Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 27. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΛΛΑΔΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΖ’!!
ΕΛΛΑΔΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Θεόφρον Ἑλλάδιε βαφαῖς, τοῦ οἰκείου αἵματος, ἱερωσύνης ἐλάμπρυνας, στολὴν τὴν ἔνθεον, μεθ' ἧς εἰς τὰ ἄνω, εἰσῆλθες βασίλεια, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασαι, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Ἑλλάδιε Χριστός, ἐποφθεὶς σοι ἅπαντας, τοὺς ἐκ μωλώπων ἰάσατο, χώρας, χάριτι· δι' αὐτὸν γὰρ πᾶσαν, ὑπομείνας κάκωσιν, προείλου προφανῶς αἰκιζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Ἑλλάδιε πυρός, φύσιν ἐχαλίνωσας, καὶ ἀδιάφλεκτος ἔμεινας· ἡ δρόσος γὰρ Θεοῦ, σὲ περικυκλοῦσα, ἀβλαβῆ ἐφύλαττεν, ἐχθροὺς περιφανῶς καταισχύνουσα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Ἱερομάρτυρα θεῖον σοφὸν Ἐλλάδιον, τὴν λογικὴν ἀγέλην, τοῦ Χριστοῦ θεοσόφως, ποιμάναντα χορεῖαι δεῦτε πιστῶν, εὐφημήσωμεν ᾄσμασι, καὶ τὴν αὐτοῦ ἑορτάσωμεν εὐλαβῶς, μνήμην πάντες τὴν ὑπέρτιμον.

Τὸν θεαυγῆ Ἱεράρχην καὶ ἀρχιποίμενα, τῶν τοῦ Χριστοῦ προβάτων, ὑπὲρ ὧν καὶ ἀσμένως, ὑπέμεινε βασάνους καὶ αἰκισμούς, θεοφόρον Ἑλλάδιον, ὡς καλλιμάρτυρα πάντες πανευσθενῆ, καὶ θειότατον τιμήσωμεν.

Ἱεροάθλων Πατέρων τὸν παμφαέστατον, ἀστέρα ἐν σταδίῳ, ἀνατείλαντα πόνοις, εὐψύχου μαρτυρίου νῦν οἱ χοροί, φιλεόρτων Ἑλλάδιον, ἀνευφημήσωμεν ᾄσμασι μελιχροῖς, καὶ εὐτάκτοις μελῳδήμασι.



Δόξα. Ἦχος πλ. β΄.
Τὸν ποιμένα τὸν καλόν, τῆς λογικῆς τοῦ Κυρίου ἀγέλης, τὸν ἄχρι θανάτου ἑαυτὸν ἀναλώσαντα, ὑπὲρ τῆς αὐτῆς σωτηρίας, Ἑλλάδιον τὸν Ἱερομάρτυρα εὐφημήσωμεν κράζοντες· φερωνύμως, σκέπε τὴν τιμῶσάν σε Ὀρθόδοξον Ἑλλάδα, καὶ λιταῖς σου κατάπεμψον ἐφ’ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τοῦ παντελεήμονος Λόγου τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ’, 10-19)
Ἄκουε, ὑιέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοῖ βίου· ὁδοὺς γὰρ σοφίας διδάκσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύη, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἴδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α’, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τὴν πυξίδα τῆς ψυχῆς σου ἐπιμελῶς στρέψας Ἑλλάδιε, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἰσαγγέλως ἐπὶ γῆς ἐπολιτεύσω καὶ σοφῶς ἐποίμανας τὴν λαχοῦσάν σοι ποίμνην. Αἵμασιν οὖν μαρτυρίου, σφραγίσας τὴν σὴν θεοφιλῆ ποιμαντορίαν, ἀθλητικῶς μετέστης πρὸς νομὰς αἰωνίους, ἔνθα Χριστῷ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος β΄.
Ἱερουργήσας τὸ Εὐαγγέλιον τῆς ἀγάπης λόγοις καὶ πράξεσι, τῆς ἄνωθεν σοφίας μυσταγωγὸς ἀπεφάνθης Ἑλλάδιε. Σὺ γὰρ εὐτόλμως ὁμολογήσας τὸ ὑπὲρ πᾶν ὄνομα τοῦ Κυρίου, αἰκισμοὺς πολυωδύνως καθυπέμεινας ἄχρι τέλους. Λαβὼν ὅθεν τὸ δηνάριον τῆς ἀγήρω εὐφροσύνης, οὐρανόθεν ἐποπτεύεις τοὺς σὲ μακαρίζοντας, καὶ Κυρίῳ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τὴν ἱεροπρεπῆ σου πολιτείαν ἐκόσμησας Ἑλλάδιε, μαργαρίταις τῶν ἀθλητικῶν σου παλαισμάτων· ἐκδώσας γὰρ σεαυτὸν πόνοις ἀνυποίστοις, ὡς σφάγιον ἐτύθης ὑπὲρ τῆς τοῦ Κυρίου ἀγάπης. Κληρονόμος οὖν τῶν ἡτοιμασμένων ἀγαθῶν γενόμενος, ἀδιαλείπτως Χριστῷ πρεσβεύεις ὑπὲρ σωτηρίας τοῦ κόσμου, καὶ τῶν ἐν Ἑλλάδι ἐξαιρέτων οἰκούντων, τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Ὡς ἀπλανὴς οἰακοστρόφος τῆς νηὸς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, σταθηρῶς ἐκυβέρνησας αὐτήν, πρὸς εὔδιον σωτηρίας λιμένα, Ἑλλάδιε παναοίδιμε. Καρτερίᾳ γὰρ αἰκισμῶν καὶ βασάνων, ἐν τοῖς ποιμαντικοῖς σου πόνοις, τοὺς ἀπίστους ἐθριάμβευσας, καὶ πιστῶν τὰ συστήματα κατηύφρανας. Κομισάμενος ὅθεν τὸ τῆς νίκης διάδημα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, πᾶσιν εὐχαῖς σου παρέχεις Αὐτοῦ, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν...Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, τοῦ Ἁγίου.Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν παμφαές, καὶ φωτοφόρον ἄστρον μάκαρ Ἑλλάδιε, ἀκτῖσι σοῦ μαρτυρίου, ὁ καταυγάσας φαιδρῶς, πᾶσαν οἰκουμένην σὲ γεραίρουσαν, σεπτὲ ἱερόαθλε, φερωνύμως ἀείποτε, ὁ περισκέπων, τῆς Ἑλλάδος τὰ πέρατα, ἧς τὰ σύνορα, ὡς φρουρὸς ἀξιόμαχος, καὶ φύλαξ ἀπροσμάχητος φυλάττεις μακάριε, καὶ ἀσινῆ ἐκ μανίας ἥνπερ τηρεῖς καὶ κακότητος, αὐτῆς ἐπιβούλων, καὶ ἐχθρῶν τῶν μισοχρίστων, σεβασμιώτατε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Χαίροις, ὁ θείᾳ νεύσει χρισθείς, ἀρχιερεὺς τῆς Ἐκκλησίας Ἑλλάδιε, ὁ ἔμπλως τῆς σοφίας, τοῦ παναγάθου Θεοῦ, Οὗ τὴν θείαν κλῆσιν ὡμολόγησας, τρανῶς καὶ ὑπέμεινας, αἰκισμούς τε καὶ θάνατον, ἵνα πρὸς λήξεις ἀϊδίου τερπνότητος, καὶ λαμπρότητος, ὑπὲρ λόγον καὶ ἔννοιαν· φθάσῃς θεοφορούμενε, ποιμὴν τῆς ἀγέλης σου, καὶ σταθηρὲ κατευθῦντορ, αὐτῆς πρὸς δόξαν ἀτέλεστον, καὶ θείους λειμῶνας, χαρμονῆς καὶ αἰωνίου, ἀγαλλιάσεως.

Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Μνήμην, τὴν ἱεράν σου λαμπρῶς, ἐπιτελοῦντες Ἀθλοφόρε Ἑλλάδιε, οἱ δῆμοι τῶν Ὀρθοδόξων, καὶ ἐξαιρέτως χοροί, εὐλαβῶς οἰκούντων πανσεβάσμιε, Ἑλλάδος εἰς πέρατα, ἐκ ψυχῆς ἀνακράζομεν, μυχίων μάκαρ, Ἱεράρχα θεσπέσιε, καὶ ἀήττητε, Ἀθλητὰ τοῦ παντάνακτος· ῥῦσαι δεινῆς στενώσεως, ἐχθρῶν ἐπιθέσεως, τῶν ὁρατῶν καὶ ἁπάντων, τῶν ἀοράτων στεῤῥόψυχε, ἀνάγκης καὶ βλάβης, φθόνου μίσους καὶ μανίας, τοὺς ἀνυμνοῦντάς σε.

Δόξα. Ἦχος πλ. δ΄.
Ποιμαντικοῖς ἀγῶσιν τὸν ἐκλάμψαντα καὶ μαρτυρικοῖς φοινιχθέντα αἵμασιν, ᾀσματικοῖς ἐπαίνοις εὐφημήσωμεν, Ἑλλάδιον τὸν εὔψυχον. Οὗτος γὰρ ὡς φοῖνιξ ὑψίκομος ποιμαντικῶν ἀρετῶν καὶ ἀγάπης μαρτυρικὴν καρποφορίαν ἐξήνεγκε τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ. Καὶ νῦν τῶν ἀκηράτων ἀπολαύων ἀγαθῶν ἐν πόλῳ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν τιμώντων μνήμην αὐτοῦ τὴν πανσεβάσμιον.

Καὶ νῦν...Τῆς Ἑορτῆς
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Ἑλλάδιε· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἑλλάδιε σοφέ, θεῖε ἱεροφάντορ, ἱδρώτων σου ῥοάς, ὁ συμμίξας ἐκθύμως, αἱμάτων σου χεύμασι, μὴ ἐλλίπῃς ἀείποτε, δοῦναι ἅπασι, τοῖς σὲ λαμπρῶς εὐφημοῦσιν, ἐν τοῖς πέρασι, τῆς Ὀρθοδόξου Ἑλλάδος, ἰσχὺν καὶ ὑγείαν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀλκίφρον Ἑλλάδιε ἱεροάθλων κρηπίς, Μαρτύρων ἀμάρυγμα καὶ φέγγος Ἱεραρχῶν, φωσφόρων ἱκέτευε, τὸν ἐνισχύσαντά σε, ἐν ταῖς μάχαις τοῦ βίου, πέμψαι τῇ σὲ τιμῶσι, φερωνύμως Ἑλλάδι, ἰσχὺν αὐτῆς τροπῶσαι ἐχθρῶν, μάκαρ τὸ φρύαγμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Συνόρων φύλακα, Ἑλλάδος μέλψωμεν, περιπολεύοντα, καὶ ἐκδιώκοντα, τοὺς ἐπιβούλους τῆς αὐτῆς, θεόθεν ἐλευθερίας· θεῖον ἱερόαθλον, μελιῤῥύτοις μελίσμασι, τὸν λαβόντα ἄφθονον, χάριν τῷ Παντοκράτορι· πρεσβεύειν ὑπὲρ πάντων βοώντων· Χαῖρε Ἑλλάδιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν καταλαμπόμενον μαρμαρυγαῖς τῆς Ἁγίας Τριάδος, καὶ φωτοβόλοις αὐτοῦ διδάγμασι, φωτίζοντα τὰ πέρατα, Ἑλλάδιον τὸν σεπτὸν Ἱερομάρτυρα, ὑμνήσωμεν ἐν κατανύξει βοῶντες· ὡς φωτὸς τοῦ τρισηλίου ἀπαύγασμα, φώτισον τὰς καρδίας τῶν ὕμνοις τιμώντων σε, καὶ ζόφωσιν ἡμῶν παθῶν καὶ θλίψεων, ἀπέλασον πρεσβείαις σου, τῶν πόθῳ μεγαλυνόντων τὰ σὰ κατορθώματα.



Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α'. Ἦχος δ'. Ἅρματα Φαραώ.
Δεῦτε θεοπρεπῶς, φιλομάρτυρες λαοί, χορεύοντες ᾄσωμεν, ᾀσματικαῖς ὑμνῳδίαις, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, ἀνευφημοῦντες Ἑλλάδιον.
Ἄνθεσι χαρμονικῶς, καταστέψωμεν πιστοί, τὸν θεῖον Ἑλλάδιον, ὡς νικητὴν ἀσεβείας, καὶ μάρτυρα στερρὸν τῆς τριφαοῦς, ὁμοουσίου Θεότητος.
Ἥλιος διαυγής, ἐξ ἀδύτων ἱερῶν, τῷ κόσμῳ ἀνέτειλας, ἀπομειώσας τὴν πλάνην, ἐν ἀθλητικαῖς μαρμαρυγαῖς, Ἱερομάρτυς Ἑλλάδιε.
Θεοτοκίον
Ἄσπορον τοκετόν, μόνη φέρεις γυναικῶν, καὶ Μήτηρ ὑπάρχουσα, καὶ παρθενεύουσα Κόρη, ἄκουσμα φρικτὸν ὤφθης Ἁγνή, ὅτι Θεὸν ἀπεκύησας.

ᾨδὴ γ'. Ὁ στερεῶν βροντήν
Ὡς θαυμαστὸν λαοῖς τὸν Μάρτυρά σου, ἀνέδειξας Σωτὴρ ἡμῶν, ὑπενεγκόντα πᾶσαν προσβολήν, διὰ δὲ πικρῶν βασάνων, τῷ πόθῳ γλυκαινόμενον, τῆς σῆς ἀγαπήσεως.
Ἐν ὀφθαλμοῖς τὸ πῦρ ὑποίσας Μάκαρ, τὴν ὄψιν ἀπολέλοιπας, καὶ κατιδὼν δόξαν οὐρανῶν, τῷ Θεῷ καθωμολόγεις, ὅτι τῷ πάθει φάος σοι, λαμπρὸν ἐξανέτειλε.
Θεοτοκίον
Τὸ θαυμαστὸν ἀεὶ ἐν σοὶ θρυλεῖται, τεράστιον Πανάχραντε, ὅτι Παρθένος οὖσα παιδοτοκεῖς, καὶ γνησία Μήτηρ πέλεις, τοῦ Ποιητοῦ τῆς κτίσεως, ἀμφοῖν ἀληθεύουσα.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Καθάρας σευτόν, ἀπὸ ῥύπου κακίας, ἐχρίσθης καὶ Θεῷ, ἱεράτευσας Πάτερ, ἀθλήσας δὲ δι' αἵματος, πλειοτέρως ἐξέλαμψας, καὶ κατηύγασας, τὰς τῶν πιστῶν διανοίας, τῶν θαυμάτων σου, ταῖς παραδόξοις ἀκτῖσιν, Ἑλλάδιε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.










ᾨδὴ δ'. Εἰσακήκοα ὁ Θεός
Ἐν αὐχήμασι ποικιλθείς, δικαιοσύνης τῇ κορυφῇ σου, ἀντιτέθεικας διάδημα, λιθοχρυσοκόλλητον, Ἱερομάρτυς ἔνδοξε, κλέος πιστῶν.
ᾘδομένης σου τῆς ψυχῆς, ἐν ταῖς βασάνοις τὸ πρὸσωπόν σου, ὡσεὶ ῥόδον τεθεώρητο, ὡραϊζομένου σου, ἐν τοῖς Χριστοῦ παθήμασι, Μάκαρ σοφέ.
Τριαδικόν
Ἐν μιᾷ οὐσίᾳ ὑμνῶ, τρεῖς ὑποστάσεις της θεαρχίας, τοῦ Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὅτι μία ἔλλαμψις, τῆς τρισηλίου φύσεως, εἷς ὁ Θεός.
Θεοτοκίον
Ἡ Παρθένος πῶς γαλουχεῖς; πῶς τοῖς μητρῴοις λοχεύεις νόμοις; Ὅτι ὅνπερ ἀπεκύησας, σαρκωθεὶς Θεὸς ἐστι, καινοτομῶν τὴν φύσιν, ὡς οἶδεν αὐτός.

ᾨδὴ ε'. Ἀνάτειλόν μοι Κύριε
Ἐξέλαμψας ὡς ἥλιος, οἰκῶν τὸ δεσμωτήριον, ὅτι ἐκεῖ τὸ φῶς τὸ ἄδυτον, Χριστὸς σοι ἐπεφάνη, λόγους παρακλήσεως, ὡς τῷ Παύλῳ φωνῶν σοι, καρτερόφρον Ἀθλητά.
Δεσμὰ σοι διερράγησαν, ὥσπερ ἱστὸς ἀράχνιος, ὅτι ἐν σοὶ ἰσχὺς ἡ ἄμαχος, συντρίβουσα δαιμόνων, ἅπασαν ἐπίνοιαν καὶ σὲ μεγαλύνουσα, στρατιῶτα τοῦ Χριστοῦ.
Τριαδικόν
Καὶ τρία σέβω πρόσωπα, καὶ μίαν τὴν Θεότητα, ὅτι ἐν τρισὶ διῄρηται προσώποις οὐ τῇ φύσει· εἷς γὰρ ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ ὁ Υἱός τε, καὶ τὸ Πνεῦμα τὸ εὐθές.
Θεοτοκίον
Καὶ ἄρρητον λεγόμενον, καὶ ἄγνωστον νοούμενον, τὸ ἐπὶ σοὶ ὀφθὲν μυστήριον, ὅτι σπορὰν οὐκ ἔγνως, καὶ υἱὸν ἀπέτεκες, οὗτός ἐστι Πάναγνε, τῆς εἰρήνης Βασιλεύς.














ᾨδὴ ς'. Τῶν πταισμάτων τῇ ζάλῃ
Τῶν πταισμάτων τὴν λύραν πάντες ᾄσωμεν, ἀγαλλομένῃ καρδίᾳ, ὅτι Χριστὸς ἀνέδειξεν, Ἑλλάδιον τὸν κλεινὸν ἀθλοφόρον, νικητὴν τοῦ ἀντικειμένου.
Τοῖς εἰδώλοις τὸ θύειν ἀπαρνούμενος, θυσία ζῶσα Τρισμάκαρ Θεῷ γέγονας, εὐωδιάζων ἅπασι, τὰ ἄχραντα μύρα τῶν παθημάτων, τοῦ Χριστοῦ ἐν τῷ σώματι σου.
Τετραδέσμοις ἀνάγκαις διερχόμενος, ὡς ἐν ἀδύτοις ὑπῆρχες εὐφραινόμενος· ἑώρας γὰρ τὴν μέλλουσαν ἀνάπαυσιν, πρὸ προσώπου σου Μάρτυς, ὑπὲρ ἧς εἵλου πάντα παθεῖν.
Θεοτοκίον
Ὑπερφυής σου ὁ τόκος, ὅτι ἀσπόρως, μητροπρεπῶς πάλιν τίκτεις, νόμῳ φύσεως, παναληθῆ ἀμφότερα, φιμούσθωσαν αἱ γλωσσώδεις αἱρέσεις, ἐπὶ σοὶ ἁγνὴ Θεομῆτορ.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ἱερομάρτυς εὐσταλές, σεβασμιώτατε, ὁ αἰκισμοὺς καθυπομείνας γενναιότατα, ὑπὲρ ποίμνης συ ἐλλόγου καλὸν Ποιμένα, Ἰησοῦν σῇ ποιμασίᾳ ἐκμιμούμενος, καὶ ἐνδόξῳ μαρτυρίῳ σου, πανεύφημε· ὅθεν κράζομεν· Χαίροις μάκαρ Ἑλλάδιε.
Ὁ Οἶκος.
Ἄνωθεν ἐπευλόγει σὲ τιμῶσαν Ἑλλάδα, Ἑλλάδιε Μαρτύρων ἀκρότης· καὶ διάκοσμε Ἱεραρχῶν, σὴν ἐκδεχομένην ἀκλινῶν εὔνοιαν, καὶ φρούρει τοὺς ἐν ᾄσμασι, τερπνοῖς σοι ἐκβοῶντας ταῦτα·
Χαῖρε, τὸ κλέος τῶν Ἀθλοφόρων·
χαῖρε, τὸ εὖχος ἱεροάθλων.
Χαῖρε, σῆς ἀγέλης ἰθύντωρ πρὸς θέωσιν·
χαῖρε, τῆς σῆς ποίμνης πυξὶς πρὸς τελείωσιν.
Χαῖρε, ὅτι καθυπέμεινας ἀνυποίστους αἰκισμούς·
χαῖρε, ὅτι πάντας ᾔσχυνας σῇ ἐνστάσει τοὺς ἐχθρούς.
Χαῖρε, ὅτι φυλάττεις φερωνύμως Ἑλλάδα·
χαῖρε, ὅτι ἀνάπτεις τῆς ἀθλήσεως δᾶδα.
Χαῖρε, Μαρτύρων θεῖον ἀγλάϊσμα·
χαῖρε, εἰδώλων πλάνης τὸ σύντριμμα.
Χαῖρε, λαμπτὴρ τῶν Ἱερομαρτύρων·
χαῖρε, πρηστὴρ τῶν ἐχθρῶν τῶν ἀνόμων.
Χαίροις, μάκαρ Ἑλλάδιε.






Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου
Ἔλαιον Ἑλλάδιος ἱερωσύνης,
αἵματι συνέμιξε τοῦ μαρτυρίου.
Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.
Οὗτος, ἐκκαθάρας ἑαυτὸν ἀπὸ πάσης κηλῖδος, καὶ δοχεῖον γεγονὼς τοῦ Ἁγίου Πνεύματος, χρίεται ψήφῳ Θεοῦ ἀρχιερεύς. Καὶ τοὺς οἴακας πιστευθεὶς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὡς μὲν ποιμήν, τῆς αὐτοῦ ποίμνην τοὺς λυκώδεις τῶν ἀνθρώπων ἀπεῖργεν, ὡς δὲ κυβερνήτης ἐπιστήμων, ταύτην ἐκυβέρνα, ἄβατον καὶ ἀνεπηρέαστον τῶν κακῶν ἁπάντων διατηρῶν.
Ἐπεὶ οὖν οἱ τύραννοι δέσμιον αὐτὸν παρεστήσαντο, τότε μᾶλλον ἔλαμψε, καὶ κατηύγασε τῶν πιστῶν τὰς διανοίας. Τομῶς γαρ χωρήσας πρὸς τὰ σκάμματα, καὶ παῥῥησιασάμενος τὴν εὐσέβειαν, πλείσταις βασάνοις καθυποβάλλεται. Καὶ τὸ σῶμα σφοδρῶς καταξανθείς, τὴν ἐκ τῶν μωλώπων ἅπασαν κάκωσιν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν, ἐποφθεὶς αὐτῷ ἐξιάσατο, καὶ εἰς τὸ ἑξῆς, προθυμότερον ἐποίησε. Μετὰ ταῦτα, ὀργῆς πλησθέντες οἱ τύραννοι, τῷ πυρὶ τὸν Ἅγιον ἐπιῤῥίπτουσι, ὁ δὲ ἄφλεκτος διαμείνας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο. Ἔπειτα σφοδρότατα αἰκισθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥώσσου
Πλήρης χαρίτων ὁ αἰχμάλωτος ὤφθη,
αἰχμαλωτίσας τοῦ σκότους τὸν προστάτην.
Οὗτος, ἦν τῷ δεκάτῳ ὀγδόῳ αἰώνι, γεννηθεὶς ἔν τινι χωρίῳ τῆς Μικρᾶς καλουμένης Ῥωσίας, ἐκ γονέων εὐσεβῶν, παρ’ ὧν θεοφιλῶς ἀνήχθη εὐσεβείᾳ καὶ ἤθεσι σεμνοῖς. Ἀνδρωθεὶς ἐστρατεύθη, κρατοῦντος ἐν Ῥωσίᾳ Πέτρου τοῦ μεγάλου, ὃς πόλεμον τοῖς Τούρκοις συνάψας, ἡττήθη καὶ πλεῖστοι τῶν στρατιωτῶν αἰχμάλωτοι γεγόνασι τοῖς γειτνιάζουσι Τατάροις, μεθ’ ὧν καὶ ὁ Ἰωάννης. Ἀπεμποληθεὶς Ὀθωμανῷ τινὶ ἱππάρχῳ, ἤχθη παρ’ αὐτοῦ ἔν τινι κωμοπόλει, ἧς ἡ κλῆσις Προκόπιον, ἡμέρας ὁδὸν τῆς ἐν Καππαδοκίᾳ Καισαρείας ἀπεχούσῃ.
Εἶχε τὸν Ἰωάννην ἡ αἰχμαλωσία, ὃς προθύμως ὑπηρετῶν τῷ Ἀγαρηνῷ Κυρίῳ, ἐλάτρευεν ἐν ὁσιότητι καὶ εὐσεβείᾳ Χριστῷ, ὡς θησαυρὸν ἀσύλητον φυλάττων ἐν τῇ καρδίᾳ τὴν πρὸς αὐτὸν πίστιν. Βιασθεὶς πρὸς ἐξώμοσιν, ἀνέστη, ὁμολογήσας τὴν καλὴν τῆς ἀληθείας ὁμολογίας. Κέκριται δὲ κατοικεῖν ἐν τῷ ἱπποστασίῳ, καὶ ἦν ἄγων καὶ ἐπιτηρῶν τοὺς ἵππους τοῦ ἑαυτοῦ, διεληληθὼς τὴν ζωὴν ἐν πάσῃ εὐσεβείᾳ, καὶ ἀσκήσει ἀρετῶν, καὶ ἀγρυπνίαις καὶ προσευχαῖς, ὡς καὶ αὐτοῖς τοῖς ασεβέσιν αἰδέσιμος φανῆναι, καὶ πλήρης θείου Πνεύματος γενέσθαι, ἐπιδείξει ἔργων θαυμαστῶν, ὡς ἡ κατ’ αυτὸν δέλτος ἐν πλάτει διέξεισιν.
Ἀνακομισθέντος σώου καὶ ἀδιαφθόρου ἐκ τοῦ τάφου τοῦ λείψανου αὐτοῦ, βεβαιώσει ἐμφανείας οὐρανόθεν φωτοειδοῦς στύλου, δαψιλὴς δίδοται αὐτῷ ἡ τῶν θαυμάτων ἐνέργεια. Καὶ ἐπελθούσης τῆς ἐν Μικρᾷ Ἀσίᾳ καταστροφῆς, κρίμασιν οἷς εἶδεν ο Κύριος, μετηνέχθη ἐκεῖθεν ἐν Ἑλλάδι, ἔν ἔτει 1924ῳ, τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου καὶ κατετέθη ἐν Νέῳ Προκοπίῳ της νήσου Εὐβοίας, πάμπολλα ἐνεργοῦν θαύματα, καὶ πλείστας παρέχον ἰάσεις, ἔνθα ἀπειράριθμα, εὐσεβῶν συῤῥέουσι πλήθη, ζητοῦντες τὴν ὀξυτάτην τοῦ Ἁγίου βοήθειαν, καὶ λαμβάνοντες παρ’ αὐτοῦ σωστικὴν ἀρωγὴν καὶ ἀντίληψιν







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος, ἐπισκόπου Σαρδέων
Mάστιξι θνήσκων Δεσπότου τοῦ σοῦ χάριν,
εὔνους θεράπων χρηματίζεις Θεράπων.
Οὗτος, γενόμενος ἱερεὺς κατὰ τὴν πόλιν τῶν Σαρδέων, διὰ τὴν ἀρίστην καὶ ἐνάρετον αὐτοῦ πολιτείαν, καὶ πιασθεὶς ἀπὸ τὸν ἄρχοντα Οὐαλλεριανόν, ἐπειδὴ ἐδίδασκε τὴν πίστιν τοῦ Χριστοῦ, ἐδέθη μὲ τὰ δεσμά, καὶ ὑπέμεινε τιμωρίας. Μετὰ ταῦτα ἐφέρθη δεμένος εἰς τὴν πόλιν, Σιναὸν ὀνομαζομένην, καὶ εἰς τὴν Ἄγκυραν τῆς Γαλατίας. Φθάσας δὲ εἰς τὸν ποταμόν, Ἀστελῆν καλούμενον, ἡπλώθη ἀνάσκελα κατὰ γῆς, καὶ κατεξεσχίσθη μὲ ῥαβδία, ἡ δὲ γῆ ποτισθεῖσα μὲ τὸ τίμιον αὐτοῦ αἷμα, ἐβλάστησεν ἕν δένδρον πολλὰ μεγάλον βαλάνου, ἢτοι δρυός. Τουτο δὲ τὸ δένδρον μένει ἐκεῖ ἕως τὴν σήμερον ἀείφυλλον, καὶ θεραπεύει ὅλας τὰς νόσους, καὶ τὰς ἀσθενείας. Ἔπειτα εκεῖθεν ἐφέρθη ὁ Ἅγιος εἰς τὴν τοποθεσίαν τῶν Θρακησίων πλησίον εἰς τὸν ποταμὸν Ἔρμον, εἰς τὸν ὁποῖον εὑρίσκεται καὶ ἡ ἐπισκοπὴ Σατάλα, ἣτις εἶναι ὑποκειμένη εἰς τὸν Μητροπολίτην Σαρδέων. Ἐκεῖ λοιπὸν δοκιμάσας ὁ ἀοίδιμος πολλὰς καὶ δεινὰς τιμωρίας, τελευταῖον ἀπεκεφαλίσθη καὶ οὕτως ἔλαβε παρὰ Κυρίου τὸν του μαρτυρίου ἀμάραντον στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσεβιώτης, πυρὶ τελειοῦται
Eυσεβιώτῃ προσδοκῶντι τὰ στέφη,
τὸ πυρπολοῦν πῦρ ὡς Ἀερμὼν ἦν δρόσος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Ἀλύπιος, λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται
Tὸν εἰς κεφαλὴν γωνίας τιμῶν λίθον,
λίθῳ κεφαλὴν Ἀλύπιε συντρίβη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλίου τοῦ Στρατηλάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μελαγγέλλης τῆς ἐξ Ἰρλανδίας καὶ ἐν Οὐαλίᾳ ἀσκησάσης.
Μελαγγέλλη μέλλοντος ζωῆς αἰῶνος,
σὺν ἀγγελικαῖς χορείαις ἠξιώθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βεδέα τοῦ Ὁμολογητοῦ τοῦ Ἄγγλου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βασίλειου τοῦ Γεωργιανοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ Παρεκχέλι τοῦ Γεωργιανοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεράποντος ἡγουμένου τῆς Λευκῆς Λίμνης τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Φιλίππου Α' Μητροπολίτου Μόσχας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Λαζάρου τοῦ Πσκώφ, τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ματθαίου τοῦ Ζαράνσκϊυ τῆς Ρωσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ Μονζέσκιϋ τῆς Ῥωσσίας



Ταῖς αὐτῶν ἁγίαις πρεσβείας Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'. Πῦρ φλέγον ἐν καμίνῳ
Οὐρανὸς σὲ ᾐδέσθη πρὸς γῆν συρόμενον, θέατρον Μακάριε, ἐν τῷ κόσμῳ γέγονας, ὑπὲρ Χριστοῦ ἐναθλήσας, καὶ τοῦτον ὑμνῶν, τὸν τῶν Πατέρων Θεόν.
Ἐν πτέρναις σου ὑποίσας πικρὰν διάτρησιν, ἔτρωσας τὸν δόλιον, καὶ πτερνίσας ἔρριψας, ὑπὸ τοὺς πόδας σου Μάκαρ, δοξάζων Χριστόν, τὸν τῶν Πατέρων Θεόν.
Τριαδικόν
Τρισήλιε θεότης ὁμοβασίλειε, ἄναρχε ἀΐδιε, Πάτερ Υἱὲ καὶ Πνεῦμα, εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὢ φρικτοῦ μυστηρίου! ὢ ξένου θαύματος! πῶς καὶ Μήτηρ πέφηνας, καὶ Παρθένος ἔμεινας; Εὐλογημένη σὺ μόνη, τεκοῦσα ἡμῖν, τὸν τῶν Πατέρων Θεόν.













ᾨδὴ η'. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ
Γῆ τὸ αἷμά σου μυρωδεῖ, ἄνωθεν ὑμνεῖ σε οὐρανός, λογογραφοῦμεν δὲ ἡμεῖς τὰ ὡραῖα ἆθλά σου Μάκαρ, καὶ λαμπρῶς ἐκβοῶμεν· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Πῦρ καὶ ξίφος μὴ πτοηθείς, γέγονας ὁπλίτης τοῦ Χριστοῦ, ἐν παντευχίᾳ μυστικῇ, τὸν Βελίαρ σκυλεύσας Μάκαρ, καὶ πιστῶς ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν
Θεὸν δοξάζω ἐπὶ Πατρός, σύμφωνα ὑμνῶ ἐπὶ Υἱοῦ, καὶ ἐπὶ Πνεύματος ταῦτον, φύσιν κράτος, πλὴν τῶν προσώπων· εἷς Θεὸς γὰρ τὰ τρία, ὃν ὑμνοῦντες αἰνοῦμεν ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νοῦς τὸ θαῦμα οὐκ ἐγχωρεῖ, γλῶσσα δὲ εἰπεῖν ἐξαπορεῖ, ὅτι κύει ἄνευ σπορᾶς ἡ Παρθένος, καὶ μετὰ τόκον ἀληθῶς Θεομήτωρ· ἣν αἰνοῦντες, ὑμνοῦμεν τὸν Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τὸν ἄσπορον τόκον σου
Ἡμέραν ἀθλήσεως, λαμπρῶς ἑορτάζοντες, τοῦ θείου Ἑλλαδίου, ἐν ὕμνοις τὸν Σωτῆρα μεγαλύνομεν.
Σκεῦος ἱερόχρυσον, ἱερὰς ἀθλήσεως, Χριστοῦ τῇ Ἐκκλησίᾳ, τὸν Μάρτυρα ὑμνοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Χαίροις μυριόχαρε, καὶ κοσμοχαρμόσυνε, Μαρία Θεοτόκε, ὕμνοις σε ἀσιγήτοις μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Στεῤῥὸν Ἰερομάρτυρα, ἐπιφανῆ Ἑλλάδιον, τὸν κοσμηθέντα σαπφείροις, Ὑψίστου ὁμολογίας, ὡς φύλακα ἀνύστακτον, Ἑλλάδος εὐφημήσωμεν, καὶ τὰς αὐτοῦ ζητήσωμεν, πρεσβείας πρὸς τὸν Δεσπότην, καὶ πολυέλεον Κτίστην.
Καὶ τὸ τῆς Ἑορτῆς.










Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἱεράρχα Ὅσιε, φωτὶ Χριστοῦ ἐλλαμπόμενος, ἐπώφθης χάριτος· αὔγασμα τῆς θείας, φωταυγὲς Ἑλλάδιε, φωτίζον Ὀρθοδόξων συστήματα, τελοῦντα μνήμην σου, νῦν ἐκθύμως τὴν πανίερον, μελιῤῥύτοις ᾠδαῖς τε καὶ ᾄσμασι.

Βασάνων πληθὺν καὶ αἰκισμῶν, χαίρων καθυπέμεινας, ὡς ἄλλου πάσχοντος ἔνδοξε, Μάρτυς Ἑλλάδιε· ὅθεν στεφηφόρος, ἔδραμες πρὸς δώματα, ἀφθίτου ἐν Ἐδὲμ ὡραιότητος, ἵνα σὺν τάγμασιν, ἀσωμάτων μέλπεις Κύριον, εὐσεβέσι τὰ γέρα τὸν νέμοντα.

Ἑλλάδιε μάκαρ τοῦ Χριστοῦ, μύστα ἱερώτατε, ὁ ἐν σταδίῳ τὸν κότινον νίκης τὸν ἄφθιτον, ἐκ χειρῶν Κυρίου, τοῦ Θεοῦ δεξάμενος, Αὐτὸν ἐκδυσωπῶν πανσεβάσμιε, ὑπὲρ προσφύγων σου, μὴ ἐλλίπῃς τῶν βοώντων σοι· χαῖρε σέλας τῆς πίστεως πάμφωτον.

Ἑλλάδος τὰ σύνορα ἀεί, φρούρει τῇ σῇ χάριτι, ἱεροφάντορ Ἑλλάδιε, Μαρτύρων ἔκτυπον, καὶ τῶν ἐπιβούλων, στίφη διασκόρπιζε, αὐτῆς ἐχθρῶν ῥομφαίᾳ ἀόκνων σου, εὐχῶν πανύμνητε, πρὸς τὸν εὔσπλαγχνον παντάνακτα, καὶ ἐλέους πηγὴν τὴν ἀστείρευτον.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε, πάντες ἐγκωμίων καταστέψωμεν ἄνθεσι, τὸν ἀήττητον Ἱερομάρτυρα Ἑλλάδιον, τὸν κλεΐσαντα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ποιμαντικοῖς πόνοις καὶ μαρτυρίῳ, καὶ ἐν κατανύξει αὐτῷ βοήσωμεν· ἐλαίῳ ἡμῶν πλῆσον τὰς καρδίας, ἄμφω ὑγείας καὶ σθένους, καὶ πρεσβείαις σου κατάπεμψον ἡμῖν, δαψιλῶς ὑψόθεν τοῦ εὐϊλάτου Κυρίου τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Ἔλεος Ἑλλάδιε θεϊκόν, ταῖς εὐπροσδέκτοις, μεσιτείαις πρὸς τὸν Θεόν, βλῦσον Ἱεράρχα, τοῖς πίστει εὐφημοῦσι, τῶν σῶν ἀγωνισμάτων, τὴν θείαν ἄθλησιν



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου