Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 13. ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΑΚΥΛΑΣ & ΠΡΙΣΚΙΛΛΑ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΓ΄!!
ΑΚΥΛΑΣ & ΠΡΙΣΚΙΛΛΑ ΑΠΟΣΤΟΛΟΙ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δυὰς Ἀποστόλων εὐκλεής, Ἀκύλας καὶ Πρίσκιλλα, πάντας ἡμᾶς πρὸς ἑόρτιον, καλοῦσιν αἴνεσιν· δεῦτε οὖν προθύμως, πάντες ἑορτάσωμεν, αὐτῶν τὴν ἱερὰν μνήμην σήμερον· Χριστὸν γὰρ πάντοτε, δυσωποῦσι ταῖς ψυχαῖς ἡμῶν, δωρηθῆναι εἰρήνην καὶ ἔλεος.

Ἀκύλα καὶ Πρίσκιλλα ὑμᾶς, Παῦλος ὁ μακάριος, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἐμυσταγώγησεν, ἀγασθεὶσς τῶν τρόπων, ὑμῶν τὴν σεμνότητα, καὶ βίον ἀληθῶς τὸν ἐνάρετον· μεθ’ οὗ πρεσβεύσατε, δωρηθῆναι εἰρήνην καὶ ἔλεος.

Τοῦ Παύλου συνόμιλος δειχθείς, τούτῳ ὁμοδίαιτος, καὶ συνεργὸς καὶ συνέκδημος, Ἀκύλα ἔνδοξε, ὤφθης ἐν τῷ βίῳ, ἀκλινῶς ἑπόμενος, τοῖς ἴχνεσιν αὐτοῦ παναοίδιμε, καὶ τὸ τῆς πίστεως, ἀνεκήρυξας μυστήριον, τοῖς ἐν σκότει τῆς πλάνης καθεύδουσι.

Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, τοῦ Χριστοῦ λαμπόμενος, τὴν ὑπὲρ νοῦν ἐνανθρώπησιν, τούτου ἐκήρυξας, τοῖς ἐσκοτισμένοις, ἔθνεσι μακάριε, ἐντεῦθεν σὺν Πρισκίλλῃ ἐνήθλησας, μεθ’ ἧς καὶ εἴληφας, ἀφθαρσίας τὸ διάδημα, δυσωποῦντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος β΄.
Τοῖς τοῦ νόμου θεσμοῖς διαπρέπων, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, ἐμυήθης Ἀκύλα, καταλιπὼν τὰ προσκιάσματα. Καὶ ἀποστολικῆς τρυφήσας χάριτος, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, μαρτυρικοῖς ἐφοινίχθης αἵμεσι, σὺν αὐτῇ καλῶς ἀθλήσας. Μεθ’ ἧς καὶ καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παῦλος ὁ ἱερός, ὑμᾶς ἐγκωμιάζων, Ἀκύλα σὺν Πρισκίλλῃ, ὑμᾶς συνεργοὺς θείους, κηρύττει ἐν τῇ χάριτι.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Χαίροις θεοειδής, δυὰς τῶν Ἀποστόλων, Ἀκύλα θεηγόρε, καὶ Πρίσκιλλα θεόφρον, Χριστοῦ λαμπροὶ διάκονοι.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Δρόμον τὸν ἱερόν, τελέσαντες ἀμέμπτως, Ἀκύλα σὺν Πρισκίλλῃ, μαρτυρικοῖς ἀγῶσι, Χριστὸν ἐμεγαλύνατε.

Δόξα. Τριαδικόν.
Λόγον τὸν τοῦ Θεοῦ, ὁμόδοξον τῷ φύντι, καὶ Πνεύματι κηρύξας, τὴν μίαν Θεαρχίαν, Ἀπόστολε ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, προσειληφὼς Παρθένε, διπλοῦς ἡμῖν ὡράθη, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσαντες καὶ φωτισθέντες τὸν νοῦν, τῇ πίστει ἑνούμενοι καὶ συζυγία σεμνή, Ἀκύλας καὶ Πρισκίλλα, ἤσαν μὲν προεστῶτες ἐκκλησίας κατ’ οἶκον, Παύλου δὲ τοῦ φωστῆρος συνεργοὶ καὶ προστᾶται. Διὸ αὐτοὺς τιμήσωμεν καὶ μιμησώμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Παῦλος ὁ μέγας τοῦ κόσμου θεόφρων ἥλιος, ὥσπερ φαιδρὰν  ἀκτῖνα, εἰς τὴν σύμπασαν κτίσιν, σὲ μάκαρ ἐπαφῆτε φωτιστικαῖς, σοῦ τῶν λόγων λαμπρότησι, καταφωτίζει τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀγνωσίας κινδυνεύοντας.

Ἡ καθαρά σου καρδία τοῦ θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσι, αὐγασθεῖσα πλουσίως, Ἀκύλα θεηγόρε φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν εἰδώλων τὸ σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.

Οἱ τῷ ναῷ σου τῷ θείῳ πίστει προστρέχον τες, καὶ ἐν αὐτῶ σε μάκαρ, δυσωποῦντες Ἀκύλα, λυτροῦνται νοσημάτων παντοδαπῶν, καὶ κινδύνων καὶ θλίψεων, ταῖς ἱεραῖς σου πρεσβείαις καὶ πρὸς Θεόν, μεσιτείαις ἱερώτατε.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖος ἐν Μάρτυσι.
Τὴν τῆς χάριτος ἔλλαμψιν, διὰ Παύλου δεξάμενος, τούτῳ ὁμοδίαιτος ἐχρημάτισας, καὶ συνεργὸς κηρύγματι, Ἀκύλα μακάριε, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, καὶ τὸ φέγγος τῆς πίστεως, πᾶσιν ἤστραψας, πολιτείᾳ ἀμέμπτῳ διαλάμπων, καὶ σοφίᾳ οὐρανίῳ, καὶ εὐσεβείας τοῖς θαύμασι.

Ὡς ξενίσας Ἀπόστολε, Παῦλον τὸν θεοκήρυκα, τούτῳ ἐμαθήτευσας γνώμῃ κρείττονι, καὶ τοῦ Σωτῆρος τὴν ἄῤῥητον, μεμύησαι κένωσιν, καὶ τῶν τούτων ἀγαθῶν, πρὸς ἀνθρώπους τὰς χάριτας, ἀνεκήρυξας, θεοῤῥήμονι γλώσσῃ θεηγόρε, καὶ ἰσχύϊ ἀηττήτῳ, τῆς ἐπιπνοίας τοῦ Πνεύματος.

Συζυγία πανθαύμαστος, ἀληθῶς ἀνεδείχθητε, Ἀκύλα καὶ Πρίσκιλλα ὡς θεόφρονες, τῶν Ἀποστόλων πλουτίσαντες, τὸ μέγα ἀξίωμα, καὶ δοξάσαντες αὐτόν, ἱεροῖς ἀγωνίσμασιν· ὅθεν σήμερον, τὴν ἁγίαν ὑμῶν τελοῦμεν μνήμην, ὑμᾶς πρέσβεις καὶ μεσίτας, πρὸς τὸν Σωτῆρα προβάλλοντες.







Δόξα. Ἦχος δ΄.
Τῆς αἰωνίου ζωῆς τὰ ῥήματα, ὡς πίων γῆ δεξάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, τοὺς καρποὺς ἐγεώργησας Ἀπόστολε· ἡ γὰρ τῶν νομικῶν ἀκρίβεια, παιδαγωγός σοι γέγονε, τῆς εἰς Χριστὸν πίστεως, τὸν ἐν νόμῳ καὶ Προφήταις φθεγγόμενον, καὶ ἐν αἵματι ἰδίῳ, διαθήκην αἰώνιον, ἡμῖν ἐγκαινίσαντα· ἧς λειτουργὸς καὶ διάκονος, διὰ Παύλου προχειρισθείς, τὴν δοθεῖσάν σοι χάριν, σοφῶς διήγαγες, σὺν Πρισκίλλῃ τῇ σεμνῇ ὁμοζύγῳ. Μεθ’ ἧς τὰ ἄνω κατοικῶν Βασίλεια, ἀπαύστως ἱκέτευε, Ἀκύλα μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄, 1-8)
Ἐν ταῖς ἡμέραις ἐκείναις, χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον· καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ρώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ' αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστόν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.




Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. ιστ’, 1-4, 16)
Ἀδελφοί, συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ. Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 13-19)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.




















Λιτή. Ἦχος α’.
Τὴν εὐκλεῆ τῶν Ἀποστόλων ξυνωρίδα, Ἀκύλαν καὶ Πρίσκιλλαν, ᾀσματικοῖς ἐπαίνοις αἰνέσωμεν· καταλλήλως γὰρ ταῖς θείαις ἐντολαῖς, τὸν βίον περαιροῦντες, τὸν πολύτιμον τῆς χάριτος μαργαρίτην, διὰ Παύλου ὠνήσαντο, ὡς ἀντιμισθίαν ἐπάξιον τῆς αὐτῶν πολιτείας· ὅθεν τῇ αἴγλῃ τοῦ Πνεύματος, τῇ οἰκουμένῃ ἐκλάμψαντες, τῆς θεογνωσίας τὸ φῶς τὸ θαυμαστόν, τοῖς ἐν πλάνῃ ἐπύρσευσαν. Καὶ αἵματι οἰκείοις βαφέντες, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀπέλαβον βοῶντες· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Ὦ τῆς μεγίστης σου χάριτος, ἧς ἀληθῶς κατηξίωσαι, Ἀκύλα θεόφρον Ἀπόστολε. Ξενιστὴς γὰρ καὶ συνέστιος, τοῦ σκεύους γεγονὼς τῆς ἐκλογῆς, ἀγαπητὸς αὐτῷ καὶ οἰκεῖος, καὶ συνοδίτης καὶ συνεργός, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ἀποστολικῶς ἐχρημάτισας. Καὶ παρ’ αὐτοῦ τὰ θεῖα μυσταγωγηθείς, τῆς εὐσεβείας τὸ μυστήριον, τοῖς ἔθνεσιν ἐκήρυξας· δι’ ὅ σε γεραίρομεν, σὺν Πρισκίλλῃ τῇ θεόφρονι.

Ἦχος γ΄.
Ἀποστολικὴν πορείαν ἀνύσαντες, μαρτυρικοῖς ἀγῶσιν ἐσφραγίσατε, τοῦ Εὐαγγελίου τὸ κήρυγμα. Τὸν γὰρ λόγον τῆς πίστεως, κεχερσωμέναις ψυχαῖς ἐσπείρατε, τῆς ἀπάτης τὴν ἄκανθαν, προθέλυμνον ἐκτίλαντες. Καὶ τῇ ἐκφανθείσῃ εὐδοκίᾳ θείᾳ, τὸν βίον ἰθύναντες, τῶν δεξαμένων ὑμᾶς μακάριοι, τὸ αἷμα προθύμως ἐχέατε, ὑπὲρ Χριστοῦ νομίμως ἀγωνισάμενοι. Ἀλλ’ ὦ Ἀκύλα καὶ Πρίσκιλλα, Ἀποστόλων καὶ Ἀθλητῶν συνόμιλοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ὡς μαθηταὶ καὶ σύσκηνοι, τοῦ θεηγόρου Παύλου, διακονοῦντες αὐτῷ ὤφθητε, Ἀκύλα τρισμάκαρ, καὶ Πρισκίλλα θεόφρον· ὅθεν, τοῖς ἴχνεσιν αὐτοῦ ἑπόμενοι, τοῖς δεσμοῖς αὐτοῦ ἐκοινωνήσατε, καὶ τῶν ἐν αὐτῷ χαρισμάτων, τὰς ἀποῤῥοίασς ἐδέξασθε. Καὶ νῦν τῆς ἄνω δόξης, σὺν αὐτῷ τρυφῶντες, πρεσβεύσατε δεόμεθα, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὁ ἐξ ὑψίστου κληθείς.
Οἱ ἐν Κορίνθῳ τὸν Παῦλον τὸν θεόπτην, ᾀσμένως ξενίσαντες γνώμῃ θεόφρονι, καὶ παρ’ αὐτοῦ τὰ οὐράνια, ἐκδιδαχθέντες, τῆς εὐσεβείας θεῖα μυστήρια, Ἀκύλας καὶ Πρίσκιλλα οἱ οὐρανόφρονες, ἀνευφημείσθωσαν σήμερον, ὡς ὑπηρέται, καὶ ὑποφῆται καὶ θεῖοι κήρυκες, τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, καὶ δογμάτων τῶν θείων ἐκφάντορες, καὶ Ἁγίων Μαρτύρων κοινωνοὶ καὶ ἰσοστάσιοι.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὡς συζυγίαν ὁμόφρων καὶ ἀρίστη, τῷ βίῳ ὁμότροποι ἐχρηματίσατε, καὶ πληρωταὶ τῶν προστάξεων, τῶν ἐν τῷ νόμῳ, τὴν τούτων ἔκβασιν ἐκδεχόμενοι, καὶ ταύτην εὑράμενοι πίστει καὶ χάριτι, Χριστοῦ Ἀπόστολοι ὤφθητε, μαθητευθέντες, τῷ θείῳ Παύλῳ καὶ ὑπουργήσαντες· ὅθεν σὺν τούτῳ περιήλθετε, πᾶσαν κτίσιν Ἀκύλα καὶ Πρίσκιλλα, τὴν σωτήριον χάριν, τοῖς ἀνθρώποις καταγγέλλοντες.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Οἱ τοῦ Σωτῆρος διάκονοι καὶ μύσται, καὶ δόξα καὶ καύχημα τῶν ἑβδομήκοντα, ὡς ἀληθῶς μαθητῶν Αὐτοῦ, καὶ Ἐκκλησίας, αἱ δᾳδουχίαι οἱ οὐρανόφωτοι, Ἀκύλας καὶ Πρίσκιλλα οἱ θεοκήρυκες, τῆς εὐσεβείας τελέσαντες, σαφῶς τὸν δρόμον, δόξῃ Μαρτύρων ἐκαλλωπίσθησαν, τοὺς ἑαυτῶν αὐχένας ξίφεσιν, ἐκτμηθέντες ὡς θεῖοι Ἀπόστολοι, καὶ Χριστὸν δυσωποῦσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἱερουργὸς καὶ Ἀπόστολος, τοῦ Εὐαγγελίου γενόμενος, τῶν τοῦ Χριστοῦ παθημάτων Μάρτυς, ἐχρημάτισας θεόφρον. Ποικίλαις γὰρ θλίψεσι, τῆς ἀληβθείας τὴν ἔκφανσιν, καὶ θαυμάτων ἐνεργείᾳ καὶ ἀγῶσι καρτεροῖς, ὑπὲρ ἥλιον ἔδειξας λάμπουσαν. Καὶ νῦν τὰ γέρα δεχόμενος, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, σὺν αὐτῇ Ἀκύλα πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσαντες καὶ φωτισθέντες τὸν νοῦν, τῇ πίστει ἑνούμενοι καὶ συζυγία σεμνή, Ἀκύλας καὶ Πρισκίλλα, ἤσαν μὲν προεστῶτες ἐκκλησίας κατ’ οἶκον, Παύλου δὲ τοῦ φωστῆρος συνεργοὶ καὶ προστᾶται. Διὸ αὐτοὺς τιμήσωμεν καὶ μιμησώμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Παῦλον τὸν σοφόν, εὐσεβῶς δεδεγμένοι, ἐδέχθητε τὸ φῶς, τῆς Ἁγίας Τριάδος, Ἀκύλα καὶ Πρίσκιλλα, συζυγία θεόληπτε, καὶ Ἀπόστολοι, καὶ μαθηταὶ θεηγόροι, καθωράθητε, τοῦ σαρκωθέντος Δεσπότου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη τὸν Θεόν, ἐξ ἁγνῶν Σου αἱμάτων, κυήσασα ἡμῖν, σαρκωθέντα ἀτρέπτως, σαρκός μου τὰ νοσήματα, καὶ ψυχῆς τὰ συντρίμματα, Κόρη ἴασαι, καὶ τοῦ νοός μου τὸ σκότος, διασκέδασον, φωτιστικῇ Σου πρεσβείᾳ, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Παρακλήτου δύναμιν, ἐνδεδυμένοι, τοῦ Χριστοῦ τὴν σάρκωσιν, λόγοις καὶ θαύμασι σεπτοῖς, Ἀκύλα μάκαρ καὶ Πρίσκιλλα, τοῖς ἐν τῷ σκότει, τῆς πλάνης κηρύττετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ λαμπὰς ἡ ἄσβεστος, ἀΰλου φέγγους, Θεοτόκε πάναγνε, τὴν σκοτισθεῖσάν μου ψυχήν, τοῖς χαμαιζήλοις νοήμασι, τῇ Σῇ ἐλλάμψει, καταύγασον δέομαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαθηταὶ καὶ οἰκεῖοι καὶ ξεναγοί, τοῦ θεόφρονος Παύλου καὶ συνεργοί, Ἀκύλα καὶ Πρίσκιλλα, γεγονότες τῇ χάριτι, σὺν τούτῳ πλείστους πόνους στεῤῥῶς ὑπεμείνατε, ὁμοῦ ὁδοιποροῦντες, τῷ θείῳ κηρύγματι· ὅθεν τῆς ἀπάτης, καθελόντες τὸ θράσος, νομίμως ἠθλήσατε, καὶ λαμπρῶς ἐδοξάσθητε, θεοφόροι Ἀπόστολοι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς τὴν σεπτὴν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς ἐξ αἱμάτων Σου τῶν ἁγνῶν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προστάτην Σε ἔδειξε, τῶν ἀνθρώπων πανάχραντε, καὶ βοηθὸν καὶ ῥύστιν καὶ μέγα προσφύγιον, καὶ τῶν ἁμαρτανόντων θερμὸν ἱλαστήριον· ὅθεν τῶν πολλῶν μου, ὀφλημάτων τὴν λύσιν, καὶ βίου διόρθωσιν, καὶ φωτὸς θείου ἔλλαμψιν, τῆ ψυχῇ μου πρυτάνευσον, Παρθένε Θεοτόκε ἁγνή, ἡ καθέδρα τοῦ Χριστοῦ ἡ πάγχρυσος, ἡ ἀεὶ βοηθοῦσα, τοῖς πίστει ῥωνοῦσί Σε.





Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα’, 12-20)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀποστολικῶς διαπρέψαντες, ἀθλητικῶς πρὸς Χριστὸν ἐξεδημήσατε, Ἀκύλα καὶ Πρίσκιλλα, Ἀπόστολοι μακάριοι· ὅθεν διπλοῦν στέφος δεξάμενοι, ἐκ χειρὸς ζωαρχικῆς, ἀδιαλείπτως δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεότοκου, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Ἀκύλαν καὶ Πρίσκιλλαν, ἐγκωμιάζω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκτῖσι Τριάδος τῆς παντουργοῦ, ἐκλελαμπρυσμένοι, ὡς Ἀπόστολοι ἱεροί, Ἀκύλα καὶ Πρίσκιλλα τὸν νοῦν μου, πρὸς εὐφημίαν ὑμῶν καταυγάσατε.
Καλῶς ἐν Κορίνθῳ τὸν εὐκλεῆ, ξενίσαντες Παῦλον, ἐμυήθητε παρ’ αὐτοῦ, τῆς οἰκονομίας τοῦ Σωτῆρος, τὸ ὑπὲρ λόγον μυστήριον ἔνδοξοι.
Ὑπέσχετε Παύλου τῇ διδαχῇ, ὑμῶν τὴν καρδίαν, καὶ Ἀπόστολοι εὐκλεεῖς, ὤφθητε Χριστοῦ τοῦ Βασιλέως, τοῦ Παρακλήτου τὴν χάριν δεξάμενοι.
Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, Ἀκύλα θεόφρον, καὶ ἡ Πρίσκιλλα ἡ σεμνή, ὤφθητε κηρύγματι τῷ θείῳ, τῆς ἀσεβείας τὸν ζόφον διώκοντες.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες τὸν Χριστόν, ἀφθόρως δὲ τοῦτον, Θεοτόκε κυοφορεῖς, καὶ τρέφεις τὸν τρέφοντα τὰ πάντα, καὶ γαλουχεῖς τὸν ζωὴν πᾶσι νέμοντα.

ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Νάμασι τοῦ Πνεύματος, περικλυζόμενοι Ἅγιοι, ὕδωρ τὸ ζῶν, βλύζετε τῷ κόσμῳ, ὡς Ἀπόστολοι ἔνδοξοι.
Κλήματα κατάκαρπα, Ἀκύλα μάκαρ καὶ Πρίσκιλλα, τῇ μυστικῇ, Παύλου γεωργίᾳ, τοῦ Χριστοῦ ἀνεδείχθητε.
Αἴγλῃ θείας χάριτος, φωταγωγοῦντες Ἀπόστολοι, τοὺς ἐν νυκτί, εἰδωλομανίας, τῷ Χριστῷ προσηγάγετε.
Ἴχνεσιν ἑπόμενοι, Παύλου τοῦ θείου μακάριοι, συγκοινωνοί, τούτου ἐν τοῖς πόνοις, καὶ συνέκδημοι ὤφθητε.
Θεοτοκίον.
Πύλη ἐπουράνιε, πύλας ζωῆς μοι διάνοιξον, καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου, ἁμαρτίας με λύτρωσαι.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου τοῖς ῥήμασι καταυγασθεὶς τὴν ψυχήν, ὡς ἥλιος ἔλαμψας θεογνωσίας φωτί, Ἀκύλα μακάριε, στέφος δὲ μαρτυρίου, ἀνεπλέξω νομίμως· ὅθεν ἀναπηγάζεις, ποταμοὺς ἰαμάτων, τοῖς πίστει ἑορτάζουσι, μάκαρ τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, Παρθένε πανάχραντε, ὄλεσον κατὰ κράτος, τῶν βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν Σου, φιλοπόλεμα ἔθνη, τῷ νεύματί Σου πάντας ἡμᾶς διαφύλαξον.

ᾨδὴ δ’. Ἐξ ὄρους κατασκίου.
Ῥήματα ζωῆς, τοῖς πάλαι νεκρωθεῖσι, τῇ πλάνῃ τοῦ ἐχθροῦ, Ἀκύλα ἐξαγγέλων, πρὸς τὴν ζωὴν τῶν ἁπάντων, Χριστὸν ἰθύνεις, τοὺς δεξαμένους σου τὸ κήρυγμα.
Ἴαμα σαφῶς, ὁ σὸς ἐδείχθη λόγος, ὡς δρόσος μυστική, προφητικῶς θεόφρον, τοῖς ἀνιάτως νοσοῦσι τῇ ἀπιστίᾳ, οὓς καὶ ὑγίωσας Ἀπόστολε.
Σύσκηνος τελῶν, τῷ Παύλῳ τῷ θεόπτῃ, Ἀκύλα ἱερέ, σὺν τῇ σεμνῇ Πρισκίλλῃ, τούτου διάκονοι ἅμα καὶ συνοδῖται, καὶ συνεργοὶ θεῖοι ἐδείχθητε.
Κήρυκες Χριστοῦ, καὶ θεῖοι ὑποφῆται, Ἀπόστολοι σοφοί, καὶ Μάρτυρες γενναῖοι, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα θεοφόρε, ὡς ἀληθῶς ἐχρηματίσατε.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τὴν νόσον τῆς ψυχῆς μου, ὡς Μήτηρ τοῦ Χριστοῦ, καὶ πλήρης συμπαθείας, καὶ τὴν καρδίαν μου πλῆσον φωτὸς ἀΰλου, ἵνα ὑμνῶ Σε πολυΰμνητε.

ᾨδὴ ε’. Ὁ ἐκ νυκτὸς ἁγνοίας.
Λελαμπρυσμένος μάκαρ, τοῦ Παρακλήτου ἀΰλοις ἐλλάμψεσιν, ηὔγασας τοῖς ἐν σκότει, τῆς θεογνωσίας τὰς χάριτας.
Λύτρωσιν αἰωνίαν, τῇ τοῦ Σωτῆρος κηρύττων χρησιμότητι, χάριτί τε καὶ πίστει, ὤφθης τοῖς ἐν πλάνῃ Ἀπόστολε.
Ἀπόστολοι Κυρίου, τῶν Ἑβδομήκοντα μυστῶν οἱ συνάριθμοι, Ἀκύλα σὺν Πρισκίλλῃ, ῥύσασθε ἡμᾶς πάσης θλίψεως.
Θεοτοκίον.
Νόμῳ τῆς ἁμαρτίας, δεδουλωμένος καὶ στένων ὁ ἄθλιος, Σὲ νῦν ἐπιβοῶμαι Κόρη, σωτηρίας δεόμενος.

ᾨδὴ στ’. Τὴν δέησιν.
Εἰς ἅπασαν, ἀληθῶς ὁ φθόγγος σου, ἐξελήλυθε τὴν γῆν θεηγόρε, τὰ τοῦ Σωτῆρος ἑκούσια πάθη, καὶ τὴν ἁγίαν κηρύττων Ἀνάστασιν, δι’ ἧς ἐκ τάφου τῶν παθῶν, νεκρωθείσας ψυχὰς ἐξανέστησας.
Γεγόνατε, κοινωνοὶ καὶ σύσκηνοι, καὶ συνόμιλοι τοῦ Παύλου τοῦ θείου, διακονήσαντες τούτῳ προθύμως, καὶ παρ’ αὐτοῦ παιδευθέντες τὰ κρείττονα, ἠκολουθήσατε αὐτῷ, τὴν σωτήριον χάριν κηρύττοντες.
Καθείλετε, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἀοράτῳ δυναμούμενοι σθένει, τοῦ ὁραθέντος ἡμῖν εὐσπλαγχνίᾳ, ἐν ἀσθενείᾳ σαρκὸς ὡς ηὐδόκησεν, Ἀκύλα καὶ Πρίσκιλλα σοφοί, καὶ τῆς νίκης τὸν στέφανον ἤρασθε.
Ὡς μύσται, ὡς ὑπηρέται Κυρίου, ὡς διάκονοι Αὐτοῦ θεοφόροι, τῆς εὐσεβείας τὸν κάλλιστον δρόμον, μαρτυρικῶς καὶ νομίμως ἠνύσατε, ἀθλήσαντες ὑπὲρ Χριστοῦ, ὦ Ἀκύλα τρισμάκαρ καὶ Πρίσκιλλα.
Θεοτοκίον.
Μητράνανδρε, Θεοτόκε Παρθένε, ἡ τὸν Λόγον ἀποῤῥήτως τεκοῦσα, τῆς τῶν παθῶν ἀλογίστου δουλείας, τὴν μολυνθεῖσαν ψυχήν μου ἀπάλλαξον, καὶ ἐντολῶν τῇ ἐλαφρᾷ, ἐργασίᾳ αὐτὴν καταδούλωσον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Συνεργοὶ γενόμενοι, τοῦ θείου Παύλου, τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ Ἀθληταὶ πανευκλεεῖς, ὡς ἀληθῶς ἀνεδείχθητε, μάκαρ Ἀκύλα, καὶ Πρίσκιλλα πάνσεμνε.
Ὁ Οἶκος.
Ὑμᾶς ὁ Παῦλος ὁ σοφός, τῆς ἐκλογῆς τὸ σκεῦος, ἐπαίνοις ἐκθειάζων, συνεργοὺς παρίστησιν, ἐν Χριστῷ Ἰησοῦ, ἐν τῷ Εὐαγγελίῳ, οἵτινες ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, τὸν τράχηλον ὑμῶν ὑπεθήκατε. Τοῦτον γὰρ ἐν Κορίνθῳ ξενοδοχήσαντες ἀσμένως, παρ’ αὐτοῦ ἐμυήθητε τῆς εὐσεβείας τὸ μέγα μυστήριον, καὶ τοῦ Χριστοῦ Ἀπόστλοι καὶ μαθηταὶ ὤφθητε, ἑαυτοὺς ἀπαρνησάμενοι. Καὶ τῷ θείῳ κηρύγματι διακονοῦντες, σὺν αὐτῷ πλείστους πόνους καὶ καμάτους ὑπέστητε, καὶ ὑπὲρ τῆς δόξης τοῦ Σωτῆρος τὸ οἰκεῖον αἷμα ἐξεχέατε, συζυγία σεπτὴ καὶ ἀρίστη, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα πάνσεμνε.











Συναξάριον.
Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων,
Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτινιανοῦ
Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα,
Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα.

Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ
Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Πατὴρ καὶ Υἱός, σταυρωθέντες τελειοῦνται.
Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος,
Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος.

Tίς οὐκ ἐπαινέσειε, Συμεὼν πάτερ,
Σὲ τὸν βλύσαντα, μύρον ἐκ τοῦ σοῦ τάφου;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαϋουμ


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σεραφείμας ἐκ Ῥωσίας

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ’. Ὁ ἐν ἀρχῇ τὴν γῆν.
Ἰαμάτων χάριν ἀναβλύζων, καὶ τῶν βροτῶν τὰς νόσους θεραπεύων, πρὸς τὴν Χριστοῦ ἐπίγνωσιν ἐφείλκυσας, τοὺς ἐν πλάνῃ κρατηθέντας σοφέ.
Ἀγαπητοὶ τῷ Παύλῳ γεγονότες, καὶ σὺν αὐτῷ τὴν κτίσιν διελθόντες, τῆς εὐσεβείας τὸν λόγον κατεσπείρατε, ὦ Ἀκύλα σὺν Πρισκίλλῃ ὁμοῦ.
Ζῶντι Θεῷ λατρεύοντες ἀμέμπτως, νεκροποιῶν εἰδώλων τὴν ἀπάτην, λόγοις καὶ ἔργοις πίστεως καθείλετε, ὡς Ἀπόστολοι Χριστοῦ ἱεροί.
Θεοτοκίον.
Ὡς τὸν Θεὸν τεκοῦσα καὶ Σωτῆρα, πρὸς σωτηρίας ἴθυνόν με τρίβον, εὐλογημένη Κόρη παναμώμητε, πεπτωκότων κραταιὰ προσφυγή.

ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες.
Γνώμῃ τελείᾳ Ἀκύλα σὺν Πρισκίλλῃ, πρὸς εὐσεβείας καμάτους, ἐναπεδύσασθε χαίροντες, τὸν Σταυρὸν τοῦ Κυρίου, προθύμως βαστάζοντες.
Ἐνδεδυμένοι τὴν χάριν τοῦ Παρακλήτου, συνοδοιπόροι τοῦ Παύλου, καὶ συνεργάται ἐδείχθητε, ἐν τῷ Εὐαγγελίῳ, Ἀκύλα καὶ Πρίσκιλλα.
Ῥείθροις αἱμάτων τὴν χλαῖναν τῆς ἀφθαρσίας, πεφοινιγμένοι ὡραίως, Κυρίῳ παρίστασθε, ὡς Ἀπόστολοι Τούτου, καὶ θεῖοι διάκονοι.
Θεοτοκίον.
Ἀγεωργήτως τεκοῦσα τὸν Ζωοδότην, τὴν νεκρωθεῖσαν ψυχήν μου, τοῖς πάθεσι ζώωσον, καὶ ζωῆς με ἀλήκτου, Παρθένε ἀξίωσον.

ᾨδὴ θ’. Ὄρους παρῆλθες.
Σκεύη δειχθέντες τοῦ Πνεύματος, τὰ τῆς πονηρίας καθείλετε πνεύματτα, καὶ τούτων τῆς κακίας πολλοὺς ἐρύσασθε, Ἀπόστολοι Κυρίου, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.
Ἵνα τὴν δόξαν τοῦ Κτίσαντος, τοῖς πεπλανημένοις γνωρίσητε Ἅγιοι, πόνους τε καὶ κινδύνους πλείστους ἠνέγκατε, μετὰ τοῦ θείου Παύλου, Ἀκύλα ἔνδοξε καὶ Πρίσκιλλα.
Μαρτύρων δήμοις χορεύοντες, καὶ τῶν Ἀποστόλων ἰσότιμοι πέλοντες, Ἀκύλα τε καὶ Πρίσκιλλα παμμακάριστοι, σὺν τούτοις ἐξαιτεῖσθε, ὑπὲρ ἡμῶν τὸν πανοικτίρμονα.
Ὅλως τῷ πλάνῳ καθυποτέταγμαι, καὶ τολμήσας ὕμνησα ὑμᾶς Ἅγιοι· ἀλλά μου τὸ τόλμημα ἀποδέξασθε, Ἀκύλα σὺν Πρισκίλλῃ, καὶ τῶν κακῶν με ἐκλυτρώσασθε.
Θεοτοκίον.
Ὕψιστον τέξασα Κύριον, καὶ μετὰ τὸν τόκον ἁγνὴ διαμείνασα, παθῶν ἀπὸ κοπρίας τὸν νοῦν μου ὕψωσον, καὶ σῶσόν με Παρθένε, τὸν τῇ Σῇ σκέπῃ καταφεύγοντα.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀπόστολοι θεόληπτοι, καὶ Μάρτυρες ἀήττητοι, Χριστοῦ τοῦ πάντων Δεσπότου, Ἀκύλα σὺν τῇ Πρισκίλλῃ, ζεῦγος θεοειδέστατον, καὶ ἐκλεκτὸν καὶ ἅγιον, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῇ Παναγίᾳ Τριάδι, δοθῆναι πταισμάτων λύσιν.
Θεοτοκίον.
Θεὸν τὸν ὑπερούσιον, δι’ εὐσπλαγχνίαν ἄφατον, οὐσιωθέντα ἀτρέπτως, τὸ καθ’ ἡμᾶς ὑπὲρ λόγον, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, ἐκύησας πανάχραντε, καὶ τοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν παλαιὰν καταδίκην, τῇ Σῇ ἀφράστῳ κυήσει.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν ἱερὰν ξυνωρίδα καὶ ὁμογνώμονα, τοὺς Ἀθλητὰς Κυρίου, καὶ σοφοὺς Ἀποστόλους, Ἀκύλαν ἀνυμνήσωμεν τὸν κλεινόν, καὶ τὴν πάνσεμνον Πρίσκιλλαν, ὡς καθαιρέτας τῆς πλάνης καὶ ἀκλινεῖς, πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.

Τὸν θεοῤῥήμονα Παῦλον ξεναγωγήσαντες, καὶ παρ’ αὐτοῦ τὰ θεῖα, ἱερῶς μυηθέντες, Ἀπόστολοι καὶ μύσται καὶ λειτουργοί, τοῦ Χριστοῦ ἀνεδείχθητε, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα ἡ σεμνή, συζυγία ὑπερθαύμαστε.

Συγκακουχούμενοι Παύλῳ ἐν τῷ κηρύγματι, συνοδοιπόροι τούτου, καὶ διάκονοι θεῖοι, Ἀκύλα τε καὶ Πρίσκιλλα οἱ σεπτοί, ἀληθῶς καθωράθητε· ὅθεν σὺν τούτῳ στεφάνων καὶ ἀμοιβῶν, κατ’ ἀξίαν ἠξιώθητε.

Μαρτυρικῶς τὸν ἀγῶνα διατελέσαντες, ὡς καθαραὶ θυσίαι, τῇ Ἁγίᾳ Τριάδι, προσήχθητε τμηθέντες τὰς κεφαλάς, θεοφόροι Ἀπόστολοι· ἀλλ’ ἐκτενῶς δυσωπεῖτε ὑπὲρ ἡμῶν, τῶν τιμώντων ὑμᾶς Ἅγιοι.

Δόξα. Ἦχος πλ. α΄.
Ὦ συζυγία ἐκλεκτή, οἱ τῷ σκεύει τῆς ἐκλογῆς οἰκεῖοι, τίς ὑμᾶς ἀξίως ὑμνήσει; ὑμεῖς γὰρ τῷ θείῳ Παύλῳ μαθητεύσαντες, καὶ συνδεθέντες αὐτῷ δεσμοῖς ἀῤῥήκτοις τῆς πίστεως, συνεργοὶ αὐτοῦ ἐδείχθητε, ἐν τῷ Εὐαγγελίῳ τῆς εἰρήνης, τὰς ψυχὰς ἡμῶν προθέμενοι, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ. Οὗ τὰ στίγματα βαστάσαντες ἐν τῷ σώματι, τῶν αἰωνίων ἀγαθῶν ἠξιώθητε, κατ’ ἀξίαν δοξασθέντες· ἀλλ’ ὦ Ἀκύλα καὶ Πρίσκιλλα, Ἀπόστολοι ἀξιαγάπητοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ἡ ξυνωρίς, Ἀκύλα θεόφρον, καὶ ἡ Πρίσκιλλα ἡ σεμνή, οἱ τὸν Θεὸν Λόγον, κηρύξαντες τοῖς πᾶσι, καὶ μαρτυρίου στέφος, ἀναδησάμενοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου