἄσυλοι οὗτοι θησαυροὶ ἐκ τῆς γῆς ἀνήχθησαν, ἀναρίθμητα πλήθη συνδραμόντα, πολλοῖς νοσήμασι κατεχόμενα, πάσης θεραπείας καὶ ἰάσεως ἠξιώθησαν. Καὶ γὰρ δαιμονῶντες ἰῶντο, νοσοῦντες ἐθεραπεύοντο, τυφλοῖς τὸ βλέπειν ἐδίδοτο, ζωλοῖς τὸ περιπατεῖν, καὶ ἁπλῶς πᾶσαν ἴασιν καὶ θεραπείαν ἅπασιν ἀνθρώποις παρεῖχον. Οὐ μόνον δὲ τῷ τότε καιρῷ ταῦτα διεπράττετο, ἀλλὰ μέχρι τῆς δεῦρο, οἱ πίστει προσερχόμενοι αὐτοῖς, πᾶσαν θεραπείαν θᾶττον ἀπολαμβάνουσιν, εἰς δόξαν καὶ αἶνον τοῦ δοξάσαντος αὐτοὺς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Παππίου.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, ἄνωθεν ἐκ προγόνων τὸν Χριστὸν σεβόμενος καὶ κηρύσσων. Διαβληθεὶς οὖν, συλλαμβάνεται· καὶ παραστὰς τῷ ἄρχοντι, θύειν προτρέπεται. Μὴ εἴξας δὲ, ἀλλὰ μᾶλλον τὸν Ἡγεμόνα ἐξυβρίσας, εἰς ὀργὴν ἀνῆψεν. Αὐτίκα οὖν αἴρεται ἐκ τεσσάρων καὶ τείνεται, καὶ νεῦροις ὠμοῖς μαστίζεται ἐπὶ πολύ. Εἶτα λέβητι μεγίστῳ, μεστῷ ἐλαίου καὶ στέατος, ἐπὶ τριςὶν ἡμέραις ἐμβάλλεται, καὶ ἦν θαῦμα καὶ ἔκπληξις τὸ ὁρώμενον! ἄμθρωπος ὡς ἱμάτιον ἀναβαλλόμενος τὸ πῦρ, καὶ ἐπὶ ἑπτὰ ἡμέρας τῇ βασάνῳ ταύτῃ ἐγκαρτερῶν. Πολλοὺς οὖν τῶν ἀπίστων, πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐξεκαλέσατο. Ἐκεῖθέν τε ἐκβληθεὶς, αὖθις ἐπὶ τριβόλων σιδηρῶν γυμνὸς σύρεται, καὶ ἵπποις ἀγρίοις προσδεθεὶς, ἐπὶ τραχέσι καὶ δυσβάτοις τόποις ἐλαύνεται. Ἔπειτα κρεμᾶται ἐν τῇ δοκῷ, ἐπὶ τρισὶν ἡμέραις, κατὰ κεφαλῆς, λίθου μεγίστου ἐξαρτηθέντος αὐτῷ τοῦ τραχήλου. Καὶ μετὰ τρίτην ἡμέραν, δρεπάνῳ τοῦ σχοινίου διακοπέντος, ἐπὶ τῆς γῆς ὁ Ἅγιος προσαράσσεται. Αὖθις οὖν ἀνθρακιὰν ἐπὶ πλείστην ἐκφορεῖται καθ’ ὅλου τοῦ σώματος, καὶ λίθοις ἄνωθεν ἐπιχώννυται. Ἀγγέλου δὲ ἐπιστασίᾳ ἀβλαβὴς τῶν λίθων ἐκβάλλεται, καὶ ὑγιὴς ὅλος ἀποκαθίσταται, καὶ τοὺς δημίους πρὸς τὴν πίστιν ἐπισπᾶται, καὶ ὄχλον ἱκανὸν, οἵ καὶ τὰς κεφαλὰς ἀπετμήθησαν. Εἶτα ὁ Ἅγιος τὴν διὰ ξίφους δέχεται τελευτὴν, εἰς δόξαν καὶ αἶνον τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σεργίου μαγῖστρου, τοῦ συστησαμένου τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐν κόλπῳ Νικομηδεῖας, καὶ οὕτω λεγομένην τοῦ Νικητιάτου.
Ὁ Σέργιος μάγιστρος ὤν πρὶν ἐν βίῳ,
Θεοῦ μάγιστρος νῦν δέδεικται ἐν πόλῳ.
Οὗτος ὁ Ἅγιος ἦτον ἐν τῆς χώρας τῶν Παφλαγόνων, ἀπὸ ἕνα χωρῖον ὀνομαζόμενον Νικήτια, τὸ ὁποῖον εὑρίσκεται κοντὰ εἰς τὴν πόλιν Ἄμαστριν, τὴν ἐν τῇ Μαύρῃ Θαλάσσῃ, ἐν ἔτει ωμβ΄ [842]. Ὅθεν ἀπὸ τὸ χωρίον αὐτὸ ὠνομάσθη καὶ τὸ Μοναστήριον Νικητιάτου. Οὗτος λοιπὸν, ἦτον ἀγαθὸς, καὶ ἀγαθῶν γονέων υἱὸς, εἴχε δὲ καὶ συγγενεῖς τὴν ἀοίδιμον Θεοδώραν τὴν Βασίλισσαν, τὴν σύζυγον Θεοφῖλου τοῦ Εἱκονομάχου, καὶ τὸν ταῦτης υἱὸν Μιχαὴλ τὸν βασιλέα. Ἐπειδὴ δὲ τῷ τότε καιρῷ ἐκατέβη εἰς τὴν Κρήτην ἡ βασιλικὴ ἀρμάδα, διὰ τοῦτο ἐστάλθη καὶ αὐτὸς ἀπὸ τὸν βασιλέα Μιχαὴλ καὶ ὅλην τὴν Σύγκλητον (οἵτινες μόλις αὐτὸν εἰς τοῦτο ἐκατάπεισαν) διὰ νὰ ἐξουσιάζῃ καὶ νὰ κυβερνὰ ὅλα τὰ στρατιωτικὰ τάγματα. Εἶχε γὰρ εὐφυίαν καὶ ἐπιτηδειότητα, καὶ ἦτον ἱκανὸς νὰ ἐπιστατῆ ἐπάνω εἰς ὅλα τὰ τῶν Ῥωμαίων πράγματα. Ἐκεῖ δὲ πηγαίνωντας, ἀπῆλθε πρὸς Κύριον. Καὶ τότε μὲν ἐνταφιάσθη τὸ ἅγιον αὐτοῦ λείψανον εἰς τὸ ἐν τῇ Κρήτῃ εὑρισκόμενον Μοναστήριον, τὸ μέχρι τῆς σήμερον ὀνομαζόμενον τοῦ Μαγῖστρου. Ὕστερον δὲ ἀνεκομίσθη καὶ ἀπετέθη εἰς τὸ Μοναστήριον, ὁποῦ αὐτὸς ἔκτισεν ἐν τῷ κόλπῳ τῆς Νικομηδείας, τὸ ὁποῖον εὑρίσκεται μεταξὺ τῶν δύω ἐμπορίων, τόσον τοῦ καλοὺ Ἀγροῦ, ὅσον καὶ τοῦ Δόρκωνος.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μακεδόνιος, τοὺς δακτύλους τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκοπεῖς, τελειοῦται.
Μακεδονίου Μάρτυρος τοὺς δακτύλους,
Τέμνουσιν ἀνδρῶν δάκτυλοι μιαιφόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Οὐλκιανὸς, ἐν εἰρήνῃ τελειοῦται.
Εἴσελθε χαῖρων Οὐλκιανὲ παμμάκαρ,
Τὴν Οὐρανῶν ἤνοιξε Χριστός σοι πύλην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παῦλου τοῦ ἰατροῦ.
Ἔπαυε Παῦλος πρὶν τομῆ καύσει χρῖσει,
Πάθη τανὺν δὲ, ταῦτα πρεσβεία λύει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μωϋσέως τοῦ Ἀναχωρητοῦ.
Τῶν ἀρετῶν ἀνήλθε Μωσῆς εἰς ὅρος,
Κακεῖ τέθνηκεν, ὡς Μωσῆς εἰς ὅρος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Παῖδες, σταυρωθέντες τελειοῦνται
Ἐν τοῖς χρόνου πίναξι καὶ Παῖδας δύω,
Σταυρουμένους γράφουσι παῖδες ζωγράφων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δονάγος Ἐπίσκοπος Λιβύης, πυρὶ τελειοῦνται.
Στέξον τὸ πῦρ Δόναγε, τῆς γὰρ σῆς κάρας
Ὡς φησι Χριστὸς, οὐκ ὅλειται θρῖξ ὅλως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑβδομήκοντα Μάρτυρες, οἱ ἐν Σκυθοπόλει, ξίφει τελειοῦνται.
Εἶχες μαθητὰς ἑπτάκις Σῶτερ δέκα,
Ἔχεις ἀθλητᾶς, καὶ τοσούτους ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τρεῖς Μάρτυρες, οἱ ἐκ Γαλατίας, ξίφει τελειοῦται.
Τρεῖς ἄνδρες ἡμεῖς, ἀλλὰ συμνοίας λόγῳ,
Ὡς εἰς ἰδοῦ χωρούμεν οἱ τρεῖς πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάγνος προσευχόμενος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐν τη προσευχῇ θεῖος ἐκπνεύσας Μάγνος,
Ὑπῆρξε δήλος λήξιν αἰτήσας βῖου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Συμεὼν ὁ Εὐλαβῆς, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι Σέργιος καὶ Γερμανὸς, οἱ θαυματουργοὶ, οἱ ἐν Βαλάμῃ, ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς τῆς Θεοτόκου καὶ τῶν σῶν ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδή ζ´. Οὐκ ἐλάτρευσαν.
Τὸν πυρίμορφον θρόνον καὶ ὑψηλότατον τοῦ μόνου ἄνακτος ὑψηλοτάτω νοΐ, καὶ ταπεινῇ καρδίᾳ, πάντες δοξάσωμεν, τὴν πανάμωμον, εὐλογημένην Δέσποιναν, καὶ σκηνήν καὶ Θεοτόκον.
Διανοίγονται πάντων τυφλῶν τὰ ὄμματα καὶ γλῶσσα λύεται δεδεμένη καὶ μογγὴ, πολλῶν ἐκ γεννήσεως, καὶ περιστάσεως, καὶ χωλαίνοντες, εὐδρομοῦσι Δέσποινα, ἀῤῥωγῇ τῆς σῆς εἰκόνος.
Καταφύγετε ἅπαντες χειμαζόμενοι καὶ οἱ ποντούμενοι θλίψει νόσων καὶ παθῶν, καὶ ἀμέτρων συμπτωμάτων, βυθιζόμενοι τρικυμίαις, εἰς τὸ ἐκτύπωμα χαίροντες, τῆς Θεοτόκου Μαρίας.
Τὴν ἀμόλυντον Παρθένον καὶ Θεόπαιδα πίστει κηρύττομεν γενομένην τοῦ Θεοῦ, Μητέρα δι᾿ ἧς, ὁ Λόγος πεφανέρωται, σεσαρκωμένος, εἰς τὸ σώσαι τὸν ἄνθρωπον, ἐκ χειρὸς τοῦ ἀλλοτρίου.

ᾨδὴ ἡ´. Παῖδας εὐαγεῖς.
Ὑμνοῦμεν σε φωναῖς εὐχαρίστοις, τὴν παντοίων καλῶν ἡμῖν πρόξενον, καὶ τὸ σεπτὸν μόρφωμα, σοῦ κατασπαζόμεθα, σὺ γὰρ εἰ πηγὴ βρύουσα, τῶν ἰαμάτων κρουνούς, τὰ ῥύσια καὶ σῶστρα Παρθένε, καὶ ὑμνολογοῦμεν, τὸν τόκον σου τὸν ξένον.
Ὡς χρυσὸς αὐγάζει Θεοτόκε, νοητῶς ἡ σὴ μορφὴ ἐκ χάριτος, θείας καὶ οὐράνιον ῥόδον, κατευφραίνει ὀσμαῖς ἐπουρανίαις, τὰς αἰσθήσεις τῶν δούλων, τῶν σῶν καὶ βλύζουσι, κρατήρες θαυμάτων θεῖοι, ἐξ αὐτῆς τοῖς πιστοῖς· διὸ ταύτην προσκυνοῦμεν.
Ὑμνούσιν ἁγνή τὰ μεγαλεία, τὰ σά στρατιαὶ αἱ ἐπουράνιαι, κηρύττουσιν ἅπαντες, τρανῶς πατριάρχαι σὺν προφήταις, καὶ ἀπόστολοι ταῦτα καὶ μάρτυρες, καὶ τὸ πλήρωμα ἅπαν τῶν ὁσίων, μεθ᾿ ὢν προσκυνοῦμεν σε καὶ δοξολογοῦμεν.
Μαρία σεμνὴ παρθενομῆτορ, τὴν σὴν εἰκόνα φαιδρὸν περιτείχισμα, ἔχουσα ἡ πόλις σου, αὕτη τὴν πολύτιμον, κρατύνεται καὶ σῴζεται, ἐξ ἐπιδρομῆς κακῶν, τὴν εὕρεσιν διὸ αὐτῆς χαίρουσα, καὶ ἑορτάζει ὑμνούσα τὸ σὸν κράτος.





ᾨδὴ θ´. Ἅπας γηγενής.
Δέσποινα ἁγνή, σὲ τὴν κλίνην Σολομών, πάντες γεραίρομεν, χαρμοσύνοις ᾄσμασι, καὶ μορφὴν τὴν ἁγίαν σου ἔχομεν, κιβωτὸν ἁγιασματος, ὡς ἄλλην βρύουσαν, ἰαμάτων, θείων τὰ ὀμβρήματα, διώκοντα νοσημάτων σκότωσιν.
Δεῦτε οἱ πιστοί, τὸν τύπον τιμήσωμεν, τῆς Θεομήτορος, ὃν αὕτη ἐτίμησε, θαυμάτων χάριτι εὐφραινόμενοι, καὶ πίστει ἀσπασώμεθα τοῦτον, ὡς ὄργανον τῶν χαρίτων, τοῦ ἁγίου Πνεύματος ὄντα, δοξολογοῦντες τὴν ἄχραντον.
Πάντες οἱ κωφοί, σεληνιαζόμενοι καὶ οἱ παράλυτοι, ὁμοῦ καὶ μὴ βλέποντες, καὶ ἐκ παντοίων παθῶν τρυχόμενοι, ἐν τῷ ναῷ εἰσέλθετε, πίστει δεόμενοι, τῆς Παρθένου, ὅπως ἀπολαύσητε, τὴν παρὰ τῆς μορφῆς αὐτῆς ἴασιν.
Μῆτερ τοῦ Θεοῦ, τεκοῦσα ἐν σώματι, ὠράθης μὴ φυσικῶς, ἐκ καρδίας τῆς αὐτοῦ, τὸν ἀγαθὸν Λόγον, ὃν ἠρευξατο πρὸ πάντων τῶν αἰώνων, Πατὴρ ὁ πανάγαθος, Ὃν νῦν καὶ τῶν σωμάτων, ἐπεκεῖνα νοοῦμεν, εἰ καὶ σῶμα ἐφόρεσεν.

Ἐξαποστειλάριον Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Αἱ Κυδωνίαι σήμερον, ἀγάλλονται τρυφῶσαί σου, εἰκόνος τῆς σεβασμίας, πανύμνητε Θεοτόκε, συγκαλούσαι καὶ ἅπασαν, τὴν οἰκουμένην χαίρεσθαι, καὶ ἐορτάζειν ᾄσμασι, τὴν φωτοφόρον ἡμέραν, τῆς ἀναδείξεως ταύτης.
Ἦχος γ´. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένα πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.















Εἰς τοὺς αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν φιλεόρτων τὰ πλήθη, δεῦτε ἀθροίσθητε, ἱερῶς εὐφημῆσαι, καὶ λαμπρῶς ἐκτελέσαι, ᾄσμασι τὴν θείαν καὶ φωταυγὴ, ἑορτὴν τῆς Θεόπαιδος· αὐτὴ γὰρ ὄντως ὑπάρχει μετὰ Θεὸν, ἡμῶν φύλαξ καὶ ἀντίληψις.

Κυδωνιέων καυχάσθω, ἡ πόλις σήμερον, ἠξίωσαι γὰρ ἔχειν, θησαυρὸν μέγαν ὄντως, εἰκόνα τῆς Παρθένου τὴν θαυμαστήν, ἡ ἐκ γῆς σου ἀνέτειλε, καὶ ἰάματα ἐκρέουσα ὡς πηγὴ, καὶ σὲ κινδύνων περιέπουσα.

Ὁ λαὸς Κυδωνιέων, εὐφραίνου σήμερον, φαιδρῶς πανηγυρίζων, πνευματικοῖς ἐν ὕμνοις, εὕρεσιν τὴν ἁγίαν τῆς θείας μορφῆς, τῆς ἁγνῆς Θεομήτορος. Ὅτι δῶρον τὸ θαυμαστὸν ἔχει πατρὶς ἡ σὴ * τὴν μορφὴν τῆς Θεόπαιδος.

Οἱ τὴν λαμπρὰν ἑορτήν σου, πάντες δοξάζοντες, καὶ πίστει ἐκτελοῦντες, Μαρίᾳ Θεοτόκε, *οῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῶν ἐνεδρῶν τοῦ ὄφεως, καὶ τοῦ πυρὸς τῆς γεέννης ταῖς σαῖς λιταῖς, πρὸς τὸν υἱόν σου καὶ Κύριον.

Δόξα καὶ νῦν. Ἠχοςπλ. β’
Δεῦτε πάντες οἱ λαοὶ τῆς γῆς, πνευματικῶς ὑμνῳδιῶν ἐν ἄνθεσι, πανηγυρίσωμεν εὐωχούμενοι, ἐν τῇ πανεόρτῳ καὶ πανθαυμάστῳ, πανηγύρει τῆς Παντανάσσης, παντὸς τοῦ κόσμου, σήμερον γὰρ συγκαλεῖται ἡμᾶς, ἡ πανσεβάσμιος καὶ χαρμόσυνος αὕτη πανήγυρις, φαιδρὰ καὶ ἐπιφωτὸς ἀνατείλασα, τράπεζαν ἡμῖν παρατιθεμένη, τὴν θαυματόβρυτον καὶ πάνσεπτον, εἰκόνα τῆς Θεοτόκου Μαρίας, ἰάματα ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὕτη προσιούσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν, ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγὴν, καὶ τὸ μέγα ἔλεος. Εὐφραίνου δὲ σύ, πόλις Κυδωνιῶν καὶ χόρευε, ἀγαλλομένη τῷ πνεύματι, καὶ φαιδρῶς πανηγύριζε· διότι σοι τοῦτο, τὸ πολύτιμον δῶρον τῆς Παρθένου, εἰς βοήθειαν τοῦ κόσμου, καὶ σοῦ προστασίαν δεδώρηται. Δεήθητι τοίνυν τῇ μόνῃ προστασίᾳ, μετὰ συντετριμμένης καρδίας, καὶ ὕμνου ἀναπομπῇ λέγουσα· Μαρία πιστῶν τὸ ἐγκαλλώπισμα, ἡ τῆς ἡμῶν πατρίδος ἔφορος, καὶ ἀκαταίσχυντος προστάτις, προφθάσασα ἐξελοῦ ἡμᾶς, ἐκ τῶν τοῦ βίου κινδύνων, καὶ τὸν τῆς δουλείας ζυγὸν κούφισον, καὶ τῆς οὐρανῶν βασιλείας, ἀξίωσον τοὺς ταπεινοὺς, ταῖς πρὸς τὸν Θεὸν, καὶ Υἱόν σου πρεσβείαις σου.

Μεγαλυνάριον.
Εἰκόνα σου, Κόρη τὴν ἱερὰν, δείξασα κατ᾿ ὄναρ, θεῖον ἐν γῆ πλοῦτον καὶ θησαυρόν, νεάνιδι παρθένῳ, ἡμῖν δέδωκας ταύτην, βοήθειαν καὶ ῥῦστιν, ἀπὸ κακώσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου