Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 11. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΛΑΣΙΟΣ ΑΚΟΛΟΥΘΙΑ, ΚΑΝΟΝΕΣ & ΠΑΡΑΚΛΗΣΙΣ





ΦΕΒΡΟΥΑΡΙΟΥ ΙΑ΄!!

ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΕΒΑΣΤΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τ ΜΙΚΡ ΕΣΠΕΡΙΝ

 

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε ἀνετέθης τῷ Θεῷ, Πάτερ ὁλικῇ διαθέσει, καὶ διανοίᾳ θερμῇ, τότε τὴν πολυφωτον χάριν τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐπλούτησας, ἀρετῶν τῷ πλούτῳ, καὶ τρόποις χρηστότητος, καλλωπιζόμενος· ὅθεν τῶν θαυμάτων τὴν αἴγλην, πᾶσι διαλάμπεις πλουσίως, Βλάσιε μεγάλως θαυμαζόμενος.

 

Ὅτε Ἱεράρχης ἱερός, ψήφῳ θεϊκῇ ἀνεδείχθης, καὶ ποιμενάρχης σοφός, τότε καθωδήγησας λόγῳ τῆς χάριτος, Σεβαστείας τὸ ποίμνιον, πρὸς θείους λειμῶνας, πίστεως καὶ γνώσεως, ἠθῶν σεμνότητος· ὅθεν καὶ νομίμως ἀθλήσας, ἔργῳ σου τὸν βίον σφραγίζεις, Βλάσιε Ἀγγέλων ἰσοστάσιε.

 

Ὅτε ἐπεσκέψω ἐν εἱρκτῇ, τὸν ὑπὲρ Χριστοῦ ἐναθλοῦντα, σοφὸν Εὐστράτιον, τότε Πάτερ δέδεξαι, τὴν διαθήκην αὐτοῦ, καὶ σοφῶς διηκόνησας, αὐτῷ Ἱεράρχα, καὶ τῶν ἄθλων σύναθλος, καὶ δόξης σύμμορφος, ὤφθης τῆς αὐτοῦ ὡς ἀθλήσας, καὶ Χριστὸν λαμπρῶς μεγαλύνας, Βλάσιε ἁγίοις σου παλαίσμασι.

 

Ὅτε τὸν ἀγῶνα τὸν καλόν, εἶδόν σε ἀνύοντα Πάτερ, Γυναῖκες ἔνθεοι, τότε ἐπτερώθησαν, Χριστοῦ, τῷ ἔρωτι, καὶ τῶν ἄθλων σοι Βλάσιε, ἀγῶσιν ἀνδρείοις, πίστει ἐκοινώνησαν, ἀνδραγαθήσασαι, ἅμα σὺν παισὶ τοῖς ἁγίοις, μεθ' ὧν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.

 

Δόξα. Ἦχος α'.

Τοῦ Εὐαγγελίου τοὺς καρπούς, πολιτείᾳ ἀμέμπτῳ ἐκφέρων, τὴν Ἐκκλησίαν εὐφραίνεις Πάτερ, τῶν ἀρετῶν σου τῇ χάριτι· ὡς γὰρ ποιμὴν ἀληθινός, τὴν ἱεραρχίαν λαμπρύνεις, τῷ φωτὶ τῶν ἔργων σου, καὶ ὡς Ἱεράρχης ἱερός, τὴν ψυχήν σου τέθεικας, ὑπὲρ τοῦ ποιμνίου. Ἀλλ' ὦ Ἱερομάρτυς Βλάσιε, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Ἀπόστιχα. Ἦχος β'. Οἶκος τοῦ Ἔφραθᾶ.

Ὅλος Θεοειδής, ὡς θεῖος Ἱεράρχης, Βλάσιε ἀνεδείχθης, καὶ μαρτυρίου ἄθλοις, Χριστὸν Πάτερ ἐδόξασας.

 

Στίχ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην...

Θαύμασι δοξασθείς, παρὰ Χριστοῦ ἀξίως, Βλάσιε Ἱεράρχα, παρέχεις τοῖς ἐν κόσμῳ, ἰάσεων δωρήματα.

 

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χρῖσμα τὸ νοητόν, ἀθλήσει σου φαιδρύνεις, ὡς θεῖος ἑωσφόρος, τῇ Ἐκκλησίᾳ Πάτερ, ἐκλάμπεις ἀμφοτέρωθεν.

 

Δόξα. Τριαδικόν.

Μίαν σε ἐν τρισίν, οὐσίαν χαρακτῆρσιν, Ὑπέρθεε Θεότης, ὁ Βλάσιος ὁ θεῖος, θεοπρεπῶς ἐκήρυξε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄκτιστος ὢν τὸ πρίν, καὶ ἄναρχος ὁ Λόγος, ἐκ σοῦ Ἁγνὴ ἐκτίσθη, καὶ ὑπὸ χρόνον ὤφθη, Παρθένε σώζων ἅπαντας.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, Ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες, καὶ θαυμάτων δωρεάς, ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος Ἱερομάρτυς, τοῖς καταφεύγουσι Πάτερ, τῇ ἀντιλήψει τῆς πρεσβείας σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ ΤΜΕΓΑΛ ΕΣΠΕΡΙΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἐν τῇ ἀσκήσει βλαστήσας Ὅσιε Βλάσιε, ἱερωσύνης δόξῃ, ὥσπερ φοίνιξ δικαίως, ἐξήνθησας παμμάκαρ καρποὺς θεϊκούς, μαρτυρίου προσάγων Θεῷ, τὴν τῶν εἰδώλων κατάλυσιν ἐμφανῶς, καὶ ἀνθρώπων τὴν οἰκείωσιν.

 

Ποιμαντικῶς διαπρέψας Ἱερομάρτυς Χριστοῦ, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

 

Θείῳ ῥωσθεῖσαι γυναῖκες ζήλῳ τῆς πίστεως, τοῖς ὑπερτίμοις ἄθλοις, τῆς καλῆς μαρτυρίας, ἐστέφθησαν σὺν τέκνοις· θαῦμα φρικτόν! τὴν κεφαλὴν γὰρ ποθοῦσαι Χριστόν, καὶ ἐν αὐτῷ νυμφευθεῖσαι ὑπὲρ αὐτοῦ, τὰς κεφαλὰς ἐναπετμήθησαν.

 

Ὡς προμηθέα σε πάντων ὑμνοῦμεν Βλάσιε, τῶν λογικῶν θρεμμάτων, καὶ ἀλόγων πασχόντων· πάντας γὰρ ἰσχύεις θεράπον Χριστοῦ, εὐεργετεῖν καὶ ἰᾶσθαι πιστῶς· τὴν γὰρ τοῦ Πνεύματος χάριν πεπλουτηκώς, δαψιλεύεις τὰ θαυμάσια.

 

Χριστὸς τὸ ζῆν σοι παμμάκαρ καὶ τὸ θανεῖν ἀληθῶς, κέρδος ἐδείχθη πίστει, κατὰ Παῦλον τὸν μέγαν, Βλάσιε θεόφρον· ἐπεὶ δι' αὐτόν, προθυμότατα τέθνηκας, καὶ σὺν αὐτῷ βασιλεύεις διὰ παντός, εἰς ζωὴν τὴν ἀτελεύτητον.

 

Ὡς τῇ σεπτῇ διατάξει ἐπιτροπεύσας σοφέ, τοῦ θείου Εὐστρατίου, Βλάσιε Ἱεράρχα, οὕτω καὶ νῦν μὴ παύσῃ ἀεὶ ἐφορῶν, τοὺς τελοῦντας τὴν μνήμην σου, καὶ τὴν παροῦσάν σου Μάνδραν τὴν εὐαγῆ, σκέπε πάντοτε καὶ φύλαττε.

 

Δόξα. Ἦχος πλ. β'. Τοῦ Στουδίτου.

Βλαστήσας ἐν τῇ ἀσκήσει τῶν θείων ἀρετῶν, φερωνύμως Βλάσιε, ἐξήνθησας Δαβιτικῶς ὥσπερ φοίνιξ, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, καὶ ὡσεὶ κέδρος ἐπληθύνθης τοῖς κατορθώμασιν· ὡς ἄμπελος δὲ εὐθηνοῦσα ἐν οἴκῳ Θεοῦ, τῷ καιρῷ τοῦ μαρτυρίου, τεμνόμενος βασάνων ποιναῖς, ἐκ καρποῦ τῶν ἀγώνων σου, ἔβλυσας ἡμῖν οἶνον νοητόν, ἐξ οὗ πιόντες, εὐφροσύνης ἐνθέου τὰς καρδίας πληρούμεθα· καὶ συμφώνως συνελθόντες, ἐν τῇ σεβασμίᾳ μνήμῃ τῆς σῆς τελειώσεως, μακαρίζοντες εὐφημοῦμέν σε, αἰτούμενοι λαβεῖν διὰ σοῦ, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 13)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

 

 

 

 

 

 

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάῥιτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς. Υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑῥήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ σοφίας Κυρίου. Φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς, αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζητησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὐτῇ διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ· καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων Σου. Ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς· λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α'.

Τῇ φερωνύμῳ σου κλήσει κατάλληλον ἐπεδείξω ἐπίδοσιν, ἐν τῷ Εὐαγγελίῳ τῆς χάριτος, Ἱερομάρτυς Βλάσιε· τὰ γὰρ ἔργα τοῦ φωτός, ὡς βλαστοὺς ἀειθαλεῖς καρποφόρων, βλαστήματα λογικὰ καὶ κατάκαρπα, τῷ Χριστῷ προσήγαγες, διὰ τῶν μαρτυρικῶν σου ἀγώνων, οὓς τῷ λόγῳ προήγαγες, εἰς εὐσεβείας τελείωσιν. Διὸ ἡ Ἐκκλησία πᾶσα, καθορῶσα τὴν δόξαν σου, τὴν σὴν παγγέραστον γεραίρει μνήμην, καὶ τῷ σὲ δοξάσαντι εὐφροσύνως κράζει· Κύριε δόξα σοι.

 

Ἦχος β'.

Τὸν Ἱεράρχην τοῦ Σωτῆρος Βλάσιον, τὸν μαρτυρικοῖς ἄθλοις διαπρέψαντα, ᾀσματικοῖς ἐπαίνοις στέψωμεν· ἀμέμπτῳ γὰρ πολιτείᾳ, τὴν τῶν θαυμάτων χάριν ἐπλούτησε, καὶ αἵμασιν οἰκείοις, τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξε· καὶ δι΄ ἀμφοτέρων Χριστὸν δοξάσας, ὡς οἰκονόμος πιστὸς τῆς χάριτος, ἀφθόνως παρέχει τὰς θείας δωρεάς, τοῖς ἀεὶ βοῶσι· Κύριε δόξα σοι.

 

Ἦχος γ΄.

Τῶν παθῶν τοῦ Κυρίου τὴν ἔλλαμψιν, τῇ καθαρᾷ σου ζωῇ ἀναζωγραφῶν, ἔργῳ αὐτῶν ἐκοινώνησας, ἀθλητικοῖς σου σκάμμασι· τοῦ Παρακλήτου γὰρ γενόμενος σκήνωμα, ὡς Ἱεράρχης θεοειδής, τοῦ καλοῦ ποιμένος μιμητὴς ἐχρημάτισας, σαὐτον προθύμως δεδωκώς, ὑπὲρ αὐτοῦ εἰς θάνατον καὶ τῷ σῷ ὑποδείγματι, τὰς σεμνὰς γυναῖκας Βλάσιε, πρὸς μαρτυρικοὺς ἀγῶνας ὡδήγησας· μεθ' ὧν στερρῶς καὶ νομίμως ἀγωνισάμενος, τῷ σὲ στεφανώσαντι βοᾷς σὺν αὐταῖς· Κύριε δόξα σοι.

 

 

Ἦχος δ'.

Τῇ τοῦ βίου σου χρηστότητι, χάρις πλούσια θαυμάτων σοι δέδοται, καὶ ἰαμάτων ἡ ἐνέργεια, παρὰ Χριστοῦ Πάτερ Βλάσιε· ἀφθόνως γὰρ παρέχων τὰς δωρεάς, ἀνθρώποις καὶ κτήνεσι, τὸ δοθέν σοι τάλαντον, σοφῶς ἐπηύξησας, ὡς ποιμὴν ἀληθινός, τῆς ἐν Σεβάστείᾳ Ἐκκλησίας· ὑπὲρ αὐτῆς γὰρ τὴν ψυχήν σου τέθεικας, καὶ τὸ αἷμά σου ἐξέχεας, ἐν τῇ τῆς εὐσεβείας ὁμολογίᾳ. Ἐν αὐτῇ καὶ ἡμᾶς τήρει ἀσαλεύτους, ὁμοφρόνως κράζοντας· Κύριε δόξα σοι.

 

Δόξα. Ἦχος πλ. α'.

Τῆς εὐσεβείας τὸν λόγον, ἔτι μᾶλλον ἐτράνωσας, μαρτυρικοῖς ἀγωνίσμασιν, Ἱερομάρτυς Βλάσιε· οὐ γὰρ ἐφείσω Πάτερ, σαρκὸς αἰκιζομένης, ἀλλ' ὑπὲρ ἥλιον ἔλαμψας, ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, τῆς θείας ἀγάπης τὴν ἐνέργειαν, καὶ τῆς πίστεως τὸ κράτος ἐκλάμπων. Ὅθεν λαμπρῶς ἐμεγαλύνθης, ποικίλοις θαύμασι καὶ δυνάμεσι, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ αἰτήματα ἑκάστοτε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ Σεβαστείας ποιμήν, ὁ ἐπὶ χλόην εὐσεβείας καὶ χάριτος, ποιμάνας Χριστοῦ τοὺς ἄρνας, λόγῳ καὶ βίῳ σεμνῷ, καὶ θαυμάτων θείων ἐπιδείξεσιν· ὁ πλήρης χρηστότητος, καὶ ἀΰλου ἐλλάμψεως· ὁ τοῖς αἰτοῦσι, καὶ τοῖς πάσχουσιν Ὅσιε, τὰ αἰτήματα, συμπαθῶς νέμων πάντοτε· Βλάσιε ἱερώτατε, ὁ πᾶσαν τὴν ἔνστασιν, καταβαλὼν τῶν τυράννων, τῇ στερροτάτῃ ἀθλήσει σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στίχ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην...

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, καὶ Ἀθλητὴς ὁ εὐκλεὴς καὶ ἀήττητος· καλῶς γὰρ ἱερατεύσας, τῷ ἐπὶ πάντων Θεῷ, ὡς ἱερομύστης ἐνθεώτατος, αὐτῷ προσενήνοχας, ὡς θυσίαν εὐπρόσδεκτον, τῶν σῶν ἀγώνων, τὰ λαμπρὰ κατορθώματα, καὶ τὴν πρόσχυσιν, τῶν ἁγίων αἱμάτων σου· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, χαρᾶς καὶ λαμπρότητος κατηξιώθης παμμάκαρ, καὶ τῆς ἀφράστου θεώσεως, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις Ἀρχιερέων, λαμπτήρ, τῆς Ἐκκλησίας ἀρραγὲς περιτείχισμα, ἡ στήλη τῆς εὐσεβείας, τῶν Ἀθλητῶν κοινωνός, Ἱερομαρτύρων ἐγκαλλώπισμα· ὁ βίῳ αἰδέσιμος, καὶ ἐν θαύμασι μέγιστος, καὶ ἐν ἀθλήσει, ἀθλοφόρος περίδοξος, καὶ στερρότατος, ἐν ποιναῖς καὶ στρεβλώσεσι· φύλαξ ἡμῶν θερμότατος, καὶ ῥύστης ἐν θλίψεσι, καὶ ἀρωγὸς καὶ προστάτης, ταύτης τῆς Μάνδρας σου Βλάσιε, ἣν σκέπε ἀπαύστως, ἀπὸ πάσης ἐπηρείας, ταῖς ἱκεσίαις σου.

 

Δόξα. Ἦχος δ'.

Ὡς καλὸς παιδοτρίβης, καὶ διδάσκαλος τῆς εὐσεβείας, τῇ ἐνεργείᾳ καὶ δυνάμει τῶν θείων λόγων σου, γυναῖκας φιλοθέους ὑπήλειψας, πρὸς ἀγῶνας μαρτυρικούς, τὸ ἀσθενὲς τῆς φύσεως αὐτῶν, ῥωννύων ἐν Χριστῷ· μεθ' ὧν τὸν δρόμον τῆς ἀσκήσεως καλῶς τελέσας, εἰς νυμφῶνα οὐράνιον, φαιδρῶς συναγάλλῃ, διπλῷ στεφάνῳ τῆς θείας δόξης σεμνυνόμενος, καὶ ἐξαιτούμένος σὺν αὐταῖς, τὴν εἰρήνην ἡμῖν δοθῆναι, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, Ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες, καὶ θαυμάτων δωρεάς, ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος Ἱερομάρτυς, τοῖς καταφεύγουσι Πάτερ, τῇ ἀντιλήψει τῆς πρεσβείας σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Βλαστὸς ἀειθαλής, εὐσεβείας ὑπάρχων, προσήγαγες Χριστῷ, ὡς καρποὺς ἀειζώους, τοῖς λόγοις τῶν χειλέων σου, ψυχὰς πλείστας μακάριε, καὶ ἀθλήσει σου, ἐβεβαιώσω τὴν χάριν, Πάτερ Βλάσιε, καὶ δωρεᾷ τῶν θαυμάτων, τοῦ πλούτου τῆς πίστεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μορφὴν τὴν καθ' ἡμᾶς, ὑπὲρ λόγον Παρθένε, λαβὼν δίχα τροπῆς, ἐξ ἁγνῶν σου αἱμάτων, Θεὸς ὁ Ὑπερούσιος, διπλοῦς ὤφθη δι' ἔλεος, καὶ διέσωσε, τὸν πεπτωκότα ἀπάτῃ, ὃν ἱκέτευε, οἷά περ Μήτηρ σωθῆναι, τοὺς σὲ μεγαλύνοντας.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Θείας πίστεως.

Βίῳ κρείττονι, καταλαμπρύνας, τὴν σὴν ἔνθεον, ἱεραρχίαν, διαπρέπεις θαυμάτων δυνάμεσι, καὶ μαρτυρίου ἀνύσας τὰ σκάμματα, Ἱερομάρτυς ἀξίως δεδόξασαι. Πάτερ Βλάσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θείῳ Πνεύματι, πάλαι ὡράθης, πύλη πάμφωτος, ἐσφραγισμένη, Θεοτόκε Παρθένε Πανάμωμε· ἐκ σοῦ Θεὸς γὰρ ἀνθρώποις ὡμίλησε, καὶ μετὰ τόκον ἁγνήν σε ἐφύλαξεν· Ὅθεν ἅπαντες, ὑμνοῦμεν τὰ μεγαλεῖά σου, σωζόμενοι τῇ θείᾳ προστασίᾳ σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἱερεύσας ὁσίως καὶ καθαρῶς, Ἱεράρχης ὡς θεῖος καὶ ἱερός, Χριστῷ τῷ Παντάνακτι, ὡς θυσίαν ἀμώμητον, καὶ προσφορὰν τελείαν, αὐτῷ προσενήνοχας, σαὐτον Ἱερομάρτυς, ἀγῶσιν ἀθλήσεως· ὅθεν παραδόξως ἐνεργῶν τοῖς αἰτοῦσι, προφθάνεις τοὺς κράζοντας, καὶ λυτροῦσαι τοὺς πάσχοντας, ἱερώτατε Βλάσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μορφωθεὶς ἐκ σοῦ Κόρη τὸ καθ' ἡμᾶς, διὰ σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν, Λόγος ὁ Ὑπέρθεος, τοῦ Πατρὸς καὶ ἀνείδεος, σαρκὶ συνανεστράφη, ἡμῖν ὁ φιλάνθρωπος, καὶ τὸν Ἀδὰμ τῆς πάλαι, κατάρας ἐῤῥύσατο· ὅθεν ὡς πηγήν σε, θεϊκῆς εὐλογίας, καὶ πέλαγος χρηστότητος ἀνυμνοῦμεν καὶ κράζομεν, Θεοτόκε Πανύμνητε· ὄμβρησον ῥανίδας ἡμῖν, οὐρανίου θείας ἀγαθότητος, καὶ παράσχου Παρθένε, τοῖς πᾶσι τὰ αἴσια.

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον τῆς στ' Νοεμβρίου.

Ό Ν'.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχ. πλ΄. β'. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἀποστολικὴν ἐξουσίαν δεξάμενος, περιουσίᾳ ἀρετῶν, Ἱερομάρτυς Βλάσιε, παρὰ Χριστοῦ τοῦ Θεοῦ, παραδόξως ἐνεργεῖς ἐν τοῖς θαύμασι, καὶ τοὺς πάσχοντας προφθάνεις, καὶ τῶν δεινῶν ἐξαίρεις. Διὸ αἰτοῦμέν σε, ὡς παρρησίαν ἔχων μεγίστην, μὴ παύσῃ προΐστασθαι ἡμῶν, τῶν ἐν χαρᾷ ἑορταζόντων τὴν μνήμην σου.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Ὕμνοις κροτῶ σε, Μάρτυς, εὐσεβοφρόνως. Ὁ Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὁ Εἱρμός. ᾌσμα ἀναμέλψωμεν λαοί

μνοις τὴν φωσφόρον καὶ σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, ἀνευφημοῦντος πιστῶς, Χριστοῦ Ἱερομάρτυς τὸν νοῦν μου καταύγασον, αἴγλῃ φαεινοτάτῃ, παρρησίαν ἔχων πρὸς τὸν Κτίστην.

Μίαν χαρακτῆρσιν ἐν τρισίν, ὁμολογῶν Θεότητα, πολυθεΐας ἀχλύν, ἀπήλασας καὶ ὄρθρος, αὐγάζων εὐσέβειαν ὤφθης Ἱερομάρτυς τοῖς ἐν ζόφῳ πλάνης κρατουμένοις.

Νύκτα ἀθεΐας ἀστραπαῖς, τοῦ ἱεροῦ κηρύγματος, ἀπομειώσας φωστήρ, κοσμούμενος ἐδείχθης, θαυμάτων λαμπρότησι, φέγγει τε μαρτυρίου, καὶ τὴν κτίσιν πᾶσαν καταυγάζεις.

Θεοτοκίον.

λην καθαράν σε εὑρηκώς, ὁ καθαρὸς ἐσκήνωσεν, ἐν τῇ νηδύΐ σου, ἁγνὴ Παρθενομῆτορ, καὶ σὰρξ ἐχρημάτισε, δίχα τῆς ἁμαρτίας, ἵνα πλάνης ἡμᾶς ἀπαλλάξῃ.

 

ᾨδὴ γ'. Ὁ Εἱρμός. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ

Οἱ ταῖς ἀκάνθαις συμπνιγόμενοι τῶν του βίου, ἀπαύστως Βλάσιε συμπτωμάτων, σῆς πρεσβείας τῇ δρεπάνῃ καθαίρονται, προστάτην σε προσκαλούμενοι.

Τῇ πρὸς τὸ θεῖον ἀνανεύσει ὁλικωτάτῃ, βασάνων ἤνεγκας τρικυμίαν, ξεομένης τῆς σαρκός σου, ὥσπερ πάσχοντος ἑτέρου, σὺ διακείμενος.

ς ἱεράρχης, ὡς ἀήττητος ἀθλοφόρος, ὡς θείᾳ δόξῃ, ἠγλαϊσμένος, ἀκροτάτῳ ἐφετῷ νῦν παρίστασαι, πρεσβεύων ὑπὲρ τῆς Ποίμνης σου.

Θεοτοκίον.

Σὲ τὴν φανεῖσαν, ὑπερέχουσαν τῶν κτισμάτων, ὡς πάντων οὖσαν ἁγιωτέραν, ἐν αἰνέσει γενεαὶ μακαρίζουσιν, ἀνθρώπων Θεομακάριστε.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκβλαστήσας ὡς δένδρον πανευθαλές, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, πολλοὺς κατεφύτευσας, πρὸς τὴν γῆν τὴν σωτήριον· καὶ ὡς κριὸς ποιμνίου, καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δι΄ εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς αὐτὸν Πάτερ Βλάσιε. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Διὰ κόσμον Παρθένε τὸν κοσμικόν, καὶ ταγμάτων τῶν ἄνω καλλωπισμόν, ἐν κόσμῳ ἐκύησας, τόν τοῦ κόσμου Κοσμήτορα· πρὸ γὰρ τούτου Κόρη, ὑπῆρχον ἀκόσμητα, τῶν βροτῶν μὴ βλέπειν, δυναμένων τὸν Κύριον· ὅθεν ἀμφοτέρων, κοσμιότης κοσμία, ὡράθης Μητρόθεε, κοσμιότητι Τόκου σου· τὸν γὰρ κόσμον ἐκόσμησας, κόσμῳ τῷ ἀρχαίῳ δι΄ αὐτοῦ· καὶ Ἀγγέλων πάντα τὸν διάκοσμον, κατακοσμεῖς ὑπερκάλως, ἐν σοὶ κοσμοσώτειρα.

 

ᾨδὴ δ΄.Ὁ Εἱρμός. Ἐξ ὄρους κατασκίου

χων τὴν ψυχήν, ἀΰλῳ φωταυγείᾳ, Μάρτυς καὶ ποιμήν, φαιδρῶς αὐγαζομένην, δικαστικῶν πρὸ βημάτων ἔστης ἀνδρείως, ὁμολογῶν Θεοῦ τὴν σάρκωσιν.

Μύστης Ἱερεύς, καὶ Μάρτυς στεφηφόρος, στῦλος ἀκλινής, καὶ βάσις εὐσεβείας, καὶ ἀληθείας ἑδραίωμα ἐγνωρίσθης, τῇ Ἐκκλησίᾳ, Μάρτυς Βλάσιε.

ρνας λογικούς, ἐποίμανας ὁσίως· θῦμα δὲ δεκτόν, προσήχθης τῷ Δεσπότῃ, ὁλοκαυτούμενον ἄνθραξι μαρτυρίου, Ἱερομύστα πανσεβάσμιε.

ήσει σου σοφῶν, χειλέων ἀπεφράγη, χείλη πονηρά, λαλοῦντα βλασφημίαν, εἰς τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, ἱεροκήρυξ ἀξιαγαστε.

Θεοτοκίον.

Τόμον σε καινῶν, προεῖδεν ὁ Προφήτης, ἔχοντα Θεοῦ, τὸν Λόγον γεγραμμένον, τὸν διαῤῥήξαντα Κόρη τῆς ἁμαρτίας, τῶν πραπατόρων τὸ χειρόγραφον.

 

 

 

 

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός. Πρὸς ζόφον τῆς ψυχῆς μου διασκέδασον

πέμεινας ἀνδρείως, τῆς σαρκὸς τὰς αἰκίσεις ἀοίδιμε, ἐν τῷ δεινῶς τραυματίζεσθαι, τὴν πλάνην τραυματίζων, καὶ καταράσσων ἐχθρούς, τῇ πρὸς Θεὸν ἀνυψώσει, Ποιμὴν ἀξιάγαστε.

Σταυρῷ τὸν προσπαγέντα, ἐν τῷ πάθει σου εἰκονίζων μακάριε, τάς τῆς σαρκὸς ἀλγηδόνας, ὑπέφερες γενναίως, καὶ νικητὴς γεγονώς, συνηριθμήθης ἀξίως, μαρτύρων στρατεύμασιν.

νθέῳ πεποιθήσει, προσευχῶν σου μάστιξι, θῆρα Πάτερ συνώθησας, ἀποβαλέσθαι τὴν θήραν, ἣν ἀδίκως συνέσχε, πιστοῦ γυναίου πληρῶν, συμπαθέστατῃ καρδίᾳ, τὴν αἴτησιν Βλάσιε.

Θεοτοκίον.

μνοῦμέν σε Μαρία., τὴν θεώσασαν τῶν ἀνθρώπων τὸ φύραμα, τῇ ὑπὲρ νοῦν σου λοχείᾳ καὶ ἀναπλάσασαν καταφθαρέντας ἡμᾶς, καὶ συντριβέντας ἀπάτῃ τοῦ ὄφεως Πάναγνε.

 

ᾨδὴ στ΄. Ὁ Εἱρμός. Ἱλάσθητί μοι Σωτήρ

Συνήθλησέ σοι χορός, σεπτῶν γυναίων ἀοίδιμε· ῥωσθεῖσαι γὰρ τοῦ Σταυροῦ, δυνάμει συνέτριψαν, ἐχθροῦ πολυμήχανον, κεφαλὴν καὶ νίκης, ἀνεπλέξαντο διάδημα.

ῤῥώσθη τὸ ἀσθενές, Θεοῦ δυνάμει καὶ χάριτι· ἰδοὺ γὰρ νεανικῶς, γυναῖκες ἠρίστευσαν, τὸν ὄφιν πατήσασαι, τὸν ποτὲ τὴν Εὔαν, Παραδείσου ἐξοικίσαντα.

Βυθίσασαι πονηρῶν, δαιμόνων ἄψυχα ξόανα, ἐπουρανίου ναοῦ, κειμήλια ἔμψυχα, ἑαυτὰς προσήξατε, καὶ τῶν ποωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.

Θεοτοκίον.

θρόνος ὁ τοῦ Θεοῦ, τῶν Χερουβιμ ὁ ὑπέρτερος, νεφέλη ἡ τοῦ φωτός, ψυχῆς μου τὰ ὄμματα, Παναγία φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.

 

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Ὁ θεῖος βλαστός, τὸ ἄνθος τὸ ἀμάραντον, ἀμπέλου Χριστοῦ, τὸ κλῆμα τὸ πολύφορον, θεοφόρε Βλάσιε, τοὺς ἐν πίστει τελοῦντας τὴν μνήμην σου, εὐφροσύνης πλήρωσον τῆς σῆς, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Ῥώμῃ Θεοῦ ἐνισχυθείς, ὦ Θεόφρον, ὡς ἱερὸς ἱεράρχης καὶ λειτουργὸς αὐτοῦ, ἐν πράξεσι θείαις ἀναδέδειξαι· τῶν Ἀθλοφόρων ἐν ταῖς χορείαις ἀθλοφόρος ὡράθης καὶ στεφανίτης· τῆς Ἀαρὼν ὑπερήρθης θυσίας, ὡς μύστης Χριστοῦ· σὺν Ἄβελ αἷμα τὸ θεῖον ἀνακράζει Θεῷ τὴν σφαγήν σου· καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἐπισκόπου Σεβαστείας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Τῶν Χαλδαίων ἡ κάμινος

Φωτισμοῦ θείου ἔμπλεων, κτησάμενος καρδίαν, ἀπροσκόπως παρέδραμες, προσκόμματα τῆς πλάνης, ἐχθρῶν διαβήματα, ὑποσκελίσας σοφέ, τῇ παρουσίᾳ σου.

αντισμῷ τῶν αἱμάτων σου, πλάνης φλὸξ ἀπεσβέσθη· τῇ ἐλλάμψει τῶν λόγων σου, ἡ κτίσις ἐφωτίσθη, κραυγάζουσα Βλάσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οὐ σκιαῖς οὐκ αἰνίγμασιν, ὃν ἐπόθησας βλέπεις, πρὸς δὲ πρόσωπον πρόσωπον, λυθέντων τῶν ἐσόπτρων καὶ μέλπεις γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Νυσταγμῷ κρατηθέντα με, Παρθένε ἀμελείας, ἁμαρτίας κατέλαβεν, ὕπνος θανατηφόρος· διὸ μετανοίᾳ με, πρὸς ζωηφόρον αὐγήν, Ἁγνὴ ἐξέγειρον καὶ σῶσόν με.

 

ᾨδὴ η'. Ὁ Εἱρμός. Ὁ στεγάζων ἐν ὕδασι

ς κριὸς ἐθελόθυτος, ὡς ἱερεῖον δεκτόν, ὡς ἀμνὸς ἄκακος, χαίρων προσήχθης, τῷ τυθέντι Ἀμνῷ, εἰς ἡμῶν λύτρωσιν, καὶ Μαρτύρων συνήφθης ὁμηγύρει, μέλπων σὺν Ἀγγέλοις, τὴν ἱερωτάτην, παμμάκαρ ὑμνῳδίαν.

Σταλαγμοῖς τῶν αἱμάτων σου, ἀποξηράνας βυθόν, ἀθεΐας Μάρτυς, ἔβλυσας κόσμῳ ἰαμάτων κρουνούς, παύοντας καύσωνα, παθημάτων παντοίων, καὶ ἐν πίστει σοι καταφευγόντων, καὶ ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οὐκ ἀρνούμεθα Κύριον, τὸν ἐπὶ πάντων Θεόν, ἱερῶν γυναίων χορός, ἐβόα ὁ μακάριος· ὅθεν ξεόμεναι, καὶ πυρὶ ὁμιλοῦσαι, καὶ σιδήρῳ κάρας ἐκτμηθεῖσαι, ἔχαιρον ὑμνοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

εράν σε προήγγειλαν, Παρθενομῆτορ φωναί, ἐσομένην Κόρη τοῦ Ποιητοῦ σου, ὑπὲρ φύσιν τροφόν, γέννησιν ἄρρητον, ὡς καὶ σύλληψιν ξένην κεκτημένην· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

δὴ θ'. Ὁ Εἱρμός. Τὸν προδηλωθέντα

ς ὑπερφυεῖ κλίμακι, τῷ αἵματι Μάρτυς, ἐπιβὰς τὰς ἄνω μονάς, κατέλαβες ὡραῖος, ἀγλαΐαις ἀποδειχθεὶς τῶν ἀγώνων, καὶ τῷ στεφοδότῃ σου παρίστασαι.

Σὲ τὸν φωταυγῆ Ἥλιον, ποθοῦσαι γυναῖκες, καὶ τῶν ἡδυπνόων Χριστέ, ὀσφρανθεῖσαί σου μύρων, διὰ πάθους τὸ σὸν εἰκόνισαν πάθος, καὶ τῆς ἀφθαρσίας ἠξιώθησαν.

μεροφαὴς ὡς ἀστήρ, ταῖς ἄνω χορείαις, αὐλιζόμενος Βλάσιε, τὴν φωσφόρον σου μνήμην, τοὺς γεραίροντας ζοφερῶν ἐγκλημάτων, ῥῦσαι ταῖς πρεσβείαις σου δεόμεθα.

Θεοτοκίον.

Φέρεις ἐν ἀγκάλαις,Χριστὸν τὸν διακρατοῦντα, οἰκουμένην πᾶσαν, χειρὶ ἁγνὴ Παρθενομῆτορ, ὃν ἱκέτευε ὡς Υἱόν σου καὶ Κτίστην, σῶσαι τάς ψυχὰς τῶν ἀνυμνούντων σε.

 

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ.

Μαρτύρων σε ὡραϊσμα, Ἱερέων τὸ κλέος, γινώσκομεν πανόλβιε, Βλάσιε Ἱεράρχα· ὡς θῦμα γὰρ προσήνεγκας, σεαυτὸν καὶ τέθυσαι, τῷ διὰ σὲ εἰς θυσίαν, ἑκουσίως ἐλθόντι, ἀγαθότητι ἀφράστῳ, καὶ βουλήσει ἀῤῥήτῳ.

Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Δεῦτε καὶ δῶμεν σήμερον τῷ Χριστῷ δόξαν πάντες· αὐτὸς γὰρ ὁ Θεὸς ἡμῶν τέρασι παραδόξοις, καὶ θαύμασι πολυτρόποις, τὸν σοφὸν Ἱεράρχην, καὶ Μάρτυρα ἐδόξασε, Βλάσιον ὃν τιμῶντες καὶ τὴν αὐτοῦ ἱερὰν πανήγυριν ἐκτελοῦντες, ἁμαρτιῶν λυτρούμεθα, ταῖς αὐτοῦ ἱκεσίαις.

Θεοτοκίον.

Ζητῶν με τὸ πλανώμενον, πρόβατον παραβάσει, Θεὸς ὁ πλαστουγήσας με, σοῦ τὴν ἄφθορον μήτραν, ὑπέδυ Ἄχραντε Κόρη, καὶ λαβών με ἐπ΄ὤμων, εἰς οὐρανοὺς ἀνύψωσε, σενεδρίᾳ τιμήσας τῇ Πατρικῇ· οὗ τὴν ἀνυπέρβλητον εὐσπλαγχνίαν, καὶ σὲ τὴν Θεομήτορα, προσκυνῶ καὶ δοξάζω.

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος !

Πάτερ Ἱεράρχα Βλάσιε, ἀνατεθεὶς τῷ Θεῷ, ἀρετῶν τελειότητα, καὶ βίου λαμπρότητα ἀληθῶς ἐπιδέδειξαι, καὶ ἱεράρχης ὤφθης θεόληπτος, τῇ εὐδοκίᾳ τῇ θείᾳ Ὅσιε· ὤ τίς ἐξείπει σου, τοὺς ἀγῶνας Ἅγιε, καὶ τὰς πολλάς, δωρεὰς καὶ χαρίτας! δι' ὧν δεδόξασαι.

 

Πάτερ Ἱεράρχα Βλάσιε, τῆς Σεβαστείας ποιμήν, ἱερὸς ἐχρημάτισας, καὶ τῆς θείας χάριτος, θησαυρὸς ἀνεξάντλητος· οὐ γὰρ ἀνθρώποις μόνον διένειμας, τὰς θείας δόσεις καὶ τὰ αἰτήματα, ἀλλὰ καὶ θρέμμασι, τοῖς ἀλόγοις Ὅσιε, τὰς δωρεάς, οἷα συμπαθέστατος δίδως ἑκάστοτε.

Πάτερ θεομάκαρ Βλάσιε, ὑπὲρ Χριστοῦ ἐναθλῶν, τοὺς ἀνόμους ἐξέπληξας, ἐν τοῖς θαυμασίοις σου, καὶ ψυχῆς τῇ στερρότητι· δεινὰς γὰρ ζέσεις γενναίως ἔφερες, καὶ ἐφ' ὑδάτων ξένως ἐβάδισας· ὢ τῶν μεγίστων σου, παλαισμάτων ἔνδοξε! δι΄ ὧν πρὸς γῆν, τοῦ ἐχθροῦ κατέβαλες, τὰ μηχανήματα.

 

Πάτερ θεοφόρε Βλάσιε, τὴν διαθήκην λαβών, Εὐστρατίου τοῦ Μάρτυρος, ταύτῃ ἐπετρόπευσας, Ἱεράρχης ὡς ἔνθεος, καὶ ἐν ἀθλήσει ἔσχες συμμάρτυρας, σεμνὰς γυναῖκας καὶ παῖδας ἔμφρονας, μεθ' ὧν ἱκέτευε,πάσης βλάβης ῥύεσθαι, τοὺς εὐσεβεῖς, καὶ ταύτην τὴν ποίμνην σου, ἀνευφημοῦσάν σε.

 

Δόξα. Ἦχος πλ. δ'.

Ἱερωσύνης τῇ δωρεᾷ, τὴν ἱεράν σου ζωὴν λαμπρύνας, ἱεροπρεπῶς διήγαγες, τὴν δοθεῖσάν σοι Ἱεράρχα ἐξουσίαν καὶ τῆς εὐσεβείας γεωργήσας τὸν λόγον, μαρτυρικοὺς ἐβλάστησας καρπούς, ἀθλητικῶς ἀγωνισάμενος, ὡς τοῦ Χριστοῦ μαθητής. Καὶ νῦν τῶν σῶν θαυμάτων, καρπούμενοι τὴν χάριν, τοὺς ἄθλους σου γεραίρομεν, Ἱερομάρτυς Βλάσιε, αἰτούμενοι διὰ σοῦ, παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

 

Και νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Σεβαστείας θεῖος ποιμήν, Ἱερομαρτύρων, ἐγκαλλώπισμα Ἱερόν· χαίροις ὁ πηγάζων, θαυμάτων θεῖα ῥεῖθρα, Βλάσιε Ἱεράρχα, τοῖς προσιοῦσί σοι.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ ΤΟΥ ΑΓΙΟΥ ΒΛΑΣΙΟΥ

 

Ὁ Κανών (α), οὗ ἡ ἀκροστιχίς: Ὕμνον, Βλάσιε, δέχου τοῦ παναθλίου.

ᾨδὴ α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Ὑψηλῷ τῷ θρόνῳ παρεστώς, πρέσβευε πανίερε, ἁμαρτιῶν ἄφεσιν δωρηθῆναί μοι, καὶ τῆς ῥαθυμίας μου, τὸν ἀμέτρητον σκοτασμόν μου διάλυσον, τὸν ἀγαθοδότην, Κύριον Δεσπότη καὶ φιλάνθρωπον.

Μυηθεὶς σεπταῖς διαταγαῖς, τοῦ ἐνανθρωπήσαντος, ἐπὶ τῆς γῆς καὶ βροτοῖς ὁμιλήσαντος, παχύτητι σώματος, Ὃν ἱκέτευε σαρκικοῦ με φρονήματος, Βλάσιε θεόφρον, ἀπολυτρωθῆναι ταῖς πρεσβείαις σου.

Νευρωθεὶς ἀγάπῃ τοῦ Χριστοῦ, τούτου τοῖς παθήμασιν, ἱερουργὸς ἀθλητὴς ἐχρημάτισας· ὅθεν ἱκετεύω Σε, τὰ ἀνίατα τῶν παθῶν μου βλαστήματα, ξήρανον πρεσβείαις, σοῦ ταῖς εὐπροσδέκτοις παναοίδιμε.

Θεοτοκίον.

Οἰκτιρμοῖς πλουσίοις Σου ἁγνή, πενομένην πάντοθεν, τὴν ταπεινὴν ψυχήν μου καταπλούτισον· ἄρτον τὸν οὐράνιον, ἡ τεκοῦσα γὰρ τοὺς βροτοὺς διαθρέψαντα, θρέψον με πεινῶντα, ἄρτον νοητὸν θεοχαρίτωτε.

 

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Νόμους θείους τηρεῖν ἡμᾶς τοῦ Δεσπότου, Βλάσιε, ἀπαρατρώτους πρέσβευε, πράττειν τούτου τὰ δικαιώματα, καὶ φυγεῖν τῶν βασάνων τῶν ἐκεῖ χαλεπῶν.

Βοήθησον κινδύνοις περιπεσοῦσιν, Ἅγιε, ἡμῖν τοῖς κινδυνεύουσιν, καὶ ὀστώδεις πνίξεις ἐν φάρυγγι, ἐμπαρεῖσας εὐχαῖς σου ἐπικούφισον.

Λυτρωτήν σε θερμότατον πᾶς ὁ κόσμος, ἔχει σε, καὶ πρεσβευτὴν καὶ πρόμαχον, Ὃν εὐχαῖς σου Βλάσιε φρούρησον, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον.

Ἀνάτειλον ἀκτῖνά μοι μετανοίας, ἄχραντε, καὶ φώτισον τὰ ὄμματα, τῆς ψυχῆς μου τὰ σκοτεινότατα, ἡ τεκοῦσα τῷ κόσμῳ μέγα ἔλεος.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἀσκήσει καρτερῶς, προστομώσας τὴν σάρκα, ἱέρευσας σαυτόν, τῷ Κυρίῳ προθύμως, ποιμὴν ἀξιάγαστος, Ἀθλητής τε ὡς ἔννομος· ὅθεν εἴληφας, διπλοῦν τὸ στέφος παμμάκαρ, καὶ τοῖς θαύμασιν, κατεκοσμήθης ἀξίως, ἀοίδιμε Βλάσιε.

Ἕτερον. Ἦχος β΄. Ἠλιοὺ ἐμιμήσω.

Φαεινὸς ἀνεδείχθης ὡς ἑωσφόρος, καὶ πυρὸς θείου ὄντως στῦλος παμμάκαρ, ταῖς ἀρεταῖς σου τὸν κόσμον ἐφώτισας, καὶ θαυμασίοις τοὺς πάντας ἐπλούτισας, προπάτορ Βλάσιε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

 

ᾨδὴ δ΄. Ἐλήλυθας, ἐκ Παρθένου.

Σωτηρίας, σὲ λιμένα ὁρῶντες ῥυσθείημεν, πανίερε Βλάσιε, τῶν συνεχόντων κακώσεων, ζάλης καὶ κινδύνων τε, καὶ τῶν σκανδάλων τοῦ βίου, ἱκεσίαις σου.

Ἱερεῖον, σεαυτὸν τῷ Θεῷ προσενήνοχας, δεσμά τε καὶ μάστιγας, ὑπενεγκὼν προθυμότατα· ὅθεν ἱκετεύω σε, τὰ συνδεσμοῦντά με πάθη, ἀπομείωσον.

Ἐνεύρωσας, τῶν ἀπίστων καρδίας θεόσοφε, λίθον τὸν ἀκρόγωνον, ταύταις Χριστὸν ἐνστησάμενος, Ὃν καὶ ἐκδυσώπησον, ἐπιστηρίξαι τὸν νοῦν μου, σαλευόμενον.

Θεοτοκίον.

Διάσωσον, προστασία τοῦ κόσμου τοὺς λάτρεις Σου, ἐλπίδα βεβαίαν Σε, καὶ προστασίαν κατέχοντας, πρὸς τὸν ὑπεράγαθον, ὡς ἀγαθὴ ἀγαθῦναι, τοὺς οἰκέτας Σου.

 

ᾨδὴ ε΄. Ὁ φωτισμός.

Ἐν τῇ σαρκί, τὰς πικρὰς ἀλγηδόνας, καθυποτάσσων, ὡς ἐν ἀλλοτρίῳ σώματι μάκαρ, καὶ τῶν εἰδώλων, ἐκτεφρώσας τὴν πλάνην, καὶ μανίαν τῶν δυσσεβούντων ἐχθρῶν, Βλάσιε θεράπον Χριστοῦ μεγαλώνυμε.

Χάρις ἐν σοί, ἐξεχύθη πλουσίως, παρὰ Κυρίου, ὅτι καὶ γυναῖκες συνήθλησάν σοι· τῆς μαρτυρίας, τελεκῶσαι τὸν δρόμον, καὶ τὴν πίστιν καλῶς τηρήσασαι, τῶν τῆς ἀφθαρσίας στεφάνων ἐπέτυχον.

Ὅλος Θεοῦ, συνεκράθης τῷ πόθῳ, ταῖς ἀνενδότοις, κάμψεσι ταῖς τούτου κατηγλαΐσθης, καὶ τῆς γλυκείας, ἐμπιπλάμενος δόξης, ἱκετεύειν μὴ παύσῃ Βλάσιε, σῶσαι τὰς ψυχὰς τῶν πιστῶς εὐφημούντων σε.

Θεοτοκίον.

Ὕπνου δεινοῦ, τῆς πικρᾶς ἁμαρτίας, ῥῦσαί με Κόρη· μὴ παραχωρήσῃς νυστάξαι ὅλως, ἀλλὰ τῇ θείᾳ Σου, ἀγρύπνῳ δεήσει, Παναγία ἔγειρον σῶσόν με, τὸν εἰλικρινῶς ἐπὶ σοὶ καταφεύγοντα.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Τῶν κακῶν μου τὰ πλήθη ἐξάλειψον, μάκαρ ἱκεσίαις σου, ταῖς πρὸς τὸν Κύριον, ἵνα πιστῶς δοξάζω σε, ὡς προστάτην θερμὸν καὶ ἐπίκουρον.

Ὡραιώθης θαυμάτων λαμπρότησιν, καὶ κατεδοξάσθης, βασάνων φαιδρότησιν, ἱερομάρτυς Βλάσιε, διὰ τοῦτο πιστῶς σε δοξάζομεν.

Ὑψηλῷ παρεστὼς θρόνῳ πάντοτε, Κύριον τὸν ὕψιστον, μάκαρ ἱκέτευε, παθῶν ἀπὸ κοπρίας με, ἀνυψῶσαι καὶ σῶσαι τὸν δοῦλόν Σου.

Θεοτοκίον.

Πολυώδυνα πάθη θεράπευσον, Κόρη πολυώνυμε, τὰ τῆς καρδίας μου, καὶ τῶν ἐκεῖ βασάνων με, τῶν πολλῶν καὶ δεινῶν ῥῦσαι Δέσποινα.

 

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.

Ἁγνείαν πραότητα, δικαιοσύνην, ἐξήσκησας ἔνδοξε, ἀμέσως λειτουργῶν τῷ Θεῷ, αἷς ἡμᾶς εὐόδωσον, κατεμβιβάζων ὁδοῖς, πράττειν τὰ θελήματα Χριστοῦ, κεκαθαρμένους τῇ μεσιτείᾳ σου.

Ναὸς ἐχρημάτισας, τῆς θείας δόξης· εἰς κόσμον γὰρ ἥπλωται, ὁ λόγος τῶν δογμάτων σου, διδάσκων νοήματα, φέγγη σωτήρια, σέβειν τρισυπόστατον Υἱόν, ἀνακηρύττων πᾶσι τοῖς πέρασιν.

Ἁγίων διήνυσας, τοῦ μαρτυρίου, τὸν δρόμον τὸν ἔνθεον, στεῤῥῶς ἀγωνισάμενος, καὶ νῦν τὰ οὐράνια, περιπολεύων σοφέ, σὺν Ἁγίοις Βλάσιε συνών, τῶν σὲ ὑμνούντων μέμνησο πάντοτε.

Θεοτοκίον.

Θεμέλιον ἄσειστον, Χριστὸν τεκοῦσα, λίθον τὸν ἀκρόγωνον, Παρθένε ἀπειρόγαμε, Τοῦτον οὖν ἱκέτευε, τὴν σαλευθεῖσάν μου, πάθεσιν ἀθλίαν νῦν ψυχήν, ἐπιστηρίξαι καὶ διασῶσαί με.

 

ᾨδὴ η΄. Κάμινος ποτέ.

Λύειν καὶ δεσμεῖν, λαβὼν τὴν ἐξουσίαν, παρὰ Κυρίου μάκαρ Βλάσιε, λῦσον τὰ ἐγκλήματα, τῶν πολλῶν παραπτωμάτων μου, καὶ βαίνει κατευόδωσον, τρίβους τὰς σωτηρίους, ἵνα συμφώνως ὑμνῶμέν σε.

Ἴθυνον ἡμῶν, τὸν νοῦν καὶ τὰς καρδίας, πρὸς τὰς εὐθείας ἐντολὰς τοῦ Θεοῦ, ἀσφαλῶς πορεύεσθαι, καὶ κυβέρνησον ἡμῶν τὴν ζωήν, ἀτάραχον ἀκλόνητον, μάκαρ σαῖς ἱκεσίαις, ἵνα σε πόθῳ δοξάζομεν.

Οἴμοι τὸν πολλά, ἀφρόνως ἐπταικότα· οἴμοι τὸν πάθεσι δουλεύοντα, κακοῖς καὶ γηράσαντα, καὶ Θεόν μου παροργίσαντα· βοήθησόν μοι Ἅγιε, Βλάσιε σαῖς πρεσβείαις, λύσιν χρεῶν μοι δωρούμενος.

Θεοτοκίον.

Ὕψωσον ἁγνή, παθῶν ἀπὸ κοπρίας, τὴν ἀδιόρθωτον καρδίαν μου, ἐχθρῶν τῶν θλιβόντων με, καὶ δεινῶς παρενοχλούντων με, καταπλουτοῦσα πάντοτε, πράξεσιν ἐναρέτοις, ὅπως ὑμνῶ Σε σῳζόμενος.

 

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.

Ἰσχὺν δυναστείαν, αὐτῷ περιζωσάμενος, ὑψαυχοῦντας τυράννους, εἰς γῆν κατέῤῥαξας, νίκην εἰληφὼς οὐρανόθεν· ὅθεν βοῶ, τὸν ὑψαυχενοῦντα, κατ’ ἐμοῦ ἀντίπαλον, θραῦσον μάκαρ ταῖς πρεσβείαις σου.

Στρατὸς ἁγιόλεκτος, δικαίων ἡ ὁμήγυρις, προσεδέξαντο μάκαρ, τὴν σὴν ἁγίαν ψυχήν, ὧν συναπολαύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν, ἀπαύστως πρεσβεύειν, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.

Ἁγίαις δεήσεσιν, ταῖς σαῖς ἁγίαις Βλάσιε, καθαγίασον πάντας, τοὺς τὴν ἁγίαν σου, μνήμην ἐκτελοῦντας ἐν πίστει· ἁγιασμόν, κἀμοὶ οὐρανόθεν, παράσχου τῷ πλέξαντι, τὸ οἰκτρὸν τοῦτο μελώδημα.

Θεοτοκίον.

Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν, ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθή, ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε.

***

 

Ἕτερος (β΄) Κανών.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί, ᾄσωμεν.

Οἱ εὐσεβῶς, νῦν προσιόντες ἐν πνεύματι, Βλάσιον πάντες  στέψωμεν, ὡς χριστομάρτυρα, καὶ σοφὸν ἱεράρχην, Χριστὸν δοξολογοῦντες, ὅτι δεδόξασται.

Μόνος ἐν γῇ, Πάτερ ἐκτήσω συμπάσχοντας, τοὺς θῆρας· ὅθεν ἔμελπες· τὸν Κτίστην ἅπαντα, Σὲ ὑμνῶ καὶ δοξάζω, τὸν δόντα μοι τὴν χάριν, τῶν θαυμασίων Σου.

Ὅλος ἐν σοί, ἔχων τὸ πνεῦμα μακάριε, τὸ θεῖον ἀνεκραύγαζες, γνῶτε τὸν κτίσαντα, ἑνὶ λόγῳ τὰ πάντα, λαοῦ τοῦ τῶν Ἑλλήνων, ὑμνολογοῦντος Θεόν.

Θεοτοκίον.

Σὲ Δανιήλ, ὄρος ἐκάλει ἀλόξευτον, Θεοκυῆτορ ἄρχαντε· ἐκ Σοῦ γὰρ τέτμηται, Λόγος λίθος ὑπάρχων, δι’ οὗ Ἀδὰμ ἐρύσθη, τῆς κατακρίσεως.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Ἀνδρεῖος κατ’ ἐχθρῶν, σοφὲ Βλάσιε, ἐδέιχθης, πατήσας τὴν πλάνην πᾶσαν, τοῦ Βελίαρ τῇ δυνάμει Χριστοῦ, τοῦ ἀεί σου τὴν χάριν προνομεύσαντος.

Γυναίῳ τῷ στεῤῥῷ, σοφὲ θεώμενος, τυράννων, ἐκτήσω τὴν μανίαν· τῷ σῷ κτίστῃ ἐνυμφεύσω ἀεί, τούτῳ δόξαν πιστῶς ἀναβοῶντός σου.

Θεοῦ σε ἐραστήν, οἱ πάντες ἔγνωμεν, θεράπον, Κυρίου Ἱερομάρτυς· ὅθεν πίστει σε τιμῶμεν ἀεί, ἐκτελοῦντες τὴν μνήμην σου πανένδοξε.

Θεοτοκίον.

Ἀσπόρως ἐν γαστρί, Θεὸν συνέλαβες, καὶ τίκτεις, ἀφράστως σεσαρκωμένον, εἰς Ὃν βλέπειν οὐ τολμῶσιν ἀεί, οὐρανῶν αἱ δυνάμεις ἀειπάρθενε.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείῳ πνεύματι, πεφωτισμένος, θράσος τύραννον, ἐν παῤῥησίᾳ, ποιμαντικῇ μεγαλοφώνως κατήσχυνας, καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Βλάσιε, Χριστὸν τὸν Θὲον ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου Σου γέννησιν.

Τίς μὴ θαυμάσῃ πανένδοξε, τὴν τοῦ πνεύματος χάριν, τὴν οἰκήσασαν ἐν σοί; Πῶς γὰρ ἡ χήρα, ἀπέλαβε τὸν ὗν βοῶσα· δόξα σοι Ἅγιε, ὅτι θὴρ τὸν σὸν φόβον, ὑπακοῦσας, σῶον δέδωκεν ἐμοί;

Τῶν ἀνομούντων πανίερε, ἐπιβάντων ἐν τῇ λίμνῃ, ὤφθη Ἄγγελος Θεοῦ, καὶ τούτου ῥίψας, ὑπτίους πρὸς τὸ ὕδωρ, αὖθις ἀπέπνιξεν, τοῖς τυράννοις ἐκβοῶν· θεάσασθε, νῦν τὴν δύναμιν ὑμῶν.

Τὴν τῶν εἰδώλων ἀράμενοι, ἐν τοῖς σάκκοις οἱ λίβδοι, αἱ γυναῖκες ἀνδρικῶς, ποταμοῦ ῥίφος, ὡς ἔδειξεν Χριστοῦ δυνάμεις· ὅθεν καὶ εὐθαρσῶς, τοῖς τυράννοις ἐβόοουν· θεάσασθε, νῦν τὴν δυνάμιν αὐτῶν.

Θεοτοκίον.

Ὡς σωτηρίας λιμένα Σε, Θεοτόκε ὑμνοῦμεν, ἅπαν γένος τῶν βροτῶν· Σὺ γὰρ τὸν κτίστην, ἐκύησας φθορὰν μὴ γνοῦσα· τοῦτον ἱκέτευε, τοῦ ῥυσθῆναι τὸν κόσμον, ἐκ τῆς πλάνης, τῆς δουλείας τοῦ ἐχθροῦ.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Τὴν τοῦ χοίρου κεφαλήν, ἡ χήρα Μάρτυς τοῦ Χριστοῦ ἤνεγκεν, ἐν τῇ εἱρκτῇ, σὲ ἐκδυσωποῦσα, τοῦ ἅψασθαι τάυτης, ὅπως τῆς σῆς τύχῃ, ἐντεύξεως Ὅσιε.

Σὺ δὲ τὴν ταύτης σπουδήν, ὡς τοῦ Κυρίου μιμητὴς Ὅσιε, ἀποπληρῶν, μετέλαβες ταύτης, εὐξάμενος αὐτῇ, καὶ τοῖς ἐκτελοῦσιν, ἐν πόθῳ τὴν μνήμην σου.

Ὡς παῤῥησίαν πολλήν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν Ὅσιε, ἔχων ἀεί, τοὺς Σὲ εὐφημοῦντας, περίσῳζε δεινῶν, Βλάσιε τρισμάκαρ, Μαρτύρων τὸ καύχημα.

Θεοτοκίον.

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς δημιουργὸν κράζομεν· χαῖρε ἁγνή, χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἐν τοῖς θαύμασιν πᾶσιν ἐξέλαμψας, Βλάσιε πανένδοξε ἱερέων τὸ καύχημα, καὶ τῶν Ὁσίων Ὅσιε· ὅθεν πίστει τιμῶμεν τοὺς ἄθλους σου.

Τοῖς μὲν δώροις ἡ χήρα προφθάσασα, τοῖς γόνασιν Ὅσιε τοῖς Σοῖς ἐκραύγαζεν· τὴν τοῦ παιδός μοι ἄκανθα, δι’ εὐχῆς σου ἐκ τοῦ φάρυγγος ἅρπασον.

Πάραυτα τῆς ἰάσεως ἔτυχεν, ὁ παῖς καὶ Χριστὸν παῤῥησίᾳ ἐκήρυττεν, τὸν τὰς ἰάσεις νέμοντα, τοῖς αὐτῷ προσπελάζουσιν ἐκ πίστεως.

Τοὺς τελοῦντας ἐν πόθῳ τὴν μνήμην σου, ῥῦσαι τῶν κινδύνων πανένδοξε Βλάσιε, καὶ τοὺς ἐν πόθῳ ᾄδοντας, καὶ προστρέχοντας πίστει τὴν μνήμην σου.

Θεοτοκίον.

Τὰ ποικίλα μου πάθη θεράπευσον, μόνη ἀειπάρθενε Μῆτερ ἀπείρανδρε· Σὺ γὰρ λιμὴν ἀχείμαστος, ἀνεδείχθης ἡμῖν τοῖς ὑμνοῦσί Σε.

 

ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.

Τὸ ὄμμα τρανῶς, πρὸς τὸν Κτίστην καὶ Θεὸν προθύμως ἄραντες, τοῦτον ἀνύμνουν ἐν τῷ σκάμματι, ἀκαταπαύστως κραυγάζοντες· πρόσδεξαι Χριστὲ τῶν Σῶν δούλων, τὰς ψυχὰς τῶν κραζόντων Σοι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν πόθῳ τὴν σήν, ἐκτελούντων ἱερὰν μνήμην σου Βλάσιε, ἐκ κινδύνων διασώζουσαν, μὴ ἐπιλάθῃς δεόμεθα, ὡς ἐκ τοῦ Θεοῦ ἡμῶν χάριν, εἰληφὼς κραυγάζομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην ἁγνή, προεθεώρεις τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀῤῥήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Μανιωδῶς τοῖς Ἀθληταῖς, ἐπότρυνας ὁ ἐχθρὸς εὐθὺς προστάττει, κεφαλότμητον δοῦναι, τοῖς πίστει κράζουσιν· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα κραυγάζουσαι Χριστῷ, ὅτι ἔδειξας ἡμῖν τὴν θείαν χάριν· τοῦ λαβεῖν δὲ τὸ στέφος, τῆς θείας δόξης σου· διό σοι, κραυγάζομεν χάριτι, σὲ ὑμνολογοῦσαι, εἰς πάντας τοὺς αἰῶνας.

Μνήσθητι Ἅγιε κἀμοῦ, ἐν ταῖς θείαις σου λιταῖς πρὸς τὸν Δεσπότην, τοῦ δοθῆναί μοι λύσιν, τῶν ἐπταισμένων δεινῶν, ὅπως σου, ὑμνῶ τὸ μνημόσυνον, καὶ δοξολογήσω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὲ ἀνυμνῶ ὡς τοῦ φωτός, Θεοτόκε κιβωτὸν καὶ θείαν πύλην, δι’ ἧς κόσμος ἐῤῥύσθη, παραπτωμάτων πολλῶν· αἰτοῦμεν, ῥυσθῆναι κολάσεως, ταῖς Σαῖς ἱκεσίαις, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Τὸν ἀριστέα Κυρίου, καὶ στεῤῥὸν Ἀθλοφόρον, ὑμνήσωμεν ᾠδαῖς πνευματικαῖς, Βλάσιον ᾄσμασι σήμερον, ὡς διώξαντα πλάνην, καὶ δόντα λόγον πίστεως πολύν, καὶ ἰώμενον πάντας, τοὺς πίστει προσιόντας αὐτῷ.

Ὡς εἰληφὼς ἐκ Κυρίου, ἱεράρχα τὴν χάριν, ἰᾶσθαι τὰ νοσήματα ἡμῶν, Βλάσιε Ἅγιε πρέσβευε, τοῦ ῥυσθῆναι ἀκάνθης, ἐν φάρυγξι παγείσης ἰχθύος, ἢ ἐν βρώμασιν ἄλλοις, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σῷζε πρεσβείαις σου πάντας, τοὺς πιστῶς σε ἀνυμνοῦντας, καὶ ἐξαιτοῦντας λύσιν τῶν δεινῶν, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἀπαύστως δυσώπει, τοῦ εἰρηνεῦσαι κόσμον καὶ ἡμῖν, καταπέμψαι τὴν χάριν, καὶ ἄφεσιν καὶ ἔλεος.

Θεοτοκίον.

Ὡς παῤῥησίαν καὶ τεῖχος, τῶν πιστῶς Σε ὑμνοῦμεν, πανύμνητε ἡ Μήτηρ τοῦ φωτός· ὅθεν αἰτοῦμεν πρεσβεύειν ἀεί, λυτρωθῆναι γεέννης, καὶ δεξιὰν παράστασιν λαβεῖν, παρ’ Αὐτοῦ Ὃν ἐκ λαγόνων, ἁγνῶν σὺ Μόνη τέτοκας.

***

 

Ἕτερος (γ) Κανών.

ᾨδὴ α’. Ἦχος δ΄. ᾨδὴ α’. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Αἰνέσεως συμφωνίαν σήμερον, Χριστῷ προσάξωμεν, τὴν εὐκλεῆ Βλασίου τοῦ σοφοῦ, ἐκτελοῦντες πανήγυριν, μωσαϊκῶς φιλέορτοι, ᾄδοντες ᾆσμα τῷ Θεῷ ἡμῶν.

Τῶν κάτω ὀ ὑπερόπτης Βλάσιος, καὶ τοῦ Χριστοῦ ἐραστής, ὡς ἱερεὺς καὶ Μάρτυς καὶ ποιμήν, τὴν τῶν ἔργων ἐπίδειξιν, προθεὶς ὡς θείαν τράπεζαν, πρὸς εὐφροσύνην συγκαλεῖται ἡμᾶς.

Τὸν βίον δι’ ἀρετῆς ἐκάθηρας, καὶ σκεῦος ὤφθης Χριστοῦ, τοῦ θείου μύρου πρὸς ὑποδοχήν, τῆς σεπτῆς λειτουργίας σοφέ, τὴν δὲ στολὴν τοῖς αἵμασιν, τοῦ μαρτυρίου κατεποίκιλας.

Χριστός σοι τὸ ζῆν θεομακάριστε, καὶ τὸ θανεῖν ἀληθῶς, κέρδος ἐδείχθη ἄφθαρτον πιστῶς, ἱερώτατε Βλάσιε· διὸ προθύμως τέθνηκας, ὑπὲρ Αὐτοῦ καὶ ζῇς ἐν τούτῳ ἀεί.

Θεοτοκίον.

Ἀνέστη τοῦ πατρικοῦ συμπτώματος, Θεογεννῆτορ ἁγνή, καὶ τῆς ἀρᾶς λελύτρωται σαφῶς, τῆς Προμήτορος ἄχραντε, διὰ τῆς Σῆς κυήσεως, τὸ γένος ἅπαν τὸ ἀνθρώπινον.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ὡς ἐγνωσμένος Θεῷ, ἱερατεύειν τῷ Χριστῷ κέχρισαι, καὶ μυηθεὶς πνεύματι, σεαυτὸν δι’ αἵματος τέθυκας.

Θηρεῦσαι προθυμηθείς, ὁ δυσμενὴς τῶν εὐσεβῶν τύραννος, τὴν ἐν Χριστῷ ποίμνην σου, οὗτος ὑπὸ σοῦ ἀνατρέπεται.

Καὶ δόγμασιν ἀληθῶς, καὶ τῇ ἐκβάσει τῶν σοφῶν ἔργων σου, τῆς Ἐκκλησίας πέφυκας, Μάρτυς καὶ διδάσκαλος Βλάσιε.

Ὑπόδειγμα εὐσεβές, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ γέγονας, τὴν ἱερὰν χλαῖνάν σου, αἵματι λαμπρύνας τῶν ἄθλων σου.

Θεοτοκίον.

Τεκοῦσα ἐπὶ τῆς γῆς, τὸν ὑπερούσιον Θεὸν ἄχραντε, τὴν τῶν βροτῶν ἔκπτωσιν, ἐν τοῖς οὐρανοῖς ἐπανήγαγες.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Στηριζόμενος τῇ ῥάβδῳ τῆς ἀληθείας, μωσαϊκῶς κατέβαλες, τῆς πλάνης τοὺς ὄφεις, Βλάσιε θεράπον Χριστοῦ, ἐλέγξας τὸν τύραννον, καὶ καθοδηγήσας τὸν νέον λαόν.

Λογικῶν τε καὶ ἀλόγων σε εὐεργέτην, ἡ πρὸς Θεὸν οἰκείωσις, ἀνέδειξε μάκαρ, τοῖς κατορθώμασί σου· ἐντεῦθεν γὰρ εἴληφας, τὰ τῶν ἰαμάτων χαρίσματα.

Ἐν τῷ φάρυγγι ἣν ἔθετο ἀλγηδόνα, τοῖς ἐν Χριστῷ σου θρέμμασιν, ἐνδίκως ἐν ταύτῃ, Πάτερ ἀπηγχόνησας, τῷ λόγῳ τῆς χάριτος, τῆς παρανομίας τὴν ἄκανθα.

Θεοτοκίον.

Ὡς παράδεισος ἐν μέσῳ τῆς Ἐκκλησίας, πεφυτευμένος ὤφθης, τὸ ξύλον τεκοῦσα, τῆς ζωῆς πανύμνητε, ἐξ οὗπερ γευσάμενοι, ἔγνωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἐπ’ εὖρος θεϊκόν, ἐφαπλώσας τὰ ὅρια, τῆς ποίμνης σου ἱεράρχα, θεοσόφως τὴν πλάνην, ἐδίωξας ἐκ πάσης τῆς γῆς.

Τοῖς δόγμασι σοφέ, ἱεράρχα τὴν ποίμνην σου, ἐστήριξας ἐν τῇ πίστει· ἰδοὺ γὰρ καὶ γυναῖκες, τὴν πλάνην κατεπάτησαν.

Τῷ πόθῳ τοῦ Χριστοῦ, τετρωμένα τὰ γύναια, πρὸς μίμησιν ἐπιβαίνει, τῶν ἀγώνων σου Πάτερ, θυόμενα προθύμως Χριστῷ.

Πρὸς γνῶσιν θεϊκήν, ὑψωθέντα τὰ γύναια, εἰς ἄβυσσον ἀπωλείας, τῆς ἀπάτης ἐμφρόνως, ἐβύθισαν τὰ εἴδωλα.

Θεοτοκίον.

Νεκροῦται ἀληθῶς, ἐν τῷ τόκῳ Σου Δέσποινα, ἡ ἔφοδος τοῦ θανάτου· τῷ φωτὶ γὰρ τὸ σκότος, μειούμενον ἐξίσταται.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Τῇ τέρψει, τῶν ποικίλων μωλώπων τοῦ σώματος, τὴν μυστικὴν τῆς στολῆς σου, ἐπεκόσμησας ὡραιότητα, καὶ κατ’ ἄμφω, ἱεράρχα ἐστέφθης τῇ χάριτι.

Τῇ πίστει, ἐν Χριστῷ ὡς ἐκτήσω τὰ γύναια, καὶ συναθλοῦντά σοι Πάτερ, καὶ προθύμως θνήσκοντα Βλάσιε, καὶ τοὺς πόθῳ, ἐκτλεοῦντας τὴν μνήμην σου κτῆσαι ἡμᾶς.

Τῷ ζήλῳ, τοῦ Χριστοῦ πυρωθεῖσαι αἱ Μάρτυρες, τῆς θωπευούσης ἀπάτης, τὸ δελέασμα ἀποῤῥίψασαι, τῶν βασάνων, τὰς ποινὰς ἀπετέφρωσαν αἵματι.

Ἔρωτι, τῆς Χριστοῦ ἀναφθεῖσαι νυμφεύσεως, αἱ θαυμασταὶ Ἀθληφόροι, τὴν ἀπάτην ὄντως κατέφλεξαν, καὶ θαυμάτων, δᾳδουχίαις τὸν κόσμον ἐφώτισαν.

Θεοτοκίον.

Ἰσχύς μου, ἀληθῶς Σὺ καὶ ὕμνησις πέφυκας, Θεογεννῆτορ· ἐν Σοὶ γάρ, τὴν ἐλπίδα μου ἀνατέθηκα, καὶ ὕψωσα, κατ’ ἐχθρῶν Θεοτόκε τὸ κέρας μου.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Δαυϊτικῶς σοι, ἀναβοῶμεν Πάτερ Βλάσιε, πόθῳ· τοῦ Κυρίου ὤφθης σὺ μαθητής, καὶ τὰ ἴχνη οὐκ ἐγνώσθη σου, καὶ γὰρ ἡ τρίβος σου, ἐν Κυρίῳ ὡράθη ἐν ὕδασιν.

Τῆς τοῦ Κυρίου, κατατρυφῶσαι Μάρτυρες χάριτος, ὄντως, χαρμονὴν ἡγεῖσθε τοὺς σπαραγμούς, τὸν ξυστῆρα καὶ τὸ θαῦμα δε, ὡς ὑπὲρ ἄνθρωπον, τῶν αἱμάτων τραπέντων εἰς γάλα φρικτῶς.

Θεοτοκίον.

Τὴν μητρικήν τε, κατὰ τοῦ ξίφους τόλμαν θεώμενοι, πίστει, τοῦ Χριστοῦ οἱ παῖδες καὶ τὴν Αὐτοῦ, εὐπρεπῆ ἀϊδιότητα, ἀπολαμβάνοντες, πρὸς τὸν Δεσπότην ἔχαιρον σπεύδοντες.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Χεῖρας ἐκπετάσας ψαλμικῶς, ἐνώπιον τοῦ Θεοῦ, εὐχὰς προσήγαγες, ἱερουργούμενος αἵματι, τῷ οἰκείῳ τῷ Δεσπότῃ Χριστῷ· διὸ ποτήριον σοφέ, τοῦ σωτηρίου πιών, ἀνεβόας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Τὴν χήραν ζηλοῦντες εὐσεβῶς, τὴν θείαν μνήμην σου, ἐπιτελοῦμεν πιστῶς, θεοχαρίτωτε Βλάσιε, καὶ αὐτὸς οὖν τὴν ὑπόσχεσιν, ἣν ἐποιήσω πρὸς αὐτήν, καὶ σὺν αὐτῇ πρὸς ἡμᾶς, χορηγίαις, τῶν ἀγαθῶν ὡς ποιμὴν ἐπικούρησον.

Τριαδικόν

.

Τριάδα λατρεύων εὐσεβῶς, δοξάζω σύμφυτον, μίαν θεότητα, τρισὶν ἐκλάμπουσαν γνώριμον, ἑνιαίως ἰδιότησιν, ἐξ ἀγεννήτου γεννητῶς, ἐκπορευτῶς τοῖς πιστοῖς· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ὑπῆρχεν ἡ φύσις τῶν βροτῶν, τὸ πρὶν κατάκριτος, τῷ παραπτώματι, τῆς παραβάσεως εὗρε δε, Θεοτόκε ἐν τῷ τόκῳ Σου, τὴν εὐλογίαν ἀληθῶς, καὶ μελῳδεῖ ἐν χαρᾷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ὥσπερ ἐν τρυφῇ Παραδείσου, καὶ εἰς αὐτὴν τῆς βασιλείας, Βλάσιε σοφὲ ἱεράρχα, τὴν κληρουχίαν ἑτοιμαζόμενος, πρὸς τὴν σφαγὴν ἐπέδραμες, ἐν τῷ Κυρίῳ ἀγαλλόμενος.

Τὸ θράσος ἀπέτεμες μάκαρ, ἐν τῇ τοῦ Πνεύματος μαχαίρᾳ, τῆς ἐπαιρομένης ματαίως, κατὰ τῆς ποίμνης σου ἀθεότητος, ἐν τοῖς οἰκείοις αἵμασιν, ἐπισφραγίζων τὴν εὐσέβειαν.

Γύναια θεόσοφα κάλλει, τῆς εὐσεβείας τετρωμένα, καὶ ἐν τοῖς παθήμασι Χριστοῦ, ὡραϊσθέντα τὴν ἐπὶ θάνατον, πορείαν ἐποιήσαντο, ἐν εὐφροσύνῃ ἀγαλλόμεναι.

Βλάσιε σοφὲ ἱεράρχα, σὺν ταῖς Ἁγίαις σου συνάθλοις, ἅμα καὶ τῶν Παίδων τῶν θείων, ἐπ’ εὐλογίαις τοὺς ἐπαινοῦντάς σε, στεφανωθῆναι πρέσβευε, ὡς ἀπαρχάς σοι λόγων οἴσοντας.

Θεοτοκίον.

Ἐν τόκῳ παρθένος ἐδείχθης, ὡς πρὸ τοῦ τόκου Θεοτόκε, καὶ μετὰ τόκον ὡσαύτως, τοὺς ὁρισθέντας νόμους τῆς φύσεως, ὑπερβαλοῦσα Δέσποινα· διό Σε πάντες μεγαλύνομεν.

***

 

Ἕτερος (δ) Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ Ἱερομάρτυρι Βλασίῳ αἶνος.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Τὴν χάριν τοῦ παναγίου Πνεύματος, λαβὼν μακάριε, τὴν ταπεινήν μου φώτισον ψυχήν, ἐκκαθαίρων τὰ χείλη μου, ἵνα ᾠδὴν ἐπάξιον, τῶν ἐγκωμίων σοι προσείποιμι.

Ὡς πλοῦτον περιφανῆ καὶ ἄφθαρτον, τὰς ἀρετὰς ἐφευρών, ἐκ κροσσωτοῖς χρυσοῖς Πάτερ σοφέ, βεβλημένος δὲ ταύτας ἀεί, ἐκ δεξιῶν παρέστηκας, πεποικιλμένος τοῦ Δεσπότου Σου.

Ἱδρῶτι τῶν εὐκλεῶν πανίερε, κατορθωμάτων σου, ἀνθωμολόγεις σπέρματα ζωῆς· ἐνδιαίτημα πέφηνας, τοῦ παναγίου Πνεύματος· μεθ’ οὗ σε πάντες μακαρίζομεν.

Θεοτοκίον.

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Σεβαστεία παγκλεὴς πόλις σου, σὲ πολιοῦχον κράτιστον, ἔχουσα θεόληπτε Βλάσιε.

Ῥωννύμεθα τὰς ψυχάς, οἱ προσιόντες σοι θερμῶς Βλάσιε· χρεωστικῶς ὅθεν σοι, τὰς εὐεργεσίας κηρύττομεν.

Ὁ βίος σου τηλαυγῶς, καταγλαΐζει τοὺς πιστοὺς Βλάσιε, τρεῖς χαρακτῆρας φέρων σοι, ᾧ σὺν τῇ ἐξόδῳ σου μέλπομεν.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι τὸ χαῖρε προσάγομεν.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.

Μαρτυρίῳ κατεποίκιλας θεοφρόνως, τὴν ἱερὰν χλαμύδα σου, καὶ ὤφθης τῷ κάλλει, τῆς ψυχῆς ὑπέρλαμπρος, θεόπνευστε Βλάσιε· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Ἀναβάσεις διαθέμενος ἐν καρδίᾳ, καὶ ἀπὸ δόξης ἔργοις σου, εἰς δόξαν προβαίνων, θαύμασιν ἐξήστραψας, θεόληπτε Βλάσιε· ὅθεν καταχρέως ὑμνοῦμέν σε.

Ῥιζοτόμος εὐσθενέστατος τῆς κακίας, ἀνανδειχθεὶς χρηστότητος, καὶ δικαιοσύνης, σκεῦος ἐχρημάτισας, θεάρεστε Βλάσιε· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Τέτρωται ὁ ἐχθρός· τῆς ὀστώδους γὰρ πνίκεως, παῖς σέσωσται ὁ τῆς χήρας, τῇ ἐνθέῳ πρεσβείᾳ σου, ἁγιώτατε Βλάσιε.

Ὗς ῥύεται βορᾶς, τοῖς ὁδοῦσι νυγεὶς τοῦ θηρός, ὃν δέδωκας τῷ γυναίῳ, εὐλογίαν σου Πάτερ, ἱερώτατε Βλάσιε.

Ῥήμασιν ἱεροῖς, καταπλήξας τὸν τύραννον, σὰρξ ἔφης γὰρ πρόκειταί σοι, οὐχὶ πνεῦμα εἰς θάνατον, ἁγιώτατε Βλάσιε.

Θεοτοκίον.

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ στ΄. Θύσω Σοι.

Ἴχνεσιν, τοῖς τοῦ Κυρίου Πάτερ ἑπόμενος, τὴν κεφαλὴν διαθλάττεις, τὸν Ἀδὰμ τοῦ πάλαι πτερνίσαντος, εὐανδρείως, ἱεροκῆρυξ Βλάσιε Ὅσιε.

Βέλεσιν, τυραννικοῖς βαλλόμενος ὅριον, τῷ τῆς ψυχῆς ἀκοντίῳ, τοὺς ὑπεναντίους κατέφλεξας, θεοφρόνως, ἱεροπάτερ Βλάσιε ἔνδοξε.

Λέοσιν, πυρὶ λιμῷ τε καὶ δίψῃ καὶ ξίφεσιν, καὶ μηχαναῖς ὀλεθρίοις, συμπλακεὶς ἐνίκησας κατὰ κράτος, θείῳ σθένει, ἱεροπάτορ Βλάσιε Ὅσιε.

Θεοτοκίον.

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ἀποσφαλμάτων, τῶν δυσάθλων τὴν ἰατρείαν εἴληφας, χάριν, ἀντὶ χάριτός τε ταύτην λαβών, ἐκ Θεοῦ τὴν τῆς ἀφέσεως· διὸ ὑμνοῦμέν σε, ἱερομύστα πάντιμε Βλάσιε.

Σὺν ἑπταρίθμῳ, θεοσεβῶν γυναίων φάλαγγι, θείαις, ἐν ᾠδαῖς τὸν τούτων παιδαγωγόν, καὶ συμμάρτυρα δοξάσωμεν, ἐπαγαλλόμενοι, οἱ θεόφρονες Βλάσιον σήμερον.

Ἱερουργόν σε, καὶ Ἀθλοφόρον ὄντα Ὅσιον, Πάτερ, ἡ Τριὰς παρέσχε σοι ἐμφανῶς, καὶ τριττόπλοκον διάδημα, χάριν ἰάσεων, βασιλείαν καὶ δόξαν αἰώνιον.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ Σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· εὐλογημένη Σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ὥσπερ χαρακτῆρα εὐκρινῆ, τὰ κατορθώματα, τὴν ἱεράν σου στολήν, καὶ τὴν ἄθλησιν ἔχοντες, φωτιζόμεθα· δοξάζοντες, τὴν ἐκδημίαν σου πιστῶς, Βλάσιε μέλπομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἴνει τὸν φωστῆρά σου τερπνόν, καὶ ἀρχιποίμενα, ἡ Σεβαστεία πόλις, τὸν πολιοῦχόν τε Βλάσιον, καὶ προστάτην ἑορτάζουσα, πνευματικῶς τὴν παγκλεῆ, τούτου μετάστασιν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἴασαι βυθῳ ἁμαρτιῶν, τὴν νηχομένην μου, ψυχὴν μακάριε, καὶ συγκυβέρνησον Βλάσιε, τὴν ζωὴν τῶν ἐκτελούντων σου, τὴν ἱερὰν καὶ φωταυγῆ, μνήμην σου Ὅσιε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ· Σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴν φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, Σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Νέκρωσιν δι’ αἵματος ἔστης, ὑπὲρ Κυρίου ὑπομείνας· εὗρες τὴν ἀμείνονα ζωήν, ἐν τοῖς ὑψίστοις, Ἅγιε Βλάσιε, σὺν ταῖς ἀΰλοις τάξεσιν, ᾆσμα τρισάγιον προσφέρων Θεῷ.

Ὅσοι τὴν ἐτήσιον μνήμην, ἐπιτελεῖτε ταύτην πόθῳ, τοῦ ἱεροάθλου Βλασίου, σὺν τῇ καλλίστῃ, καὶ γηραιᾷ γυναικί, τὴν εὐλογίαν δρέψασθε, εὐθηνουμένην ἀδιάλειπτον.

Σώζοις τοὺς πνιγμῷ τῷ ὁστώδει, κεκρατημένους ἱεράρχα, τοῦτο γὰρ κεκλήρωσαι δῶρον, νῦν ἐξαιρέτως, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἀθλοπρεπῶς μακάριε, ἵνα σε πάντες μεγαλύνωμεν.

Θεοτοκίον.

Στήριξον ἐν πέτρᾳ με μόνη, τῶν γηγενῶν ἡ προστασία, τῆς ὑπομονῆς καὶ ἐν ταύτῃ, τοὺς ἀντιθάσους, θραῦσον πολέμους μου· Θεὸν γὰρ Σὺ γεγέννηκας· δοξάζω πίστει τὴν ᾠδὴν ἐκπληρῶν.

***

 

Ἕτερος (ε΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Βλάστημα πνεύματός σε μέλπω, Βλάσιε.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Βαρυνθέντα πλήθεσι κακῶν, καὶ τῆς ἀπογνώσεως, ἐν τῷ βυθῷ δυσχερῶς ὀλισθήσαντα, σαῖς πρεσβείας Βλάσιε, ἀνακάλεσαι πρὸς λιμένα σωτήριον, φέρων ἐν γαλήνῃ, Πνεύματος τοῦ θείου αὔραις ἔνδοξε.

Λαμπρυνθεὶς ποικίλαις ἀρεταῖς, καὶ δοχεῖον ἔντιμον, καὶ καθαρὸν τοῦ Πνεύματος γενόμενος, ἐπὶ τελειότητα, ἀναγόμενος ἀρετῶν Μάρτυς Βλάσιε, ὤφθης παραστάτης, μυστικῆς τραπέζης ἱερώτατε.

Αἴγλῃ θείου Πάτερ φωτισμοῦ, περιαυγαζόμενος, ὤφθης ἡμῖν Χριστὸν μελίζων ἄνθρακα, παθῶν καθαρτήριον, καὶ ψυχῶν τε σωτήριον ἅμα, σῶμα ἀκηράτως, τοὺς δεδοξασμένους ἐργαζόμενον.

Θεοτοκίον.

Συντραφέντα πάθεσι σεμνή, καὶ συνειλημμένον με, τοῖς λογισμοῖς ἀτόποις Θεονύμφευτε, ἡ Θεὸν κυήσασα, ὁδηγὸν τῶν πλανωμένων πανάμωμε, χεῖρα προκιχρῶσα, ἴθυνον πρὸς τρίβον με σωτήριον.

 

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Τοῖς πόνοις ἐρειδόμενος, τῶν καμάτων ἔνδοξε, τῶν ἱερῶν ἱδρώτων σου, καταμόνας Θεῷ πανόλβιε, λαλεῖν ποθήσας εὗρες τὸ ζητούμενον.

Ἡ ἔρημος ὡς λύχνον σε, κεκτημένη πάμφωτον, σιγῶσα κῆρυξ γέγονεν, σῶν θαυμάτων ἀλόγων πλῆθός τε, μηνύει προβαλοῦσα λογικώτατα.

Μνημόνευε πρὸς Κύριον, τῶν ὑμνούντων Βλάσιε, τὴν ἱεράν σου ἄθλησιν, ἐφαπλῶν σου Πάτερ τὸ εὔσπλαγχνον, τοῖς ἐπικαλουμένοις παναοίδιμε.

Θεοτοκίον.

Ἀπέῤῥιμαι εἰς ἄβυσσον, τῶν κακῶν μου πάναγνε, καὶ τρικυμίας κλύδων με, καταιγίς τε ἁμαρτημάτων ὠθεῖ, ἀλλά με Σαῖς πρεσβείαις ἀνακάλεσαι.

 

ᾨδὴ δ’. Ἐλήλυθας ἐκ Παρθένου.

Πρὸ βήματος, δικαστῶν παρανόμων ἀγόμενος, Θεὸν ὡμολόγησας, καὶ ψευδωνύμους κατήσχυνας, Βλάσιε τοὺς δαίμονας, γενναιοτάτως ἐκτρέπων παρατάξεις αὐτῶν.

Νεκρώσεως, τοὺς χιτῶνας ἀπέθου ξεόμενος, καὶ περιῤῥεόμενος, ἀθλητικοῖς σου τοῖς αἵμασιν, ἄντλημα ἐπέχεες, τοῖς προσιοῦσι τραυμάτων καθαρτήριον.

Ἐν ὕδατι, κεφαλὰς τῶν δρακόντων τῷ θλάσαντι, Θεῷ ἐνηδόμενος, Πάτερ δι’ ὕδατος ὄλεθρον, θεόθεν ἐπήγαγες, ὑπασπισταῖς τοῖς τοῦ σκότους ἱερώτατε.

Θεοτοκίον.

Ὑλώδους με, καχεξίας παρέντα βροχίσμασιν, ἡ Χριστὸν κυήσασα, τῶν αἰχμαλώτων τὴν ἄφεσιν, λύτρωσίν μοι βράβευσον, καὶ ταῖς ἀΰλων χορείαις συναρίθμησον.

 

ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.

Μαρτύρων πλοκάς, καὶ ἀγῶνας σκάμμασι δεικνύμενος, νικητὴς ἐγνώρισαι, Βλάσιε πανάριστε, ποιμὴν ἀγαθός, καὶ παρθένων ἀλείπτης, καὶ ὀρφανῶν παράκλησις.

Αἱμάτων ῥοαῖς, αἱ παρθένοι Μάρτυρες σφραγίσασαι, τοῦ Ἱερομάρτυρος, ἑαυτὰς ἀνέθεντο, Κυρίῳ πιστῶς, διὰ πόνων εὑροῦσαι, ἀΐδιον ἀπόλαυσιν.

Τὸ θῆλυ σαφῶς, εἰς ἀνδρείαν γύναια ἀμείψαντα, ἐχθρὸν ἐτροπώσαντο, καὶ κατηγωνίσαντο, εἰδώλων ὁρμάς, καὶ τῆς νίκης βραβεῖα, παρὰ Χριστοῦ ἐδέξαντο.

Θεοτοκίον.

Ὁ κλύδων δεινῶς, τῶν πλημμελημάτων Θεονύμφευτε, χειμάζει με· δέομαι, σαῖς πρεσβείαις εὔνασον, πανάμωμε, καταιγίδος τὸ κῦμα, καὶ θείως χειραγώγησον.

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Πρὸς Κύριον.

Στεφανίτης, ἀθλητὴς ἱερεὺς ἱερώτατος, ποιμὴν πανάριστος, ἰατρὸς πανυπερθαύμαστος, παρθένων νυμφευτής, ὀρφανῶν ὑπέρμαχος, ἀνεδείχθης σαφῶς μάκαρ Βλάσιε.

Σοῦ τῷ πόθῳ, τῆς ἀγάπης τρωθεῖσαι φιλάνθρωπε, παρθένοι ἄμέμπτοι, πυρὸς ὕδατος καὶ ξίφους τε, περιφρονήσασαι, τὴν ζωὴν τὴν ἄληκτον, εὐφροσύνης θανάτῳ δὲν εὕραντο.

Θεοτοκίον.

Ἐπὶ Σοί μοι, τὰς ἐλπίδας ἐθέμην πανύμνητε· μὴ καταισχύνῃς με, μὴ εἰς τέλος τε ἀπόλωμαι· πρεσβείαις Σου ἁγνή, σῶσον περιστάσεως, ἐν ἐμοὶ τὴν Σὴν χάριν δεικνύουσα.

 

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα

Μαρτύρων τὰ σκάμματα, Μαρτύρων ἄθλους, Μαρτύρων τὴν ἔνστασιν, προβλέπων μάκαρ Βλάσιε, Μαρτύρων ἀπείληφας, τὸ γέρας Πάτερ σοφέ, κράζων ἀκατάπαυστα· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Ἐν γῇ τοὺς ἀγῶνάς σου, ἐν οὐρανοῖς δε, ἐπάλθων τὰ στέμματα, Ἱερομάρτυς δέδεξαι, διπλῆν κομιζόμενος, ἀντιμισθίαν τερπνήν, μέλπων ἀγαλλόμενος· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Λειμὼν εὐωδέστατος, ἄνθος τὸν Λόγον, κυπρίζουσα πέφηνας, Χριστὸν εὐωδιάσαντα, Παρθένε ἀνθρώπινον, γένος ᾯ κράζομεν, πίστει οἱ σωζόμενοι· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

 

ᾨδὴ η΄. Κάμινος ποτε.

Πῦρ τῶν ἡδονῶν, πατήσας ἐγκρατείᾳ, ἀγρύπνοις ἐνστάσεσιν εὐχῶν τε βολῇ, διῆλθες ἀπόντιστος, ὡς θαλάσσας τοὺς χειμάῤῥους παθῶν, Ἱερομάρτυς ἔνδοξε, μέλπων· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὢ τῶν ὑπὲρ νοῦν, ἀγώνων σου τρισμάκαρ, ὡς ἀλλοτρίῳ γὰρ ἐν σώματι, τυπτούμενος ἔχαιρες, καὶ ξεόμενος ἠγάλλου δε, καὶ τέλος τε διὰ ξίφους, ζωὴν ἐφεῦρες, καὶ τῶν Μαρτύρων τὴν οἴκησιν.

Βίῳ μὲν σεμνῷ, ἀθλήσει δὲ τιμίᾳ, τῇ καρτερίᾳ εὐψυχήσας στεῤῥῶς, ἱερεὺς ὡς ἄριστος, σαυτὸν θῦμα πανακήρατον, τραπέζῃ ἀθανάτῳ, προσήνεξαι, τῷ ἀΰλῳ θείῳ Δεσπότῃ σου Βλάσιε.

Θεοτοκίον.

Λύτρωσιν ἡμῖν, Χριστὸν ἡ τετοκυῖα, ἡμαρτηκόσιν ἀβουλίᾳ δεινῇ, Παρθένε ἀνάῤῥυσαι, καὶ πρὸς τρίβον ἐποδήγησον, ἐμὲ τὸν πλάνηθέντα, Θεόνυμφε, ἀνυμνοῦντα τῆς σωτηρίας τὸν αἴτιον.

 

 

 

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.

Ἀγγέλων τὴν οἴκησιν, Μαρτύρων τε τὸν ὅμιλον, ἱερέων τὴν τάξιν, καὶ ἀσκητῶν τὸν χορόν, Πάτερ ὁ Χριστὸς ἀνταμείβει, τῶν ἐπὶ γῆς πόνων σου τρισμάκαρ, καὶ ξίφους θανάτου δε, ζωὴν ἄλυπον πανόλβιε.

Στεῤῥῶς ἐναθλήσασαι, ποικίλοις καρτερήσασαι, αἱ παρθένοι καμάτοις, ζωὴν ἀΐδιον, ἔνθα τῆς τρυφῆς ὁ χειμάῤῥους, καὶ καλλονὴ παρθένων Ἁγίων, θανάτῳ διέβησαν, πρὸς Νυμφίον τὸν ἀκήρατον.

Ἰάσεων νάματα, θαυμάτων ποταμοὺς καὶ ἡμῖν, εἰς ἀεὶ ἀναβλύζων, παμμάκαρ Βλάσιε, τοὺς σοὺς ὑμνητὰς περισκέποις, παρὰ Χριστοῦ τὴν ῥῶσιν προσνέμων, τοῖς προσκαλουμένοις σε, κληρωσάμενος τὸ δύνασθαι.

Θεοτοκίον.

Ἐν Σοὶ τὰς ἐλπίδας μου, ἐθέμην Θεονύμφευτε, ἐπὶ Σοὶ καταφεύγω, τῇ θείᾳ σκέπῃ Σου· κόπασον παθῶν μου τὴν ζάλην, καὶ δυσχερεῖς ἐχθροῦ παρατάξεις, πανάμωμε ὤλεσον, σωτηρίαν μοι βράβευσον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἱεράρχης καὶ κλεινὸς Ἀθλοφόρος, καὶ πεπλησμένος οὐρανίων χαρίτων, Ἱερομάρτυς Βλάσιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἀλγηδόνος καὶ λύπης, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εὐπραγίαν δίδου ἐν παντί, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βλάσιε, σκέπε τοὺς σοὺς ἱκέτας. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Βιαίας ἁπάσης ἐπιφορᾶς, παντοίων ἐν βίῳ, συμπτωμάτων καὶ πειρασμῶν, ἀπάλλαξον Βλάσιε παμμάκαρ, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Λαμπρότητι Πάτερ τῶν σῶν εὐχῶν, παθῶν τὸ ζοφῶδες, διασκέδασον ἐξ ἡμῶν, καὶ ῥῶσιν καὶ χάριν καὶ ὑγείαν, δίδου ἡμῖν τοῖς τιμῶσί σε Βλάσιε.

παύστως παρέχων τὰς δωρεάς, πλουσίᾳ χειρί σου, Πάτερ Βλάσιε τοῖς πιστοῖς, προστάτης καὶ μέγας ἀντιλήπτωρ, καὶ ἀρωγὸς ἡμῶν ὤφθης θερμότατος.

Θεοτοκίον.

Σωτῆρα τοῦ κόσμου καὶ Λυτρωτήν, τεκοῦσα Παρθένε, τὸν τῶν ὅλων Δημιουργόν, πάσης ἡμᾶς λύτρωσαι ἀνάγκης, καὶ ἀληθοῦς σωτηρίας ἀξίωσον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

αμάτων τὴν χάριν βλύζων ἀεὶ Βλάσιε, παύεις χαλεπὰς ἀσθενείας, τῶν προσιόντων σοι· διὸ θεράπευσον, τὴν ἀσθενούσαν ψυχήν μου, καὶ τὸν πόνον κούφισον, τὸν τῆς καρδίας μου.

ν τῷ θείῳ ναῷ σου πίστει θερμῇ σπεύδοντες, τὴν σὴν σωστικὴν ἐξαιτοῦμεν, Πάτερ βοήθειαν, ἣν δίδου πάντοτε, ἡμῖν ἐν πάσῃ ἀνάγκῃ, Βλάσιε μακάριε, ὡς συμπαθέστατος.

Συμπαθῶς τὰς δεήσεις δέξου ἡμῶν Ἅγιε, οἷα μιμητὴς Ἱεράρχα, τοῦ πανοικτίρμονος, καὶ πάσης θλίψεως, καὶ συμφορᾶς καὶ ἀνάγκης, ἀβλαβεῖς διάσωζε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.

Καταφύγιον κόσμου Χριστιανῶν στήριγμα, κεχαριτωμένη Παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, ἐπηρειῶν τοῦ βελίαρ, καὶ πάσης κακώσεως, ἀτρώτους φύλαττε.

Διάσωσον, Ἱερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ πάσης νόσου καὶ θλίψεως καὶ ἀνάγκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ἐδείχθης Πάτερ Βλάσιε, τοῖς πίστει θερμῇ προστρέχουσι τῇ σκέπῃ σου, κινδύνων ἐκλυτρούμενος, καὶ παντοίων ἐν βίῳ κακώσεων, διὰ τοῦτο βοῶμέν σοι· ἡμῶν τὰς αἰτήσεις πλήρου πάντοτε.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

νεργῶν ἐν τοῖς θαύμασι, πάθη θεραπεύεις Πάτερ ἀνίατα, καὶ παρέχεις τὰ αἰτήματα, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Πάσης βλάβης ἀπάλλαξον, καὶ ὀργῆς καὶ λύπης γεννώσης θάνατον, τοὺς καλοῦντας εἰς βοήθειαν, Βλάσιε παμμάκαρ τὸ σὸν ὄνομα.

μφανὴς πέλει ἅπασιν, ἡ σωτηριώδης σου χάρις Βλάσιε, δωρεὰν πᾶσι παρέχουσα, τῆς σῆς προστασίας τὰ γνωρίσματα.

Τῷ ἁγίῳ τεμένει σου, Πάτερ προσιόντες ἀεὶ καρπούμεθα, τῆς εὐνοίας σου τὰς χάριτας, καὶ τὰ σὰ κηρύττομεν θαυμάσια.

Θεοτοκίον.

λοτρόπως δεδούλωμαι, πάσῃ ἁμαρτίᾳ ὁ ἀσυνείδητος· ἀλλὰ Σύ με ἀνακάλεσαι, πρὸς εἰλικρινῆ Κόρη μετάνοιαν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ψωσον ἡμᾶς, ἐκ βυθοῦ παθῶν μακάριε, πρὸς ὑψώσεις οὐρανίων ἀρετῶν, ἱεραῖς σου πρὸς Ὕψιστον δεήσεσι.

Σκέπη ἀσφαλής, βοηθὸς καὶ καταφύγιον, ἔσο πάντοτε ἡμῖν θαυματουργέ, τοῖς προστρέχουσι τῇ θείᾳ ἀντιλήψει σου.

ρμος νοητός, ὁ ναός σου ὤφθη Βλάσιε, ᾧ προστρέχοντες κυμάτων χαλεπῶν, τῶν τοῦ βίου περιστάσεων λυτρούμεθα.

Θεοτοκίον.

πουλον ἐχθρόν, δολερῶς μοι ἐπερχόμενον, κατασύντριψον τῇ Σῇ ἐπισκοπῇ, Θεοτόκε σωτηρία μου καὶ λύτρωσις.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σωμάτων, καὶ τῶν ψυχῶν ἰατῆρα, ὁ τῶν ὅλων σε ἀνέδειξε Κτίστης, θαυματουργέ, ἱερώτατε Πάτερ· ὅθεν ἡμῶν τὰ δεινὰ πάθη ἴασαι, καὶ ἄφεσιν ἁμαρτιῶν, τὸν Χριστὸν ἡμῖν δοῦναι ἱκέτευε.

άσεις, παντοδαπὰς ἀναβλύζων, ἐκ πηγῶν τοῦ σωτηρίου ἀφθόνως, τὰς τῶν βροτῶν, θεραπεύεις ὀδύνας, καὶ ἐκδιώκεις ἀκάθαρτα πνεύματα, καὶ ἀσθενείας φθαρτικάς, ἰσχυρῶς ἀπελαύνεις μακάριε.

Κακίας, τῆς τοῦ κακίστου βελίαρ, ἐλευθέρωσον ἡμᾶς Ἱεράρχα, καὶ τῆς αὐτοῦ, ἐπηρείας καὶ βλάβης, διὰ παντὸς ἀνωτέρους διάσωζε, ὦ Βλάσιε θαυματουργέ, τοὺς πρὸς σὲ ἀφορῶντας ἐκ πίστεως.

Θεοτοκίον.

τέχθη, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, ὁ τὰ πάντα ἐκ μὴ ὄντως ποιήσας, δίχα τροπῆς, καὶ συγχύσεως Κόρη, καὶ τῆς φθορᾶς τοὺς ἀνθρώπους ἀπήλλαξεν· ὅθεν κἀμὲ φθοροποιῶν, λογισμῶν καὶ παθῶν ἐλευθέρωσον.

Διάσωσον, Ἱερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ πάσης νόσου καὶ θλίψεως καὶ ἀνάγκης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς τῶν παθῶν καταιγίδος ἀπάλλαξον, καὶ συνοχῆς χαλεπῶν περιστάσεων, τοὺς πίστει αἰτοῦντας τὴν χάριν σου, ὡς πρεσβευτὴς πρὸς Χριστὸν ἡμῶν μέγιστος, ὦ Βλάσιε Πάτερ θεόσοφε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον. (Ἰωάννη, ιε’ 17 – 27 καί ιστ’ 1 – 2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μύστης ἱερώτατος, καὶ ἀληθὴς Ἱεράρχης, καὶ Μάρτυς ἀήττητος, τοῦ Σωτῆρος πέφηνας Πάτερ Βλάσιε, ᾧ καὶ νῦν πρέσβευε, ἐκτενῶς Ἅγιε, πάσης βλάβης ἡμᾶς ῥύεσθαι, καὶ πάσης μάστιγος, καὶ ὀδυνηρῶν περιστάσεων, τοὺς πίστει καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου ἑκάστοτε· σὺ γὰρ ἡμῶν ὤφθης, θερμότατος μεσίτης πρὸς Θεόν· διὸ τὴν σὴν ἐξαιτούμεθα, χάριν τὴν σωτήριον.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν θαυμάτων τῇ αἴγλῃ τῶν παθῶν διαλύεις δεινὴν σκοτόμαιναν, καὶ νῦν ἡμῶν τῶν νόσων, κατάσβεσον τὴν φλόγα, πρεσβειῶν σου τοῖς νάμασι, Βλάσιε Πάτερ σοφέ, τῶν εὐσεβῶν προστάτα.

σθενοῦσι τὴν ῥῶσιν καὶ τοῖς πάσχουσι Πάτερ νέμων τὴν ἴασιν, ταχύτατος προστάτης, καὶ ῥύστης ἐν ἀνάγκαις, τοῖς κραυγάζουσι πέφηνας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας λιμένα και ἀχείμαστον ὅρμον εὑρόντες Ἅγιε, Μονήν σου τὴν ἁγίαν, προστρέχομεν ἐν ταύτῃ, καὶ γαλήνην εὑρίσκομεν, ἐν τρικυμίαις πικραῖς, καὶ ζάλαις τοῦ βίου.

Θεοτοκίον.

Γνοὺς τὸ θέλημα Κόρη τοῦ Υἱοῦ Σου ἀφρόνως αὐτὸ οὐκ ἔπραξα· διό με τῆς μελλούσης, ἐκλύτρωσαι βασάνου, καὶ μετάνοιαν δίδου μοι, κἂν ἐν ὑστάτῃ ῥοπῇ, Χριστῷ εὐαρεστήσαι.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

χει σε Πάτερ, τῶν εὐσεβῶν ἡ χορεία, ἑτοιμότατον ἐν πᾶσι προμηθέα· ὅθεν τῶν θαυμάτων, κηρύττει σου τὴν χάριν.

ύου ἀπαύστως, ἐπιστασίᾳ σου θείᾳ, τὴν περίοικον ταύτην Ἱερομάρτυς, πάσης δυσπραγίας, καὶ συνοχῆς καὶ βλάβης.

ῤῥωστημάτων, ἐπιφορὰς ὀλεθρίους, ἀναχαίτισον τῇ χάριτί σου Πάτερ, ἐκ τῶν προσιόντων, τῇ θείᾳ σου πρεσβείᾳ.

Θεοτοκίον.

Σύντριψον Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ, τὸν ὑπούλως με συλῶντα καθ’ ἑκάστην, πονηραῖς ἐννοίαις, ἐχθρὸν τὸν παλαμναῖον.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

σχὺν ἡμῖν παράσχου, Βλάσιε παμμάκαρ, ἐν ταῖς τοῦ βίου δειναῖς περιστάσεσιν, ὡς ἂν ἀνώτεροι ἁπάσης ὀφθῶμεν θλίψεως.

Μονῇ σου τῇ ἁγίᾳ, τοὺς προσερχομένους, τῆς σῆς χαρᾶς Πάτερ Βλάσιε πλήρωσον, καὶ ἀθυμίας τὴν λύπην μακρὰν ἀπέλασον.

δύνης ὀλεθρίου, καὶ πάσης ἀνάγκης, καὶ νοσημάτων ἀτρώτους διάσωζε, τοὺς σὲ θερμὸν κεκτημένους προστάτην Βλάσιε.

Θεοτοκίον.

περδεδοξασμένη, μόνη Θεοτόκε, τῆς τῶν παθῶν ἀνοίας ἀπάλλαξον, τοὺς ὀρθοδόξῳ καρδίᾳ Σε μεγαλύνοντας.

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἱεράρχα θαυματουργέ, Βλάσιε τρισμάκαρ, Ἀθλοφόρων ὁ κοινωνός· χαίροις Σεβαστείας, ὁ θεῖος ποιμενάρχης, καὶ Ἐκκλησίας πάσης, μέγα προπύργιον.

Χλαῖναν ἐνδυσάμενος ἱεράν, τῶν ἀρχιερέων, ἀνεδείχθης τύπος λαμπρός, καὶ σοφῶς ποιμάνας, τὴν σοὶ λαχοῦσαν ποίμνην, ὑπὲρ Χριστοῦ νομίμως, ἤθλησας Βλάσιε.

Χάριτι θαυμάτων μεγαλυνθείς, ἅπασι παρέχεις, τὰ αἰτήματα συμπαθῶς, καὶ ἰᾶσαι νόσους, ψυχῶν τε καὶ σωμάτων, Χριστοῦ Ἱερομάρτυς, Βλάσιε Ὅσιε.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ Μονῇ σου, Πάτερ Βλάσιε ἱερέ, φύλαττε ἀτρώτους, ἐκ πάσης ἐπηρείας, καὶ πλήρου τὰς αἰτήσεις, τούτων ἑκάστοτε.

Λόγοις σου θαῤῥύνας τοῖς ἱεροῖς, τὰς σεμνὰς γυναῖκας, πρὸς ἀγῶνας ἀθλητικούς, ὁμοῦ καὶ τοὺς παῖδες, σὺν τούτοις ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, Βλάσιε ἔνδοξε.

Χαίρει εὐσεβούντων πᾶσα πληθύς, τῇ σῇ ἀντιλήψει, λυτρουμένη πάσης ὀργῆς· διὸ καὶ βοᾷ σοι· ἐκ πάσης δυσχερείας, ἀτρώτους ἡμᾶς σῶζε, ἀεὶ ὦ Βλάσιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, οἷα θαυμαστὸς Ἱεράρχης, καὶ Ἀθλητὴς ἱερός, Βλάσιε μακάριε, ἀπαύστως πρέσβευε, πάσης θλίψεως ῥύεσθαι, καὶ ἀσθενημάτων, καὶ πικρῶν συμπτώσεων, καὶ συμφορῶν χαλεπῶν, πάντας, τοὺς προστρέχοντας Πάτερ, τυῇ σῇ κραταιᾷ προστασίᾳ, καὶ τοὺς σοὺς ἀγῶνας μακαρίζοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου