ΜΑΙΟΥ 1.
ΙΣΙΔΩΡΑ ΟΣΙΑ ΣΑΛΛΗ
ΑΚΟΛΟΥΘΙΑ.
Ἀθανασίου
ἱερομονάχου Σιμωνοπετρίτου, Ὑμνογράφου, ἐν ἔτει 1987
ΕΣΠΕΡΙΝΟΣ
Ψάλλομεν πρῶτον γ΄
προσόμοια τοῦ προφήτου Ἱερεμίου καὶ εἶτα τὰ ἀκόλουθα γ΄ τῆς Ὁσίας. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν μάρτυσιν.
Ἐν
Χριστῷ φύσις βρότειος, τῶν πεζῶν ὑπεραίρεται, νοῦν δὲ ἄλλον πέφυκεν
ἐπενδύεσθαι, καὶ προτιμᾶν τὰ συμφέροντα, ψυχὴ οὐ τῷ σώματι, ταπεινούσθαι ἕως οὗ
λάβῃ αἴσθησιν ἔνδοθεν, ὅτι γέγονεν, οἰκητήριον ὄντως Παρακλήτου, δι’ Οὐ ἔρχεται
εἰρήνη, ἡ πάντα νοῦν ὑπερέχουσα.
Ἐξ
ἀγγέλου τὸν ἔπαινον, ἔσχες Μῆτερ θεόσοφε, ὅμοιον τὸ ὅμοιον γὰρ ἐπίσταται, τῇ
πεπλασμένῃ σαλότητι, εἰς μέτρα ἐπέφθασας βιοτῆς ἀγγελικῆς, μόνον θέλουσα
πάντοτε, τοῦ Κυρίου σου, ἐκτελεῖν τὰ προστάγματα προθύμως, καὶ ὡς δούλη Τούτου
πράττειν, ὢ Ἰσιδώρα τὸ θέλημα.
Πιτυροὺν
ὁ θαυμάσιος, σὲ Ὁσία ἐθαύμασε, θησαυρὸν πολύτιμον βλέπων σχήματι, ἐν ταπεινῷ
ὑποκρύπτουσαν, μιμήσει τοῦ πλάσαντος, ὃς ἐν σώματι φθαρτῷ, τὸν ἐχθρὸν
ἐτροπώσατο καὶ ἐθέωσε, τὴν ἀδύναμον φύσιν τῶν ἀνθρώπων, τῇ φρικτὴ οἰκονομία,
συγκαταμίξας τὸν χοῦν πυρί.
Δόξα.
Ἦχος β΄.
Τῷ
ῥάκεσι σπαργανωθέντι δι’ ἡμᾶς εὐσπλαγχνία, ταπεινουμένη καὶ ῥακενδυτούσα Ὁσία
Μῆτερ, ἐμεγαλύνθης παρ’ Αὐτοῦ, τοῦ ἀναπαυομένου ἐν ταῖς καρδίαις τῶν ταπεινῶν,
καὶ ἐκδιδάσκεις ἡμᾶς πῶς δέον φεύγειν τοὺς ἐμπαιγμοὺς τῶν δαιμόνων· ὅθεν σου
τὴν μνήμην τὴν ἁγίαν τελοῦντες σήμερον, αἰτοῦμεν σε Ἰσιδώρα
πανσέβαστε, πρέσβευε ὑπὲρ ἡμῶν τῷ Κυρίῳ ἀείποτε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κα’´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε
οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις
ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ. Ἦχος ἅ΄.
Τὴν
ἀγγελόβιον νύμφην τοῦ Χριστοῦ ὕμνοις τιμήσωμεν, Ἰσιδώραν τὴν ὑπερτιμον, ὅτι τὸ
τῆς θεώσεως ἔνδυμα, τὴν ταπείνωσιν ἐγκομβωσαμένη, τὰς ἐνέδρας τῶν ἀποστατῶν
δαιμόνων πάνυ σοφῶς διέφυγε, καὶ νῦν ὡς στρουθίον αὐλιζομένη ἐν τοῖς χοροῖς τῶν
ἀπ’ αἰῶνος Ἁγίων, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Ὡς
ἀληθῶς ἐκραταιώθη ἡ τοῦ Σταυροῦ σου, Κύριε, δύναμις, ὅτι ἐν τῇ μωρία τούτου
γένος ἅπαν καὶ ἡλικία πᾶσα ἀνθρώπειος, τῶν ἐπιγείων μεθίσταται, καὶ ταῖς
πτέρυξι τῆς σῆς ἀγάπης διαπετώσα, πρὸς Σὲ τὸν ἕως θανάτου δι’ ἀγάπην ἡμετέραν
καταδεξάμενον ἄκρως ταπεινωθῆναι ἐλλιμενίζεται, ὡς καὶ ἡ μακαριωτάτη Ἰσιδώρα, ἡ
τῆς σῆς ταπεινοφροσύνης μαθήτρια καὶ ὑπόδειγμα, ἧς ταῖς πρεσβείαις, ἐλέησον
ἡμᾶς.
Ἦχος
δ΄.
Γέγονας
Μῆτερ ἐγκαύχημα μοναζόντων ἐν Χριστῷ, ὅτι ἀκριβέστατα ἀπεμάξω τὰς πανοσίους
ἀρετάς, ταπείνωσιν, ὑπακοήν, ἐγκράτειαν, ὑπομονὴν ἐν ταῖς θλίψεσιν καὶ ὑπὲρ
πάσας τὴν θεοχάρακτον ἀγάπην. Ὅθεν σε ὁ Θεὸς ἐδόξασεν ἐπαξίως, ἡμεῖς δὲ
ἀνυμνοῦντες σε ἱκετεύομεν, Ἰσιδώρα παμμακάριστε.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀγάλλεται
προφρόνως τῶν μοναζόντων τὸ σύστημα, προπέμψαν σε Ἰσιδώραν εἰς τὰ οὐράνια
σκηνώματα, ὑπογραμμὸν τῆς ἀσκητικῆς βιοτῆς. Ποίαν γὰρ ἀρετὴν οὐκ εἰργάσω, πανοσία
Μῆτερ, ὥσπερ μίαν μόνην, τῇ φαινομένη μωρία λιπαίνουσα φιλοπόνως τὸ τῆς ψυχῆς
σου γεώργιον; Ὅθεν καὶ ὁ μέγιστος Πατὴρ ἡμῶν Παχώμιος, ὡς προσφορὰν θεοφίλητον
τῇ μυστικὴ σε τραπέζῃ ἀνέθηκεν. Ἡμεῖς δὲ τὴν πανίερον μνήμην σου δοξάζοντες,
τὸν δοξάσαντα σε Κύριον ὑπερδοξάζομεν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Στιχηρὰ
προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
ἀποῤῥίψασα τὴν κοσμικὴν δυσπραγίαν, τῷ γλυκεῖ συντέθεισαι, Ἰησοῦ τρισόλβιε
γνωστικώτατα, καὶ πλάστην ἤσκησας, Μῆτερ ἀγνωσίαν, περικάθαρμα λελόγισαι, καὶ
σπόγγος εὔοσμος, τῆς ὑπομονῆς ἀναδέδειξαι, διό σε ἀπεκάλυψε, θεία ὀπτασία ὁ
Κύριος, οὕτω γὰρ δοξάζει, μισοῦντας ἐκ καρδίας τὸ βαρύ, κενοδοξίας δοξάριον,
Ἰσιδώρα πάνσοφε.
Σχῆμα
ψευδεπίπλαστον, ἀναλαβοῦσα Ὁσία, κραταιῶς ἐνίκησας, διὰ ταπεινώσεως τὸν
ὑπεροφρύν, καὶ δεινὸν δράκοντα, ὑπερηφάνειας, δαιμονώσης ἔργα πράττουσα,
ἔπλεξας στέφανον τῆς ἀθανασίας ἀμάραντον, νηστεία δὲ ἀπέπνιξας, τὸν εἰσηγητὴν
ἀκρασίας τε, ὅθεν οὖσα πρώτη, ἐσχάτη ἀπεδείκνυσο σοφή, ἵνα πρωτεῖον τὸ ἄνωθεν,
λήψη τὸ χριστέραστον.
Δῶρον
Θεοῦ πέφηνας, οὐχὶ τῆς Ἴσιδος Μῆτερ, ποία γὰρ συμφώνησις τοῦ τῆς ταπεινώσεως
Διδασκάλου τε, καὶ δαιμόνων οἵτινες, ὑπερηφανείαν, ὥσπερ λέπραν λαθρεισήγαγον,
τῇ ἀνθρωπότητι καὶ ἄνευ Χριστοῦ δυσθεράπευτον, σὺ ὅμως πίναξ γέγονας, πᾶσι
ἑκουσίας σαλότητος. Ὤ! Τίς μὴ ὑμνήσει, τοὺς ἄθλους Ἰσιδώρα τοὺς τερπνούς, οὓς
τῷ Κυρίῳ προσήνεγκας, εὔγνωμον ἀντίδωρον.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὴν
ἐκνικήσασαν πένταθλον οὐχ ὀλύμπιον, ἀλλὰ τῆς ταπεινώσεως Χριστοῦ, καὶ
μοναζόντων γενομένην ἔμπρακτον διδάσκαλον, πρὸς ἀρετῆς τελείας ἀπόκτησιν, Ἰσιδώραν
εὐφημήσωμεν. Αὕτη γὰρ ὁλοτελὼς τῷ Κυρίῳ ἀναθεῖσα ἑαυτήν, ἐσχάτη γέγονεν
ἑκουσίως καὶ εἴληφε παρ’ Αὐτοῦ τὸν ἔπαινον. Πάντων διάκονος, πάντων περιψημα,
πάντων χλεύη, καταγελῶσα ἐν τούτοις τὸν ἐν Παραδείσῳ τὴν προμήτορα ἀπατήσαντα.
Ὅθεν χαίροντες προσείπωμεν αὐτή· Μὴ διαλίπῃς Μῆτερ ὀσιωτάτη, πρεσβεύειν ὑπὲρ
ἡμῶν πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
ὡραιότητα Χριστοῦ ποθήσασα, Μῆτερ τρισόλβιε, ὁδὸν τὴν σύντομον, τὴν ὁδηγούσαν
πρὸς Αὐτόν, προείλου τὴν ταπείνωσιν, ὅθεν σε ἀνέδειξε, μοναζόντων διδάσκαλον,
ἄκρον τε ὑπόδειγμα, τῆς Αὐτοῦ ἐκμιμήσεως, διὸ χαρμονικῶς σοι βοῶμεν, χαῖρε, ὢ
Ἰσιδώρα παμμακάριστε.
Καὶ
τὸ τῆς ἑορτῆς, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν β’ στιχολογίαν, Κάθισμα τῆς Ὁσίας. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν
λόγον κρατήσασα τοῦ Ἰησοῦ ἐν ψυχή, ὃς θέλει καλεῖσθαί μου θεοπρεπῶς μαθητής,
γενέσθω ὁ ἔσχατος, ἵνα κληρονομήσῃ, Βασιλείας πρωτεῖον, ὥσπερ κάγω ὁ πάντων,
φυσικῶς ἐμπρωτεύων, ἐφάνης τελεώτατα Μῆτερ ποιήτρια.
Δόξα
καὶ νῦν, τὸ τῆς ἑορτῆς.
Ὁ Κανῶν τῆς Ὁσίας οὐ ἡ ἀκροστιχίς: Ἰσιδώρα σόφισον ὑμνῳδὸν σου ἐκ
πόθου. Ἀ(θανάσιος).
Ἦχος
α΄. ᾨδὴ α΄. Ἀναστάσεως ἡμέρα.
Ἰσιδώραν Ὁσίαν ἀνυμνῆσαι
νυνί, Κύριε βουλομένῳ, τὸν φωτισμὸν σου δαψιλῶς, οὐρανόθεν μοι διδούς, καὶ γὰρ
τὰ πολλά, ἀθλήματα ταύτης καὶ παλαίσματα, ἐξιστῶσι διάνοιαν.
Σωφρονοῦσα μακαρία
ψευδεπίπλαστον σύ, βίον διῆλθες ὅτι, ἐν πεποιθήσει κραταιᾷ, Βασιλείαν οὐρανῶν
ἐπόθεις θερμῶς, δι’ ἢν πάντα σκύβαλα ἐνόμιζες, τῆς ἀπάτης τά ἔνεδρα.
Ἱερὰ σου ἡ θυσία ὢ ἀνδρεία
ψυχή, ἤν περ Χριστῷ ἐτύθεις, καὶ γὰρ καθ’ ὤραν τὴν πληθύν, τῶν σκληρῶν
ὀνειδισμῶν, ὡς πόμα ἡδύ, ὑπέμεινες ἔχουσα εὐφραῖνόν σε, τοῦ Νυμφίου τὸ ὄνειδος.
Θεοτοκίον.
Δῶρον πέφυκε καὶ τοῦτο σῆς
λοχείας Ἁγνή, Κόρη Θεοκυῆτορ, ὑπὲρ Υἱοῦ σου προτιμᾶν, κακουχείσθαι ἕκοντι, τοὺς
φίλους Αὐτοῦ, Θεὸς γὰρ καὶ ζῶν καὶ μόνος ἔγνωσται, Ὢ ἐλπίζοντες καυχώμεθα.
Καταβασία. Ἀναστάσεως ἡμέρα.
ᾨδὴ
γ΄. Δεῦτε πόμα πίωμεν.
Ὥριμον σε βότρυν ἀρετῶν καὶ
περκάζοντα Μῆτερ Χριστὸς ἀνέδειξε, τῇ κραταιᾷ ὑπομονῇ, συντρίψασα ὄφεως ὀφρύν,
σὴν Προμήτορα τρώσαντος.
Ῥύπον ἐμπαθείας εὐχερῶς,
ἐναπέπλυνας ῥύποις ψυχήν σου δείξασα, τοῦ καθαροῦ Ἰησοῦ, παστάδα ἐράσμιον ἐν ἦ,
φαιδρῶς ἐγκατῴκησεν.
Ἄφρονες οἱ ὅσοι μανικῶς,
ἀνθρωπάρεσκον δόξαν καταδιώκουσι, σύ ὅμως Νύμφη Χριστοῦ, προείλου ἀδόξως
παρελθεῖν, τὴν ὁδὸν τῆς ἀσκήσεως.
Θεοτοκίον.
Σῴζεται τὸ γένος τῶν
βροτῶν, ὢ Παρθένε Κυρία τῇ μεσιτεία σου, τῇ ταπεινώσει σου γάρ, Θεὸν ἐφελκύσω
ἐπὶ σοι, ταπεινοῖς ἐπιβλέποντα.
Καταβασία. Δεῦτε πόμα πίωμεν.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον.
Ὡς
πολυφόρον πλοῖον Θεῷ καθώρμισαι, Ἰσιδώρα ὁσία καὶ τύπος γέγονας, παρθενίας
ἀληθοῦς , ὅτι συνήρμοσας, τῇ ἁγνείᾳ ἀρετῶν, τὴν ὑψίστην μοναχοῖς, ταπείνωσιν
ἑκουσίαν, συμμορφουμένη Κυρίῳ, ταπεινωθέντι ὑπὲρ ἔννοιαν.
Δόξα,
Καὶ νῦν, τοῦ Πεντηκοσταρίου.
ᾨδὴ
δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Οὐρανωθεῖσα μυστικῶς τὴν
ἀδιάλειπτον εὐχήν, ἔσχηκας τρυφήν σου Ὁσία, ὡς μανὰ γὰρ οὐρανοῦ καὶ ἀγγέλων
ἤσθιες, κλῆσιν Ἰησοῦ Ἰσιδώρα, τὴν ἀναθρέψασαν Ἁγίων τὰ τάγματα.
Φαιδρυνομένη ταῖς αὐγαῖς
τῶν μυστικῶν συντυχιών, ἔκλινας μακρὰν τῶν ματαίων, θησαυρὸν φυλάττουσα, ἐν τῷ
βυθῷ καρδίας σου· αὕτη γὰρ ὁδὸς ἡ εὐθέως, παριστώσα τῷ Χριστῷ Ὁσία πέφυκε.
Ἰλαρωτάτως ὡς ἡδύ πόμα
ἐξέπινες πολλῶν Μῆτερ τὰς σφοδρὰς ἐπιπλήξεις, καὶ δαιμονώσα ψευδῶς, τὸν σατὰν
ἀπέπνιξας· οὐ γὰρ δυνατὸν τοῦτον φέρειν, τῶν ἀθλητῶν τοῦ Χριστοῦ ἄκραν
ταπείνωσιν.
Θεοτοκίον.
Σαλευομένῃ μου ψυχὴ τῇ τῶν
ματαίων λογισμῶν, Κόρη πνιγηρὰ ἀποπνεύσει, ἡ ζωηρά σου εὐθύς, παρουσία γίνεται,
στήριγμα ἀκλόνητον τεῖχος, διὸ καλῶν σε οὐ παύσομαι Πανύμνητε.
Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.
ᾨδή
ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζουσα Μῆτερ τιμία, καὶ
ἀντὶ μύρων μυρίζουσα τὸν Δεσπότην, νοεραῖς ἐντεύξεσιν, ἀσματικὼς ὡμοίωσαι,
νύμφη μανικῶς ἐκζητούσῃ, ψυχεραστὴν Ἰησοῦν τὸν ὑπέρκαλλον.
Νικήσασα μνησικακίαν, ταῖς
πειραζούσαις χάριν Μῆτερ ἀπέτιες, συγχωροῦσα ἅπαντα, τὰ χαλεπὰ ῥαπίσματα, εἶχες
κατὰ νοῦν γὰρ τὸ ἄφες, καὶ ἀφεθήσεται πάντως τὰ πταίσματα.
Ὑβρίσθης παρθένε Ὁσία, ἀλλ’
ὥσπερ ἄνθη τὰς ὕβρεις προσδεχομένη, ἔπλεκες τὸν στέφανον, τῆς ἀφθαρσίας
χαίρουσα, ἔγνως γὰρ καλῶς ὅτι πᾶς τις, ὑπὲρ Χριστοῦ ὑβριζόμενος στέφεται.
Θεοτοκίον.
Μυρίζομεν μύροις τῶν ὕμνων,
τὴν ὑπερβαίνουσαν μύρων πάντων ἀπόπνοιαν, Θεοτόκε Πάνσεμνε, καὶ γὰρ δοχεῖον
γέγονας, μύρου νοητοῦ ὁ παρέχοις, τοῖς ὑμνηταῖς σου παμμύριστε Δέσποινα.
Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
ᾨδὴ
στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Νοΐ σου, ἐν τοῖς κατωτάτοις
τῆς γῆς, σεαυτὴν καταδικάζουσα Μῆτερ, ὡς πάνυ ἁμαρτωλὸς ἡ ἁγνή, διαπέφευγες
Ἰσιδώρα τοῦ Χριστοῦ, τὴν φρικτὴν καταδίκην.
Ὡς λίθος, ἀπεδοκιμάσθης
σεμνή, ἀχρηστότατος τοῖς ἔξω ὁρῶσιν, ὑπάρχουσα ὅμως ἀρετῶν, θησαυρὸς ὑπερτελῇς
ἐκ Θεοῦ, εἰς γωνίαν ἐτέθης.
Δαρμοί σου γενναιότατη
ψυχή, οὐκ ἠτόνησαν ἀγάπης τὸ φίλτρον, ἀλλ’ ὅσον ἐταπεινοὺ ἕκοντι, εἰς ἀνύψωσιν
καθοδηγεῖ Χριστός, καὶ ζωὴν μακαρίαν.
Θεοτοκίον.
Ὁ χρόνος μου, τῆς ζωῆς
ἀμελῶς, καὶ ματαίως διαπέφευγε Μῆτερ, καὶ πῶς σου ὑποίσω τὸν Υἱόν, ὁ ταλαίπωρος
μετανοίας χωρίς, ἢν μοι δὸς ταῖς εὐχαῖς σου.
Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ποθούσα
τυχεῖν, τῆς ἄνω Μῆτερ στάσεως, ταχεῖαν ὁδόν, προείλου τὴν ταπείνωσιν, δι’ ἧς
ἤχθης Χριστῷ ὡς καρπὸς εὐκλεὴς καὶ τερπνὸς Ἰσιδώρα παναοίδιμε, βραβεία
λαμβάνουσα τὰ ἄφθαρτα.
Ὁ
Οἶκος.
Φρονίμους
πολλοὺς εἰς ἑαυτοὺς κατώκτειρα καὶ πλάνην τὴν αὐτῶν ὁλοψύχως ἐμίσησα, ὅτι εἰ
καὶ πόνοις καθυποβάλλονται καὶ σκάμμασι Βασιλείαν Θεοῦ οἴμοι οὐ λαμβάνουσι διὰ
τὸ αὐθαίρετον. Σε ὅμως, Ἰσιδώρα ταπεινόνους, προβάλλομαι κάμου καὶ πάντων
σωτηρίας ταχείας λαμπρὸν ὑπόδειγμα, ὅτι μωραίνουσα ψευδῶς τὸν πονηρὸν
κατεμώρανας, καὶ συμμοναστριῶν τὰ σκώμματα ἐν εὐχαριστία ὑπομενοῦσα, ἐν καιρῷ
δεκτῷ εἱσηκούσθης παρὰ τοὺς πτωχοὺς τῷ πνεύματι ἀγαπῶντος καὶ ἤχθης ἐνώπιον Αὐτοῦ,
βραβεία λαμβάνουσα τὰ ἄφθαρτα.
Συναξάριον
Τῇ
Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων τριῶν
Ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου τῶν νέων.
Εὐθύμιέ μοι,
χαῖρε, χαῖρε, πολλάκις.
Σφαγεὶς γὰρ
εὗρες τὴν ἄνω χαρὰν πρόφρων.
Τὸν Ἰγνάτιον
ἄλλον ὡς ἄστρον βλέπω.
Ἐκ γῆς
φαεινὸν, εὶς πόλον δι’ ἀγχόνης.
Ἀρνὸς δίκην
σφάττουσι, φεῦ! διὰ ξίφους.
Τὸν κλεινὸν
Ἀκάκιον, ἄνδρες αἰμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Ψυχαὶ
λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις
ἀνεῖλον θεῖον Ἱερεμίαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρός ἡμῶν Ἰσιδώρας.
Σὸς βίος
λαμπρὸν μονασταῖς, Ἰσιδώρα,
δῶρον ἐκ Θεοῦ
ταπεινοὺς προτιμῶντος.
Σίμβλον
ἄμβροτον κρύφα Ἰσιδώρα ἐπλάκη.
Αὕτη
ἡ μακαριωτάτη καὶ ὀσιωτάτη Μήτηρ ἡμῶν Ἰσιδώρα, ἠκμασε μεσοῦντος τοῦ δ΄ μ.Χ. αἰῶνος,
ἐν τῷ γυναικείῳ κοινοβίω τῷ συσταθέντι ὑπὸ τοῦ μεγάλου φωστῆρος Παχωμίου καὶ
ἐπονομαζομένῳ τῶν Ταβεννησιωτών. Τὴν μωρίαν ὑποκρινομένη καὶ τὴν δαιμονώσαν
ὑποδυομένη, ἠτιμάζετο ὑπὸ πασῶν τῶν συμμοναστριῶν αὐτῆς, χαίρουσα ἐπὶ ταῖς
τοιαύταις ἀτιμίαις ὡς ἐπὶ πλούτῳ πολλῷ. Μὴ λανθάνουσα δὲ τὸ παντέφορον ὄμμα τοῦ
Παντοκράτορος Χριστοῦ, ἀπεκαλύφθη δι’ ἀγγέλου ὁράματος ἡ ἁγιότης τοῦ βίου αὐτῆς
τῷ μεγάλῳ ἀσκητῇ καὶ μαθητὴ τοῦ ὁσίου Ἀντωνίου, ὀσιωτάτω Πιτυρούμ, ὅστις
ἐνώπιον πάσης τῆς ἀδελφότητος τῶν μοναζουσῶν ἐφανέρωσε τὸν κεκρυμμένον θησαυρὸν
τῆς καταπεφρονημένης ὁσίας Ἰσιδώρας. Αὕτη ὅμως τὸν θαυμασμὸν καὶ τὴν ἔκτοτε
προσδιδομένην τιμὴν μὴ ἀνεχομένη, λάθρα διέφυγεν εἰς ἄγνωστον καὶ ἐρημικὸν
τόπον, ὡς μόνῳ τῷ Θεῷ σκοποῦσα εὐαρεστεῖν καὶ ἀρέσκειν, παρ’ Οὐ καὶ τὸν δίκαιον
μισθὸν τῆς ἰσοβίου ταπεινοφροσύνης ἀπολαύει, τύπος θαυμαστὸς γενομένη πᾶσι τοῖς
εὐσεβέσι καὶ φιλοθέοις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος
Βατᾶ τοῦ Πέρσου.
Καὶ τῷ Βατᾷ,
τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ
πρεπόντως οὐρανοῦ τὰ χωρία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου, Ἱερομονάχου,
καὶ Ἱεροδιδασκάλου τοῦ Χίου.
Νικηφόρον κα
θανόντα ζῆν λέγειν.
Οἱ γὰρ
δίκαιοι ζῶσι κὰν τεθνηκότες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀφρικανοῦ, επισκόπου
Λουγδούνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ Ρώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαῦρου καῖ τῶν
σὺν αὐτῷ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαήλ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παναρέτου, επισκόπου
Πάφου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παφνουτίου τοῦ Ρώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Μάρτυρος Σάββα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Μάρτυρος Φιλοσόφου.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Νηστεία συντραφεῖσα τῇ
κρείττονι, γέγονας ἰσάγγελος, καταφρονοῦσα ἡδονῶν, διὸ ψιχίοις τραπέζης, ὡς
κυνάριον πεῖναν κατέπαυες, τὸν μόνον εὐλογητὸν Ἰσιδώρα, ποθούσα Ἄρτον τίμιον.
Σαρκί σου μὴ παρέχουσα
ἄνεσιν, ἐθλιβες τὸν θλίβοντα, καὶ ὥσπερ ὄφις κεφαλήν, διεφύλαξας ψυχήν,
ἀπαράτρωτον πάσης ὀχλήσεως, τὸν μόνον εὐλογητὸν εὐλογούσα, Θεὸν τὸν
ὑπερένδοξον.
Ὁ παῖδας ἐκ καμίνου
ῥυσάμενος, Αὐτὸς σε διετήρησεν, ὡς περιστεράν, ἀκεραιότητα σοι δούς, πειρασμοῖς
ἐν ποικίλοις καὶ γνώμην σώφρονα, ὁ μόνος εὐλογητὸς Ἰσιδώρα, Θεὸς καὶ
ὑπερένδοξος.
Θεοτοκίον.
Ὑλώδεις λογισμοὶ τὴν
καρδίαν μου, Δέσποινα ταράττουσι, καὶ ἀποσπάσαι προσοχήν, ἀπὸ τῆς δόξης του
Θεοῦ, συνωθοῦσιν ἀεὶ ἀλλὰ δέομαι, τὸν μόνον εὐλογητὸν ἡ τεκοῦσα, παραστῆθι μοι
τάχιον.
ᾨδὴ
η΄. Αὕτη ἡ κλητὴ καὶ ἁγία.
Ἔπεσεν ὁ πρὶν φωτεινὸς
ἑωσφόρος, δι’ ὑπερηφάνειας Κυρίῳ μισουμένης, σὺ ὅμως νύμφη Χριστοῦ, ταπεινώσει
οὐρανοὺς ἀνελήλυθας, Αὐτὸν εὐλογούσα, εἰς πάντας τοὺς αἰῶνας.
Κρίσιν οὐδαμῶς ἐξενέγκασα
Μῆτερ, κατὰ τῶν σὲ λυπούντων, Κυρίῳ ἠγαπήθης, ὡς δουλὶς ὠνητὴ, διηκόνεις
προορῶσα ἀείποτε, Χριστὸν ἐκ δεξιῶν σου, Ὃν βλέπεις εἰς αἰῶνας.
Πᾶσαν σου ζωὴν ὑπελθούσα
γυμνόπους, νῦν χόρευε Ὁσία, ὅπου πατούσι πόδες, ἀθλητῶν τοῦ Χριστοῦ, καὶ
φοροῦσι τὴν στολὴν τὴν θεότευκτον, Αὐτὸν εὐλογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅπου ἂν κληθῇ σὸν ὄνομα
Παρθένε, ἐκεῖ ἐσμὸς χαρίτων, ἐκεῖ παράδεισος ἅμα, ἐκεῖ γεῦσις Θεοῦ, Ὃν
ἐβάστασας ἀκόπως ἐν μήτρα σου. Αὐτὸν εὐλογοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Καταβασία. Αὕτη ἡ κλητή.
ᾨδὴ
θ΄. Φωτίζου, φωτίζου.
Θεότητος πόθῳ, τοῦ
παραδείσου τῆς τρυφῆς, ἡ προμήτωρ ἐβλήθη, ἀκρασία γεύσεως, σὺ δὲ σοφῶς
εἰσελθοῦσα σεμνή, τέρπου φαιδρῶς, τέρπου Ἰσιδώρα, ὅτι τὸ ἄπτωτον κατέλαβες.
Ὁ μέγας ἀσκήσει, καὶ τῇ
φρονήσει Πιτυροῦμ, ἐξεπλάγη ἰδῶν σου, τὴν κρυφίαν ἄθλησιν, ὅθεν ὡς λίθον εὔρων
θαυμαστόν, χαίρων σεπτὴ προσεκύνησέ σε, ὡς τοῦ Κυρίου θησαύρισμα.
Ὑπέμεινας Μῆτερ, τὸν τῆς
ἀσκήσεως ζυγόν, τὴν ἐλπίδα τεθεῖσα, εἰς Θεὸν τὸν ἔχοντα, τὴν ἐξουσίαν ζωῆς καὶ
θνητῶν, Ὃς τὰ μωρὰ κόσμου ἐπιλέγει, ἵνα αἰσχύνη τοὺς δοκοῦντας σοφούς.
Θεοτοκίον.
Ἀγάλλου εὐφραίνου, ἡ
εὐφροσύνη μοναστῶν, Θεοτόκε Παρθένε, καὶ παρθένων ἥδυσμα, ἔχεις καὶ γὰρ ἐν
σκηναῖς τοῦ Θεοῦ, ταύτην ἰδού, θείαν Ἰσιδώραν, συνανυμνούσαν σοι τὸν Τόκον σου.
Καταβασία. Φωτίζου, φωτίζου.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῆς
θείας ταπεινώσεως, ἐνδυθεῖσα σωφρόνως, τὸ ἔνδυμα νενίκηκας, τοῦ ἐχθροῦ τὴν
σοφίαν, τὴν φαινομένην παρθένε, Ἰσιδώρα τιμία, ὑποκριθεῖσα ἄριστα, δαιμονώσαν
μωρίαν ὥσπερ Χριστός, διὰ ταπεινώσεως ἄκρας τοῦτον, κατήργησεν ὑπόδειγμα,
γεγονὼς πιστοῖς πᾶσι.
Καὶ
τὸ τῆς προλαβούσης ἑορτῆς.
Στιχηρὰ
προσόμοια. Ἦχος ἅ΄. Τῶν οὐρανίων ταγμάτων.
Σὲ
μακαρία παρθένε, ἄκμονα ἔγνωμεν, ὑπομονῆς μεγίστης, ἐν ὢ δαίμων ἐτύφθη, τῆς
ὑπερηφάνειας τῆς βδελυρᾶς, καὶ σοῦ ἔνδυμα ἔῤῥαπται, χριστοειδοὺς ταπεινώσεως
θαυμαστῆς, δι’ ἢν πάντες κατεπλάγησαν.
Τῶν
οὐρανίων ὁ πόθος ὅλην κατέφλεξεν, Ὁσία Ἰσιδώρα, τὴν ψυχὴν σου διόπερ, ὁδὸν
ἐστενωμένην καὶ θλιβεράν, ἐξελέξω πλὴν σύντομον, τὴν πεπλασμένην μωρίαν διὰ
Χριστόν, τὴν Σοφίαν τὴν ὑπέρθεον.
Ὅσον
οἱ ἔξω ἐρῶσι δοξομανίας ψευδοῦς, τοσούτον σὺ Ὁσία, κατεφίλησας σφόδρα, ἀτίμως
κακουχείσθαι δι’ Ἰησοῦν, δι’ ἡμᾶς ὑπομείναντα, τὰ ἐπονείδιστα πάθη, ὑπογραμμόν,
γεγονότα δὲ πρὸς μίμησιν.
Λάθρα
βιώσασα Μῆτερ, κρυφίως ἔφυγες, τιμὴν τὴν συμπαρθένων, μόνη μόνῳ ποθούσα, Χριστῷ
εὐαρεστῆσαι, ὃς τὸν χρυσοῦν, ἀποδώσει σοι στέφανον, ὑπομονῆς παρθενίας ὑπακοῆς,
καὶ τῆς ἄκρας ταπεινώσεως.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀναστάσεως
ἡμέρα, καὶ ἡ ἀμνὰς τοῦ Χριστοῦ, συμποσιάζει Ἰσιδώρα, δεῦτε οὖν καὶ τρυφήσωμεν
ἀκορέστως, τὴν θαυμαστὴν πολιτείαν αὐτῆς μὲν ὡς ἔδεσμα πολυτελὲς ἐσθίοντες, τὴν
δὲ ἀγγελομίμητον ταπείνωσιν ὡς ἠδυσμα θεοευφραντικὸν ἀπολαύοντες, καὶ ὡς
ἀνθοσμίαν οἶνον, τὴν ὑπὲρ Χριστοῦ καῦσιν τῆς καρδίας τὴν ἄληκτον μεθυστικὼς
ἐκπίνοντες. Αὕτη γὰρ ὄντως σκήνωμα Θεοῦ καὶ παρθενίας σημεῖον τεραστικὸν καὶ
παράδοξον, ἀνεδείχθη ἡ ὑπέρκαλλος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη.
Μεγαλυνάρια.
Ταπεινοφροσύνης
οἶκος λαμπρός, παρθενίας δόξα, ἄνθος θεῖον ὑπομονῆς, ἀκενοδοξίας τῆς ἄκρας
Ἰσιδώρα, ἐργάτις ἀνεδείχθης, διὰ τὸν Κύριον.
Σύνεσιν
παράσχου μοι ἐκ Θεοῦ, ὡς σοι συνωνύμω, ἡ σαλὴ διὰ τὸν Χριστόν, ἵνα ἐπιτύχω, τῆς
δόξης Ἰσιδώρα, ἧς νῦν ἐπαπολαύεις· δὸς μοι τὴν αἴτησιν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆ
θεοφόρῳ Ἰσιδώρᾳ προσπέσωμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς μνήμη κραυγάζοντες, ἀπὸ
καρδίας ἅπαντες καὶ πόνου ψυχῆς· Μῆτερ παναοίδιμε, τῇ θερμῇ σου πρεσβείᾳ,
σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν,
ἀξιωθῆναι, ἱκέτευε πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ
κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Δέξαι τὸν ὕμνον μου Ἰσιδώρα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Δόξης τῆς θείας κοινωνοῦσα
πάνσεμνε καὶ τοῦ ἀΰλου φωτός, τὰς φωτοχυσίας, δεχομένη πάντοτε, τὸν νοῦν μου
καταλάμπρυνον, Ἰσιδώρα Ὁσία, ταῖς φωτοφόροις πρεσβείαις σου, ὅπως εὐφημήσω τὸν
βίον σου.
Ἐπὶ τὴν πέτραν τῆς στεῤῥᾶς
ἀσκήσεως ἐρηρεισμένη στεῤῥῶς, ἔφερες ἀνδρείως, ὀνείδη καὶ σκώμματα, καρδίᾳ
οὐρανόφρονι, Ἰσιδώρα Ὁσία, ὑπομονῇ καὶ ἁπλότητι, καὶ τρόποις χρηστοῖς
διαλάμπουσα.
Ξένη τελείως τῶν ἐν κόσμῳ
πέφηνας τελειοτάτῃ ψυχῇ, καὶ προσωκειώθης, ξένοις σου παλαίσμασι, Χριστῷ τῷ
πανοικτίρμονι, Ἰσιδώρα Ὁσία, ὧ ἀνυμφεύθης ὡς ἄμωμος, καὶ χαρᾶς τῆς κρείττονος
ἔτυχες
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Χριστὸν
ἐκύησας δι’ εὐσπλαγχνίαν πολλήν, ἐπ’ εὐεργεσία, τῆς βροτείας φύσεως, εὐλογημένη
πάναγνε, Θεοτόκε Παρθένε· διό Σε πάντες δοξάζομεν, τῇ Σῇ προστασίᾳ σωζόμενοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχὺν
θείαν θεμένη ἐν τῇ ψυχῇ πάνσεμνε, τὴν τοῦ οὐρανίου Νυμφίου, θερμὴν ἀγάπησιν,
σαρκὸς ἐκράτησας, καὶ τῶν γηΐνων τὸν πόθον, ὁλικῶς ἀπέῤῥιψας, στεῤῥῷ φρονήματι.
Τῶν
Ἀγγέλων τὸν βίον ὁλοσχερῶς στέρξασα, Ἄγγελος καθάπερ ἐν μέσῳ, Μῆτερ ἐβίωσας,
μοναζουσῶν εὐλαβῶν, καὶ τὴν ἰσάγγελον δόξαν, Ἰσιδώρα ἔπαθλον, εὗρες τῶν πόνων
σου.
Ὁλικῇ
διανοίᾳ τὸ τοῦ Χριστοῦ ἄχραντον, κάλλος θεωροῦσα Ὁσία καρδίας ὄμμασι, σοφῶς
διέδραμες, ἐν ὑποκρίσει μωρίαν, δι’ ἧς ἀπεμώρανας, ἐχθροῦ βουλεύματα.
Θεοτοκίον.
Νᾶμα
θεῖόν μοι βλῦσον ζωοποιὸν ἄὑλον, οἷα ζωοδώρητος κρήνη Παρθένε ἄχραντε, καὶ
καταδρόσισον, τὴν φλεγομένην ψυχήν μου, ἁμαρτίας ἄνθραξι, καθικετεύω Σε.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰσιδώρα, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα,
ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὑπομονῇ, καὶ ταπεινώσει
θεόληπτε, κοσμουμένη, καὶ φόβῳ τῷ κρείττονι, στοιχειουμένη ὡς ἀληθῶς, ἔφερες
ἀνδρείως, ἀποσιωποῦσα τὰ μέλλοντα, τὰς θλίψεις καὶ τὰς σκώψεις, καὶ πικρὰς
παροινίας, Ἰσιδώρα Χριστὸν μεγαλύνουσα.
Μνήμη ἀεί, ἐν τῇ καρδίᾳ σου
ἔχουσα, τοῦ θανάτου, Ἰσιδώρα πάνσεμνε, πρὸς τὴν ζωὴν τὴν ἀληθινήν, ἣν Χριστὸς
παρέχει, τοῖς ἑαυτὸν ἀγαπήσασι, κατέσπευδες Ὁσία, ἐγκρατείᾳ συντόνῳ, καὶ
λοιποῖς ἱερεῖς ἀγωνίσμασι.
Νοῦν καθαρόν, καὶ πλήρη
θείας φρονήσεως, καὶ καρδίαν, εὐθυτάτην ἔχουσα, διακονεῖς ὅλῇ τῇ ψυχῇ, Μῆτερ
Ἰσιδώρα, καὶ προθυμίας θερμότητι, ταῖς σαῖς συμμοναστρίαις, τὸ μετέωρον ὄμμα,
τοῦ ἐχθροῦ ταπεινοῦσα τοῖς τρόποις σου.
Θεοτοκίον.
Ὁλολαμπές, τοῦ Ζωοδότου
παλάτιον, ἀνεδείχθης, μόνη ἀειπάρθενε, ἐν τῇ γαστρί Σου ὑπερφυῶς, τοῦτον
δεξαμένη, καὶ μετὰ σώματος τέξασα· διὸ κἀμὲ δοχεῖον, τῆς Αὐτοῦ ἐπιπνοίας, διὰ
βίου τελείου ἀνάδειξον.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νεκρωθεῖσα τῷ κόσμῳ,
οὐδαμῶς λελόγισαι γνώμῃ θεόφρονι, τὰς προσγινομένας, ἐπηρεία ἐχθροῦ τοῦ
ἀλάστορος, θλίψεις σοι Ὁσία, δι’ ὧν χαρᾶς ἀνεκλαλήτου, ἀντελάβου καὶ θείας
ἐλλάμψεως.
Μυηθεὶς τὴν σὴν χάριν, ταῖς
συνασκητρίαις σου ταύτην ἐγνώρισεν, Πιτηροὺμ ὁ θεῖος, ἀγνοούσαις τὸν τρόπον τοῦ
βίου σου, αἵτινες συγγνώμην, ἐν μεταγνώσει ἥτουν Μῆτερ, τῶν κακῶν ὧν ἀφρόνως
σοι ἔπραξαν.
Ὁ ἐχθρὸς ὁ βελίαρ, ὁ
μεγαλαυχῶν καὶ πάλαι καυχώμενος, τῇ πολλῇ σου Μῆτερ, ταπεινώσει εἰς χοῦν
τεταπείνωται, καὶ γέλως ὁρᾶται, ὁ ἀλαζὼν πρὸ τῶν ποδῶν σου· οὗ τῆς λύμης ἡμᾶς
ἀπολύτρωσαι.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη,
κεχαριτωμένη ἁγνὴ ἀειπάρθενε, ῥῦσαι τὴν ψυχήν μου, τυραννίδος παθῶν τῶν
θλιβόντων με, καὶ πρὸς μετανοίας, τὰς ἐπιδόσεις θέρμανόν με, ὡς ἂν εὕρω
πταισμάτων συγχώρησιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰδοῦσα, τιμᾶς σοι Μῆτερ
νεμούσας, γνωρισθείσης τῆς κρυπτῆς ἀρετῆς σου, τὰς ἀδελφάς, τῆς Μονῆς σου
λαθραίως, ἀπεμακρύνθης εἰς τόπον ἀγνώριστον, ἔνθα ἀσκήσει καθαρᾷ, Ἰσιδώρα
Χριστῷ εὐηρέστησας.
Συνέσει, κεκοσμημένη Ὁσία,
τὴν μωρίαν κατὰ Παῦλον τὸν μέγαν, προσεποιήσω σοφῶς Ἰσιδώρα, καὶ σοφιστὴν τὸν
ἀρχαῖον κατήσχυνας, καὶ σοφωτάτων ἐννοιῶν, ἀληθῶς ἐπληρώθης ἐν Πνεύματι.
Ἰσχύϊ, τῇ τοῦ Χριστοῦ
νευρουμένῃ, τὰ φερέπονα γενναίως ὑπέστης, καὶ τρεφομένη μελέταις Ἁγίοις,
εὐτελεστάτοις σιτίοις ἐτρέφεσο, ὦ Ἰσιδώρα θαυμαστή, ἀσκουσῶν ἀληθὴς ὑποτύπωσις.
Θεοτοκίον.
Δοχεῖον, τῆς τοῦ Υἱοῦ Σου
ἀγάπης, τὴν καρδίαν μου ἀπέργασαι Κόρη, πεπληρωμένην ἁπάσης κακίας, καὶ
προσκειμένην τοῖς ῥέουσι πράγμασι, καὶ ἴασαί μου τὴν ψυχήν, τὴν νοσοῦσαν
δεινοῖς ἁμαρτήμασι.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰσιδώρα, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα,
ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Ὁ ὑψωθείς.
Τῇ τοῦ Χριστοῦ πυρπολουμένη
ἀγάπῃ, τῶν ἐν τῷ κόσμῳ ὁλοτρόπως ἀπέστης, καὶ πολιτείαν ἔζησας ἰσάγγελον· ὅθεν
πρὸς οὐράνιον, μετετέθης νυμφῶνα, ἄσβεστον τηρήσασα, τὴν λαμπάδα σου Μῆτερ·
ἀλλ’ ἐκδυσώπει πάντοτε Χριστόν, ὦ Ἰισδώρα, ὑπὲρ τῶν τιμώντων σε.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου
ΕΥΑΓΓΕΛΙΟΝ. Ἒκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν
παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες
λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν
ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας
ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς
ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν
πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται,
ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν
τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου
ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι·
Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ
άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ
ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ
ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ
ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε
τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅλην τὴν καρδίαν σου, ἐν
μεγαλόφρονι γνώμῃ, καὶ ψυχῇ θεόφρονι, καὶ πάσῃ χρηστότητα καὶ στεῤῥότητι, τὴν
πικρὰν κάκωσιν, τὰς καταφρονήσεις, τὰ ὀνείδη καὶ τὰ σκώμματα, ἅ σοι ἐπήγαγον,
Μῆτερ μὴ εἰδυῖαι ὃ πράττουσιν, αἱ μετὰ σοῦ μονάζουσαι, ὑπὸ τοῦ βελίαρ
κινούμεναι· ὅθεν ὡς ἀδάμας, τὰ πάντα ὑποστάσα καρτερῶς, πάσας ἐν τέλει
κατέπληξας, τοῖς ἐν σοὶ χαρίσμασι.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὥσπερ στολὴν ἁγίαν Μῆτερ,
περιφέρουσα τὰ ῥάκη τῇ σαρκί σου ἀφθαρσίας λαμπρόν, χιτῶνα ἠμφιάσω, καὶ Νύμφη
ὤφθης ἄμωμος, Ἰσιδώρα τοῦ Σωτῆρος.
Ῥήμασι τῶν συνασκουσῶν σοι,
ἐν ἁπλότητι διακονοῦσα Μῆτερ, ὑπηρέτεις ἀεί, προθύμως Ἰσιδώρα, ταῖς εὐτελέσι
πράξει, τῆς Μονῆς σου θεοφρόνως.
Ἄνω τὸν νοῦν καὶ τὴν
καρδίαν, πρὸς τὸ ἄχραντον τοῦ Χριστοῦ ἔχουσα κάλλος, ἐν ῥακίῳ τὴν σήν,
καλύπτεις σεπτὴν κάραν, ὠς θείῳ διαδήματι, Ἰσιδώρα μακαρία.
Θεοτοκίον.
Γέγονας γέλως τῷ βελίαρ,
τοῖς θελήμασιν αὐτοῦ καθυπακούων, ἀλλ’ ὦ Κόρη ἁγνή, ἐλπὶς ἀπηλπισμένων, τῆς
τούτου με ἀπάλλαξον, καὶ μανίας καὶ αἰσχύνης.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Ἐγκρατείᾳ νεκρώσασα τὴν
σάρκα, τῆς ἀλήκτου ζωῆς ἐδείχθης κληρονόμος, σὺν ταῖς Ὁσίαις Μῆτερ πάσαις
ψάλλουσα· τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥείθροις θείων δακρύων
ἀρδευθεῖσα, ἀφθαρσίας καρποὺς ἐξήνθησας πλουσίους, δι’ ὧν ἐκτρέφεις Μῆτερ τὴν
διάνοιαν, τῶν ὑμνολογοῦντων, τῆς σῆς πολιτείας, τὰς ἐναρέτους πράξεις.
Ἀνωτέραν πολλῷν πλεῖόν σε
Μῆτερ, Πιτηροὺμ ὁ σοφός, τῶν συμμοναστριῶν σου, τὴν πρότερον λανθάνουσαν τοὺς
ἅπαντας, χαίρων ὠμολόγει, καὶ Χριστὸν ἀνύμνει, τὸν σὲ ἐνισχυκότα.
Θεοτοκίον.
Συντριβεὶς ταῖς ἀμέτροις
πλημμελείαις, καταφεύγω τῇ Σῇ Παρθένε προστασία· θεράπευσόν μοι δέομαι τὸν
τάλανα, καὶ τῆς μετανοίας, καταύγασον τῷ φέγγει, τὴν ζοφερὰν ψυχήν μου.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰλύος λυτρωθεῖσα τὴν τῶν
φθαρτῶν, καὶ λιποῦσα τὸν κόσμον τὸν πρόσκαιρον, μετὰ χαρᾶς, πρὸς ὑπερκοσμίους
διαμονάς, καὶ πρὸς ζωὴν ἀΐδιον, Μῆτερ μετετέθης χαρμονικῶς, μὴ διαλίπῃς
μνημονεύουσα.
Μονὰς καταβαλοῦσα
φωτοειδεῖς, καὶ τῆς δόξης τυχοῦσα τῆς κρείττονος, τρανῶς ὁρᾶς, Μῆτερ τοῦ
Νυμφίου Ἰησοῦ, τῆν θέαν τὴν ὑπέρλαμπρον, καὶ τὴν ἀκατάληπτον καλλονήν, ἧς πρώην
τὰς ἐμφάσεις, ἐκέκτησο ἐν βίῳ, ὡς ἐν ἐσόπτρῳ και αἰνίγματι.
Ὁσίως διανύσασα τὴν ζωήν,
καὶ καλῶς τὸν Χριστὸν θεραπεύσασα, ἀσκητικῶς, οἷάπερ θεράπαινα νουνεχής, αὐτοῦ
ἀξιοθαύμαστε, εἴληφας καμάτων σου τὸν μισθόν, ὦ πρέσβευε Ὁσία, σὺν Πιτηροὺμ τῷ
θείῳ, ἡμᾶς σωθῆναι τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ὑπείκων καθ’ ἑκάστην τῷ
δυσμενεῖ, ἐκτελῶν τῆς σαρκὸς τὰ θελήματα, ἄφρονι νῷ, ὅλος ἐδουλώθην ταῖς
ἡδοναῖς, καὶ τῷ πυρὶ ὑπόκειμαι, δίκης αἰωνίου καὶ φοβερᾶς, ἀλλ’ ὦ Θεογεννῆτορ,
σῶσόν με παρ’ ἐλπίδα, τῶν προσφυγόντα τῷ ἐλέει Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίρουσαι ἠγώνισαι
καρτερῶς, Μῆτερ Ἰσιδώρα, ἐν ἀσκήσει θεοφιλεῖ· ὅθεν τῆς ἀλήκτου, τυχοῦσα
εὐφροσύνης, ὑπὲρ ἡμῶν δυσώπει, τῶν εὐφημούντων σε.
Σοῦ ἡ ὑπὲρ ἄνθρωπον βιοτή,
ἐξέπληξεν νόας, καὶ δαιμόνων τοὺς ζοφερούς, πῶς γυμνὴ Ὁσία, καὶ ἔξησχον τὸν
τρόπον, λαθὼν ἐπολιτεύσω· διὸ τιμῶμέν σε.
Ἄστρον ἐν ἐρήμῳ θεῖον
λαμπρόν, ἐν Μοναστηρίῳ, διαλάμπουσα ἀσκητικῶς· ὅθεν καὶ στολίζεις, Χριστοῦ τὴν
Ἐκκλησίαν, θεόφρων Ἰσιδώρα, τοῖς σοῖς παλαίσμασι.
Κάλλος εὐσεβείας ὑπερφερές,
Ὁσία Ἰσιδώρα, ἐν μωρίᾳ καρποφορεῖς, πρὸς θεογνωσίας, τὴν καλλονὴν ἰθύνεις,
ἀσκητικὴν χορείαν, μεθ’ ἧς τιμῶμέν σε.
Ἀδούλωτον σώζουσα τὴν
ψυχήν, ἐδούλωσας Μῆτερ, δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολίτης
ὤφθης, ἐν ἡ ὦ Ἰσιδώρα, ἡμῶν μνημόνευε.
Πνεύματος Ἁγίου ταῖς
ἀστραπαῖς, ὅλη καλὴ ὤφθης, ὅλη ἄμωμος τῷ Χριστῷ, Μῆτερ Ἰσιδώρα, ὑπερφυέσιν
πόνοις, ὧν φαίδρυνον τῇ δόξῃ, τοὺς σὲ γεραίροντας.
Ἔχοντες ἐξάρχουσαν σὲ
σεπτή, Μῆτερ Ἰσιδώρα, σὺν τῷ πάνυ καὶ θαυμαστῷ, Πιτηροὺμ τῶ θείῳ, τελοῦμέν σου
τὴν μνήμην, αἰτοῦντες λυτρωθῆναι, πάσης κακώσεως.
Τίς σου τῆς ἀσκήσεως τὸ
στεῤῥόν, καὶ τῆς μετανοίας ἀνυμνήσει τὸ καρτερόν, σὺ γὰρ Ἰσιδώρα, ὑπερφυέσι
πόνοις, τὸν παλαμναῖον ὄφιν, κατετραυμάτισας.
Χαίροις τῆς Μονῆς σου θεῖος
βλαστός, χαίροις ἡ ζηλώσασα τὴν μωρίαν διὰ Χριστόν· διὸ καὶ ἐδοξάσθης, νῦν παρ’
Αὐτοῦ ἀξίως, θεόφρον Ἰσιδώρα· ὅθεν τιμῶμέν σε.
Χαίροις Ἰσιδώρα πανευκλεής,
ταπεινοφροσύνης καταγώγιον ἱερόν, σὺ γὰρ τοῦ βελίαρ, τὰς ἐνεδρας φυγοῦσα, ὑπὲρ
ἡμῶν πρεσβεύεις, ἀειμακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς,
τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ
Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’
ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, ἡμᾶς οἴκτειρον σεμνή,
Μῆτερ Ἰσιδώρα θεόφρον, προσπεφευγότας ἐν σοί, καὶ σοῦ τὴν ἀντίληψιν
ἐπιζητοῦντας θερμῶς, συμπρέσβιν προβάλλοντες, Πιτηροὺμ τὸν θεῖον, τὸν
ἀειμακάριστον, μεθ οὗ ἱκέτευε, λύσιν τῶν πταισμάτων δοθῆναι, καὶ τῆς οὐρανῶν
Βασιλείας, καταξιωθῆναι τοὺς ὑμνοῦντάς σε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου